Χαιρετισμοί εις τους Διαλάμψαντας Οσίους και Θεοφόρους Πατέρας Ημών εν τω Αγιωνύμω Όρει του Άθω

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

Κοντάκιον. Ἦχος πλ. δ’’. Τῆ Ὑπερμάχῳ.
Ὡς ὑποφήτας τῶν ἐνθέων ἀναβάσεων Καί συστοιχίαν δωρεῶν τῶν ὑπέρ ἔννοιαν Τούς ἐν Ἄθω μακαρίσωμεν θεοφόρους Τούς Ὁσίους Ἱεράρχας τε καί Μάρτυρας Ὡς ἡμῶν καθηγεμόνας καί ἐκφάντορας Τούτοις λέγοντες· Χαίροις δῆμε θεόλεκτε.

Ἄγγελοι ἐν τῷ Ἄθω, διαφόροις ἐν χρόνοις, ωράθητε Ὅσιοι Πατέρες (ἐκ γ’)· καί σύν τῆ ἀγγελική ζωή, καταλλήλοις διαλάμπετε χάρισι, δι’ ὤν καταφαιδρύνετε, ὑμᾶς τούς πίστει ἐκβοῶντας.

Χαίρετε τύποι τῆς ἐγκρατείας·
Χαίρετε λύχνοι τῆς ἀληθείας,
Χαίρετε κανόνες λαμπρῶν ἀναβάσεων·
Χαίρετε εἰκόνες ἀΰλων ἐμφάσεων,
Χαίρετε ὅμιλε μακάριε τῶν ἐν Ἄθω Ἀσκητῶν·
Χαίρετε σύστημα ἰσάγγελον ἀνωνύμων καί γνωστῶν,
Χαίρετε ἡσυχίας ουρανόφωτοι στῦλοι·
Χαίρετε ἀληθείας ουρανόβροντα χείλη,
Χαίρετε βότρυες τῆς ἀσκήσεως·
Χαίρετε σάλπιγγες τῆς φρονήσεως,
Χαίρετε μύσται Χριστοῦ κοινωνίας·
Χαίρετε στῆλαι λαμπράς ἀριστείας.

Χαίρετε Πατέρες Ὅσιοι.

Βίου τοῦ ἰσαγγέλου, ἀκριβεῖς χαρακτῆρες, ωράθητε ἐν Ἄθω Πατέρες, τρόποις τε καί θείαις ἀρεταῖς, τῆς μελλούσης λαμπρότητος τήν ἔλλαμψιν, ἐκφαίνοντες ἑκάστοτε, τοῖς τῷ Κυρίῳ ἐκβοῶσιν·

Ἀλληλούια.

Γεηράς προσπαθείας, χωρισθέντες Πατέρες, προσήλθετε προθύμως ἐν Ἄθω· καί βίῳ ἀμέμπτῳ ἐν αὑτῷ, πρός ὑπερκόσμια ὄρη ὑψώθητε, παιδεύοντες τά κρείττονα, τούς βοῶντας ὑμῖν τοιαύτα˙

Χαίρετε κρίνα τῆς ἀφθαρσίας·
Χαίρετε ῥόδα τῆς εὐσεβείας,
Χαῖρε ἀρχηγέτα ὑμῶν Ἀθανάσιε·
Χαῖρε Ἐσφιγμένου βλαστέ Ἀγαθάγγελε,
Χαῖρε Πάτερ Ἀθανάσιε καλλονή Πατριαρχῶν·
Χαῖρε Ὅσιε Ἀκάκιε νέον ἄστρον Ἀσκητῶν,
Χαῖρε Βατοπαιδίου ὦ Ἀγάπιε ἔρνος·
Χαῖρε Σκήτης Ἰβήρων ὦ Ἀκάκιε εὖχος,
Χαῖρε σοφέ Παλαμᾶ Γρηγόριε·
Χαῖρε λαμπτήρ Ἰβήρων Γεώργιε,
Χαίρετε ῥήτορες δικαιοσύνης
·Χαίρετε κήρυκες θεοφροσύνης.

Χαίρετε Πατέρες Ὅσιοι.

Δύναμιν ἀληθείας, καί πλοῦτον θεολογίας, διά πράξεως καί θεωρίας· Ἱεράρχαι οἱ θεοειδεῖς, οἱ ἐκ τοῦ Ἄθω ὡς ἀστέρες λάμψαντες· ἐν Χριστῷ εθησαύρισαν, τῆ Ἐκκλησία ἐκβοῶση˙

Ἀλληλούια.

Ἐκ χωρῶν διαφόρων, ἐν καιροῖς τοῖς ἰδίοις, δραμόντες ἐν τῷ Ἄθω Πατέρες· οἵα Χριστοῦ ἄρνες λογικοί, τῆς μυστικῆς νομῆς κατηξιώθητε· ἐκτρέφοντες ταῖς πράξεσι, τούς εὐλαβῶς ὑμῖν βοώντας˙

Χαῖρε νοητόν Γερμανέ σέλας·
Χαῖρε Γεράσιμε θεῖον γέρας,
Χαῖρε τῆς Μονῆς σου δομῆτορ Γρηγόριε·
Χαῖρε Ἰβηρῖτα Γαβριήλ θεόληπτε,
Χαῖρε Ὅσιε Γρηγόριε νηπτικῆς μυσταγωγέ·
Χαῖρε Γεδεών ἀήττητε Καρακάλου ἀρωγέ,
Χαῖρε Βατοπαιδίου ὁ Γεννάδιος θρέμμα·
Χαῖρε Βουλευτηρίων ὁ Γερόντιος γέρας,
Χαῖρε Δομέστικε Γρηγόριε·
Χαῖρε Διονυσιάτα Γεννάδιε,
Χαίρετε σκεύη λαμπρῶν χαρισμάτων·
Χαίρετε βρύσεις ποικίλων θαυμάτων.

Χαίρετε Πατέρες Ὅσιοι.

Ζήλῳ ἐπτερωμένοι, ακροτάτης ἀγάπης, ἔθεσθε σ’ αὑτούς ὑπέρ τοῦ πέλας· ὅσοι κτίτορες σεπτῶν Μονῶν, ἀτρύτοις καμάτοις αὑτάς δειμάμενοι· ὡς ἰατρεία κρείττονα, πρός σωτηρίαν τῶν βοώντων˙

Ἀλληλούια.

Ἤρθη τῆ σή ἐλλάμψει, Ὑπερούσιε Λόγε, ἀπᾴσῃς ἀπανθούσης ἀξίας· ἡ τοῦ Ἄθω Ὁσία πληθύς, καί ταῖς ἀρεταῖς καλύπτει τά πέρατα, δι’ ὤν ἁγιαζόμεθα, οἱ πρός αὑτούς βοῶντες ταύτα˙

Χαίρετε κόσμου οἱ λαμπαδοῦχοι·
Χαίρετε Ἄθω οἱ πολιοῦχοι,
Χαῖρε Κουτλουμουσίου Σκήτης Γεράσιμε·
Χαῖρε Φιλοθεΐτα θεῖε Δομέτιε,
Χαῖρε Πάτερ Διονύσιε κτίτωρ τῆς λαμπράς Μονῆς·
Χαῖρε Ὅσιε Δομέτιε Διονυσίῳ προσφιλῇς,
Χαῖρε Μεγίστης Λαύρας Δαμασκηνέ φυτεία·
Χαῖρε τῆς Φιλοθέου Δαμιανέ λυχνίᾳ,
Χαῖρε Ἰβηρῖτα Διονύσιε·
Χαῖρε Εσφιγμενίτα Δαμιανέ,
Χαίρετε ἄμπελοι πράξεων θείων·
Χαίρετε ἄροτρα πόνων ἁγίων.

Χαίρετε Πατέρες Ὅσιοι.

Θαύμασι θεοσδότοις, κοσμηθέντες Πατέρες, ὡς βίου ἐναρέτου δοχεῖα· λαμπρύνετε τόν Ἄθω ἀεί, τοῖς ὑπέρ φύσιν ὑμῶν κατορθώμασιν, καί μοναστῶν συστήματα, παιδεύετε Κυρίῳ ψάλλειν˙

Ἀλληλούια.

Ἱεράρχαι καί θύται, Ὅσιοι καί ὁπλῖται, Ὁμολογηταί καί Μυροβλύται· πόλιν τόν Ἄθω περιφανῆ, περί ἦς δεδοξασμένα λελάληται· πνευματικῶς εἰργάσασθε, ἐκ βοῶντα ὑμῖν ἐκ πόθου˙

Χαίρετε πάροικοι τῶν ἐνύλων·
Χαίρετε μέτοχοι τῶν ἀΰλων,
Χαῖρε Διονύσιε Ῥῆτορ μακάριε·
Χαῖρε Ἀγιαννανίτα Δαβίδ πανάριστε,
Χαῖρε Ὅσιε Εὐδόκιμε Βατοπαιδινών χαρά·
Χαῖρε ἔνδοξε Εὐθύμιε Δοχειαρίου ἱδρυτά,
Χαῖρε Βατοπαιδίου Εὐθύμιε ποιμενάρχα·
Χαῖρε Ὁσιομάρτυς Εὐθύμιε Ἰβηρῖτα,
Χαῖρε πυρσέ Ἰβήρων Εὐθύμιε·
Χαῖρε κλεινέ Ἱεράρχα Θεόληπτε,
Χαίρετε ὄρπηκες ἀθανασίας·
Χαίρετε γνώμονες ποιμαντορίας,

Χαίρετε Πατέρες Ὅσιοι.

Κλήματα εὐσεβείας, νέκταρ τῆς ἀφθαρσίας, ἀποστάζοντα τοῖς ἐν τῷ Ἄθω· ώφθηται Οσιοαθληταί, ὑπέρ Χριστοῦ τό αἷμα εκχέαντες˙ ὦ νῦν συνδοξαζόμενοι, ἐκβοᾶτε σύν τοῖς Αγγέλοις˙

Ἀλληλούια.

Λάμψαντες ἐν τῷ Ἄθω, πράξει καί θεωρία, καί πάσης ἀρετῆς φωταυγείᾳ, οἵαπερ λαμπάδες φαειναί· ἡ τῶν Ὁσίων χορεία ὑπέρτιμος, θείω φωτί λαμπρύνετε, τούς ἐκβοῶντας ὑμῖν ούτω˙

Χαίρετε ἄστρα φωτός ἀδύτου·
Χαίρετε πτῶσις ἐχθροῦ δολίου,
Χαῖρε Μυροβλύτα Θεόφιλε Ὅσιε·
Χαῖρε Δοχειαρίου Θεόφανες πρόβολε,
Χαῖρε Θεωνᾶ μακάριε Θεσσαλονίκης φωστήρ·
Χαῖρε Πάτερ Θεοδόσιε Τραπεζοῦντος ὁ ἀστήρ,
Χαῖρε Λαύρας ἡ νάβλα ἡδύφωνε Ἰωάννη·
Χαῖρε κτίτωρ Ἰβήρων ὁμώνυμε Ἰωάννη,
Χαῖρε κλεινέ Ἰβηρῖτα Ἰάκωβε·
Χαῖρε αὑτοῦ ἰχνηλάτα Ἰάκωβε,
Χαίρετε κτίσεως φωταγωγία·
Χαίρετε πίστεως λαμπαδουχία.

Χαίρετε Πατέρες Ὅσιοι.

Μύρου τοῦ οὐρανίου, διά βίου ἀγίου, θησαυρίσαντες τάς ἀπορροίας· οἱ βλύζοντες μύρον θαυμαστώς, ἀπό τοῦ τάφου Μυροβλύται Ὅσιοι, πιστῶν ἀεί εὐφραίνετε, τήν διάνοιαν τῶν βοώντων˙

Ἀλληλούια.

Νόμοις τῆς ἐγκρατείας, ὡς σοφοί νομοθέται, κοσμήσαντες ὑμῶν τά σεμνεῖα· γῆν ἐπαγγελίας μυστικῆς, τόν οὐρανομήκη Ἄθω εἰργάσασθε, ἐν ὦ ζωήν ἀθάνατον, καρπούμεθα οἱ εκβοώντες˙

Χαίρετε Λόγου ἡ εὐωδία·
Χαίρετε κόσμου ἡ θυμηδία,
Χαῖρε τῶν Ἰβήρων λαμπάς Ἱερόθεε·
Χαῖρε τοῦ Σωτῆρος Λευΐτα Ἰάκωβε,
Χαῖρε Ιωάσαφ ἔνδοξε Νήφωνος ὁ μαθητής·
Χαῖρε Σκήτης τῆς Προμήτορος Ἱλαρίων οἰκητής,
Χαῖρε Διονυσίου Ιωσήφ Μονῆς δόμα·
Χαῖρε τῶν Ἀποστόλων Κοσμά ἔνθεον στόμα,
Χαῖρε ποιμήν ποιμένων ὦ Κάλλιστε·
Χαῖρε τρυφή τῆς Λαύρας Κωνστάντιε,
Χαίρετε στάχυες θείων καμάτων·
Χαίρετε σύσκηνοι τῶν Ἀσωμάτων

Χαίρετε Πατέρες Ὅσιοι.

Ξενωθέντες τελείως, τῶν τοῦ βίου φροντίδων, χορός Ἡσυχαστῶν μακαρίων· κατά μόνας μόνῳ τῷ Θεῶ, ἡσύχῳ νώ λατρεύειν ηρετίσασθε, θεοειδεῖς δε ὤφθητε, τῆ θεία ἑνώσει βοώντες˙

Ἀλληλούια.

Ὄλῃ λελαμπρυσμένη, ἀρετῶν ταῖς ἀκτίσι, καθάπερ Ἐκκλησία ἐκ μέρους· ἡ ἐξ Ὁσίων καί Ἀθλητῶν, καί Ἱεραρχῶν τοῦ Ἄθω συνέλευσις· ἐκλάμπει ἐν τοῖς πέρασι, πρός σωτηρίαν τῶν βοώντων˙

Χαίρετε δόξης θείας ἐπόπται·
Χαίρετε Ὅσιοι οἱ θεόπται,
Χαῖρε τῆς Ζωγράφου Κοσμά θεῖον κόσμημα·
Χαῖρε Κουτλουμουσίου Κυπριανέ ἥδυσμα,
Χαῖρε Σκήτης τῆς Προμήτορος Κοσμά κόσμος μυστικός·
Χαῖρε τῆς αὑτῆς ἀγλάϊσμα Λουκᾶ Μάρτυς ὁ κλεινός,
Χαῖρε Μονῆς Προδρόμου ὦ Λεόντιε ἄνθος·
Χαῖρε τῆς αὑτῆς αὖθις ὦ Μακάριε αὖχος,
Χαῖρε Καυσοκαλυβίτα Μάξιμε·
Χαῖρε Αγιαννανίτα Μακάριε,
Χαίρετε σύνδεσμοι τῆς ὁμονοίας·
Χαίρετε σύσκηνοι θείας εὐκλείας.

Χαίρετε Πατέρες Ὅσιοι.

Πόλεων τε καί νήσων, ἀρωγοί καί χωρίων, ὤφθητε Μάρτυρες θεοφόροι· ὅσοι τοῦ Ὄρους προελθόντες, καί τοῖς ἐν κόσμῳ Χριστόν ἐδοξάσατε· μαρτυρικοῖς παλαίσμασι, βοῶντες Χριστῷ τῷ Κυρίω˙

Ἀλληλούια.

Ῥώμη τοῦ Παρακλήτου, ἀριστεύσαντες πάντες, οἱ ἐν τῷ Ἄθω θείοι Πατέρες· ὁδηγεῖτε ἡμᾶς ἀσφαλῶς, πρός ἐναρέτου ζωῆς κατορθώματα, ὡς ποδηγέται ἄριστοι, τῶν ἐκβοώντων θεοφόροι˙

Χαίρετε Ὅσιοι θεηγόροι·
Χαίρετε Μάρτυρες θεοφόροι,
Χαῖρε Αγιαννανίτα θεῖε Μητρόφανες·
Χαῖρε Βατοπαιδίου θρέμμα Νεόφυτε,
Χαῖρε Ὅσιε Νικόδημε νηπτικῆς ὑφηγητά·
Χαῖρε ἔνδοξε Νεόφυτε Δοχειαρίου ἱδρυτά,
Χαῖρε Πατριαρχείας Πάτερ Νήφων ἡ φαῦσις·
Χαῖρε ἄστρον Νικητά Σκήτης Ἀγίας Ἄννης,
Χαῖρε Μαξίμου Νήφων συνέκδημε·
Χαῖρε τό νέκταρ Καρεῶν Νεκτάριε,
Χαῖρε σοφίας Νικόδημε πλήρης·
Χαῖρε σοφῶν διδαγμάτων ὁ μύστης.

Χαίρετε Πατέρες Ὅσιοι.

Σκήτεων ποδηγέται, καί Μονῶν κυβερνῆται, καί παντός τοῦ Ὄρους εὐεργέται· πέλετε Πατέρες εὐκλεεῖς, ἐν διαφόροις καιροῖς διαλάμψαντες· πολυειδέσι πράξεσι˙ καί νῦν φρουρεῖτε τούς βοώντας˙

Ἀλληλούια.

Τις αὕτη ἡ χορεία, ἡ φαίνουσα ἐξ ἐρήμου, ἡ συντεταγμένη ὡς θάμβος; Ἡ ἐν τῷ Ἄθω παρεμβολῇ ἡ συγκεκροτημένη θείω Πνεύματι˙ ὦ ἁρμονίας κρείττονος! ἀλλ’ οὖν βοήσωμεν ἐκ πόθου˙

Χαίρετε ὅρμοι χειμαζομένων·
Χαίρετε βάσεις ριπιζομένων,
Χαῖρε Πάτερ Νεῖλε πηγή μύρων εὔπνοε·
Χαῖρε Νικηφόρε τῷ βίῳ ἰσάγγελε,
Χαῖρε Σκήτης τῆς Προμήτορος ὦ Νικόδημε τρυφῇ·
Χαῖρε τῆς αὑτῆς ἀνάστημα ὦ Νεκτάριε ἡδύ,
Χαῖρε Ὁσιομάρτυς Ονούφριε Ἰβηρῖτα·
Χαῖρε Χριστοῦ ὁπλῖτα Παύλε Ἀγιαννανίτα,
Χαῖρε τοῦ Ἄθω Πέτρε ὁ πρώμαχος·
Χαῖρε Μονῶν σου Παύλε ὁ ὄρχαμος,
Χαίρετε ἔφοροι τῶν Μοναζόντων·
Χαίρετε φύλακες τῶν ἐκβοώντων.

Χαίρετε Πατέρες Ὅσιοι.

Ὕμνοις ἐπινικίοις, τῶν ἐν Ἄθω Ὁσίων, ὑμνήσωμεν τάς ἀνδραγαθίας, τῶν Ὁσίων καί Ἡσυχαστῶν· τῶν Ἱεραρχῶν καί Ἀθλοφόρων ὁμοῦ· τῶν γνωστῶν καί ἀνωνύμων, βοῶντες ἅπαντες Κυρίω˙

Ἀλληλούια.

Φίλοι τοῦ Ζωοδότου, καί μύσται τῆς Θεοτόκου, ὤφθητε θεοφόροι Πατέρες˙ καί νῦν σύν Ἀσωμάτων χοροῖς, τῆς μεγαλοπρεποῦς δόξης ἐτύχετε, ὑπέρ ἡμῶν πρεσβεύοντες, τῶν ἐκβοώντων ὑμῖν ταύτα˙

Χαῖρε Προκόπιε Ἰβηρῖτα·
Χαῖρε Παχώμιε παθών λύτα,
Χαῖρε Ῥωμανέ ἐν ἀθλήσει στερρόψυχε·
Χαῖρε Συμεών μονοχίτων θεόληπτε,
Χαῖρε Συμεών καί Σάββα τε κλέος Χιλιανταρινῶν·
Χαῖρε Σάββα Ὁσιώτατε δόξα Βατοπαιδινών,
Χαῖρε Ὅσιε Σίμων Ἀσκητά Μυροφόρε·
Χαῖρε Ἀγίας Ἄννης Σάββα λύχνε φωσφόρε,
Χαῖρε Σάββα καί Πάτερ Φιλόθεε·
Χαῖρε τῆς Λαύρας θεῖε Φιλόθεε,
Χαῖρε Φιλόθεε Διονυσιάτα·
Χαῖρε Χριστοφόρε Μονῆς ταύτης χάρμα.

Χαίρετε Πατέρες Ὅσιοι.

Χάριτος οὐρανίου, καί φωτός Τρισηλίου, τρυφῶντες ἐν σκηναῖς οὐρανίοις· ὁ τῶν γνωστῶν Ὁσίων χορός, καί ἡ τῶν ἀνωνύμων θεία συνέλευσις, οἱ τοῦ Ἄθω πρόβολοι, φρουρεῖτε ἀεί τούς εκβοώντας˙

Ἀλληλούια.

Ψάλλοντες αἰωνίως, τόν τρισύνθετον ὕμνον, Θεῶ τῷ Τρισηλίω Πατέρες· δέξασθε ἡμῶν τούς ψελλισμούς, τῆ συνήθει κεχρημένοι χρηστότητι˙ ὅτι οὐ παύομεν πόθῳ τοῦ ἐκβοᾶν ὑμῖν απαύστως˙

Χαίρετε Λόγου οἱ κληρονόμοι·
Χαίρετε λύχνοι οἱ φωτοφόροι,
Χαῖρε τῶν Ὁσίων χορεία θεόληπτε·
Χαῖρε τῶν Μαρτύρων στρατεία θεόλεκτε,
Χαῖρε ἄθροισμα θεόσοφον ἱερῶν Ἱεραρχῶν·
Χαῖρε ὅμιλε πανεύφημε εὐκλεῶν Ἡσυχαστῶν,
Χαῖρε Μυροχευμόνων μυροφόρε χορεῖα·
Χαῖρε ἱερολόγων ἱερά συνοδεία,
Χαῖρε πληθύς Πατέρων ἀνώνυμος·
Χαῖρε Χριστοῦ ἐν πᾶσιν ἀκόλουθος,
Χαίρετε πύργοι κυκλόθεν τοῦ Ἄθω·
Χαίρετε σκέπη καμού, διό κράζω.

Χαίρετε Πατέρες Ὅσιοι.

Ὦ Πληθύς μακαρία, τῶν ἐν Ἄθω Πατέρων, ἁπάντων Μοναζόντων ἀλεῖπται (ἐκ γ’)˙ μή παύσησθε ἐφορᾶν ἀεί, τόδε τό Ὄρος ὅπερ ηρετίσασθε˙ ἰδού γάρ μετά πίστεως, γεραίρει ὑμᾶς καί κραυγάζει˙

Ἀλληλούια.

Καί αὖθις τό Κοντάκιον. Ἦχος πλ. δ’’. Τῆ Ὑπερμάχῳ.
Ὡς ὑποφήτας τῶν ἐνθέων ἀναβάσεων Καί συστοιχίαν δωρεῶν τῶν ὑπέρ ἔννοιαν Τούς ἐν Ἄθω μακαρίσωμεν θεοφόρους Τούς Ὁσίους, Ἱεράρχας τε καί Μάρτυρας Ὡς ἡμῶν καθηγεμόνας καί ἐκφάντορας Τούτοις λέγοντες˙ Χαίροις δῆμε θεόλεκτε.

Δίστιχον.
Πληθύς πολυάριθμε Ὁσίων Ἄθω
Γεράσιμον ῥύσασθε ῥοπῆς Χεῖρον