Χαιρετισμοί εις τους Αγίους Δέκα Μάρτυρες εν Μεγάρων

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τῶν Μεγαρέων ἡ πληθὺς δεῦτε συμφώνως, τοὺς ἀριστέας τοῦ Χριστοῦ ᾠδαῖς ᾀσμάτων, καταστέψωμεν λέγοντες· Μάρτυρες Κυρίου, τὴν πόλιν ἡμῶν φρουροῦντες διηνεκῶς, ὡς πύργοι τῆς εὐσεβείας οἱ ἀῤῥαγεῖς, τῷ Κυρίῳ προσάξατε, ἱκετηρίαν ἐκτενῇ, τοῦ σῴζεσθαι τοὺς κράζοντας· Χαίροις τάγμα δεκάριθμον.

Ἅπαντες προσελθόντες τῷ σεπτῷ ὑμῶν οἴκῳ, τὴν θείαν ὑμῶν χάριν αἰτοῦμεν, δεκάριθμοι Κυρίου ὁπλῖται (ἐκ γ΄) τοῦ ὑμνῆσαι τοὺς ὑπὲρ τῆς πίστεως γενναίους ὑμῶν ἄθλους καὶ τὰ τρόπαια, δι᾿ ὧν ἐμεγαλύνατε Χριστοῦ τὸ θεῖον ὄνομα· καὶ κλίναντες καρδίας γόνυ, βοῶμεν ἐκτενῶς ὑμῖν τοιαῦτα·

Χαίροις, ὅμιλε πανάριστε δεκαρίθμων ἀθλητῶν·
χαίροις, φάλαγξ ἀπροσμάχητε τῶν Χριστοῦ στρατιωτῶν.
Χαίροις, σύνδεσμε ἀνίκητε θείᾳ πίστει ὁπλισθείς·
χαίροις, σύλλογε ἐξαίρετε καρτερίᾳ λαμπρυνθείς.
Χαίροις, λύχνε δεκαπύρσευτε ὁ φωτίζων τηλαυγῶς·
χαίροις, κλέος τὸ δεκάσεπτον ἐξαστράπτον παμφαῶς.
Χαίροις, στέλεχος ἀήττητον δεκαρίθμων ἀθλητῶν·
χαίροις, ἄθροισμα ἐξαίρετον καλλινίκων μαχητῶν.
Χαίροις, ἅρμα θεηγόρων τροπαιούχων τε ἀνδρῶν·
χαίροις, στῦλος Ἐκκλησίαν ὡραΐζων ἀκραιφνῶς.
Χαίροις, ὄργανον δεκάχορδον τὸ εὐφραῖνον τὰς ψυχάς·
χαίροις, λύρα μελωδοῦσα Μαρτυρίου τὰς ᾠδάς.

Χαίροις τάγμα δεκάριθμον.

Βρύει ἄφθορον χάριν τοῖς πιστῶς προσιοῦσιν ἡ τῶν Λειψάνων ὑμῶν πανσέβαστος θήκη, μυρίπνοοι Χριστοῦ Ἀθλοφόροι, τὴν δυσώδη λύουσα παθῶν κάκωσιν, ὀσμὴν δὲ εὐωδίας ἱερὰς καὶ κρείττονος παρέχει ἅπασι τοῖς μέλπουσιν ἐν εὐφροσύνη οὕτως·

Ἀλληλούια.

Γάνυται Μεγαρέων ἡ περίδοξος πόλις τοὺς θείους ὑμῶν τάφους πλουτοῦσα, ὡς ὄλβον πανυπέρτιμον ὄντως πανεύφημοι Χριστοῦ στρατιῶται, καὶ καυχωμένη ἐν Κυρίῳ ἄμετρα, τοῖς ῥήμασιν ὡς ἄνθεσιν κατακοσμῶσα τούτους λέγει·

Χαίροις, ἔνδοξε Δωρόθεε ὄντως τῷ Θεῷ δοτέ·
χαίροις, ἄριστε Βασίλειε Βασιλείας κοινωνέ.
Χαίροις, κράτιστε Γεώργιε πίστιν θείαν γεωργῶν·
χαίροις, τίμιε Πολύευκτε πλεῖστον δοὺς εὐχῆς καρπόν.
Χαίροις, Σεραφεὶμ Θεόπτα ἀσωμάτων κοινωνέ·
χαίροις, Πλάτων ὑψιπέτα πλάτος πόλου κατοικῶν.
Χαίροις, ἀθλητὰ Σαράντη κλῆσιν ἔχων ἱεράν·
χαίροις, ὅτι ἀενάως σὺν Μωϋσῆ φῶς καθορᾷς.
Χαίροις, τοῦ Χριστοῦ ὁ στάχυς ὦ Δημήτριε σεπτέ·
χαίροις, κοσμηθεὶς ἀνδρείᾳ ἄριστε Ἀδριανέ.
Χαίροις, γέρας τῶν Μαρτύρων ὦ Ἰάκωβε κλεινέ·
χαίροις, ὡς τῷ Θεαδέλφῳ τῷ Κυρίῳ ποθεινέ.

Χαίροις τάγμα δεκάριθμον.

Δένδρα ὡς τοῦ Παραδείσου τὰ καλλίκαρπα, πάνυ ἐδείχθητε ὦ Μάρτυρες θεῖοι· καρπὸν γὰρ τῷ Χριστῷ γλυκὺν καὶ ἄφθονον ἐδώκατε ὑμῶν τὰ αἵματα, ἐν γῇ τῆς τῶν Μεγάρων πόλεως χυθέντα, αὐτὴν μὲν ἁγιάσαντες, ἡμᾶς δὲ εὐλογοῦντες τοὺς ἀεὶ χαρμονικῶς βοῶντας·

Ἀλληλούια.

Ἔγερσιν τοῖς ἐν τῷ σκότει τῆς ἀγνοίας πεσοῦσιν παρέχετε ἱππεῖς τροπαιοῦχοι· Σταυροῦ γὰρ τῇ δυνάμει κραταιούμενοι, ἠγείρατε λαμπρὰ τῆς νίκης τρόπαια, τὴν πίστιν τὴν ἀμώμητον γενναία τῇ ψυχῇ ὁμολογοῦντες· διόπερ καὶ ἡμῖν σθένος ἐξ ὕψους ἄμαχον δωρήσασθε, αὐτὴν μὲν καλῶς ὁμολογεῖν ἀείποτε, ἡμῖν δὲ ἀναφωνεῖν τοιαῦτα·

Χαίρετε, στεῤῥὰ χαλκεῖα πίστεως τῆς ἀῤῥαγοῦς·
χαίρετε, σεμνὰ ταμεῖα γνώσεως ὑπερτελοῦς.
Χαίρετε, λαμπάδες θεῖαι φαίνουσαι πιστοὶ τὸ Φῶς·
χαίρετε, λαμπραὶ ὁλκάδες ὁδηγούσαι γαληνῶς.
Χαίρετε, κρατῆρες δόντες νάματα ζωοποιά·
χαίρετε, κρουνοὶ πλουσίως καταρδεύοντες ψυχάς.
Χαίρετε, εὐώδη σκεύη Χάριτος τῆς θεουργοῦ·
χαίρετε, τὰ θεῖα ἄνθη καὶ μυρίπνοα Χριστοῦ.
Χαίρετε, ἡδεῖα σάλπιγξ ἡ ἐγειροῦσα πιστούς·
χαίρετε, Θεοῦ ἡ μάστιγξ ἡ τροποῦσα τοὺς ἐχθρούς.
Χαίρετε, τῶν Μεγαρέων καύχημα καὶ γλυκασμός·
χαίρετε, πιστῶν ἁπάντων στήριγμα καὶ ἱλασμός.

Χαίροις τάγμα δεκάριθμον.

Ζύμη τοῦ Κυρίου ὄντες, ἄρτος ὤφθητε γλυκύς, καὶ Χριστὸν Ζωῆς τὸν Ἄρτον μαρτυρεῖτε τοῖς πιστοῖς· ἐκ τῆς ζύμης τῆς κακίας ῥύσασθε πάντας ἡμᾶς, ταῖς ὑμῶν θείαις πρεσβείαις ἄριστοι συναθληταί, ἵνα σκεύη γεγονότες ἀγαθότητος χρηστῆς, καθαρῶς Αὐτῷ βοῶμεν χείλεσί τε καὶ ψυχῇ·

Ἀλληλούια.

Ἤρατε βραβεῖα νίκης ἐκ ζωαρχικῆς χειρός, στεφηφόροι πανοπλῖται παρατάξεως Χριστοῦ. Ἐν σταδίῳ γὰρ ἀθλοῦντες ἐτροπώσασθε ἐχθρούς, γέρα θεία εἰληφότες καὶ ἀφθάρτους θησαυρούς. Δότε καὶ ἡμῖν νικῆσαι πολεμίων τὰς ὁρμάς, καὶ ἐνδόξως ἀριστεῦσαι ἐν τῇ πάλη τῶν παθῶν, ἵνα εὐγνωμόνως πάντες προσφωνῶμεν ἐκ ψυχῆς·

Χαίρετε, οἱ τοὺς ἀγῶνας περαιώσαντες καλῶς·
χαίρετε, οἱ τοὺς στεφάνους κομισάμενοι λαμπρῶς.
Χαίρετε, οἱ ἐκτραφέντες πίστεως τῷ σιτισμῷ·
χαίρετε, οἱ δροσισθέντες Χάριτος τῷ ὑετῷ.
Χαίρετε, τοῦ Παραδείσου θεοφύτευτοι βλαστοί·
χαίρετε, τα ῆς Ἐκκλησίας θεοβράβευτοι καρποί.
Χαίρετε, τὸν θεῖον Νόμον οἱ πληρώσαντες σαφῶς·
χαίρετε, τὸν Νομοδότην στέρξαντες παναληθῶς.
Χαίρετε, Χριστῷ τῇ πέτρα ἐρεισθέντες τῆς Ζωῆς·
χαίρετε, στεῤῥοὶ ὡς πέτραι μείναντες ἐν διωγμοῖς.
Χαίρετε, ψυχῆς χιτῶνα οἱ λευκάναντες ἁγνῶς·
χαίρετε, Μεγάρων χθόνα οἱ φοινίξαντες σεμνῶς.

Χαίροις τάγμα δεκάριθμον.

Θέμεθλοι στεῤῥοὶ ὡς ὄντες, Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐστηρίξατε αἱμάτων τῶν τιμίων ταῖς ῥοαῖς· λίθον γὰρ ὁμολογοῦντες τὸν ἀκρόγωνον Χριστόν, οὐκ ἐσάλευσεν τυράννων διωκόντων ὁ θυμός, τῆς ψυχῆς ὑμῶν τὸν οἶκον ἔνδοξοι συναθληταί. Ἀπτοήτους ἡμᾶς μένειν ἐν ταῖς θλίψεσιν ἀεί, ἀξιώσατε ἀπαύστοις ἱκεσίαις πρὸς Θεόν, ἵνα τῷ Ἀγωνοθέτῃ προσφωνῶμεν ἐκτενῶς ἐπινίκιον ᾠδήν·

Ἀλληλούια.

Ἴασιν πιστοῖς δωρεῖσθε ἄμισθον καὶ ταχινήν, καὶ προφθάνει τε ἑτοίμως ἐν κινδύνοις καὶ δεινοῖς, ὡς τῆς πόλεως Μεγάρων εὐκλεεῖς προασπισταί. Ῥῶσιν ἡμῖν πᾶσι δότε καὶ παθῶν ἀπαλλαγήν, χάριν τὴν μὴ κενουμένην καὶ ἰσχὺν τὴν δαψιλῆ, ἵνα μέλπωμεν ἀπαύστως, Μάρτυρες Χριστοῦ κλεινοί, τῇ ὑμῶν ἀμάχῳ σκέπῃ λέγοντες ἀπὸ ψυχῆς·

Χαίρετε, τῶν ἀσθενούντων ἰατροὶ οἱ ταχινοί·
χαίρετε, τῶν θλιβομένῳν παρακλήτορες θερμοί.
Χαίρετε, τῶν ἐν ἀνάγκαις ἀρωγοὶ οἱ εὐμενεῖς·
χαίρετε, τῶν ἐν κινδύνοις σύμμαχοι οἱ εὐσθενεῖς.
Χαίρετε, ὁδοιπορούντων συνοδίτες ἀπλανεῖς·
χαίρετε, τῶν κοπιώντων παραστάται συμπαθεῖς.
Χαίρετε, γυμνητευόντων ἡ στολὴ ἡ παγκάλης·
χαίρετε, τῶν πτωχευόντων ἄρτος ἀλυσιτελής.
Χαίρετε, οἱ τῶν διψώντων καταρδεύοντες ψυχάς·
χαίρετε, τοῖς ἀποροῦσι χορηγοῦντες ἀγαθά.
Χαίρετε, ἀπηλπισμένων ἡ ἀνέσπερος ἐλπίς·
χαίρετε, ἁμαρτανόντων ἱλαστήριος λιμήν.

Χαίροις τάγμα δεκάριθμον.

Κέδροι ὡσεὶ τοῦ Λιβάνου ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἀνεδείχθητε ἀξίως Μάρτυρες Χριστοῦ σεπτοί, πίστεως καρποφορία, ὑψωθέντες θαυμαστῶς καὶ τὴν πόλιν τῶν Μεγάρων ὠραΐσαντες λαμπρῶς.
Λαμπρυνθῆναι ἡμᾶς πάντας ἀρεταῖς ὑψοποιαῖς καὶ νικῆσαι ταπεινώσει τὸν μεγάλαυχον ἐχθρόν, μὴ ἐλλείπητε πρεσβεύειν Λόγῳ τῷ νικοποιῷ· ἵνα σὺν χοροῖς Ἀγγέλων μελωδῶμεν μυστικῶς·

Ἀλληλούια.

Λείψανα ὑμῶν τὰ θεῖα προσπτυσσόμενοι πιστῶς, Χάριτος ἀντλοῦμεν ῥεῖθρα τὰ ἀκένωτα ἀεί, ὡς τοῦ Πνεύματος ταμεῖα ὄντες Μάρτυρες σεπτά. Προσδραμόντες οὖν ἐν πίστει προσκυνοῦμεν εὐλαβῶς καὶ πνευματικῶς σκιρτῶντες τῷ τοιούτῳ θησαυρῷ, δόξαν τῷ Θεῷ καὶ αἶνον νέμομεν παναληθῶς, τῷ ἀφάτῳ εὐσπλαγχνίᾳ ἁγιάσαντι ὑμᾶς. Πόθῳ δὲ ὑμῖν ἀμέτρῳ ἐκβοῶμεν ἀληθῶς·

Χαίροις, Σεραφεὶμ ἐπόπτα μυστηρίων ἱερῶν·
χαίροις, ἀνακτόρων θείων τὰς ἐπαύλεις κατοικῶν.
Χαίροις, τὸν Θεὸν λατρεύων ὦ Δωρόθεε σεπτέ·
χαίροις, δώρων ὑπερτιμῶν καὶ ἀῤῥήτων κοινωνέ.
Χαίροις, εἴπωμεν ἐκ πόθου Ἰακώβῳ τῷ στεῤῥῶ·
χαίροις, τῆς ἀνδρείας στήλη καρτερίας ὁ κανών.
Χαίροις, τῶν Μαρτύρων κλέος ὦ Βασίλειε κλεινέ·
χαίροις, ἔνδυμα πλουτίσας Βασιλείας ἀγλαές.
Χαίροις, Δημητρίω πάντες προσφωνοῦμεν ἐκτενῶς·
χαίροις, τοῖς πιστοῖς ἐκλάμπων ὡς ἀστὴρ ἑωθινός.
Χαίροις, θαυμαστὲ Σαράντη ὁ ἀθλήσας ἀνδρικῶς·
χαίροις, Μάρτυρας ζηλώσας τεσσαράκοντα καλῶς.

Χαίροις τάγμα δεκάριθμον.

Μύρου οὐρανίου χάριν ἀναβλύζετε ἀεί, καταθέλγουσαν καρδίας καὶ ἡδύνουσα ψυχάς, ἄριστοι συστρατιῶται οὐρανίου Στρατηγοῦ. Ἅρτι γὰρ ἀναφανέντες ἐκ τῶν τάφων θαυμαστῶς, λύετε πικρίαν πλάνης καὶ παθῶν τὸν σκοτασμόν. Θεοσδότου εὐωδίας χάριν δότε δυσωπῶ, ἵνα μύρα τῶν ᾀσμάτων προσενέγκωμεν ὑμῖν, ᾄδοντες πανευφροσύνως χαριστήριον ᾠδήν·

Ἀλληλούια.

Νάματος κρατῆρες ὄντες θείου καὶ ζωοποιοῦ, ἐνεπλήσατε ἀῤῥῆτου εὐφροσύνης τὰς ψυχάς, πάντων τῶν ὑμᾶς ὑμνούντων Μάρτυρες πανευκλεεῖς· ὡς Χριστὸν ἐπεγνωκότες πηγὴν ὕδατος ζωῆς, ταῖς καρδίαις ἡμῶν δρόσον χορηγεῖτε δαψιλῆ, παύοντες τὴν πάλαι δίψαν τὴν ἐκ τῆς παρακοῆς· ὕδωρ τὸ ψυχὰς ἐγεῖρον ἐπομβρίσατε ἡμῖν, τοῖς ἀπαύστως μετὰ πόθου, λέγουσιν ὑμῖν πιστῶς·

Χαίροις, Γεώργιε Χριστοῦ τὸ καρποφόρον σπέρμα·
χαίροις, ὁ δοὺς καρπὸν τῇ γῇ τοῦ μαρτυρίου αἷμα.
Χαίροις, Πλάτων ἀήττητε ἐχθρῶν νικήσας κράτος·
χαίροις, ἀγάπης τῆς διττῆς κτησάμενος τὸ πλάτος.
Χαίροις, Πολύευκτε πλουτών Χριστοῦ τὴν Ἐκκλησίαν·
χαίροις, κοσμών πανευπρεπῶς Μαρτυρικὴν χορείαν.
Χαίροις, ἀδάμας τῇ ψυχῇ Ἀδριανὲ στεῤῥόφρον·
χαίροις, τὸ κέρας τοῦ Σταυροῦ κατέχων μέγα ὅπλον.
Χαίροις, χορεία εὐκλεὴς Μαρτύρων λαμπροφώτων·
χαίροις, λαμπὰς πυρσοφαὴς Ἡλίου ἀρχιφώτου.
Χαίροις, Θεοῦ τοῦ Παντουργοῦ γλυκὺς καὶ θεῖος ὕμνος·
χαίροις, Μεγάρων ἀσφαλὴς δεκάτειχός τε πύργος.

Χαίροις τάγμα δεκάριθμον.

Ξύλου τῆς ζωῆς γευθέντες τὴν γλυκεῖαν ἐδωδήν, ἐβδελύξασθε προθύμως πᾶσαν γήϊνον τρυφήν, τὸν Χριστὸν ὁμολογοῦντες Θεοπόθητοι στεῤῥῶς· καὶ βασάνους ὑποστάντες ἀκλονήτῳ λογισμῷ, εἰς γαλήνην θείου ὅρμου ἐπεφθάσατε καλῶς, ἔνθα τῷ Δεσπότῃ πάντων σὺν χοροῖς τῶν Ἀθλητῶν, ὕμνον ᾄδετε προθύμως καὶ τὴν ἄληκτον ᾠδήν·

Ἀλληλούια.

Ὅπλον φέροντες τὴν πίστιν τὴν ἀμώμητον Χριστοῦ, τὴν ἐλπίδα καὶ ἀγάπην ὡσεὶ δόρυ ἰσχυρὸν καὶ Θεοῦ τὴν συμμαχίαν ὡσεὶ τεῖχος ὀχυρόν, οὐκ ἐκάμφθητε γενναῖοι ταῖς βασάνοις ταῖς πικραῖς· ἀλλ᾿ ἑστῶτες ἡνωμένοι ἐν μιᾷ στεῤῥᾷ ψυχῇ καὶ Τριάδος προσκυνοῦντες τὴν μονόσεπτον Ἀρχὴν, στέφος ἤρατε τῆς νίκης ἄφθαρτόν τε καὶ λαμπρόν· ὅθεν λόγοις ἐγκωμίων στέφοντες ὑμᾶς κλεινοί, μέλπομεν ἀπὸ καρδίας ὕμνους τούτους ἐκτενῶς·

Χαίρετε, οἱ ἀνομούντων ἀλογήσαντες βουλάς·
χαίρετε, οἱ ἐνεγκόντες θείῳ φίλτρῳ τὰς πληγάς.
Χαίρετε, λαμπροὶ φωστῆρες καταυγάζοντες τὴν γῆν·
χαίρετε, ἀστέρες θεῖοι ἀνατέλλοντες Αὐγήν.
Χαίρετε, ἡμῖν πλουτοῦντες τῶν Λειψάνων θησαυρόν·
χαίρετε, θησαυρισμάτων ἀκενώτων ποταμός.
Χαίρετε, τοῦ Βασιλέως τροπαιοῦχοι στρατηγοί·
χαίρετε, τῆς Βασιλείας τῆς ἀφθάρτου κοινωνοί.
Χαίρετε, Χριστοῦ κιθάρα, Ἐκκλησίας ὁ αὐλός·
χαίρετε, ᾄσματος θείου παναρμόνιος εἱρμός.
Χαίρετε, Σιὼν τὴν ἄνω κατοικοῦντες ἐν φωτί·
χαίρετε, Μεγάρων πόλιν οἱ φρουροῦντες ἐν παντί.

Χαίροις τάγμα δεκάριθμον.

Πλοῦτος Ἐκκλησίας μέγας πέλετε καὶ εὐπρεπής, τοῖς τιμίοις ὑμῶν ἄθλοις ὡραΐσαντες αὐτὴν καὶ κοσμεῖτε τῶν Μεγάρων πόλιν τὴν περιφανῆ. Ἐκ τῶν πενιχρῶν χειλέων ὕμνον δέξασθε βραχύ, ἀντιδιδόντες πλουσίαν χάριν Μάρτυρες σεπτοί, τοῦ ἡμᾶς ἀεὶ λατρεύειν τῷ Θεῷ τῷ ἀληθεῖ καὶ Αὐτῷ προσάγειν πόθῳ σὺν χοροῖς τῶν ἐκλεκτῶν, πανευφρόσυνον τὸν ὕμνον καὶ ᾠδὴν Ἀγγελικὴν·

Ἀλληλούια.

Ῥόδα τὰ σεπτὰ καὶ θεῖα ἀποπνέοντα ὀσμὴν οὐρανίου εὐωδίας καὶ ἀῤῥήτου χαρμονῆς, ἐστὲ Μάρτυρες Κυρίου εἰς λειμῶνα τῆς Ἐδέμ. Ἐκ χειμῶνος οὖν ἀγνοίας πρὸς τὸ ἔαρ τῆς ζωῆς, πάντας τοὺς ὑμᾶς φιλοῦντας ὁδηγεῖτε ἀσφαλῶς, παρεχόμενοι πλουσίως μύρα θείας καλλονῆς. Ὡς εὐώδη τοίνυν ῥόδα ἄγομεν ὑμῖν ᾠδὴν καὶ συμφώνως μελωδοῦμεν χαρμοσύνῳ τῇ φωνῇ·

Χαίρετε, δεκὰς Μαρτύρων μίαν φέροντες ψυχήν·
χαίρετε, οἱ τὰς βασάνους λογισάμενοι τρυφήν.
Χαίρετε, αἱ χελιδόνες ἔαρος πνευματικοῦ·
χαίρετε, αἱ ἀηδόνες ᾄσματος ἑωθινοῦ.
Χαίρετε, ἀμπέλου θείας κλήματα τὰ εὐκλεῆ·
χαίρετε, τὸν θεῖον βότρυν ἐνεγκόντες τὸν γλυκύν.
Χαίρετε, Θεοῦ τῶν ὅλων σφάγια ὑπερτελῆ·
χαίρετε, τῆς Ἐκκλησίας θησαυρὸς ὁ τιμαλφής.
Χαίρετε, οἱ ἐκδυθέντες ἄνθρωπον τὸν παλαιόν·
χαίρετε, οἱ ἐνδυθέντες ἔνδυμα βασιλικόν.
Χαίρετε, Τριάδος θρόνῳ λιτανεύοντες σεπτῶς·
χαίρετε, τοῖς Μεγαρεῦσι παριστάμενοι λαμπρῶς.

Χαίροις τάγμα δεκάριθμον.

Σέβοντες Θεὸν τῶν ὅλων, τῶν εἰδώλων τοῖς γλυπτοῖς οὐκ ἐνείματε θυσίαν, Μάρτυρες πανευκλεεῖς, τὰ προστάγματα τυράννων ἀλογοῦντες εὐσθενῶς· ὥσπερ ἄρνες οὖν θυσία προσηνέχθητε Θεῷ, αἵματα προθύμως δόντες τῷ τυθέντι ἐν Σταυρῷ, ἱερεῖα γεγονότες ἄμωμα τοῦ Παντουργοῦ. Τὴν καρδίαν ἱερεῖον τῷ Παμβασιλεῖ Θεῷ ἀξιώσατε προσάξαι καὶ ἡμᾶς ἐκδυσωπῶ, τοῦ βοᾶν ἀκαταπαύστως χείλεσί τε καὶ ψυχῇ·

Ἀλληλούια.

Τρόπαια τῆς θείας δόξης στήσαντες σθένει Θεοῦ, ὡς νικήσαντες εἰς τέλος μηχανὰς τὰς τοῦ ἐχθροῦ, νῦν ἀγάλλεσθε ἐν δόξῃ ὁλοφώτους εἰς σκηνάς, καθορῶντες ἀενάως κάλλος τὸ Δεσποτικόν. Εἰς νυμφῶνα θείας δόξης κατοικῆσαι καὶ ἡμᾶς, μὴ ἐλλείπητε πρεσβεύειν Μάρτυρες φωτοφανεῖς, τοὺς ὑμῖν ἀεὶ βοῶντας χαμοσύνῳ τῇ φωνῇ·

Χαίρετε, οἱ ἐλλαμφθέντες φωτὶ δόξης θεϊκῆς·
χαίρετε, οἱ ἐστεφθέντες ἐκ χειρὸς ζωαρχικῆς.
Χαίρετε, τοῦ μαρτυρίου πειραιώσαντες ὁδόν·
χαίρετε, τοῦ Παραδείσου κατοικοῦντες πλατυσμόν.
Χαίρετε, δ’ ὁπλισθέντες ὡσεὶ δόρυ τὸν Σταυρόν·
χαίρετε, οἱ κεκτημένοι πίστιν θώρακα στεῤῥόν.
Χαίρετε, τὸν θεῖον αἶνον ψάλλοντες μιᾷ φωνῇ·
χαίρετε, ᾀσμάτων ᾆσμα ᾄδοντες τῷ Ἐραστῇ.
Χαίρετε, Θεοῦ ὁ οἶκος, Πνεύματος αἱ φωλεαί·
χαίρετε, τῶν ἀρωμάτων αἱ φιάλες αἱ τερπναί.
Χαίρετε, οἱ ἀποθέντες τὰς ψυχὰς Θεοῦ χειρί·
χαίρετε, οἱ καταθέντες σώματα Μεγάρων γῆ.

Χαίροις τάγμα δεκάριθμον.

Ὕδασιν ἐκ θείας κρήνης, ποταμοὶ ὡς διαυγεῖς, ἐνυπάρχοντες Κυρίου ἄριστοι συναθληταί, τὰς κεχερσωθείσας πάνυ καταρδεύετε ψυχὰς καὶ εὐφραίνετε τὴν πόλιν τοῦ Θεοῦ τὴν νοητὴν· τὴν δὲ πόλιν τῶν Μεγάρων τέρποντες παναληθῶς καὶ πλουτοῦντες ὑπερκαλῶς καὶ κοσμοῦντες εὐκλεῶς, εὐλογεῖτε καθ’ ἑκάστην νέμοντες τὰς δωρεάς. Ἐκ καρδίας εὐγνωμόνου ὕμνον ἄγομεν ὑμῖν καὶ Θεῷ ἀναβοῶμεν τὴν Χερουβικὴν ᾠδήν·

Ἀλληλούια.

Φαειναὶ ὥσπερ λαμπάδες φῶς αὐγάζετε πιστοῖς καὶ τὸ σκότος τῆς ἀγνοίας λύετε τοῖς ἐν τῇ γῇ, θάμβους θείου ὡς ἐπόπται Μάρτυρες ἀειλαμπεῖς. Τὴν λαμπάδα τῆς ψυχῆς μου ἐσβεσθεῖσαν ἀμελῶς, ἐπανάψατε ἐλαίῳ εὐπροσδέκτων πρεσβειῶν. Ἵνα σὺν χοροῖς Παρθένων τῶν φρονίμων καὶ σεμνῶν, τῷ Νυμφίῳ ὑπαντήσω, εἰς νυμφῶνα φωτεινόν, καὶ ὑμῖν ἀναβοήσω Μάρτυρες χρεωστικῶς·

Χαίροις, τὸν Θεὸν εὐφράνας ὦ Δωρόθεε σεπτέ·
χαίροις, λύχνε φωτοφόρε Σεραφεὶμ θαυματουργέ.
Χαίροις, βάσις εὐσεβείας ὦ Δημήτριε ἁγνέ·
χαίροις, Πνεύματος δοχεῖον ὦ Βασίλειε κλεινέ.
Χαίροις, τὸν ἐχθρὸν πατάξας ὦ Γεώργιε στεῤῥέ·
χαίροις, τῆς Τριάδος Μύστα ὦ Πολύευκτε σεπτέ.
Χαίροις, ἀρετῶν ταμεῖον ἥδιστε Ἀδριανέ·
χαίροις, κρήνη ἀφθαρσίας ῥέων Πλάτων θαυμαστέ.
Χαίροις, ποθεινὲ Σαράντη τῷ Θεῷ οἰκειωθεὶς·
χαίροις, λέγομεν σοι πόθῳ ὦ Ἰάκωβε ἀεί.
Χαίροις, ὦ λαμπὰς τιμία ἡ φωτίζουσα λαμπρῶς·
χαίροις, ὦ δεκὰς ἁγία ἡ πρεσβεύουσα Θεῷ.

Χαίροις τάγμα δεκάριθμον.

Χέρσον γῆν ἐμῆς καρδίας ἐκπιάνατε αἰτῶ, γεωργήσαντες ἀρότρῳ εὐπροσδέκτων πρεσβειῶν, θεῖοι Μάρτυρες ὡς φίλοι οὐρανίου Φυτουργοῦ. Ἵνα σπόρον εἰσδεχθεῖσα λόγου Εὐαγγελικοῦ, ἐκβλαστήσῃ θεῖον στάχυν τὸν πολυχοῦν καὶ μεστόν, καὶ καρποφορήσῃ σῖτον ἀρετῶν ὑψοποιῶν. Τῷ Θεῷ δὲ κατὰ χρέος προσκομίσῃ ὡς καρπόν, μέλος τὸ χαρμόσυνόν τε καὶ εὐχάριστον ᾠδὴν·

Ἀλληλούια.

Ψάλλοντες ἐν τοῖς ὑψίστοις ὕμνον τὸν ἀγγελικὸν καὶ αἰνοῦντες ἀκορέστως τὸν Θεὸν τὸν Σαβαώθ, μὴ παρίδητε τοὺς ὕμνους ἐκ χειλέων χοϊκῶν, Μάρτυρες σεπτοὶ καὶ θεῖοι οἱ κοσμήσαντες τὴν γῆν. Θρόνῳ δὲ Κυρίου τούτους προσκομίζοντες ἀεί, χάριν ἐξαιτεῖσθαι πᾶσιν, ὀφλημάτων ἱλασμόν, τὴν εἰρήνην τὴν βαθεῖαν καὶ παθῶν ἀπαλλαγήν. Ἵνα βίον μετελθόντες τὸν εὐάρεστον Θεῷ, εἴπωμεν ὑμῖν ἐκ πόθου λόγους τούτους ἐκτενῶς·

Χαίρετε, οἱ ἀναβάντες ἅρματι μαρτυρικῷ·
χαίρετε, οἱ πτερωθέντες ἔρωτι τῷ θεϊκῷ.
Χαίρετε, οἱ καθαρθέντες ὡς ὁ δόκιμος χρυσός·
χαίρετε, οἱ καθορῶντες κάλλος τὸ Δεσποτικόν.
Χαίρετε, τιμίων λίθων στέφανος πανευκλεής·
χαίρετε, φωτὸς ἀδύτου θάλαμοι πανευπρεπεῖς.
Χαίρετε, τῆς ἀθεΐας οἱ ξηράναντες βυθόν·
χαίρετε, θείων χαρίτων οἱ προχέοντες κρουνόν.
Χαίρετε, οἱ ὁραθέντες ὡς ἀήττητοι ἱππεῖς·
Χαίρετε, οἱ παρεστῶτες ἐν πολέμοις καὶ δεινοῖς.
Χαίρετε, καρδίας πόθῳ ὑμῖν ἄδομεν πιστῶς·
χαίρετε, Μεγάρων δόξα Ἐκκλησίας στολισμός.

Χαίροις τάγμα δεκάριθμον.

Ὦ Κυρίου ὁπλῖται εὐκλεεῖς καὶ γενναῖοι, οἱ τρώσαντες ἐχθροῦ τὴν καρδίαν, (ἐκ γ΄) ἐκ χειρὸς δολίου πολεμήτορος λυτρώσασθε πάντας ἡμᾶς, ὑμῶν πανσωστικαῖς πρεσβείαις καὶ χάριν δότε τὴν ἀδάπανον, ὑμᾶς μὲν ἐξυμνεῖν θεοπρεπῶς, ὡς παῤῥησίαν ἔχοντες μαρτυρικὴν πρὸς Κύριον, Θεῷ δὲ ᾄδειν ὕμνον τὸν καινοπρεπῆ καὶ σὺν Ἀγγέλοις μέλπειν ἀσιγήτως τὴν ᾠδήν·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν Μεγαρέων τὰ λαμπρὰ ἐγκαλωπίσματα, Ἀδριανὸν πιστοὶ συμφώνως, εὐφημήσωμεν, καὶ Δωρόθεον Ἰάκωβον, Σεραφείμ τε. Τὸν Βασίλειον Δημήτριον, Πολύευκτον, σὺν Σαράντη, Γεωργίῳ καὶ τῷ Πλάτωνι· τούτοις λέγοντες· Χαίροις, τάγμα δεκάριθμον.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν τὸ ἀκόλουθον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Μεγάρων σήμερον. πόλις εὐφράνθητι, καὶ χεῖρας κρότησον, ἐγκωμιάζουσα, τοὺς δέκα Μάρτυρας Χριστοῦ, βοῶσα αὐτοῖς προθύμως· χαίρετε πολυᾶθλοι, τὸν ἐχθρὸν οἱ τροπώσαντες· χαίρετε ἀήττητοι, Ἐκκλησίας τὸ καύχημα. Χαρὰ τῶν ἐκτενῶς ἐκβοώντων, χαίροις δεκὰς τετιμημένη.

Δίστιχα·
Τῇ δεκάδι ἤνεγκον Μαρτύρων, πόθῳ Χαίρειν,
Χάριν αἰτούμενος τηρεῖν, τῶν ἐντολῶν δεκάδα.
Τῶν παθῶν κρατεῖν με ἀείποτε, Μάρτυρες δότε θεῖοι
οἱ ὁμοῦ κρατήσαντες στεῤῥῶς, Χριστοῦ τὴν θείαν πίστιν.