Παρακλητικός Κανών εις τους Αγίους Μάρτυρας Ευστράτιον, Αυξέντιον, Ευγένιον, Μαρδάριον και Ορέστην
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
†Εορτάζουν στις 13 Δεκεμβρίου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας ὑμῶν τῇ πρεσβείᾳ, καὶ ἐκζητοῦντας τὴν ὑμῶν προστασίαν πάσης ἀνάγκης ῥύσασθε καὶ θλίψεως, ἔνδοξε Εὐστράτιε, καὶ Αὐξέντιε μάκαρ, Εὐγένιε, Μαρδάριε, καὶ Ὀρέστα θέοφρον, καὶ ἐξαιτεῖσθε πάντοτε ἡμῖν, λύσιν πταισμάτων, καὶ χάριν καὶ ἔλεος.
Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Πεντάριθμον φάλαγγα τῶν Ἀθλοφόρων Χριστοῦ• ὑμνήσωμεν ᾄσμασι σὺν φιλεόρτοις πιστοὶ Εὐστράτιον πάνσοφον, ἔνδοξόν τε Ὀρέστην καὶ Μαρδάριον θεῖον, ἅμα σὺν Εὐγενίῳ καὶ Αὐξέντιον θύτην· αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
«Μαρτύρων σῷζε Λόγε λιταῖς μέ. Γερασίμου»
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας
Μαρτύρων χορεία ἡ ἐκλεκτή, Εὐστράτιε μάκαρ, καὶ Αὐξέντιε ἱερέ, Εὐγένιε ἅμα καὶ Ὀρέστα, σὺν Μαρδαρίῳ τὸν ὕμνον μου δέξασθε.
Ἀθλήσει νεκρώσαντες τὸν ἐχθρόν, τῆς τούτου κακίας, διασώσατε ἀσινεῖς, πεντάριθμοι Μάρτυρες Κυρίου, τοὺς προσιόντας ὑμῖν μετὰ πίστεως.
Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, καὶ πάσης ἀνάγκης, κατὰ σῶμά τε καὶ ψυχήν, τῷ Κτίστῃ πρεσβεύσατε τῶν ὅλων, θαυματουργοὶ Ἀθλοφόροι πεντάριθμοι.
Θεοτοκίον
Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, λυτρούμενον κόσμον, παραβάσεως χαλεπῆς ἀφράστως τεκοῦσα Θεοτόκε, τῆς τῶν παθῶν δεσποτείας με λύτρωσαι.
ᾩδὴ γ’. Οὐρανίας ἁψίδος.
Ὑπερήφανον ὄφιν, τὸν καθ’ ἡμῶν πάντοτε, τρόποις ἐφορμῶντα ποικίλοις, κατασυντρίψατε, Ἅγιοι Μάρτυρες, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν τηρήσατε, ἡμῶν δεόμεθα.
Ῥέει ἄφθονος χάρις, οἷα πηγὴ ἄϋλος, ἡ σορὸς ὑμῶν τῶν λειψάνων, Ἅγιοι Μάρτυρες, καὶ κατευφραίνει ἀεί, καὶ ἁγιάζει καὶ σῴζει, δωρεᾷ τῇ κρείττονι, ἡμᾶς ἑκάστοτε.
Ὡς Χριστοῦ στρατιῶται, πάσης φθορᾶς ῥύσασθε, ἔνδοξε Εὐστράτιε Μάρτυς θεῖε Αὐξέντιε, σὺν Εὐγενίῳ ὁμοῦ, καὶ Μαρδαρίῳ, Ὀρέστα, τοὺς θερμῶς προστρέχοντας, ὑμῶν τῇ χάριτι.
Θεοτοκίον
Νεκρωθεὶς τῇ κακίᾳ, γέλως ἐχθρῷ πρόκειμαι· ἀλλ’ ὡς τὴν ζωὴν τῶν ἁπάντων σαρκὶ κυήσασα, ζώωσον Ἄχραντε, τὴν νεκρωθεῖσαν ψυχήν μου, καὶ ζωῆς τῆς κρείττονος, μέτοχον δεῖξόν με.
Διάσωσον ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ἡμῶν προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμὴ.
Προστάται θερμοί, καὶ θεῖοι ἀντιλήπτορες, καὶ πρέσβεις ἡμῶν, πρὸς Κύριον ὑπάρχοντες, Εὐστράτιε, Αὐξέντιε, καὶ Ὀρέστα ὁμοῦ καὶ Μαρδάριε, σὺν Εὐγενίῳ τῷ κλεινῷ, παντοίων κινδύνων ἡμᾶς ῥύσασθε.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Συνοδεία πεντάριθμε, Ἅγιοι Κυρίου Μεγαλομάρτυρες, τῇ δοθείσῃ ὑμῖν χάριτι, τάς ἡμῶν ἐννοίας χαριτώσατε.
Ὡς πηγὴ ἁγιάσματος, ἡμῶν τῶν λειψάνων ἡ θήκη Ἅγιοι, ἰαμάτων βλύζει νάματα, καὶ καθαγιάζει τοὺς προστρέχοντας.
Ζωτικαῖς ἐπισκέψεσι, τῆς ζωῆς τὰς τρίβους ἡμῶν εὐθύνατε, πρὸς Θεοῦ τὸ θεῖον θέλημα, Ἀθληταὶ Κυρίου ἀξιάγαστοι.
Θεοτοκίον
Ἐπηρείας τοῦ δράκοντος, τῆς ἐκπιεζούσης καὶ τυραννούσης με ταῖς ῥοπαῖς, ταῖς πρὸς τὰ χείρονα, ῥῦσαί με Παρθένε ὡς φιλάγαθος.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Λύχνοι φαεινοί, Ἐκκλησίας θεῖοι Μάρτυρες, τῷ φωτὶ τῆς ἀντιλήψεως ἡμῶν, νοσημάτων ἐξ ἡμῶν τὸ σκότος λύσατε.
Ὅμιλε στερρέ, στρατιῶται Χριστοῦ ἄριστοι, πρὸς ἀρίστους ἐπιδόσεις ἀρετῶν, κατευθύνατε ἡμῶν τὰ διαβήματα.
Γένοιτο ἡμῖν, ἡ πρεσβεία ὑμῶν Μάρτυρες, ἐν κινδύνοις προστασία ἀσφαλής, πειρασμῶν ἀποσοβοῦσα ἐπανάστασιν.
Θεοτοκίον
Ἔργοις τῷ ἐχθρῷ, συνηθείᾳ εἴκω πάντοτε• ἀλλὰ τούτου τῆς ἀπάτης καὶ φθορᾶς, θείῳ φόβῳ με ἀπάλλαξον Πανάμωμε.
ᾨδὴ στ’. Τὴν δέησιν, ἐκχεῶ.
Λαπτῆρες, τῆς τοῦ Κυρίου ἀγάπης, ὦ Εὐστράτιε θεόσοφε μάρτυς, σὺν Αὐξεντίῳ, Εὐγένιε μάκαρ, καὶ σὺν Ὀρέστῃ, θεόφρον Μαρδάριε, ἐν ὁμονοίᾳ ἀσφαλεῖ, καὶ ἀγάπῃ ἡμᾶς συντηρήσατε.
Ἰάσασθε, τῶν ψυχῶν τὰς ὀδύνας, καὶ τοῦ σώματος δεινὰς καχεξίας, τῶν προσιόντων ὑμῶν τοῖς λειψάνοις, ἐν εὐλαβείᾳ καὶ πίστει ἑκάστοτε, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου Ἅγιε.
Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, ἱλεώσασθε ἡμῖν ἀθλοφόροι, ἵνα ῥυσθῶμεν παθῶν καὶ κινδύνων, καὶ τῆς μελλούσης φρικτῆς ἀποφάσεως, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου ἔνδοξε.
Θεοτοκίον
Ἀγγέλων ὑψηλότερα ὑπάρχεις, πολλῷ πλεῖον ὡς Θεὸν τετοκυῖα, Εὐλογημένη Ἁγνὴ Θεοτόκε· ὅθεν τὸν νοῦν μου ἀνύψωσον δέομαι, ἀπὸ κοπρίας τῶν παθῶν πρὸς ὑψώσεις ζωῆς τῆς βελτίονος.
Διάσωσον ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’ Τοῖς τῶν αἱμάτων σου.
Μαρτυρικὴ διαπρέποντες χάριτι, τῶν ἐν ἀνάγκαις προΐστασθε Μάρτυρες, τῶν πόνων τὰ βάρη κουφίζοντες, καὶ τὴν ὑγείαν τοῖς πάσχουσι νέμοντες, Εὐστράτιε, μετὰ τῶν συνάθλων σου.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Καὶ τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τάς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ἡμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι, πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν, καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχὰς ὑμῶν.
Δόξα.
Ταΐς τών Άθλοφόρων, πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, τών έμών εγκλημάτων.
Και νῦν.
Ταΐς της Θεοτόκου, πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι
Μάρτυρες πεντάριθμοι, τῶν Ἀθλοφόρων ἡ δόξα, εὐσεβῶν οἱ πρόμαχοι, Ἐκκλησίας θέμεθλοι ἀρραγέστατοι, πειρασμῶν ῥύσασθε, καὶ παντοίων πόνων, τοὺς θερμὼς ὑμῖν προστρέχοντας, ἡμῖν αἰτούμενοι, ἄφεσιν πταισμάτων καὶ ἴασιν, πάσης πληγῆς καὶ μάστιγος, καὶ βιοτικῆς περιστάσεως, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα οἱ κλεινοί, σὺν Εὐγενίῳ, Μαρδάριε, Ἀσωμάτων σύσκηνοι.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἰαμάτων τὰ ῥεῖθρα, ἀναβλύζοντες κόσμῳ Ἅγιοι Μάρτυρες, δεινῶν ἀρρωστημάτων, καὶ πόνων βαρυτάτων, πῦρ τὸ ἄσπετον σβέσατε, καὶ εὐρωστίαν ἡμῖν, καὶ εὐφροσύνην δότε.
Συνοδεία ἀρίστη, τῶν Ἁγίων Μαρτύρων ἡ θεοσύλλεκτος, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα, καὶ θέοφρον Μαρδάριε, σὺν Εὐγενίῳ ὁμοῦ, ἡμᾶς περιφρουρεῖτε.
Μἀρτυρίου τὴν τρίβον, διανύσαντες σθένει τοῦ θείου Πνεύματος, σθενώσατε τὸν νοῦν μου, πρὸς τρίβον μαρτυρίου, τοῦ Θεοῦ ἀεὶ βαίνειν με, ταῖς ἱκεσίαις ὑμῶν, πεντάριθμοι ὁπλῖται.
Θεοτοκίον
Ἐμακρύνθην Παρθένε, τῆς ὁδοῦ τῆς ἀγούσης πρὸς τὰ οὐράνια, καὶ ἄγομαι ἀβούλως, τρίβους ἀπωλείας, ἀλλὰ σύ με ἀνθέλκυσον, πρὸς ἐνταλμάτων Χριστοῦ, πορείαν τὴν ἁγίαν.
ᾨδὴ η’. Τὸν Βασιλέα
Γαλήνην θείαν, καὶ εὐπραγίαν ἐν βίῳ, χορηγήσατε ὑμῶν τῇ προστασίᾳ τοῖς ὑμᾶς τιμῶσι, Μάρτυρες τοῦ Σωτῆρος.
Ὁ ἐκ τῶν ἁγίων, ἡμῶν λειψάνων πηγάζει, χάρις ἄφθονος Μάρτυρες Ἀθλοφόροι καὶ καθαγιάζει, ὑμῶν τάς διανοίας.
Ῥῦσαι Οἰκτίρμον, πάσης ἀνάγκης καὶ βλάβης, ταῖς δεήσεσι τῶν θείων σου Μαρτύρων, τοὺς ἐν μετανοιᾳ προσπίπτοντάς σοι Λόγε.
Θεοτοκίον
Ἄνευ ὠδίνων, τὸν Θεὸν Λόγον τεκοῦσα, τῆς καρδίας μου τάς χαλεπὰς ὀδύνας, ἴασαι, Παρθένε, καὶ λάμπρυνον τὸν νοῦν μου.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον
Συνόντες τοῖς ἀγγέλοις, σὺν αὐτοῖς αἰτεῖσθε, ὑπὲρ ὑμῶν ἀθλοφόροι τὸν Κύριον, ἵνα ῥυσθῶμεν κινδύνων καὶ περιστάσεων.
Ἰλύος ἁμαρτίας, ταῖς ὑμῶν πρεσβείαις, καὶ νοσημάτων καὶ θλίψεων ῥύσασθε τοὺς προσιόντας τῇ σκέπῃ ὑμῶν μακάριοι.
Μαρτύρων συναυλία, Εὐστράτιε θέοφρον, σὺν τοῖς ἁγίοις συνάθλοις σου πάντοτε, ὑπὲρ ὑμῶν τῇ Τριάδι θερμῶς πρεσβεύσατε.
Ὁλόφωτον παστάδα, νῦν περιπολοῦντες, δεδοξασμένοι πεντάριθμοι Μάρτυρες ἐκ σκοτασμοῦ παθημάτων ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, τῆς χαμαιζήλου ῥοπῆς τε καὶ σχέσεως, ἵνα τὴν δόξαν θεάσωμαι τῆς σῆς χάριτος.
Αξιόν έστιν ώς αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν άειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τών Χερουβείμ, καί ένδοξοτέραν, άσυγκρίτως τών Σεραφείμ, την άδιαφθόρως Θεόν Λόγον τεκοΰσαν, τήν όντως Θεοτόκον, σε μεγαλύνομεν.
καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων φάλαγξ σεπτή, Εὐστράτιε μάκαρ, καὶ Αὐξέντιε ἱερέ, σὺν τῷ Εὐγενιῳ, Μαρδάριε, Ὀρέστα, τῆς Ἐκκλησίας στῦλοι οἱ ἀρραγέστατοι.
Σοφίᾳ καὶ χάριτι θεϊκῇ, καὶ λόγῳ ἐκλάμπων, ἠγωνίσω μαρτυρικῶς, Εὐστράτιε μάκαρ καὶ μιμητάς σου ἔσχες, τοὺς μετὰ σοῦ ἀθλήσαντας καρτερώτατα.
Πεντάριθμε δῆμε τῶν ἀθλητῶν, Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ, Μαρδάριε, Ὀρέστα, ἡμῶν τάς ἱκεσίους δεήσεις δέξασθε.
Χαίρετε ὁπλῖται Χριστοῦ στερροί· χαίρετε προστάται, εὐσεβούντων καὶ ἀρωγοὶ· χαίρετε οἱ πάντων, πληροῦντες τὰς αἰτήσεις, πεντάριθμοι Κυρίου Μεγαλομάρτυρες.
Οἷα πολυτίμητον θησαυρόν, ὑμῶν τῶν λειψάνων, θησαυρίσαντες τὴν σορόν, ἐξ αὐτῶν ὑγείαν, καρπούμεθα καὶ ῥῶσιν, γενναῖοι Ἀθλοφόροι Χριστοῦ πεντάριθμοι.
Πάσης δυσπραγίας, πάσης πληγῆς, δεινῶν νοσημάτων, καὶ κινδύνων καὶ συμφορῶν, ἀσινῆ τηρεῖτε, ἡμῶν ἀεὶ τὸν βίον, πεντάριθμοι ὁπλῖται Χριστοῦ δεόμεθα.
Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ή δωδεκάς, οί άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, είς τό σωθήναι ήμάς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Απολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Πεντάριθμον φάλαγγα τῶν Ἀθλοφόρων Χριστοῦ• ὑμνήσωμεν ᾄσμασι σὺν φιλεόρτοις πιστοὶ Εὐστράτιον πάνσοφον, ἔνδοξόν τε Ὀρέστην καὶ Μαρδάριον θεῖον, ἅμα σὺν Εὐγενίῳ καὶ Αὐξέντιον θύτην· αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυρες Χριστοῦ πανευκλεεῖς, ἔνδοξε Εὐστράτιε μάκαρ, θεῖε Αὐξέντιε, ἅγιε Εὐγένιε, σεπτὲ Μαρδάριε καὶ Ὀρέστα μακάριε, ἡμῶν τάς δεήσεις, εὐμενῶς προσδέξασθε, καὶ πᾶσι δίδοσθε, λύσιν πειρασμῶν τῶν ἐν βίῳ, καὶ πολυειδῶν συμπτωμάτων, καὶ παρὰ Θεοῦ πταισμάτων ἄφεσιν.
Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, και λύτρωσαι ημάς, άπό πάσης άνάγκης και θλίψεως.
Τήν πάσαν έλπίδα μου, είς σε άνατίθημι, Μήτερ τοΰ Θεού, φύλαξόν με ύπό τήν σκεπήν σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον.
Πεντάριθμοι Μάρτυρες τῇ παρακλήσει
Γερασίμου νεύσατε ἣν ὑμῖν φέρει.