Παρακλητικός Κανών εις Πάντας τους Διαλάμψαντας Οσίους και Θεοφόρους Πατέρας ημών εν τω Αγιωνύμω Όρει του Άθω
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζουν 63 ημέρες μετά το Άγιο Πάσχα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ Θεοσύλλεκτος καὶ πάντιμος δῆμος, τῶν ἐν τῷ Ἄθῳ θεοφόρων Πατέρων, σὺν Ἱεράρχαις Ὅσιοι καὶ Μάρτυρες, γνωστοὶ καὶ ἀνώνυμοι, ἐκτενῆ ἱκεσίαν, πρὸς Θεὸν ποιήσατε, δοῦναι λύσιν πταισμάτων, καὶ πειρασμῶν δεινῶν ἀπαλλαγήν, τοῖς τῇ πρεσβείᾳ, ὑμῶν καταφεύγουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὁσίων Λόγε λιταῖς με σῴζοις, Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁσίων τοῦ Ἄθω ὁ ἀρχηγός, καὶ Λαύρας δομήτωρ, Ἀθανάσιε θαυμαστέ, σὺν Ἀθανασίῳ πατριάρχῃ, ἀθανασίας φωτί με λαμπρύνατε.
Συνέσει ἀγάπης τῆς ἱεράς, Ἀγάπιε λάμπων, ἀκακία δε ἀληθεῖ, Ἀκάκιε ὅσιε, ἐμπρέπων, ἡμᾶς ἀγάπη τῇ θείᾳ πτερώσατε.
Ἰσχύν Ἀγαθάγγελε ἐκ Θεοῦ, σὺν τῷ Ἀκακίῳ, καὶ σωτήριον ἀρωγήν, ὡς Ὁσιομάρτυρες Κυρίου, ἡμῖν αἰτεῖτε καὶ τοῦ ἀλάστορος.
Θεοτοκίον.
Ὠς σκέπη τοῦ Ἄθω καὶ προσφυγῇ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, σκέπε ἀπὸ πάσης ἐπηρείας, τῶν Μοναστῶν καὶ Μιγάδων τὸ σύστημα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς φωτὸς θείου πλήρης, σκότους παθῶν λύτρωσαι, ταῖς σαῖς φωτοφόροις πρεσβείαις, πάτερ Γρηγόριε, Θεσσαλονίκης φωστήρ, τοὺς εὐλαβῶς προσιόντας, τῇ θερμῇ πρεσβείᾳ σου, καὶ σὲ γεραίροντας.
Νόσου πάσης καὶ βλάβης, καὶ πειρασμῶν ῥύσασθε, σὺν τῷ Γαβριὴλ τῷ Ὁσίῳ, πάτερ Γερόντιε, καὶ ὁ Γεννάδιος, Βατοπαιδίου τὸ κλέος, τοὺς πιστῶς γεραίροντας, ὑμῶν τὴν ἄσκησιν.
Λαμπρυνθεὶς τῇ καρδίᾳ θείω φωτὶ Ὅσιε, λῦσον τῶν παθῶν τὴν ὀμίχλην, ἡμῶν Γεώργιε, καὶ φόβῳ κρείττονι, ὦ Γερμανέ θεοφόρε, τὰς καρδίας τείχισον, ἡμῶν δεόμεθα.
Ὁσιότητα βίου, καρποφορεῖν δίδοσθε, δύναμιν ἡμῖν οὐρανίαν, Ὁσιομάρτυρες, μάκαρ Γεράσιμε, σὺν τῷ κλεινῷ Γενναδίῳ, Γεδεὼν μακάριε, καθικετεύομεν.
Θεοτοκίον.
Γεημῶν φρονημάτων, καὶ ἐμπαθοῦς ἕξεως, καὶ χαμαιπετῶν νοημάτων, τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, Θεογεννήτορ Μαρία, τοὺς ὑπὸ τὴν σκέπην σου, πίστει προστρέχοντας.
Διάσωσον πληθὺς Ὁσίων τοῦ Ἄθω ηγιασμένη, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σῶματος κάκωσιν καὶ ἴασαι τὴς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν, καὶ ἔφοροι ὑπάρχοντες, Ὁσίων χορός, τοῦ Ἄθω καλλωπίσματα, ἁπαύστως προστατεύετε, τῶν τιμώντων ὑμῶν τὰ παλαίσματα, καὶ δυσωπεῖτε Χριστὸν ἐκτενῶς, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ κινδύνων λυτρώσασθε, Παλαμᾶ Γρηγόριε τὰς ψυχὰς ἡμῶν, καὶ Δομέστικε Γρηγόριε, καὶ Μονῆς δομήτωρ ὁ Γρηγόριος.
Λύσιν αἴτει Γρηγόριε, σὺν τῷ Γερασίμῳ Δαμιανὲ Δαβίδ, πειρασμῶν ἡμῖν καὶ θλίψεων, καὶ Δαμιανὸς ὁ θεοφόρητος.
Ἱερέ Διονύσιε, τῆς Μονῆς Προδρόμου δομῆτορ ἔνθεε, καὶ ὁ Ῥήτωρ Διονύσιος, σὺν τῷ Δομετίῳ ἡμᾶς σκέπετε.
Θεοτοκίον.
Τὸν ἀπόλεκτον κλῆρον σου, Κεχαριτωμένη Ὄρος τοῦ Ἄθωνος, ἀσινῆ ἁπαύστως φύλαττε, ἐξ ἐπηρειῶν τοῦ πολεμήτορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμῖν, Ἰβηρῖτα Διονύσιε, καὶ τῆς Λαύρας ὁ κλεινὸς Δαμασκηνός, μὴ ἐλλίπητε παρέχοντες τὰ κρείττονα.
Ἵλεων ἡμῖν, ὦ Εὐθύμιε μακάριε, Εὐθυμίοις σὺν τρισὶ καὶ τῷ κλεινῷ Εὐδοκίμῳ τὸν Σωτῆρα ἀπεργάσασθε.
Στόμα ἱερόν, Θεοδόσιε πατὴρ ἡμῶν, καὶ θεόληπτε καὶ θεῖε Θεωνᾶ, τὰς δεήσεις εὐμενῶς ἡμῶν προσδέξασθε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τὴν νοσοῦσαν μου θεράπευσον ψυχήν, καὶ τῷ θείω με κατεύθυνον θελήματι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σοφία, πνευματικῇ διαλάμψας, τοῦ δολίου τάς πικράς σοφιστείας, τὰς καθ’ ἡμῶν διασκέδασον Πάτερ, ταῖς σαῖς πρεσβείαις Νικόδημε ὅσιε, Ἀγίου Ὄρους καλλονῇ, Μοναζόντων ὁ θεῖος διδάσκαλος.
Ἐκ πάσης, ἐπιβουλῆς τοῦ δολίου, ὦ Θεόφιλε σοφὲ Μυροβλύτα, καὶ Ἰωάννη Ἰβήρων δομῆτορ, σὺν Κουκουζέλη οἱ δύο Ἰάκωβοι, λυτροῦσθε πάντοτε ἡμᾶς, τοὺς τῇ σκέπῃ ὑμῶν καταφεύγοντας.
Συνόντες, τῶν Ἀσωμάτων τοῖς δήμοις, Ἰωσήφ καὶ Ἱλαρίων ὁ θεῖος, σὺν Ἰγνατίῳ ὁμοῦ Ἰωάσαφ, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς ἱκετεύσατε, Ὁσιομάρτυρες Χριστοῦ, τὸν Δεσπότην τῶν ὅλων καὶ Κύριον.
Ὡς θεῖον, ὦ Ἱερόθεε σκεῦος, σὺν Καλλίστῳ τῷ κλεινῷ Ἱεράρχῃ, καὶ τῆς Ζωγράφου Κοσμᾶ ὁ κοσμήτωρ, καὶ Ἀποστόλων Κοσμᾶ ὁ ὁμόζηλος, βίον ἀνύειν ἱερόν, τοὺς τιμῶντας ὑμᾶς ἐνισχύσατε.
Θεοτοκίον.
Ζωῆς με, τῆς ἐναρέτου Παρθένε, γεωργεῖν τὰς ἱερὰς ἐπιδόσεις, τῇ σῇ προνοίᾳ δυνάμωσον Κόρη, ὡς ἃν ζωῆς αἰωνίου καὶ κρείττονος, ἀξιωθῶ ὁ πρὸς τὴν σήν, καταφεύγων ἐν πίστει ἀντίληψιν.
Διάσωσον πληθὺς Ὁσίων τοῦ Ἄθω ηγιασμένη, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἡ τῶν Ὁσίων Πατέρων ὁμήγυρις, ἡ τὸν περίβλεπτον Ἄθω λαμπρύνασα, ἐχθροῦ τοῦ ζοφώδους τὰ βέλεμνα, τὰ καθ’ ἡμῶν θεοφόροι ἀμβλύνατε, αἰτούμενοι πᾶσι θεῖον ἔλεος.
Προκείμενον.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτὼν αὐτῶν.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅμιλε θεόλεκτε, τῶν ἐν τῷ Ἄθῳ Πατέρων, Ἱεράρχαι πάνσοφοι, καὶ Ὁσιομάρτυρες οἱ Θεόφρονες, Ἀσκηταί Ὅσιοι, καὶ λοιπὴ χορεία, ἀνωνύμων παμμακάριστε, ἀεὶ πρεσβεύετε, τῷ Δημιουργῷ πάσης κτίσεως, διδόναι ἡμῖν ἄφεσιν, τῶν ἁμαρτημάτων ὧν πράττομεν, καὶ παθῶν τὴν λύσιν, καὶ ἴασιν σωμάτων καὶ ψυχῶν, τοῖς εὐλαβῶς μακαρίζουσιν, ὑμῶν τὰ παλαίσματα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ Κοσμὰς ὁ θεόφρων, καὶ Κυπριανός τε καὶ θεῖος Κωνστάντιος, Νικόδημος ὁ πάνυ, Μακάριος τε ἄμα, καὶ Λουκᾶς ὁ στεῤῥόψυχος, ῥύσασθε πάντας ἡμᾶς, πικρῶν πειρατηρίων.
Ἰσχὺν δίδοσθε θείαν, ὦ Λεόντιε θεῖε καὶ πάτερ Μάξιμε Μητρόφανες θεόφρον, Νήφων ἀρχιεράρχα, καὶ Νικόδημε ὅσιε, σὺν Νεοφύτοις δυσίν, ἡμῖν ἐκδυσωποῦμεν.
Συνοχῆς ψυχοφθόρου, ὦ Νικητὰ Νικόδημε καὶ Νεκτάριε, Νεκτάριος ὁ ἄλλος, ὁ θεοφόρος Νήφων, καὶ ὁ Νεῖλος ὁ Ὅσιος, ἀπολυτροῦσθε ἡμᾶς, ὑμῶν ταῖς ἱκεσίαις.
Θεοτοκίον.
Γενοῦ σκέπη καὶ τεῖχος, τοῖς πρὸς σὲ ἀφορῶσι θερμῆς ἐκ πίστεως, Παρθένε Θεοτόκε, ἐχθροῦ τοῦ ἀοράτου, τὴν ὁρμὴν ἀποτρέπουσα, καὶ τὴν γαλήνην τὴν σήν, ἡμῖν ἀεὶ διδοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔλλαμψιν θείαν, ὦ Νικηφόρε ἐξαίτει, καὶ Ονούφριε καὶ θεοφόρε Παύλε, σὺν ἑτέρῳ Παύλω, ἡμῖν παρὰ Κυρίου.
Ῥύσασθε πόνων, Πέτρε Ὁσίων ἀκρότης, καὶ Παχώμιε ὁμοῦ σὺν Προκοπίῳ Ῥωμανέ θεόφρον, ἡμᾶς ἐκ κατωδύνων.
Ἅγιον βίον, Σάββα Χριστοῦ Ἱεράρχα, Συμεὼν σοφὲ καὶ Συμεὼν ὁ ἄλλος, Σίμων Μυροβλύτα, δίδοσθε ἐν ἀγάπῃ.
Θεοτοκίον.
Σύντριψον Κόρη, τὴν καθ’ ἡμῶν δυναστείαν, τοῦ ἀλάστορος τῇ κραταιᾷ σου σκέπῃ, καὶ παράσχου πᾶσι, χαρὰν τὴν οὐρανίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, Σωφρόνιε καὶ Σάββα, σὺν ἄλλω Σάββα ὁμοῦ καὶ Τιμόθεε, σὺν τοῖς δυσὶ Φιλοθέοις ἡμᾶς καθάρατε.
Μὴ παύσησθε Πατέρες, Ἄθω οἱ ἀστέρες, γνωστοὶ ὁμοῦ καὶ ἀνώνυμοι ἅπαντες, ὑπὲρ ἡμῶν δυσωποῦντες Χριστὸν τὸν εὔσπλαγχνον.
Οἱ φίλοι τοῦ Κυρίου, Ὅσιοι Πατέρες, ἐκ τῆς φιλίας τοῦ κόσμου λυτρώσασθε, τοὺς τὴν ἀγίαν τιμῶντας ὑμῶν συνέλευσιν.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, τῶν ἐν τῷ κόσμῳ φροντίδων καὶ θλίψεων, καὶ τοῦ Κυρίου τῷ φόβῳ αὐτὸν καθήλωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων θεία πληθύς, Ἄθω οἱ πολῖται, οἱ ἰσάγγελοι ἐν σαρκί, οἱ ἐν διαφόροις, ἐκλάμψαντες τοῖς χρόνοις, γνωστοὶ σὺν ἀνωνύμοις, πόνοις ἀσκήσεως.
Χαίρετε τοῦ Ἄθω καθηγηταί, θείοι Ἱεράρχαι, καὶ θεόφρονες Ἀσκηταί, στῖφος τῶν Ὁσίων, καὶ Ὁσιομαρτύρων, ζωῆς τῆς ἐναρέτου, γνώμονες ἔμπρακτοι.
Δάκρυσι καὶ πόνοις ἀσκητικοῖς, καὶ θείοις ἱδρῶσιν, ἡγιάσατε ἀληθῶς, ἅπαντα τὸν Ἄθω, Πατέρες θεοφόροι, καὶ ὤφθητε δοχεῖα, τοῦ θείου Πνεύματος.
Ἅπασαν τὴν δύναμιν τοῦ ἐχθροῦ, Ὅσιοι Πατέρες, καθελόντες ἀσκητικῶς, αὐτουργοὶ θαυμάτων, ἐδείχθητε ἐν κόσμῳ, ψυχῶν καὶ τῶν σωμάτων, πάθη ἰώμενοι.
Ἄνθη πανευώδη καὶ μυστικά, ἀρετῶν ὁσίων, ὦ Πατέρες θεοειδεῖς, θεία εὐωδία, ζωῆς τῆς μακαρίας, ἐκ σχέσεως δυσώδους, ἡμᾶς λυτρώσασθε.
Τοὺς ὑμᾶς τιμῶντας πανευλαβώς, Ὅσιοι Πατέρες, ἐκ κινδύνων καὶ πειρασμῶν, ἀσινεῖς τηρεῖτε, ὑμῶν ταῖς προστασίαις, καὶ ἅπασιν αἰτεῖσθε, τὸ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον τῶν Ὁσίων. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς τοῦ Ἄθω Πατέρας, καὶ Ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν Μοναστῶν, κραυγάζοντες ὁμοφώνως· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν κινδύνοις ἡμῶν, προστάτας δείξαντι.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στῖφος τῶν Ὁσίων Ἀσκητῶν, καὶ Ἱεραρχῶν μακαρίων, Ἡσυχαστῶν ἱερῶν, Ὁσιομαρτύρων τε θεῖε κατάλογε, οἱ ἐν Ἄθῳ ἐκλάμψαντες, χρόνοις διαφόροις, καὶ Χριστὸν δοξάσαντες, πόνοις ἀσκήσεως, πάσης δυσχερείας καὶ βλάβης, καὶ πολυειδῶν συμπτωμάτων, ἀσινεῖς τηρεῖτε ἡμᾶς πάντοτε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Πληθὺς θεοδόξαστε Ὁσίων Ἄθω
Γεράσιμον ῥύσασθε πάσης ἀνάγκης.