Παρακλητικός Κανών εις τους Αγίους Αγιαννανίτες Οσιομάρτυρες Θεοφάνης ο Γέρων και Παίσιος ο εκ Μεσολογγίου εκ των Κολλυβάδων
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
†Εορτάζουν στις 8 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Κολλυβάδων ἡ χορεία προβάλλει, τοὺς ἐξ αὐτῆς Ὁσιομάρτυρας δύο, τὸν Αἰτωλὸν Παΐσιον, καὶ τούτου ὁμοῦ· Γέροντα τὸν Ὅσιον, Θεοφάνην τὸν θεῖον, Σκήτης τῆς Προμήτορος, ἐν τῷ Ἄθωνι Ἄννης· τοὺς ὁδηγοὺς τοὺς δείξαντας ἡμῖν, ἔργοις καὶ λόγοις, τὸν δρόμον τῆς πίστεως.
Δόξα.
Τὸν Θεοφάνην καὶ Παΐσιον ἅμα, τοὺς Κολλυβάδας εὐφημήσωμεν δεῦτε, καὶ γὰρ καλῶς ἐτήρησαν, πατρώους θεσμούς· ὅθεν καὶ ὑπέστησαν, ἀδικίας καὶ ὕβρεις, ἄλγη πολυώδυνα, καὶ πνιγμὸν ἐν θαλάσσῃ· διὸ ἀξίως τούτους ὁ Θεός, δόξης στεφάνοις, ἀφθάρτοις ἐκόσμησε.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεοφάνην καὶ Παΐσιον ἐπαινῶ. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θαυμάζω ἐν ὕμνοις καὶ ἐπαινῶ, ὑμῶν τοὺς ἀγῶνας, ὁσιώτατοι Ἀθληταί, Παΐσιε Πάτερ καλλιγράφε· σὺν Θεοφάνῃ τῷ θείῳ σου Γέροντι.
Ἐξ Ἄθωνος ἄστρα ὡς νοητά, ἐν χρόνοις δουλείας, τῆς δυστήνου καὶ χαλεπῆς, δυὰς ἐξανέτειλεν Πατέρων· ὁ Θεοφάνης καὶ θεῖος Παΐσιος.
Ὁ θεῖος Παΐσιος μαθητής, σοφοῦ Θεοφάνους, χρηματίσας τοῦ ἀσκητοῦ, διδάσκει ἐκ πείρας οὕτω λέγων· τὰς ἱερὰς παραδόσεις φυλάξατε.
Θεοτοκίον.
Φωνῇ Ἀρχαγγέλου ἐν Σῇ γαστρί, Παρθένε Μαρία, συνελήφθη ὑπερφυῶς, ὁ Λόγος Θεοῦ ὁ πρὸ αἰώνων· καὶ τῶν ἀνθρώπων τὴν φύσιν προσείληφεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Αἰτωλίᾳ τῇ μνήμῃ μητροπρεπῶς τέρπεται, θείου Παϊσίου τοῦ νέου, Ὁσιομάρτυρος, καὶ συγχορεύει ὁμοῦ, Σκήτη προμήτορος Ἄννης, Θεοφάνην ᾄδουσα, τούτου τὸν Γέροντα.
Νουνεχής τε καὶ πρᾶος ἐπιεικὴς μέτριος, ἤρεμος γλυκύς τε ὑπάρχων, Πάτερ Θεόφανες, τῷ σῷ σοφῷ μαθητῇ, τῷ Παϊσίῳ ἐγένου, τῶν καλῶν διδάσκαλος, λόγοις καὶ πράξεσιν.
Ἡδυνόμενος κάλλει τοῦ Ἰησοῦ Ὅσιοι, κόσμου ἀπηρνήσασθε πᾶσαν, τὴν ματαιότητα, καὶ τὴν ὁδὸν τὴν στενήν, ἠκολουθήσατε πόθῳ, ἱερὲ Παΐσιε, μάκαρ Θεόφανες.
Θεοτοκίον.
Νικητὴν τοῦ θανάτου τὸν Ἰησοῦν τέξασα, πάναγνε Παρθένε Μαρία, θεοχαρίτωτε, πρόξενος πᾶσι ζωῆς, τῆς αἰωνίου ἐγένου, καὶ Ἐδὲμ διήνοιξας, πάλιν τὴν εἴσοδον.
Διδάξατε, ἡμᾶς φυλάττειν πατέρων τὰς παραδόσεις, διὰ ταύτας οἱ ἐν βυθῷ πνιγμῷ τελευτήσαντες, Παΐσιε ἅμα τῷ Θεοφάνῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁσίων δυὰς ἡ θεία καὶ ὁμότροπος, αἰνείσθω ᾠδαῖς, καὶ θείοις μελῳδήμασιν, Αἰτωλὸς Παΐσιος· καλλιγράφος ἄριστος Ἄθωνος, σὺν Θεοφάνῃ Γέροντι αὐτοῦ, ἐν κόλποις θαλάσσης τελευτήσαντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κολλυβάδων ἀγάλλεται, ἡ σεπτὴ χορεία τοῖς θείοις σκάμμασι· Θεοφάνους Παϊσίου τε, τῶν αὐτῆς Πατέρων οὓς αἰνέσωμεν.
Αἰτωλίας ἐβλάστησεν, ἐν ταῖς περιστάσεσι καὶ ἀκλόνητοι· ἐν ταῖς θλίψεσι Παΐσιε, Θεοφάνῃ ἅμα τῷ σῷ Γέροντι.
Ἰσχυροὶ ἀνεδείχθητε, ἐν ταῖς περιστάσεσι καὶ ἀκλόνητοι· ἐν ταῖς θλίψεσι Παΐσιε, Θεοφάνη ἅμα τῷ σῷ Γέροντι.
Θεοτοκίον.
Παραδείσου ἠνέωξας, πύλας κεκλεισμένας τῷ θείῳ τόκῳ Σου· Παναγία Μητροπάρθενε, καὶ χαρᾶς ἀπέδωκας τὸ πλήρωμα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄσκησιν σκληράν, ἐν τῷ Ἄθωνι ἐδείξατε, ὦ Θεόφανες Παΐσιε ὁμοῦ, διακριθέντες ἀρετῶν ταῖς ἐπιδόσεσιν.
Ἴδετε λαοί, Θεοφάνην καὶ Παΐσιον, τοὺς γενναίους τοῦ Κυρίου Ἀθλητάς, πῶς ψευδαδέλφων, ταῖς βασάνοις οὐχ ὑπέκυψαν.
Σέβω καὶ τιμῶν, τὰ μεγάλα κατορθώματα, Παϊσίου Θεοφάνους τῶν κλεινῶν, ὅτι τῇ πίστει, τοῦ Χριστοῦ ἐμεγαλύνθησαν.
Θεοτοκίον.
Ἴσον τῷ Πατρί, καὶ τῷ Πνεύματι ἐκύησας, τὸν θεάνθρωπον Χριστὸν ὑπερφυῶς, ἁγνὴ Παρθένε, Παναγία ὑπεράμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἱ Ὅσιοι, Κολλυβάδες χαίρουσι, καὶ οἱ Μάρτυρες Χριστοῦ ἐπαινοῦσι· τοὺς ἱερούς, καὶ τιμίους ἀγῶνας, ὑμῶν Παΐσιε ἅμα Θεόφανες· καὶ Ἄγγελοι ἐν οὐρανοῖς· τὰς ὑμῶν ἀριστείας θαυμάζουσιν.
Νικήσαντες, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν, ἀνδρικῶς Ὁσιομάρτυρες δύο· τὸ τοῦ Σταυροῦ, διετράνωσαν σθένος, καὶ τὸν Θεὸν μετὰ δόξης ἐδόξασαν· Παΐσιος ὁ Αἰτωλός, Θεοφάνης πατήρ τε ὁ τίμιος.
Ἐν Ἄθωνι, ἱερῶς ἠσκήθητε, ὦ Θεόφανες ὁμοῦ Παϊσίῳ· καὶ τὴν σεπτήν, τῆς Προμήτορος Ἄννης, καθηγιάσατε Σκήτην γενόμενοι, σοφίας σκεύη ἐκλεκτά, ἀληθείας τε ἔμψυχα ὄργανα.
Θεοτοκίον.
Παράδεισος, διὰ Σοῦ ἠνέωκται, Παναγία Θεοτόκε Παρθένε· καὶ ἡ ἀρά, μετεστράφη τῆς Εὔας, εἰς εὐφροσύνην χαρὰν ἀνεκλάλητον· διὸ Σοὶ χαῖρε οἱ πιστοί, ἐκβοῶμεν χαρᾷ ἀγαλλώμενοι.
Διδάξατε, ἡμᾶς φυλάττειν πατέρων τὰς παραδόσεις, διὰ ταύτας οἱ ἐν βυθῷ πνιγμῷ τελευτήσαντες, Παΐσιε ἅμα τῷ Θεοφάνῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Κολλυβάδων τῶν Ἀθωνιτῶν κατεκόσμησαν, τὴν χορείαν τοῖς ἀσκητικοῖς κατορθώμασι, Θεοφάνης καὶ σὺν αὐτῷ Παΐσιος ὁμοῦ· καὶ γὰρ ἔλεγον Κυριακῇ, ἐν τῇ ἡμέρᾳ μὴ ποιεῖν, καὶ νεκρῶν τὰ μνημόσυνα· ἔλαβον οὖν πικρίας, καὶ ὕβρεις καὶ τὰς ὀδύνας, καὶ εἰς θαλάσσιον βυθόν, μετὰ λίθων ἐπεῤῥίφθησαν.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ιε΄ 17-ιστ΄ 2).
Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τῶν Ὁσιομαρτύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὕμνοις ἐπαινέσωμεν, Ἀθωνιτῶν τὴν δυάδα, Αἰτωλὸν Παΐσιον, πατρικαῖς ἑπόμενον παραδόσεσιν· τὸν αὐτοῦ Γέροντα, ἀσκητῶν τὸ κλέος, Θεοφάνην τὸν μακάριον· νεκρῶν μνημόσυνα, ἐν Κυριακῇ οὐ ποιούμεθα· εἰπόντες καθὼς ἔγνωκαν, παρὰ ψευδαδέλφων ὑπέστησαν· ὕβρεις καὶ πικρίας, βασάνους καὶ ὀδύνας τῶν δαρμῶν, καὶ μετὰ λίθων ἐῤῥίφθησαν, βυθὸν εἰς θαλάσσιον.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγνοτάτῃ καρδίᾳ καθαρᾷ συνειδήσει Θεῷ ἠργάσασθε, Πατέρες Κολλυβάδες, Παΐσιε συνάμα, Θεοφάνῃ τῷ Γέροντι· καὶ παρ’ Ἀυτοῦ τῆς ζωῆς, ἐλάβετε τὸ κέρδος.
Ἰσχυροὶ ἐν ἀσκήσει κραταιοὶ ἐν ἀθλήσει καὶ ἀκατάπτωτοι, ἐμείνατε δυνάμει, Χριστοῦ τοῦ Ἀθλοθέτου, καὶ λαμπρῶς ἐδοξάσθητε· σὺν Παϊσίῳ ὁμοῦ, Θεόφανες θεόφρον.
Νυσταγμὸν ἀμελείας οὐκ ἐγνώκατε ὕλως οὐδὲ ἀνάπαυσιν, ἀλλὰ προσομιλοῦντες, Θεῷ ἐν ἐγρηγόρσει, ὦ Παΐσιε Ὅσιε· σὺν Θεοφάνῃ Αὐτοῦ, ἐμάθετε τὸν νόμον.
Θεοτοκίον.
Ὡς γλυκύ σου τὸ κάλλος, ὡς ὡραία ἡ δόξα καὶ ἡ λαμπρότης Σου, Παρθένε Παναγία, ἐκπλήττουσα Ἀγγέλους, καὶ βροτοὺς τοὺς δοξάζοντας· τὰ μεγαλεῖα τὰ σά, ἁγνὴ εὐλογημένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοὺ ὁ Ἄθως, τὸ Ἁγιώνυμον Ὄρος, καὶ Προμήτορος Ἄννης ἡ Σκήτη, σὺν τῷ Θεοφάνῃ, Παΐσιον προβάλλει.
Σὺν Παϊσίῳ, τὸν Θεοφάνην δοξάζω, Κολλυβάδων Πατέρων τοὺς λύχνους, καὶ ἐγκωμιάζω, αὐτῶν τὴν καρτερίαν.
Ἵνα τὰς θείας, καὶ ἱερὰς παραδόσεις, μὴ ἀφεῖτε Θεόφανες Πάτερ, σὺν τῷ Παϊσίῳ, ὑπέστητε βασάνους.
Θεοτοκίον.
Δικαίων τάξεις, καὶ οἱ Προφῆται σκιρτῶσι, ἐπὶ σοὶ Παναγία Παρθένε, σοῦ γὰρ τῇ κυήσει, ἀνέτειλεν ἡ χάρις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς δῶρον Παϊσίῳ, καὶ τῷ Θεοφάνῃ, ᾠδὰς προσφέρω πρεπόντως, καὶ τούτοις βοῶ· εἰς τὴν ὀρθόδοξον πίστιν πάντας στηρίξατε.
Ῥαδίως ὑποστάντες, ἄλγη καὶ πικρίας, καὶ τὸν πνιγμὸν ἐν θαλάσσῃ, Θεοῦ εἰς σκηνάς, ὁ Θεοφάνης εἰσῆλθε, καὶ ὁ Παΐσιος.
Ἀκούσωμεν Πατέρων, θείου Θεοφάνους, καὶ Παϊσίου τὰς ῥήσεις βοώντων ἡμῖν, τὰς παραδόσεις κρατεῖτε, ἃς ἐδιδάχθητε.
Θεοτοκίον.
Συνάμα τῷ Ἀγγέλῳ, χαῖρέ σοι βοῶμεν, Θεοκυῆτορ Μαρία καὶ γὰρ διὰ σοῦ, χαρᾶς ἐδόθη ἀνθρώποις, ἅπαν τὸ πλήρωμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὦ Παΐσιε Αἰτωλέ, θεῖε καλλιγράφε, καὶ τοῦ Πνεύματος ἐραστά, σὺν τῷ Γέροντί σου, Ὁσίῳ Θεοφάνῃ· Πατέρων Κολλυβάδων, τὰ καλλωπίσματα.
ᾌσμασιν αἰνέσωμεν οἱ πιστοί, τὴν τοῦ Θεοφάνους, Παϊσίου τε ἑορτήν, οὗτοι γὰρ ἐν Ὄρει, τοῦ Ἄθωνος ἐλθόντες· ἠσκήθησαν εἰς Σκήτην, Ἄννης Προμήτορος.
Ἴδετε θαυμάσατε οἱ λαοί, σθένος καὶ ἀνδρείαν, πῶς ἐπέδειξαν ψυχικήν, νόμων τῶν πατρώων, μηδόλως ἀποστάντες· ὁ σώφρων Θεοφάνης, καὶ ὁ Παΐσιος.
Ῥόδα ὡς ἡδύπνοα καὶ τερπνά, ἤνθησαν Κυρίου, ἐν λειμῶνι τῷ νοητῷ, σὺ τῷ Παϊσίῳ, ὁ Γέρων Θεοφάνης· καὶ θείαις εὐωδίαις, πάντας εὐφραίνουσιν.
Ἔλεγχος ἐδείχθητε καυστικός, τῶν νεκρολογούντων, ἐν ἡμέρᾳ Κυριακῇ, σὺν τῷ Παϊσίῳ, Θεόφανες παμμάκαρ· ἀνέστη γὰρ ἐν ταύτῃ, Χριστὸς ὁ Κύριος.
Τίς τοῦ Θεοφάνους τὰς ἀρετάς, δύναται ἀρκούντως, ἐπαινέσαι καὶ ἐξειπεῖν, τοῦ δὲ Παϊσίου, τοῦ θείου καλλιγράφου· ἀγῶνας καὶ τοὺς ἄθλους, τί διηγήσεται;
Ἔπαινον Παΐσιε προσφωνῶ, σοῦ τῇ θείᾳ μνήμῃ, καὶ τὸ χαῖρε ἀναβοῶ, σοὶ δὲ κατ’ ἀξίαν, Θεόφανες κραυγάζω· φανέρωσον Θεοῦ μοι, Πάτερ τὸ πρόσωπον.
Ὄμμασι καρδίας τε καὶ ψυχῆς, κάλλος τὸ ὡραῖον, ἑωράκατε τοῦ Χριστοῦ, σὺν τῷ Θεοφάνῃ, Παΐσιε ἀφράστως· αἰῶνας εἰς αἰώνων ἀγαλλιώμενοι.
Σήμερον πανήγυριν ἱεράν, ἄγει Αἰτωλία, Παϊσίου τῇ ἑορτῇ, Ἄθως συγχορεύει, ἐν τούτῳ γὰρ ἠσκήθη· Ὁσίου Θεοφάνους, τέκνον γενόμενος.
Ἴχνεσιν ἐβάδισας ἀσκητῶν, σὺν τῷ ὁδηγῷ σου, Θεοφάνῃ τῷ ἱερῷ, καὶ τὰς παραδόσεις, Πατέρων τὰς ἁγίας· Παΐσιε εἰς τέλος, διεφυλάξατε.
Ὅλῃ διανοίᾳ ὅλῃ ψυχῇ, ὅλῃ τε ἐφέσει, καὶ ἐξ ὅλης αὐτῶν στοργῆς, Κύριον τῶν ὅλων, ἠγάπησαν γνησίως· ὁ θεῖος Θεοφάνης καὶ ὁ Παΐσιος.
Μύρον εὐωδίας πνευματικῆς, χείλη Θεοφάνους, Παϊσίου τε τοῦ σοφοῦ, ῥέουσιν ἀφθόνως, καὶ γὰρ τὰς διατάξεις· Πατέρων τῶν Ἁγίων καθωμολόγησαν.
Ἄγαμαι θαυμάζω καὶ εὐφημῶ, σοῦ τὰς ἀριστείας, ὦ Παΐσιε Αἰτωλέ, σέβω Θεοφάνους, σπουδὴν τοῦ Γέροντός σου· ὑμῶν τε μακαρίζω, τέλος τὸ ἅγιον.
Ῥᾶον καθυπέμειναν τῆς σαρκός, πόνους ἀλγηδόνας, μαστιγώσεις καὶ τοὺς δαρμούς, λίθους ἐν τραχήλῳ, πνιγμόν τε ἐν θαλάσσῃ· ὁ θεῖος Θεοφάνης καὶ ὁ Παΐσιος
Τάξεως ἅγίας ὡς τηρηταί, ἔλεγον Σαββάτῳ, ἐν ἡμέρᾳ νεκρολογεῖν, σὺν τῷ Παϊσίῳ, ὁ Γέρων Θεοφάνης· Πατέρες Κολλυβάδες, ὡς σαφηνίζουσιν.
Ὕφαναν ἱμάτιον ἑαυτοῖς, κάλλει μαρτυρίου, καὶ ἀσκήσεως λαμπρυνθέν, σὺν τῷ Θεοφάνῃ, Παΐσιος Πατέρες· ἐν δόξῃ ἀκηράτῳ, ὑπεραστράπτοντες.
Ῥήσεσιν ἑπόμενοι οἱ πιστοί, θείου Θεοφάνους, Παϊσίου καὶ τῶν λοιπῶν, ἅμα Κολλυβάδων, Πατέρων ἐκ καρδίας· μετάνοιαν γνησίαν, πάντες κτησώμεθα.
Ἔλαμψαν ἐν Ἄθωνι τηλαυγῶς, σὺν τῷ Παϊσίῳ, Θεοφάνης ὁ θαυμαστός, καὶ τὴν οἰκουμένην, εὐφραίνουσιν τῷ φέγγει· ἀσκήσεως τιμίας, καὶ τῆς ἀθλήσεως.
Σπεύσωμεν φιλέορτοι τοῦ ἰδεῖν, σὺν τῷ Παϊσίῳ, Θεοφάνην ἐν τῷ βυθῷ, τέλος μαρτυρίου, λαβόντα μετὰ δόξης, καὶ τούτων τὴν ἀνδρείαν, ἐπιζηλώσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῶν Ὁσίων ἡ δυάς, Ἄθωνος οἱ ἄσβεστοι λύχνοι, οἱ τῷ φωτὶ τοῦ Χριστοῦ, Ἄννης τῆς Προμήτορος, ἐν Σκήτῃ λάμψαντες· ὦ Παΐσιε ἔνδοξε, ὁμοῦ Θεοφάνῃ, Γέροντι ὁσίῳ σου, παρ’ οὗ καὶ ἔμαθες· νόμους, τοὺς πατρώους φυλάττειν, καὶ ὑπὲρ αὐτῶν ὑπομένειν, ἀστενοχωρήτως τὰ ἐπίπονα.
Σέβω, εὐλαβοῦμαι καὶ τιμῶ, τὴν ἀθλητικὴν καρτερίαν, ἣν ἀνδρικῷ λογισμῷ, ἔδειξαν οἱ Ὅσιοι, Χριστοῦ καὶ Μάρτυρες· ἀδικίαις θλιβόμενοι, τυπτόμενοι ῥάβδοις, λίθοις προσδεδούμενοι, ἐπὶ τὸν τράχηλον· εἶτα, ἐν θαλάσσῃ ῥιφθέντες, καὶ εἰς οὐρανοὺς μεταβάντες, σὺν τῷ Θεοφάνῃ ὁ Παΐσιος.
Χαίρει, Κολλυβάδων ὁ χορός, θείου Θεοφάνους τῇ μνήμῃ, καὶ Παϊσίου ὁμοῦ, οὗτοι γὰρ ἐτήρησαν, αὐτῶν τὰ θέσμια· τῶν νεκρῶν τὰ μνημόσυνα, τελεῖν ἐν Σαββάτῳ, λόγοις καὶ συγγράμμασιν ὑποστηρίζοντες· ὅτι, τὴν Ἀνάστασιν πρέπον, τοῦ Χριστοῦ τιμᾶν ἐν ἡμέρᾳ, τῇ Κυριακῇ ἀγαλλιώμενοι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.