Χαιρετισμοί εις το Άγιον Πνεύμα
Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας
Στίχοι Ἱκετευτικοί·
κατά παράφρασιν τῆς θ΄ ᾠδῆς τοῦ κανόνος τῶν Χριστουγέννων,
ποιήματος ἁγ. Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Στέργειν μέν ἐμέ, ὡς ἀκίνδυνον φόβῳ,
ῥάον σιωπή· Παράκλητε, πλὴν πόθῳ,
ὕμνους ὑφαίνω, συντόνως τεθηγμένους,
ἐργῶδες ἐστιν· ἀλλὰ σὺ Πνεῦμα σθένος,
ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Στίχοι ἕτεροι·
Φωτὸς τὴν πηγὴν οὐ τολμῶ ὑμνῆσαι,
ὁ σκότος βαθὺ τὸν νοῦν κυριευμένος·
φωτὸς χορηγέ ἀκτῖνα πέμψον μίαν,
τὸν νοῦν καταύγασον, κατεύθυνον γραφίδα,
εἰς ὕμνον σὸν, αἴνεσιν μετὰ πόθου.
Κοντάκιον. Ἦχος πλ. δ΄ (ἐκ τοῦ Πεντηκοσταρίου).
Ὅτε καταβάς, τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσεν· καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.
Οἱ Οἶκοι.
Ἄσωμεν οἱ πιστοί, Παρακλήτῳ τῷ Θείῳ, αἶνον ἐκ ψυχῆς, ἀπὸ παθῶν κεκαθαρμένης (ἐκ γ΄, μετὰ τῆς ἐπωδοῦ· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι)· Θεὸς γὰρ ὑπάρχει, Πατρί τε καὶ Υἱῷ ὁμοούσιος καὶ ἴσος· πρὸς ὃν ἐν εὐφροσύνῃ ἐκβοῶμεν τοιαῦτα·
Χαῖρε, Βασιλεῦ οὐρανοῦ τε καὶ γῆς·
χαῖρε, χορηγὲ ἀγαθότητος τῆς σῆς.
Χαῖρε, ὁ πανταχοῦ παρῶν καὶ ὑπάρχων·
χαῖρε, ὁ τὰ πάντα πληρῶν καὶ καλύπτων.
Χαῖρε, ὁ θησαυρὸς τῶν τοῦ Θεοῦ ἀγαθῶν·
χαῖρε, ὁ τοῖς πιστοῖς αὐτὰ χορηγῶν.
Χαῖρε, τὸ Πνεῦμα τῆς τοῦ Θεοῦ ἀληθείας·
χαῖρε, ὁ ἐκδιδάσκων αὐτὴν τοῖς ἀνθρώποις.
Χαῖρε, ὁ τῆς ζωῆς, δι’ Υἱοῦ, χορηγέ·
χαῖρε, ὁ τῶν ψυχῶν τῷ Πατρὶ ὁδηγέ.
Χαῖρε, Παράκλητε, ἡμῶν παραμυθία·
χαῖρε, εὐφροσύνης πηγὴ παναγία.
Χαῖροις θεῖε Παράκλητε.
Βοήσωμεν φωνῇ μεγάλῃ, τῷ βοῇ τῶν καταρακτῶν του αἰνουμένῳ· δόξα σοι ὁ Θεός, Παράκλητε θεῖε, ὁ χορηγῶν ἡμῖν, ἀγαθότητι ἀπείρῳ, ζωῆς τῆς αἰωνίου τὰς ἀφθάρτους ἀῤῥούρας· διό σοι εὐγνωμόνως βοῶμεν·
Ἀλληλούια.
Γνωρῆσαι ἑαυτούς, τοὺς πάθεσι φθειρομένους, εὐδόκησον, Ἀγαθέ· ὁδὸν ἐπιστροφῆς δὲ πρὸς τὸν ἄναρχον Πατέρα, ἀρχὴν βαλεῖν ἐλέησον, ἵνα βοῶμέν σοι ἐν παρακλήσει·
Χαῖρε, ὁ ῥυόμενος ἡμᾶς ἀπὸ πτώσεως·
χαῖρε, ὁ δωρούμενος ἡμῖν τὴν μετάνοιαν.
Χαῖρε, ὁ μετανοίας τοῖς ἀνθρώποις κῆρυξ·
χαῖρε, ὁ εὐλογίαν ἐφ’ ἡμᾶς ἐπομβρίζων.
Χαῖρε, ὁ τῶν παθῶν καταργῶν δυναστείαν·
χαῖρε, ὁ τοῖς βροτοῖς εὐδοκῶν σωτηρίαν.
Χαῖρε, ὁ μετανοίας ὁδοὺς διανύγων·
χαῖρε, ὁ ἄφεσιν μετανοοῦσι βραβεύων.
Χαῖρε, ὁ δεχόμενος ἁμαρτωλῶν τὴν μετάνοιαν·
χαῖρε, ὁ ξηραίνων τῶν δακρύων τὴν θάλασσαν.
Χαῖρε, ὁ εἰς μετάνοιαν καλῶν καὶ ἀναμένων·
χαῖρε, ὁ μετανοίᾳ πάντα ῥῦπον καθαίρων.
Χαῖροις θεῖε Παράκλητε.
Δόξα σοι, Εὐεργέτα τοῦ σοῦ σύμπαντος κόσμου, ὅν εὐεργετῶν καὶ ἐλεῶν οὐ παύεις· ἡμῶν δὲ τῶν ἀθλίων τῶν ὑπὸ σοῦ εὐεργετουμένων, δέχου τὴν φωνήν τῆς αἰνέσεως ταύτης καὶ εὐμενῶς ἐνωτίζου τῶν ψαλλόντων σοι·
Ἀλληλούια.
Ἔπιδε ἐφ’ ἡμᾶς, Παράκλητε θεῖε, Πνεῦμα τὸ ἀγαθὸν Πατρὸς τοῦ ἀναιτίου καὶ εἰσάκουσον φωνῆς ψυχῆς βαρυαλγούσης, σταυρῷ τῷ τῶν παθῶν δεινῶς καθηλομένης· ἵνα χαίροντες ἀεὶ σοὶ ψάλλομεν τοιαῦτα·
Χαῖρε, τὸ ἐκ Πατρός, δι’ Υἱοῦ, ἐκπορευόμενον·
χαῖρε, τὸ σὺν Πατρὶ καὶ Υἱῷ προσκυνούμενον.
Χαῖρε, ἡ τῆς κτήσεως πνοὴ ζωηφόρος·
χαῖρε, ὁ τῆς φύσεως ὄμβρος καρποφόρος.
Χαῖρε, ὁ ἐπὶ θρόνου τῆς ἄνω δόξης καθήμενος·
χαῖρε, ὁ ὑπ’ Ἀγγέλων καὶ ἀνθρώπων ὑμνούμενος.
Χαῖρε, ἡ τῆς τῶν Ἀγγέλων αἰνέσεως ὑπόθεσις·
χαῖρε, ἡ τῆς τῶν ἀνθρώπων δοξολογίας πρόθεσις.
Χαῖρε, ὁ φωτίζων φωτὶ ἀνεσπέρῳ·
χαῖρε, ὁ πηγάζων σωτηρίας τὸ ῥεῦμα.
Χαῖρε, ἀγαθωσύνης ὁ πατὴρ παρ’ ἀνθρώποις·
χαῖρε, ἐγκρατείας ὁ δοτὴρ τοῖς ποθοῦσι.
Χαῖροις θεῖε Παράκλητε.
Ζωῆς τὸν χορηγὸν ἀνυμνήσωμεν, πιστοί, Πνεῦμα τὸ θεῖον, Πνεῦμα τῆς ἀληθείας, ἐν ᾧ ὁ Πατήρ δι’ Υἱοῦ τὸν σύμπαντα εἰς ὕπαρξιν ἔφερε κόσμον· τῇ Τριάδι οὖν ἐς ἀεὶ ἐκβοῶμεν·
Ἀλληλούια.
Ἤρεσεν Κυρίῳ ὁ καλὸς λίαν κόσμος, ὃν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἔφερεν Αὐτοῦ ἡ ἀγάπη· Πνεῦμα Κυρίου γὰρ ἧν ἐπὶ τῶν ὑδάτων, ἡ δὲ γῆ ἧν ἀόρατος καὶ ἀκατασκεύαστος. Τῷ Πνεύματι οὖν τῷ δημιουργοῦντι, τῷ φωτίζοντι καὶ ἁγιάζοντι, βοήσωμεν λέγοντες·
Χαῖρε, ὁ τὸν Ἀδὰμ θεωρῶν ἐν τῷ Παραδείσῳ·
χαῖρε, ὁ τὴν Εὔαν ἐν τῇ Ἐδέμ ἐπιβλέπων.
Χαῖρε, ὁ προγνωρίσας τὴν πτῶσιν ἐκείνων·
χαῖρε, ὁ προβλέψας τὴν ἀνόρθωσιν τούτων.
Χαῖρε, ὁ ὁδηγὸς Ἀβραὰμ τῆς ἐξόδου·
χαῖρε, ὁ τροφοδότης Ἰσραὴλ ἐν ἐρήμῳ.
Χαῖρε, ὁ ἀποτρέψας Ἰσαὰκ τὴν θυσίαν·
χαῖρε, ὁ χορηγήσας ἀντὶ τούτου τὸν ἄρνα.
Χαῖρε, ὁ Μωϋσέως κατευθύνας τὴν ῥάβδον·
χαῖρε, ὁ διαῤῥήξας δι’ αὐτῆς Ἑρυθραίαν.
Χαῖρε, ὁ διαθρέψας τοὺς Ἑβραίους τῷ μάννα·
χαῖρε, ὁ ἐκβλύσας ἐν ἐρήμῳ αὐτοῖς ὕδωρ.
Χαῖροις θεῖε Παράκλητε.
Θεωρῆσαι δέομαι σοὶ μόνε Παντεπόπτα, ἐν οὐρανῷ τὰς σὰς μονάς, αἵ πολλαί ὑπάρχουσι· Ἁγίων δὲ ἐν σκηναῖς καὶ ἐν Δικαίων τόποις, κατάταξον τοὺς σοὺς ἱκέτας τοὺς βοῶντας, ἐν πίστει ἀκλινεῖ σοι τῷ ἀγαθῷ Δεσπότῃ·
Ἀλληλούια.
Ἰδεῖν ἡμᾶς τέλος καλόν, βίου τοῦ ἐπιγείου δεόμεθά σοι τῷ Ἀγαθῷ· σὺ γὰρ ἡμᾶς διδάσκεις, σκοπόν τοῦ βίου καὶ ζωῆς τῆς φθειρομένης εἶναι τοῦ ὁμοιᾶσαι τῷ Πατρί, Ἅγιος γὰρ ἐνυπάρχει· διὸ βοῶμέν σοι ἐν χαρᾷ, ὁμολογοῦντες ταῦτα·
Χαῖρε, ἁγιότητος πηγή τε καὶ πέλαγος·
χαῖρε, ὡραιότητος ἀῤῥήτου τὸ πλήρωμα.
Χαῖρε, τῶν Προφητῶν ἐσομένων ἡ ἐνόρασις·
χαῖρε, τῶν Δικαίων χοροῦ ἡ ἐξύμνησις.
Χαῖρε, ὁ ἐν καρδίαις πραέων ἀναπαυόμενος·
χαῖρε, ὁ ἐν αἵμασι Μαρτύρων ἐνδοξαζόμενος.
Χαῖρε, ὁ τῶν Ἀποστόλων ὁδηγὸς καὶ βακτηρία·
χαῖρε, ὁ τῶν ἐθνῶν δι’ αὐτῶν σωτηρία.
Χαῖρε, ὁ τῶν δακρύων τῶν Ἀσκητῶν ἀποδέκτης·
χαῖρε, ὁ τῶν γραφῶν τῶν Πατέρων συνθέτης.
Χαῖρε, ὁ ὁδηγὸς πάντων ἡμῶν πρὸς τὰ ἄνω·
χαῖρε, ὁ πλοηγὸς ἐν τῷ πελάγι τοῦ βίου.
Χαῖροις θεῖε Παράκλητε.
Κάτω τῷ κειμένῳ, λάμψον μοι, Ἐλεῆμον, φωτὸς χορηγὲ καὶ ἡ τούτου πηγή τε· φάνηθι τῷ ἀθλίῳ, τῷ ἐν παντὶ ἐσκοτισμένῳ, φώτισον τῆς ψυχῆς ἀτραποὺς καὶ νοός μου· ἐπίφανον ἐν φωτί, οὐ πυρί, ἵν’ εὐγνωμόνως ψάλλω σοι·
Ἀλληλούια.
Λαοὶ τὸν ἐμπνευστὴν Παλαιᾶς καὶ Καινῆς τε δοξάζομεν, σεπτὸν Παράκλητον Δεσπότην, οἱ αἵματι Χριστοῦ, ἐνανθρωπήσαντος Λόγου, εὐδοκίᾳ Πατρός, Πνεύματος συνεργείᾳ, ἠγορασμένοι ἄθλιοι, καθ’ ἅ ὁ Παῦλος λέγει· ὅθεν βοήσωμεν Αὐτῷ, τὸν φωτισμὸν αἰτοῦντες·
Χαῖρε, ὁ τοῦ φωτὸς προβολεὺς καὶ πηγή τε·
χαῖρε, ὁ τοῦ σκότους τὰ ἐρέβη σκορπίζων.
Χαῖρε, ὁ τῷ φωτί σου συστησάμενος κόσμον·
χαῖρε, ὁ πρὸς ἐκεῖνο ὁδηγῶν τοὺς ἀνθρώπους.
Χαῖρε, ὁ φωτίζων τῶν Δικαίων τὰς τρίβους·
χαῖρε, ὁ καταυγάζων τὰς βροτῶν διανοίας.
Χαῖρε, ὁ ὑπὲρ ἥλιον διαλάμπων καὶ φαίνων·
χαῖρε, ὁ καταυγάσας τῶν ὑδάτων τὰ σκότη.
Χαῖρε, ὁ τῶν Ἁγίων φωτισμὸς καὶ λαμπρότης·
χαῖρε, ὁ ἐν Προφήταις καὶ Πατράσι λαλήσας.
Χαῖρε, τοῦ ἀνεσπέρου φωτὸς ἡ φαιδρότης·
χαῖρε, πρὸς ὃν βοᾶ ἡ φωτισθεῖσα ἀνθρωπότης·
Χαῖροις θεῖε Παράκλητε.
Μάξιμον ὁ φωτίσας, ἐν εἰρκτῇ γράψαι ὕμνον, ἱκέσιον ὠδήν, παρακλήσεως λόγον, φώτισον τανῦν νοός μου τὰ σκότη, φωνὴν ἀρθρῶσαι, Ἀγαθέ, πρὸς σὴν δοξολογίαν· πρὸς ὃν βοῶμεν οἱ πιστοί·
Ἀλληλούια.
Ναούς ὁ ἁγιάζων τῇ σεπτῇ σου καθόδῳ, τῷ Μύρῳ ὁ τελειῶν τῆς σῆς Ἐκκλησίας, ναὸν τὸν τῆς ψυχῆς κείμενον ἐῤῥειπίοις ἀνόρθωσον, φωτί σου θείῳ καταυγάζων καὶ μύρου νοητοῦ τοῦ σοῦ, Παντελεήμων, τῇ χρήσει καθαγίασον, ὅπως αἰνῶν σε εἴπω·
Χαῖρε, ὁ Ναὸν ἁγιάσας τῆς Σιὼν τὸ πάλαι·
χαῖρε, ὁ εὐλογήσας τὸν ἐν αὐτῇ ἡμῶν νέον.
Χαῖρε, ὁ Σολομῶντα ὡς Προφήτην φωτίσας·
χαῖρε, ὁ Κωνσταντῖνον Βασιλέα ἀναδείξας.
Χαῖρε, ὁ ἐνοικῶν τῷ τῆς Πόλεως τεμένει·
χαῖρε, ὁ χορηγῶν ἐκεῖθεν εὐλογίας.
Χαῖρε, ὁ ἁγιάζων τῆς Παρθένου τὸ ὕδωρ·
χαῖρε, ὁ διανέμων δι’ αὐτοῦ τὰς ἰάσεις.
Χαῖρε, ὁ ἐπιφοιτῶν εἰς καρδίας Δικαίων·
χαῖρε, ὁ ποιῶν ἐκεῖ μονήν, μετὰ Πατρὸς Υἱοῦ τε.
Χαῖρε, καρδιῶν τῶν σῶν πιστῶν ὁ πόθος·
χαῖρε, ναοὺς ποιῶν τῆς σῆς χάριτος ἐκείνας.
Χαῖροις θεῖε Παράκλητε.
Ξενίσαι ἠξίωσας ποτὲ Ἄβραμ τὸν Πατριάρχην, ὑπὸ τὴν Δρῦν τοῦ Μααβρῆ, εἰς τύπον τῆς Τριάδος, Ἀγγέλους τρεῖς· ὅθεν ἡμᾶς ξένους τοῦ κόσμου δεῖξον, οἰκείους δὲ σῆς χάριτος, ἀγγέλους τῆς σῆς δόξης, τοὺς σοὶ βοῶντας ἐκ ψυχῆς, Δέσποτα·
Ἀλληλούια.
Ὅλον μὲ τῷ φωτί σου καταλάμπρυνον, ὅπως φωτὸς ἀνεσπέρου τῆς ἀνέσεως τύχω, φωτὸς ἐνυπάρξω προβολεὺς τοῖς ἐν σκότει καὶ κῆρυξ φωτός, ὁ Παλαμᾶς σοι ἐβόα· μεθ’ οὗ καὶ ἡμεῖς ἐκβοῶμεν τοιαῦτα·
Χαῖρε, ἡ τοῦ φωτὸς πηγὴ ἡ αἰώνιος·
χαῖρε, ὁ τῆς χαρᾶς, τῆς ἐν Τριάδι, συνώνυμος.
Χαῖρε, ὁ τῆς εἰρήνης βραβεύων τὴν χάριν·
χαῖρε, ὁ τοῦ πολέμου καταργῶν δυναστείαν.
Χαῖρε, ἀγαθωσύνης τῶν Πραέων ταμεῖον·
χαῖρε, τῶν παρθένων καὶ ἀγνευόντων δοχεῖον.
Χαῖρε, ἡ τῶν Μαρτύρων ἐν βασάνοις ἐγκαρτέρησις·
χαῖρε, ἡ τῶν Ὁσίων ὑπομονὴ ἐν τοῖς τραύμασι.
Χαῖρε, Ἱεραρχῶν πρὸς ἀγῶνας ἡ ἔμπνευσις·
χαίρε, Ὁμολογητῶν μαρτυρίου ἡ πρόθεσις.
Χαῖρε, ὁ ἐμπνέων δικαιοσύνην ἀνθρώποις·
χαῖρε, ὁ ἐπιχέων ἐπὶ Δικαίοις τὴν χάριν.
Χαῖροις θεῖε Παράκλητε.
Πατρὸς τοῦ Προανάρχου ἱσότιμος ὑπάρχων, Υἱοῦ τε συνανάρχου, Παράκλητε οἰκτίρμων, δέχου τὰς παρ’ ἡμῶν αἰνέσεις, ἅς ἐκ πόθου καὶ ἐκ ψυχῆς δεινῶς πάθεσι τηκομένοις, τοῖς ᾄδουσι πιστῶς, Κύριε·
Ἀλληλούια.
Ῥανίδας ἐλέους ὁμοῦ καὶ χάριτος πέμψον ἡμῖν, Ἀγαθέ, ἐπομβρίζων τοὺς πίστει πρὸς σὲ ἀκλινεῖ καὶ γνησίᾳ ζητοῦντας φωτὸς κοινωνεῖν τοῦ ἐν σοί, Ἐλεῆμον, ἵν’ εὐχαρίστως φθεγγόμεθά σοι ταῦτα·
Χαῖρε, ὁ Μανασσῆν τῇ μετανοίᾳ ἐλκύσας·
χαῖρε, ὁ Σεραφείμ ἐν Σάρωφ χαριτώσας.
Χαῖρε, ὁ τῆς Μαρίας δεξάμενος δάκρυα·
χαῖρε, ὁ Πελαγίαν τοῦ πάθους ῥυσάμενος.
Χαῖρε, Ἰωάννου ἐν τῇ καλύβῃ παρηγορίᾳ·
χαῖρε, Ἀλεξίου ἐν τῷ ἀγῶνι συντροφίᾳ.
Χαῖρε, ὁ Γρηγορίου φωτίσας τὸ σκότος·
χαῖρε, ὁ τοῦ αὐτοῦ ἐμπνεύσας τοὺς λόγους.
Χαῖρε, ὁ χρυσόστομον Ἰωάννην δειξάμενος·
χαῖρε, ὁ δι’ αὐτοῦ αἱρετικοὺς τροπωσάμενος.
Χαῖρε, Γρηγορίου τοῦ Μεγάλου ἡ θεολόγος γλῶττα·
χαῖρε, Μάρκου τοῦ κωφοῦ ἡ παραδείσιος νότα.
Χαῖροις θεῖε Παράκλητε.
Σωτηρίας τὰς τρίβους ἡμῖν διανοίγων, ἐλέει τῷ σῷ ὁδήγησον πάντας πρὸς σέ, Ἀγαθέ, Βασιλεῦ τῶν αἰώνων· ἵνα γνῶμεν ἐν σοὶ τὸν Πατέρα, Υἱόν τε τὸν ἀγάπῃ δι’ ἡμᾶς ἐκ τῆς Ἁγνῆς σαρκωθέντα, ἐκβῶντες ἀεὶ σοὶ τῇ Τριάδι·
Ἀλληλούια.
Τροφὴν ὁ διδούς πάσῃ τῇ κτίσει, ἑστιάτωρ γενοῦ ψυχῇ πεινώσῃ, ἐλέους τοῦ σοῦ καὶ χάριτος ὁμοῦ τε· δός ἡμῖν, Ἀγαθέ, νέκταρ σωτηρίας, αἷμα τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου καὶ Σῶμα, ὅ ἀμβροσίας ὕψιστον τοῦ μύθου ἐνυπάρχει· ὅπως βοῶμέν σοι, Θεὲ ἄναρχε, ἐν Τριάδι·
Χαῖρε, ὁ διατρέφων κόσμον νεύματι μόνῳ·
χαῖρε, ὁ ἐπιστρέφων ἁμαρτωλοὺς ἐκ πλάνης.
Χαῖρε, ὁ χορηγῶν ἄφεσιν ἁμαρτίαις·
χαῖρε, ὁ ἐλεῶν ἐλέει σου ἀφάτῳ.
Χαῖρε, ὁ κινῶν γραφίδα συγγραφέων·
χαῖρε, ὁ ἐμπνέων τοῖς ποιηταῖς τὸν στίχον.
Χαῖρε, ὁ ἡδύνων τήν γλῶτταν τῶν ψαλλόντων·
χαῖρε, ὁ ἐνδυναμῶν χεῖρας τῶν κοπιόντων.
Χαῖρε, ὁ χαριτώνων τῶν σῶν πιστῶν τὸν βίον·
χαῖρε, ὁ καταυγάζων αὐτοὺς φωτὶ οὐρανίῳ.
Χαῖρε, ὁ ἀεὶ παρῶν ἐν τῷ μονήρι βίῳ·
χαῖρε, ὁ συναθλῶν Μαρτύροις μαρτυρίῳ.
Χαῖροις θεῖε Παράκλητε.
Ὑμνεῖν σε τὸν Παράκλητον παυόμενοι πώποτε, Ἀγγέλων τὸν ὕμνον πηλίνοις τοῖς χείλεσι, ἀλλ’ ἐκ καρδίας τῷ πόθῳ τῷ σῷ καιομένης, σοὶ ᾄδομεν, Δέσποτα, τῷ Κυρίῳ, σοὶ κράζοντες·
Ἀλληλούια.
Φωτὸς τὴν πηγὴν καὶ αὐτοῦ τὸν προβολέα, δοξάσωμεν πιστοί, εὐσεβῶς αἰτοῦντες ἀκτῖνα ἐκ τοῦ φωτός, ῥανίδα ἐκ τοῦ ἐλέους δεχθῆναι ἐπὶ νοὸς τὸ ἐρεβῶδες σκότος· προσείπωμεν οὖν αὐτῷ, Πνεύματι Παρακλήτῳ·
Χαίρε, ὁ τῷ φωτὶ καταυγάζων τὰ πέρατα·
χαῖρε, ὁ τῷ ἐλέει κατακλύζων τὰ σύμπαντα.
Χαῖρε, ὁ ἀνυψῶν εὐσεβῶν τὸ πολίτευμα·
χαῖρε, ὁ καταργῶν ἀντικειμένων τὸ στράτευμα.
Χαῖρε, ὁ βασιλεύων ἐπὶ καρδίας Πραέων·
χαῖρε, ὁ ἐλοχεύων ἐπὶ Δικαίων τοὺς νόας.
Χαῖρε, ὁ εὐλογῶν τοὺς ὐλογίαν ζητοῦντας·
χαῖρε, ὁ καθαίρων ἁμαρτανόντων τὸν ῥῦπον.
Χαῖρε, ὁ ἀναμένων ἁμαρτωλῶν τὴν μετάνοιαν·
χαῖρε, ὁ ὑπομένων ἐπὶ καρδίας σκληρότητα.
Χαῖρε, ὁ μακροθυμῶν ἐπ’ ἁμαρτίας ἀνθρώπων·
χαῖρε, ὁ χαίρων ἐπὶ ἑνὸς ἁμαρτωλοῦ μετανοίᾳ.
Χαῖροις θεῖε Παράκλητε.
Χαρᾶς ἡ πηγή, ἀγαθότητος πέλαγος, ὁσιότητος ἕδρα, ἐγκρατείας ὑπόθεσις, σωφροσύνης βραβεῖον, πίστεως κεφάλαιον ἐνυπάρχων, Ἀγαθέ, δέχου δέησιν δούλων σοὶ βοώντων·
Ἀλληλούια.
Ψαλμοῦ περατωθέντος, ὃν ἐξύφανεν πόθος, σοὶ τῷ Παρακλήτῳ, τῷ Θεῷ ἡμῶν, δέχου, ὡς ἐδέχθη ὁ Λόγος λεπτὰ δύο τῆς χῆρας, πλεῖον τούτου οὐδέν μοι τῷ ἀθλίῳ ἐνυπάρχει, πλέον ῥύπου, βορβόρου καὶ ἁμαρτίας ὀζούσης· ἐν τῷ τέλει δέ τούτους σοὶ ἀναπέμπω τοὺς λόγους·
Χαῖρε, ὁ τοῦ Δαυῒδ κινήσας τὴν κινήραν·
χαῖρε, ὁ τοῦ Φοίβου καταργήσας τὴν λῦραν.
Χαῖρε, ὁ καταργῶν δυνατῶν δυναστείαν·
χαῖρε, ὁ ἀνυψῶν τῶν πενήτων τὸ κέρας.
Χαῖρε, ὁ καταργήσας τὴν τοῦ κόσμου σοφίαν·
χαῖρε, ὁ ἐκδιδάξας τοῦ Σταυροῦ τὴν μωρίαν.
Χαῖρε, ὁ Ἀποστόλων πληρῶν τὴν σαγήνην·
χαῖρε, ὁ τοῖς πιστοῖς δαψιλεύων εἰρήνην.
Χαῖρε, ἡ τῶν Πατέρων θεοφόρος μελάνη·
χαῖρε, ἡ Ἁλιέων τῶν ἀνθρώπων σαργάνη.
Χαῖρε, τὸ τῶν νοσούντων φάρμακον καὶ θεραπεία·
χαῖρε, ἡ τῶν καμνόντων θαλπωρὴ ἐν πορείᾳ.
Χαῖροις θεῖε Παράκλητε.
Ὦ Παράκλητε θεῖε, Πνεῦμα τὸ ἀληθές, Πατρὸς Προανάρχου (ἐκ γ΄, μετὰ τῆς ἐπωδοῦ· Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι), πηλίνων ἐκ χειλέων δέχου δοξολογίαν, ὁ τῶν Ἀγγέλων δεχόμενος τὴν αἴνεσιν καὶ τῶν Ἁγίων δεξάμενος τὴν θυσίαν, τῶν βοώντων σοι ἐκ πίστεως·
Ἀλληλούια.
Χαιρετισμοί καταληκτικοί·
Χαῖρε, ὁ εὐδοκήσας τοῦδε ὕμνου τὴν σύλληψιν·
χαῖρε, ὁ οἰκομήσας ἐπὶ τῷ τέλει τὴν ἔκφρασιν.
Χαῖρε, ὁ τὴν γλῶτταν κινήσας πρὸς αἶνον·
χαῖρε, ὁ τοῖς ὠσῖν, ὥσπερ αὔρα θροΐσας.
Χαῖρε, ὁ τοῦ νοὸς κατευθύνας τὴν σκέψιν·
χαῖρε, ὁ τῆς καρδίας ὡραΐσας εἰκόνας.
Χαῖρε, ὁ τῇ ἐμπνεύσει ἐλεήσας σὸν δοῦλον·
χαῖρε, ὁ τῇ ἐκβάσει τοῦτον τέρψας ἀφθόνως.
Χαῖρε, ὁ τὴν πρεσβείαν εἰσακούσας Παρθένου·
χαῖρε, ὁ προσδεξάμενος τὰς εὐχὰς τοῦ Μαξίμου.
Χαῖρε, ὁ τοῦ ἀναξίου ὁδηγήσας τὸν κάλαμον·
χαῖρε, ὁ τοῦ τολμητίου εὐλογήσας τὴν πρόθεσιν.
Χαῖροις θεῖε Παράκλητε.