Παρακλητικός Κανών εις τον Όσιο Θεοφόρο Πατέρα ημών Νεόφυτο ο Έγκλειστος ο εν Κύπρω διαλάψαντα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 12 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἀϊδίου εὐφροσύνης μετέχων, ὥσπερ θεράπων τῆς Ἀγίας Τριάδος, καὶ τῶν Ἀγγέλων σύσκηνος Νεόφυτε, πρέσβευε δεόμεθα, τῷ Δεσπότῃ τῶν ὅλων, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ τῶν πταισμάτων δοῦναι ἰλασμόν, τοῖς ἀδιστάκτῳ, ψυχῇ προσιοῦσί σοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Σκέπε Νεόφυτε σοὺς ἱκέτας. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στενούμενος πάθεσι χαλεποῖς, πρὸς σὲ καταφεύγω, καὶ κραυγάζω σοὶ ἐκ ψυχῆς, Νεόφυτε Πάτερ θεοφόρε, τῆς ἐπελθούσης με θλίψεως λύτρωσαι.

Κακίας με πάσης τοῦ δυσμενοῦς, ἀπάλλαξον Πάτερ, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, καὶ ἤρεμον βίον μοι παράσχου, οἵα θερμός μου προστάτης Νεόφυτε.

Ἐν πάσῃ ἀνάγκῃ καὶ συμφορᾷ, πρὸς σὲ καταφεύγω, καὶ εὑρίσκω ἀναψυχήν, Νεόφυτε πάτερ θεοφόρε, καὶ χαριστήοιον ὕμνον προσάδω σοι.

Θεοτοκίον.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Πανύμνητε Κόρη, ξηρανεῖσαν μου τὴν ψυχήν, πολλαῖς ἁμαρτίαις δυσωπῷ σε, πρὸς ἀρετῶν εὐκαρπίαν κατάρδευσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν τῇ σῇ προστασίᾳ, διὰ παντὸς σπεύδοντες, πάσης ἐπηρείας καὶ βλάβης, ἀπαλλαττόμεθα, τοῦ πολεμήτορος, οὗ τῆς κακίας ἀτρώτους, φύλαττε Νεόφυτε, ἡμᾶς ἑκάστοτε.

Νοσημάτων παντοίων, καὶ πειρασμῶν Ἅγιε, καὶ δυσχερειῶν τῶν ἐν βίῳ, ταῖς ἱκεσίαις σου, ῥύου δεόμεθα, τοὺς καταφεύγοντας πίστει, τῇ σεπτῇ πρεσβείᾳ σου, καὶ σὲ γεραίροντας.

Ἐν ἀσκήσει ἐκλάμψας, ὡς φωταυγὴς ἥλιος, λῦσον τῶν παθῶν μου τὸν ζόφον, πάτερ Νεόφυτε, ταῖς φωτοφόροις σου, πρὸς τὸν Δεσπότην πρεσβείαις, καὶ τῆς μετανοίας με, φωτὶ καταύγασον.

Θεοτοκίον.
Ο περίδοξος θρόνος, καὶ χρυσαυγὴς Ἂχραντε, τοῦ Παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, ἔγειρον δέομαι, ἐκ τοῦ βυθοῦ τῶν παθῶν με, καὶ πταισμάτων ἄφεσιν, αἴτει καὶ σῶσόν με.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νεόφυτε θεοφόρε, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σήν, ὡς ὀχυρὸν προπύργιον, καὶ σκέπην στεῤῥάν, κατέχοντες Νεόφυτε, ἁπάσας ἐκκρουόμεθα, τὰς ὀρμὰς καθ᾽ ἡμῶν τοῦ ἀλάστορος· ἀλλὰ μὴ παύσῃ Χριστὸν δυσωπεῖν, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Φωτισμὸν ἡμῖν αἴτησαι, καὶ παραπτωμάτων Πάτερ συγχώρῃσιν, τοῖς προστρέχουσι Νεόφυτε, τῇ συμπαθεστάτῃ προστασίᾳ σου.

Ὑπελθὼν τῆς ἀσκήσεως, Πάτερ τὸν ἀγῶνα στεῤῥῷ φρονήματι, βοηθὸς καὶ θεῖος ἔφορος, παρὰ τοῦ Σωτῆρος ἡμῖν δίδοσαι.

Τῆν ἁγίαν Ἐγκλείστραν σου, σκέπε τῇ θερμῇ σου πρεσβείᾳ Ὅσιε, καυχωμένην τῇ σῇ χάριτι, καὶ τοὺς σοὺς ἀγῶνας μακαρίζουσαν.

Θεοτοκίον.
Ἐκ τῆς μήτρας σου ἔλαμψε, τῆς δικαιοσύνης Κόρη ὁ Ἥλιος, καὶ τὸν κόσμον κατεφώτισε, τῆς θεογνωσίας ταῖς ἐλλάμψεσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύντριψον σοφέ, τῇ ἰσχύϊ τῆς πρεσβείας σου, τὸν μαινόμενον βελίαρ καθ’ ἡμῶν, καὶ εἰρήνην ἡμῖν αἴτει ἀστασίαστον.

Ὃρμος γαληνός, τοῖς ἐν βίῳ θαλαττεύουσιν, ἡ πρεσβείᾳ σου γενέσθω ἀληθῶς, τοῖς προστρέχουσι τῇ σκέπῃ σου Νεόφυτε.

Ὑψώσον ἡμᾶς, ἐν, βυθοῦ παθῶν καὶ θλίψεων, ἐπι πέτραν προσταγμάτων θεϊκῶν, σωτηρίαν ὡς ἂν εὕρωμεν Νεόφυτε.

Θεοτοκίον.
Σάρκα προσλαβών, ἐξ αἱμάτων σου ὁ ἄσαρκος, Θεὸς Λόγος Θεοτόκε ἀληθῶς, τοῖς ἀνθρώποις σωτηρίαν ἐδωρήσατο.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱάτρευσον, τῆς ψυχῆς μου τὸ ἄλγος, καὶ τοῦ σώματος τὰ πάθη παμμάκαρ, τῇ δεδομένῃ σοι χάριτι θείᾳ, πνευματοφόρε Νεόφυτε ὅσιε, καὶ ἀποδίωξον μακρὰν, ἀπ’ ἐμοῦ τὸν παμβέβηλον δράκοντα.

Κυμάτων, τῶν νοουμένων τὸν σάλον, ἀπειλούντων μοι ἀπώλειαν Πάτερ, κόπασον θᾶττον τῇ σῇ ἀντιλήψει, καὶ πρὸς λιμένα με θεῖον κυβέρνησον, τῶν θελημάτων τοῦ Θεοῦ, θεοφόρε Νεόφυτε ὅσιε.

Ἐκβλύζει, τῶν ἰαμάτων τὴν χάριν, ἡ ἁγία σου σορὸς ἐν Ἐγκλείστρᾳ, ὅθεν οἱ ταύτῃ πιστῶς προσιόντες, πάσης λυτροῦνται ταχέως κακώσεως, Νεόφυτε πάτερ σοφέ, καὶ ὡς θεῖον προστάτην ὑμνοῦσί σε.

Θεοτοκίον.
Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, σωματώσασα ἀτρέπτῶς Παρθένε, σωματικῶν ἡμᾶς λύτρωσαι πόνων, καὶ ψυχικῶν νοσημάτων καὶ θλίψεων, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νεόφυτε θεοφόρε, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τούς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ρείθροις.
Ἐν τῇ Ἐγκλείστρᾳ βιώσας ὡς Ἄγγελος, ἀγγελικῶν χαρισμάτων ἠξίωσαι, καὶ πᾶσι παρέχεις τὰ πρόσφορα, τοῖς προσιοῦσι τῇ θείᾳ πρεσβεία σου· διό σε ὑμνοῦμεν Νεόφυτε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον….

Ευαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον τὸν ἰσάγγελον, ἐν τῇ Ἐγκλείστρᾳ ἀνύσας, δωρεῶν τοῦ Πνεύματος, Ὅσιε Νεόφυτε πλήρης γέγονας, καὶ πληροῖς πάντοτε, ἡμῶν τὰς δεήσεις· διὰ τοῦτο σοῦ δεόμεθα· ῥύου ἐκάστοτε, πάσης ουμφορᾶς καὶ κακώσεως, καὶ πειρασμῶν καὶ θλίψεῶν, τοὺς εἰλικρινῶς σε γεραίροντας, ἄφεσιν πταισμάτων, αἰτούμενος ἡμῖν καὶ φωτισμόν, παρὰ Χριστοῦ τοῦ Παντανακτος, καὶ ζωήν ἡσύχιον.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ἀσθενοῦσι τὴν ρῶσιν, καὶ τοῖς πάσχουσιν αἴτει Πάτερ τὴν ἴασιν, καὶ λύτρωσαι κινδύνων, καὶ πάσης καχεξίας, τοὺς βοῶντας Νεόφυτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Σὲ σοφὸν κυβερνήτην, πρὸς ὁδὸν σωτηρίας ἔχοντες Ὀσιε, βοῶμεν ἐκ καρδίας ὁδήγει ἀοράτως, πρὸς ζωῆς καθαρότητα, Νεόφυτε ἱερέ, τοὺς σὲ ὑμνολογοῦντας.

Γεωργεῖν ἡμῖν δίδου, τοῦ Κυρίου τὸν φόβον ἰσχὺν Νεόφυτε, ὡς ἂν εὐαρεστοῦντες, Χριστῷ ἐν ἀληθείᾳ, ὁμοφώνως κραυγάζωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐκ πικρᾶς συνηθείας, καὶ ροπῆς πρὸς τὰ χείρω ρῦσαί με Δέσποινα, καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς γνῶσιν μετανοίας, ἵνα πίστει κραυγάζω σοι· χαῖρε Παρθένε Ἀγνή, βροτῶν ἣ σωτηρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις παμμάκαρ, τῶν πρεσβειῶν σου τὴν φλόγα, ἔναπόσβεσον παθῶν τῶν τῆς ψυχῆς μου, ὡς θεῖός μου προστάτης, Νεόφυτε θεόφρον.

Ἂνωθεν Πάτερ, ἴδε τοὺς πίστει ἑστῶτας, τῇ Εἰκόνι σου Νεόφυτε τῇ θείᾳ, καὶ παράσχου τούτοις, ἃ εὐλαδῶς αἰτοῦσι.

Σκέπε καὶ φρούρει, σὺν τῇ Πατρίδι σου Πάτερ, τὴν Ἔνγκλείστραν σου ἐκ πάσης ἐπηρείας, τὴν ἀνακειμένην, τῇ θείᾳ σου πρεσβείᾳ.

Θεοτοκίον.
Ἰασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχὴν μου, καὶ παράσχου μοι μετάνοιαν γνησίαν, ἵνα σὲ δοξάζω, Ὑπερδεδοξασμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὰς τὰς οὐρανίους, κατοικῶν παμμάκαρ, δέχου ἡμῶν τὰς δεήσεις Νεόφυτε καὶ τὰ αἰτήματα πάντων πλήρου δεόμεθα.

Ὁ μέγας τῶν Κυπρίων, ἀρωγὸς καὶ ρύστης, καὶ πρεσβευτὴς πρὸς Θεὸν ἑτοιμότατος, Πάτερ Νεόφυτε σκέπε ἡμᾶς ἐκάστοτε.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον θεοφόρε, χαμαιπετοῦς προσπαθείας Νεόφυτε, καὶ ἐν παντί μου προΐστασο τοῦ ὑμνοῦντός σε.

Θεοτοκίον.
Ὑμνοῦμεν σε Παρθένε, καὶ δοξολογοῦμεν, τὸν ἀκατάληπτον τόκον σου κράζοντες, χαῖρε ἡμῶν προστασία καὶ καταφύγιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Λευκάρων γόνος σεπτός, καὶ τῆς Κύπρου πάσης, λαμπαδοῦχος ὁ φαεινός, χαίροις τῆς Ἐγκλείστρας, ὁ μέγας ἑωσφόρος, Νεόφυτε παμμάκαρ, ἀξιοθαύμαστε.

Χαίρων ἐκ νεότητος τῷ Χριστῷ, Πάτερ ἀνετέθης, καταλείψας τὰ γεηρά, καὶ ὁσίοις πόνοις, αὐτῷ εὐαρεστήσας, Νεόφυτε τῆς ἄνω, δόξης ἠξίωσαι.

Πὀθῳ τετρωμένος τῷ θεϊκῷ, σαὐτὸν ὃν σπηλαίῳ, περιέλλεισας ἀληθῶς, ὅπερ καὶ Ἐγκλείστραν, Νεόφυτε καλέσας, δοχεῖον ἀνεδείχθης, τοῦ θείου Πνεύματος.

Ὀλβον ὡς θεόσδοτον καὶ σεπτόν, τὴν τῶν σῶν λειψάνων, κετημένη θείαν σορόν, Πάτερ ἡ Ἐγκλείστρα, πληροῦται εὐφροσύνης, Νεόφυτε καὶ σπεύδει τῇ προστασίᾳ σου.

Ὂργανον τοῦ Πνεύματος μυστικόν, Νεόφυτε ὥφθης, καὶ ἀνέβλυσας θησαυρόν, θείων διδαγμάτων, δι᾽ ὧν ἡμᾶς παιδεύεις, πρὸς τρίβους σωτηρίας, ὡς ἐνθεώτατος.

Πάσης ἐπηρείας τοῦ δυσμενοῦς, φύλαττε ἀτρώτους, ἀντιλήψει σου τῇ θερμῆ, Νεόφυτε Πάτερ, τοὺς σὲ ὑμνολογοῦντας, καὶ αἴτει ἡμῖν πᾶσι, πταισμάτων ἄφεσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ προστασίᾳ καὶ σκέπῃ, Πάτερ Νεόφυτε, πάσης ἀπολύτρωσαι ὀργῆς και θλίψεως, καὶ πταισμάτων συγχώρησιν, αἴτει ἡμῖν πᾶσι, καὶ πάσης στενώσεως τὴν ἀπολύτρωσιν· σὺ γὰρ ἀρωγὸς ἡμῶν πέλεις, καὶ πρὸς τὸν Χριστὸν θερμὸς πρέσβυς, ὃν τῇ σῇ ἀσκήσει ἐθεράπευσας.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δέχου τὴν ἱκέσιον φωνὴν ὦ Πάτερ
Ἥν σοι ὁ Γεράσιμος νῦν ἀναπέμπει.