Χαιρετισμοί εις την Υπεραγία Θεοτόκο την Γοργουπήκοο
Κοντάκιον. Ἦχος δ΄. Τὸ προσταχθέν.
Γοργοϋπήκοε τὸ φῶς ἡ τετοκυῖα, Πατρὸς βουλήσει Θείου Πνεύματος ἐλεύσει, τὴν ψυχὴν καταύγασον φωτὶ θεογνωσίας, λατρεύειν Πατέρα, Λόγον, Πνεῦμα εὐθές, θεάρεστα τοῦ νοεῖν τε πράττειν ἀεί, τρισαγίοις ἐν ᾄσμασιν, ὑμνεῖν τε καὶ προσκυνεῖν, ἐλάμπεσθαι κραυγάζειν σοι· Χαίροις Γοργοϋπήκοε.
Ἄνοιξον Θεοτόκε τὸν νοῦν μου δωρεᾷ οὐρανίῳ, γεραίρειν μεγαλεῖά σου ξένα (γ΄) καὶ σὺν Ἀρχαγγέλοις ὑμνεῖν, χαριτόβρυτόν σε κιβωτὸν ἔμψυχον, χωρήσασαν τὸν ἄρτον τὸν οὐράνιον, βοᾶν σοι πόθῳ·
Χαῖρε, χαρᾶς ἀϊδίου Μήτηρ·
χαῖρε, ἀρᾶς ὀλεθρίου λύσις.
Χαῖρε, παγγενὴς τοῦ Ἀδὰμ ἀνακαίνισης·
χαῖρε, τῆς Προμήτορος Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος ἁγιότητος τὸ ἀνέφικτον κτιστοῖς·
χαῖρε, βάθος ταπεινώσεως οὗ ληπτὸν καὶ νοεροῖς.
Χαῖρε, ὅτι ἠράσθη τοῦ σοῦ κάλλους ὁ Κτίστης·
χαῖρε, ὅτι εἱλκύσθη καθ’ ἡμᾶς καὶ ἐκτίσθη.
Χαῖρε, αὐγὴ ἡμέρας Θεότητος·
χαῖρε, ἁγνὴ Παρθένος μητράναδρος.
Χαῖρε, βροτῶν ἀναγέννησις ξένη·
χαῖρε, πρὸ τῶν αἰώνων προωρισμένη.
Χαίροις Γοργοϋπήκοε.
Βλέψον ἱλέῳ ὄμματί σου, Γοργοϋπήκοε Κόρη ἁγνὴ, ἐπὶ τὴν ταπείνωσίν μου, παραβλέψασά μου τὰ δεινὰ πταίσματα, καὶ βραβεύουσά μοι θεϊκὴν ἄφεσιν, ὡς ἔνθους μεγαλύνω σε, καὶ πόθῳ τῷ Θεῷ τὸν ὕμνον ᾄδω·
Ἀλληλούϊα.
Γνώρισμα εὐσεβείας ἀρετῶν ἡ χορεία, ταπείνωσις ἄριστα μὲν ἡ συνδεσμοῦσα, ἀγάπη δὲ κορωνίς, ἀμφοτέραι δὲ συνεκτικαὶ τῶν ἄλλων πέλουσαι, ἄς κτήσασθαι ἐνίσχυσον, βοῶντάς σοι χαρᾷ τοιαῦτα·
Χαῖρε, θεώσεως ἡ αἰτία·
χαῖρε, ἀνθρώπων ἡ σωτηρία.
Χαῖρε, Χριστοῦ τοῦ Θεοῦ ἡ ἀνάδειξις·
χαῖρε, φωτὸς τοῦ ἀδύτου φανέρωσις.
Χαῖρε, πάντα νοῦν διάθεσιν δοῦσα τῷ Ἀγαπητῷ·
χαῖρε, χάριν ἀντὶ χάριτος συλλαβοῦσα τὸν Χριστόν.
Χαῖρε, χρηστότητος θείας δωρεοδότης·
χαῖρε, χαρίτων ἀύλων ἀγαθοδότις.
Χαῖρε, ἀπαρχὴ τῆς ἡμῶν ἀναπλάσεως·
χαῖρε, τῆς Χριστοῦ μεταχοῦσα ἐγέρσεως.
Χαῖρε, πιστῶν σωτηρία μεγίστη·
χαῖρε, παθῶν θεραπεία ἀρίστη.
Χαίροις Γοργοϋπήκοε.
Δύναμιν ἀπροσμάχητόν μοι παράσχου Μῆτερ, ταπείνωσιν ἀληθῆ τοῦ αἰρεῖσθαι, τὴν συντρίβουσαν πλάνου ἰσχύν, ἀρετῶν ἁπασῶν σύνδεσμον, ὁδόν τε ἀπλανῆ πρὸς σωτηρίαν, τῶν Θεῷ ψαλλόντων·
Ἀλληλούϊα.
Ἔχουσα συμπαθείας θεοβράβευτον πλοῦτον, προσπίπτοντάς σοι Ἁγνὴ ἐν μετανοίᾳ, σὸν Υἱὸν ἐκδυσώπει λυτρωθῆναι παθῶν, καὶ δώρησαι ἡμῖν κατάνυξιν, ὡς ᾄσμασι σὺν δάκρυσι βοᾶν σοι Κεχαριτωμένη·
Χαῖρε, ἡ Μήτηρ τῆς εὐσπλαγχνίας·
χαῖρε, ἡ στάθμη τῆς συμπαθείας.
Χαῖρε, τῆς ἀγάπης Τριάδος ὁμοίωσις·
χαῖρε, ἀγαθότητος θείας ἡ μίμησις.
Χαῖρε, στάχυν γῆ βλαστήσασα τῆς ζωῆς τὸν φυτουργόν·
χαῖρε, Ἄρτον θεῖον φέρουσα τὸν τροφέα τοῦ παντός.
Χαῖρε, ὅτι ὑπάρχεις θεοχώρητος οἶκος·
χαῖρε, ὅτι παρέχεις κατ’ ἐχθρῶν θεῖον νῖκος.
Χαῖρε, λιμὴν ἐν ζάλῃ ἀχείμαστος·
χαῖρε, πολλῶν πταισμάτων λυτήριον.
Χαῖρε, Θεοῦ θησαυρῶν θημωνία·
χαῖρε, πασῶν ἀρετῶν ἁρμονία.
Χαίροις Γοργοϋπήκοε.
Ζώωσον νεκρωθέντα, Ζωοδότην τεκοῦσα θεϊκῇ ἐνεργείᾳ Μαρία, καὶ κατεύθυνόν μου τὴν ζωήν, ὡς προσφέρω ὅλην τῷ Θεῷ ὡς σφάγιον, εὐχάριστον ὡς αἴνεσιν ἐν Πνεύματι Ἁγίω ᾄδω·
Ἀλληλούϊα.
Ἥμαρτον ὑπὲρ πάντας, ἀλλ’ Ἁγνὴ μητρικὴν παῤῥησίαν πρὸς Χριστὸν κεκτημένη, ἵλεων ποίησον ἀναστῆναι θάττον τὸν φθορᾷ κείμενον, Αὐτοῦ τῇ ζωηφόρῳ ἐνεργείᾳ, σοί βοῶντα·
Χαῖρε, θεάρεστος εὐδοκία·
χαῖρε, θεόσδοτος εὐλογία.
Χαῖρε, τῶν ἀνιάτων πανάκεια ἴασις·
χαῖρε, δεινῶν δαιμόνων ἀνίατος μάστιξις.
Χαῖρε, καύχημα τῆς χάριτος ἐξαιρέτως τὸ λαμπρόν·
χαῖρε, τάχος διασώζουσα ἐκ κινδύνων χαλεπῶν.
Χαῖρε, ὅτι ἐγένου ὑπὲρ νοῦν Θεοτόκος·
χαῖρε, ὅτι βαστάζεις παγκρατέοντα Λόγον.
Χαῖρε, ἐναθρωπήσεως Λόγου τὸ αἴτιον·
χαῖρε, συγκαταβάσεως Τούτου τὸ ἕλκυστρον.
Χαῖρε, Θεῷ παντελῶς ἑνωθεῖσα·
χαῖρε, Πνεύματι θείῳ ἁγιασθεῖσα.
Χαίροις Γοργοϋπήκοε.
Θέλων κοινωνοὺς θείας φύσεως Λόγος βροτοὺς ἀπεργάσασθαι, ἦλθες βροτωθεὶς πρὸς ἡμᾶς δι’ ἡμᾶς, ἑκουσίως ὑπομείνας θάνατον, ἀπλώσας δὲ παλάμας ἐν Σταυρῷ, καλεῖ ἅπαντας πρὸς σωτηρίαν ᾄδειν·
Ἀλληλούϊα.
Ἰώμενος καχεξίας τοὺς βροτοὺς Θεὸς Λόγος, δεικνύμενος ὁδὸν σωτηρίας, κατῆλθεν ἐν τῷ ᾅδῃ, θανὼν ὁ ἐκ Παρθένου Ἥλιος, ἐγέρσει δὲ ἐφώτισε τὰ σύμπαντα, ἐλκύσας τοὺς πιστοὺς βοᾶν ἀπαύστως τῇ Εὐλογημένῃ·
Χαῖρε, Ὁσίων δόξα καὶ κλέος·
χαῖρε, Μαρτύρων ἰσχὺς καὶ σθένος.
Χαῖρε, Εὐαγγελίου Χριστοῦ τὸ προοίμιον·
χαῖρε, τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον.
Χαῖρε, τέλος σκοπιμώτατον τῆς σοφίας τοῦ Θεοῦ·
χαῖρε, θάνατον νικήσασα δι’ Υἱοῦ ἀγαπητοῦ.
Χαῖρε, Χριστὸν τεκοῦσα ἀσφαλῆ σωτηρίαν·
χαῖρε, πρὸς θείαν πόλιν ἀπλανὴς ὁδηγία.
Χαῖρε, νοητῶν νεκρῶν ἐγερτήριον·
χαῖρε, βασιλείας Χριστοῦ ἀνοικτήριον.
Χαῖρε, χωρίου Υἱοῦ ἀχωρήτου·
χαῖρε, ταμεῖον Θεοῦ ἀπολύτου.
Χαίροις Γοργοϋπήκοε.
Κόρος τῶν σῶν ἐφυμνίων οὐ προσγίνεται ὅλως· ἀκόρεστον γὰρ τὸ θεῖον οὗ ὁμοίωσις σὺ ὑπερτελής, ἡ τεκοῦσα Λόγον ἐν σαρκὶ Ἄχραντε, θεώσεως τυχοῦσα ὑπὲρ ἔννοιαν, πλουτοῦσα μητρικῶς τὴν ἀγαθότητα, ὦ ψάλλομεν·
Ἀλληλούϊα.
Λάμψον ἐν ταῖς καρδίαις φωτισμὸν ἀληθείας, σκοτόμαιναν παθῶν διαλύων, χαριζόμενος ἡμῖν λιταῖς τῆς Γοργοϋπηκόου σου Μητρός, οὐράνιον ἀπάθειαν, βοῶσι πρὸς τὴν Θεοτόκον·
Χαῖρε, κτισμάτων τιμιωτέρα·
χαῖρε, φωτὸς ἡ καθαρωτέρα.
Χαῖρε, πύλας χαλκὰς τοῦ ᾅδου συντρίψασα·
χαῖρε, Παραδείσου τὰς εἰσόδους ἀνοίξασα.
Χαῖρε, θείαν ὡραιότητα φανερώσασα σαρκί·
χαῖρε, κάλλος καὶ εὐπρέπειαν Λόγον φέρουσα χερσί.
Χαῖρε, βρέφος τεκοῦσα τοῖς πιστοῖς σωτηρίαν·
χαῖρε, λάμψας σοί τὸ φέγγος τοῖς ἐν σκότει ἁγνοίας.
Χαῖρε, πηγὴ ἐξ ἧς τὸ ἀλλόμενον·
χαῖρε, λουτὴρ ψυχῶν καθαρτήριον.
Χαῖρε, νυμφὼν μυστικὸς τοῦ Σωτῆρος·
χαῖρε, Χριστοῦ ἡ ἐσφράγιστος βίβλος.
Χαίροις Γοργοϋπήκοε.
Μέλος ἐναρμόνιον μουσικῆς συμφωνίας μελωδήσαντες, ἀνυμνήσωμεν τὴν Μητέρα Χριστοῦ τοῦ Θεοῦ, προστασίαν πάντων καὶ φρουρὸν ἄμαχον, ἁγνὴν Γοργοϋπήκοον Τριάδι ἐκβοῶντες·
Ἀλληλούϊα.
Νῦξον ἡμῶς καρδίας κατανύξεως πόθῳ, δακρύειν ἀεννάως Παρθένε, ἀποσμῆξαι κηλίδας παθῶν, καθαροί τε ἐποφθεῖναι τῷ Πλάσαντι, ὅπως σοι εὐχαριστοῦντες Ἁγνὴ βοῶμεν·
Χαῖρε, Τριάδος ἡ κατοικία·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, τῶν Πρωτοτόκων τερπνὴ ἀγαλλίασις·
χαῖρε, τῶν Ἀσωμάτων πόθος καὶ ἔλλαμψις.
Χαῖρε, σκέπη ἡ φυλάττουσα θεῖα τέκνα μητρικῶς·
χαῖρε, γνῶσιν ἡ φυτεύσασα τῆς Τριάδος φαεινῶς.
Χαῖρε, πόλις ἁγία οὐρανῶν Βασιλέως·
χαῖρε, θεία πυράγρα τοῦ πυρὸς τοῦ ἀύλου.
Χαῖρε, ζωῆς ἁγίας τὸ ἴνδαλμα·
χαῖρε, βροτῶν καὶ νόων ὑπόδειγμα.
Χαῖρε, πηγῆς ἀθανάτου τὸ ῥεῖθρον·
χαῖρε, καινῆς ἀφθαρσίας τὸ κλεῖθρον.
Χαίροις Γοργοϋπήκοε.
Ξένα καὶ ἀνήκουστα πάντη τὰ σὰ μεγαλεῖα· Θεὸς γὰρ δι’ ἡμᾶς ἑκουσίως βροτωθεὶς δι’ ἀγαθότητα, ἐκ σοῦ ὁρᾶται νήπιος, ὁ πάντων Κύριος, ὡς ἂν στραφῶμεν γεγονότες ὡς παιδίον ἄκακοι, ᾠδὴν Αὐτῷ προσᾴδοντες χαρᾷ το·
Ἀλληλούϊα.
Ὅλην σου τὴν ἔφεσιν μόνη Θεῷ δοῦσα μεγίστῃ σπουδῇ, ὁ ἀπερίγραπτος Λόγος ἀντιδόσει κρείττονι, βουλῇ τοῦ Πατρὸς ὅλος ἐπεδόθη σοι Υἱός σου γενόμενος, ἐπελεύσει τοῦ Ἁγίου Πνεύματος φανεὶς θεάνθρωπος, σὲ Θεοτόκον ἐργασάμενος· ὅθεν ἀκούεις ταῦτα·
Χαῖρε, λυχνία φωτὸς ἀδύτου·
χαῖρε, πληροῦσα χαρᾶς ἀπείρου.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ καινότατον·
χαῖρε, μυστηρίων Αὐτοῦ τὸ ἀπόῤῥητον.
Χαῖρε, ὥσπερ θρόνος φέρουσα τὸν Δεσπότην καὶ Θεόν·
χαῖρε, πάντων ὑπερέχουσα αἰσθητῶν καὶ νοητῶν.
Χαῖρε, φύσιν λαβοῦσα θεϊκῇ ἐνεργείᾳ·
χαῖρε, βρέφος τεκοῦσα Πατρικῇ εὐδοκίᾳ.
Χαῖρε, ναὲ τῆς θεότητος ἅγιε·
χαῖρε, πηγὴ τῶν χαρίτων ἀκένωτε.
Χαῖρε, ἐξ ἧς ἐγεννήθη ὁ Κτίστης·
χαῖρε, δι’ ἧς ἐκαινίσθη ἡ κτίσις.
Χαίροις Γοργοϋπήκοε.
Πέπαυται τῶν δαιμόνων τῆς ἀπάτης ἡ πλάνη, ἀντ’ αὐτῆς δὲ εἰσήχθη ἡ γνῶσις τῶν μυστηρίων Τριάδος· πεφανέρωται γὰρ διὰ σοῦ Θεὸς Λόγος Δέσποινα, ὁδός, ζωή, ἀλήθεια, φωτὶ οὗ καταλάμπονται πιστοὶ προσάδοντες τὸν ὕμνον·
Ἀλληλούϊα.
Ῥήμασι θεοφθόγγοις ἀνυμνοῦμέν σε πόθῳ, ὡς ὄντως Θεοτόκον Παρθένε, σὺν Πατρί, σῷ Υἱῷ καὶ τῷ Πνεύματι, σέβας ὡς Θεῷ νέμοντες, Τριάδα εὐσεβῶς λατρεύοντές σοι ἐκβοῶμεν·
Χαῖρε, Παραδείσου εὐωδίας·
χαῖρε, φυτὸν τῆς ἀθανασίας.
Χαῖρε, Σοφίας Θεοῦ ἡ γεννήτρια·
χαῖρε, πιστῶν πρὸς Αὐτὴν Ὁδηγήτρια.
Χαῖρε, ὕδωρ θεῖον βλύσασα τῆς εἰρήνης ποταμόν·
χαῖρε, ἄβυσσον πηγάσασα ἀμετρήτων οἰκτιρμῶν.
Χαῖρε, ὅτι ἐπεφάνη ἀρετὴ καὶ ὑψώθη·
χαῖρε, ἐμαράνθη ἡ ἀπάτη ἐσβέσθη.
Χαῖρε, ἁμαρτανόντων τὸ ἰλαστήριον·
χαῖρε, τῶν ἐν ἀνάγκαις τὸ καταφύγιον.
Χαῖρε, δι’ ἧς ἐφωτίσθη ὁ κόσμος·
χαῖρε, δι’ ἧς ἐμωράνθη ὁ πλάνος.
Χαίροις Γοργοϋπήκοε.
Σῶσόν με ἡ ἐλπίς μου καὶ σκέπη καὶ προστασία· πρὸς σὲ γὰρ ἀνεθέμην πᾶσάν μου προσδοκίαν Γοργοϋπήκοε, ὅτι τὸν Σωτῆρα Ἰησοῦν ἔτεκες, ὦ πρέπει δόξα σὺν Πατρὶ καὶ Πνεύματι, σεπτῇ Τριάδι, ἧ βοῶμεν·
Ἀλληλούϊα.
Τόπος ἐν ᾧ ἐφάνη ὁ Θεὸς ἐν ἀνθρώποις, βουλόμενος θεῶσαι τὴν φύσιν, οὐράνιος κατοικία, σὺ βίβλος ζωῆς, ἐν ᾗ Χριστὸς κατοικεῖν ἠρετήσατο, ἐδείχθης Μητροπάρθενος, ὁ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ μόνη Εὐλογημένη·
χαῖρε, ἁγνὴ Κεχαριτωμένη.
Χαῖρε, τοῦ παρόντος αἰῶνος λαμπρὰ ἀποκάλυψις·
χαῖρε, σοφὴ τοῦ μέλλοντος ἀσάλευτος ἀνακαίνισις.
Χαῖρε, ὅτι ἐφανέρωσας ἀγαθότητα Θεοῦ·
χαῖρε, ὅτι σὺ ἀπέδειξας τὴν χρηστότητα Αὐτοῦ.
Χαῖρε, τοῦ ὄντως Ὄντος ἐν σαρκὶ πρὸς ἡμᾶς παρουσία·
χαῖρε, χριστεπωνύμων ἡ πολλὴ πρὸς Αὐτὸν παῤῥησία.
Χαῖρε, Χριστοῦ λαμπρὸν οἰκητήριον·
χαῖρε, καλῶν ἔργων τὸ βραβευτήριον.
Χαῖρε, σωτηρίαν τῷ κόσμῳ τεκοῦσα·
χαῖρε, ἱλασμὸν τοῖς πιστοῖς παρασχοῦσα.
Χαίροις Γοργοϋπήκοε.
Ὕμνοις Γοργοϋπήκοε σὲ κατὰ χρέος τιμῶντες, λατρεύομεν τὸν θεῖον Υἱόν σου, Ὁμοούσιον ὁμοῦ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι, Βασιλείαν Ἄναρχον, τρισσὸν ὕμνον προσάδοντες, φαιδροὶ σὺν Ἀρχαγγέλοις τε Τριάδι ψάλλοντες·
Ἀλληλούϊα.
Φωταυγὸν ἡ τεκοῦσα Φωτοδότην Σωτῆρα, τὸν Ἥλιον τῆς δικαιοσύνης, φωτοδότιδα αἴγλήν μοι βράβευσον, ὑμνοῦντί σου πανευσεβῶς τὰ θεῖα μυστήρια, καὶ μεγαλύνοντι τὴν δόξαν σου Γοργοϋπήκοε, σὺν νόοις ἐκβοῶντί σοι·
Χαῖρε, ἡ Μήτηρ τοῦ Ζωοδότου·
χαῖρε, ἡ πύλη τοῦ Φωτοδότου.
Χαῖρε, τῆς ἀγάπης Θεοῦ λαμπρὰ ἔνδειξις·
χαῖρε, τῆς σοφίας Αὐτοῦ ἡ ἀπόδειξις.
Χαῖρε, Ἥλιον ἐμφαίνουσα φῶς ἐν σκότει ἱλαρόν·
χαῖρε, Ὄρος ἐξ οὗ τέτμηται τῆς ζωῆς ὁ Ἀρχηγός.
Χαῖρε, ἡ φανεροῦσα τῆς Τριάδος τὸ κράτος·
χαῖρε, ἡ μετασχοῦσα Ταύτης δόξης ἀφράστως.
Χαῖρε, ἁπάντων κτισμάτων Βασίλισσα·
χαῖρε, τῆς ἄνω Ἱερουσαλὴμ ἡ εὐπρέπεια.
Χαῖρε, ἀύλων δώρων ἡ χορηγία·
χαῖρε, βροτῶν καὶ νόων ἡ ὑμνωδία.
Χαίροις Γοργοϋπήκοε.
Χαῖρε Μήτηρ Κυρίου Γοργοϋπήκοε Κόρη, ἡ χάριν δεξαμένη Μαρία, τὴν ἀσύγκριτον ὑπερφυῶς, ἀλλὰ σπλαγχνισθεῖσα καὶ ἡμᾶς χάριτος ἀξίου, μεγαλύνοντας σὸν Τόκον, ὦ βοῶμεν οὕτως·
Ἀλληλούϊα.
Ψάλλοντες τῇ Τριάδι τὸν Τρισάγιον ὕμνον, ἀνυμνοῦμέν σε, ὡς θεῖον ἱερὸν Θεοτόκε Γοργοϋπήκοε· ἐν σοὶ γὰρ οἰκήσας Χριστὸς, ἡ τοῦ Ὑψίστου εὐπρεπὴς δύναμις, ἀνύψωσεν, ἐθέωσεν, ἐδίδαξε, βοᾶν σοι πάντας·
Χαῖρε, Ἁγίων ἡ ἁγιότης·
χαῖρε, Παρθένων θεία φαιδρότης.
Χαῖρε, κιβωτὲ πληρωθεῖσα τῆς χάριτος·
χαῖρε, ἡ πηγὴν δεξαμένη θεότητος.
Χαῖρε, σκεῦος καθαρώτατον τῶν ἀύλων θησαυρῶν·
χαῖρε, πνέουσα τοῦ Πνεύματος εὐωδίας φωτισμόν.
Χαῖρε, ἔμπνους κιθάρα μελωδοῦσα τὰ θεῖα·
χαῖρε, χάριτος λύρα, Ἐκκλησίας κινύρα.
Χαῖρε, δι’ ἧς τὰ πάντα εὐφραίνονται·
χαῖρε, δι’ ἧς χαρὰ ἐν τοῖς πέρασι.
Χαῖρε, ἐλπίς μου καὶ σωτηρία·
χαῖρε, γοργόπτερος προστασία.
Χαίροις Γοργοϋπήκοε.
Ὦ Γοργοϋπήκοε Μῆτερ ἡ τεκοῦσα τὸν πάντας Ἁγίους ἁγιάζοντα Λόγον (γ΄), δεξαμένη τὴν νῦν προσφοράν, σὲ ὑμνοῦντας πόθῳ καθαγίασον καὶ Βασιλείας Οὐρανῶν ἀξίωσον, τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος δ΄. Τὸ προσταχθέν.
Γοργοϋπήκοε τὸ φῶς ἡ τετοκυῖα, Πατρὸς βουλήσει θείου Πνεύματος ἐλεύσει, τὴν ψυχὴν καταύγασον φωτὶ θεογνωσίας, λατρεύειν Πατέρα, Λόγον, Πνεῦμα εὐθές, θεάρεστα τοῦ νοεῖν τε πράττειν ἀεί, τρισαγίοις ἐν ᾄσμασιν, ὑμνεῖν τε καὶ προσκυνεῖν, ἐλάμπεσθαι κραυγάζειν σοι· Χαίροις Γοργοϋπήκοε.
Χαιρετισμοί εις την Υπεραγία Θεοτόκο την θαυματουργό Γοργοϋπήκοο
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Δοχειαρίου ἡ Μονὴ ἐν κόλποις ἔχουσα τὸ σὸν περίπτυστον ἐκτύπωμα ἀγάλλεται, ὑπερύμνητε Παρθένε, καὶ ἀνακράζει κλῖνον τάχος οὗς εὐήκοον τοῖς σπεύδουσι τῇ θερμῇ σου ἀντίληψει μετὰ πίστεως καὶ κραυγάζουσι· χαίροις Γοργοϋπήκοε.
Οἱ Οἶκοι
Ἄθωνος ὡραιότης, καταφεύγομεν πάντες τῇ σῇ, Γοργοϋπήκοε, σκέπῃ, (ἐκ γ΄) μοναστῶν καὶ μιγάδων χοροὶ καὶ ψαλμοῖς εὐήχοις σὲ πιστῶς στέφομεν ὡς μόνην ἐκβλαστήσασαν Χριστόν, ἀναβοῶντες ταῦτα·
Χαῖρε, σεπτὸν τοῦ Δεσπότου σκῆνος·
Χαῖρε, λαμπρὸν Παρακλήτου σκεῦος.
Χαῖρε, γλυκασμὲ τῶν Ἀγγέλων αἰώνιε·
Χαῖρε, ἱλασμὲ τῶν πιστῶν ἱερώτατε.
Χαῖρε, τράπεζα ἡ φέρουσα ἀφθαρσίας τὴν τροφήν·
Χαῖρε, γέφυρα συνδέουσα οὐρανόν τε καὶ τὴν γήν.
Χαῖρε, ὅτι ὑπάρχεις ποταμὸς ἰαμάτων·
Χαῖρε, ὅτι ἐδείχθης αὖλαξ θείων ναμάτων.
Χαῖρε, ὀλὰς φαρμάκων ἡ νέμουσα·
Χαῖρε, λαμπὰς ἡ σκότη φωτίζουσα.
Χαῖρε, δι’ ἧς ἰατρεύονται πάθη·
Χαῖρε, δι’ ἧς καταγάλλονται πλήθη.
Χαίροις, Γοργοϋπήκοε.
Βάθρον στεῤῥὸν ἁγνείας καὶ κρηπὶς παρθενίας, ἁγνότητος ἀνάδειξον στήλας τοὺς τὴν σὴν παναγίαν μορφὴν προσκυνοῦντας πίστει ἀκραιφνεῖ πάντοτε, σεμνὴ Γπργοϋπήκοε, καὶ κράζοντας φωναῖς αἰσίαις·
Ἀλληλούια.
Γέρας Δοχειαρίου, προμηθεὺς καὶ ακέστωρ ὑπάρχεις τοῦ χοροῦ μονοτρόπων καὶ ἀπάντων πιστῶν ἀρωγός, τῶν σπευδόντων πόθῳ σὸν λαμπρὸν ἔκτυπον ἀσπάσασθαι, Πανάχραντε, καὶ ὕμνοις μελιχροῖς βοῆσαι·
Χαῖρε, τοῦ Ἄθῳ εὐκοσμία·
Χαῖρε, λαοῦ σου ἡ σωτηρία.
Χαῖρε, ἐκζητούντων τὴν χάριν σου πλήρωμα·
Χαῖρε, εὐσεβούντων φαιδρὸν ἀγαλλίαμα.
Χαῖρε τεῖχος καὶ ὀχύρωμα σεβασμίας σου Μονῆς·
Χαῖρε, εὖχος τιμιώτατον ὁμηγύρεως τῆς σῆς.
Χαῖρε, Δοχειαρίου ταχινὴ ἀντιλῆπτορ·
Χαῖρε, τοῦ χριστωνύμου πλήθους θεία συλλῆπτορ.
Χαῖρε, ἐμῶν τῶν πόνων διάλυμα·
Χαῖρε, δεσμῶν θανάτου ἀπάλλαγμα.
Χαῖρε, χαρὰ τῶν ἐν θλίψεσιν ὄντων·
Χαῖρε, φθορὰ παντελὴς τῶν ἀπίστων.
Χαίροις, Γοργοϋπήκοε.
Δρόσον ὡς μυροβόλον, χοϊκῶν τὰς καρδίας πιαίνουσαν, τὰς σὰς ἱκεσίας λογιζόμεθα πρὸς τὸν Θεὸν καὶ σεπτὸν Υἱόν σου, θεϊκῆ πρέσβειρα ἡμῶν, Γοργοϋπήκοε, καὶ ὕμνοις μυστικοῖς βοῶμεν·
Ἀλληλούια.
Ἔχει ὁ θόλος ἄνω οὐρανῶν τὴν ψυχήν σου καὶ σῶμα σου, παρθένε Μαρία, ἐξαστράπτοντα καὶ σὴν μορφὴν τὴν ἁγίαν ὥσπερ τιμαλφὲς κόσμημα τὸ θείον Δοχειάριον, πρὸς ἣν μελισταγῶς κραυγάζει·
Χαῖρε, μονοτρόπων χοροῦ καταφύγιον·
Χαῖρε, θλιβομένων γλυκὺ παραμύθιον.
Χαῖρε, πέλαγος ἀπύθμενον τῆς πρὸ πέλας ἀρωγῆς·
Χαῖρε, ἥλιος σεμνότητος καὶ ἁγνείας φωταυγής.
Χαῖρε, χειμαζομένων ὁ πανεύδιος ὅρμος·
Χαῖρε, τῶν κλονουμένων ἀδιάῤῥηκτος στῦλος.
Χαῖρε, σοφῶν προτύπωμα ἄριστον·
Χαῖρε, πιστῶν ἐδραίωμα ἄσειστον.
Χαῖρε, τυφλῶν ἡ στεῤῥὰ βακτηρία·
Χαῖρε, ἡμῶν φοβερὰ προστασία.
Χαίροις, Γοργοϋπήκοε.
Ζόφωσιν ἀτεκνίας ἡ ἁγία Εικών σου αὐτῇ τοῖς εὐλαβῶς προσιοῦσι διαλύει καὶ ἄῤῥητον φῶς εὐτεκνίας σθένει θεϊκῷ ἅπασι πιστοῖς, Γοργοϋπήκοε, δωρεῖται τοῖς τρανῶς βοῶσιν·
Ἀλληλούια.
Ἤνοιξας παρηκόου μοναχοῦ ποτε Νείλου τὰ ὄμματα σῷ σθένε, Παρθένε, ὃν εἰργάσω ἀόμματον πρίν, ταῖς αὐτοῦ ἀπαύστοις προσευχαῖς, Δέσποινα, ὑπείκουσα· διόπερ σοι βοῶμεν· εὐθαρασῶς τοιαῦτα·
Χαῖρε, ἐλπὶς τῶν ἀπελπισμένων·
Χαῖρε, σανὶς τῶν θαλαττευόντων.
Χαῖρε, ἀνιάτως νοσούντων ἡ ἴασις·
Χαῖρε, κατωδύνως πασχόντων ἀνάψυξις.
Χαῖρε, ἶρις ποικιλόχροε γεγονότων θαυμαστῶν·
Χαῖρε, λάμψις χρυσαυγίζουσα ἀρετῶν παντοδαπῶν.
Χαῖρε, ὅτι διώκεις λοιμικὰς ἀσθενείας·
Χαῖρε, ὅτι σκεδάζεις ζοφερὰς ἀῤῥωστίας.
Χαῖρε, πυξὶς ἀνθρώπων ἀλανθαστος·
Χαῖρε, κρηπὶς μερέπων στερέμνιος.
Χαῖρε, δι’ ἧς οἱ ἐχθροὶ ἐκπορθοῦνται·
Χαῖρε, δι’ ἧς εὐσεβεῖς κραταιούνται.
Χαίροις, Γοργοϋπήκοε.
Θεῖον ἔχουσα ὄλβον καὶ ἀσύληπτον πλοῦτον, Ἁγνή, Δοχειαρίου ἡ μάνδρα τὴν Εικόνα σου, πίστει πολλῇ ἐν δεινοῖς αὐτῇ περιχαρῶς σπεύδουσα, τὰς δόσεις τῆς σῆς χάριτος λαμβάνει καὶ τρανῶς κραυγάζει·
Ἀλληλούια.
Ἴδοιμί σε, Παρθένε, ἐν τῇ ὥρᾳ θανάτου διώκουσαν δαιμόνων τὰ πλήθη καὶ ὁδὸν εὐκρινῶς σωστικὴν τὴν πρὸ φῶς καὶ δόξαν οὐρανῶν ἄῤῥευστον ἰθύνουσαν, Πανύμνητε, ὡς ἂν ἀεὶ τρανῶς βοῶ σοι·
Χαῖρε, Θεοῦ προανάρχου Νύμφη·
Χαῖρε, Υἱοῦ συνανάρχου Μήτηρ.
Χαῖρε, ἐκ κινδύνων πολλῶν ἀπαλλάτουσα·
Χαῖρε, ἐκ παγίδων τοῦ πλάνου ἡ σώζουσα.
Χαῖρε, κρήνη ἡ προχέουσα ἰαμμάτων ὀχετούς·
Χαῖρε, κλίνη χρυσοπόρφυρε ἀναπαύουσα πιστούς.
Χαῖρε, τῶν οἰκετῶν σου παρακλῆτορ ταχεῖα·
Χαῖρε, τῶν ὑμνητῶν σου ἀντιλῆπτορ ἁγία.
Χαῖρε ἐχθροῦ τὰ κέντρα συντρίβουσα·
Χαῖρε, αὐχμοῦ τὰ νέφη σκορπίζουσα.
Χαῖρε, δεινῆς ἀῤῥωστίας ἡ λύσις·
Χαῖρε, ψυχῆς τῆς ἐμῆς ὡραιότης.
Χαίροις, Γοργοϋπήκοε.
Κλέπτας σῇ μεσιτείᾳ φανεροῖς τοῦ πλησίον συλήσαντας τὰ χρήματα, Μῆτερ, καὶ αὐτὰ ἀποδίδως γοργῶς τῷ δικαίως πάλαι καὶ καλῶς ἔχοντι, κλεινὴ Γοργοϋπήκοε, ψαλμοῖς ἀναβοῶντι θείοις·
Ἀλληλούια.
Λάμπει δύσις, ἑώα καὶ βορῥᾶς τε καὶ νότος φαιδρῶς, Γοργοϋπήκοε κόρη, ἐκ φωτὸς τῶν χαρίτων τῶν σῶν καὶ τῶν ξένων ὄντως, ἃ τέλεις ἅπασι πιστῶς παρακαλοῦσί σε καὶ κράζουσι φωναῖς εὐήχοις·
Χαῖρε, σεμνῶς ἡ κεκοσμημένη·
Χαῖρε λαμπρῶς ἡ ἐστολισμένη.
Χαῖρε, μοναζόντων θερμὸν καταφύγιον·
Χαῖρε, ποντουμένων ἐν βίῳ προσφύγιον.
Χαῖρε, σὺ γὰρ εἶ μεσίτρια γηγενῶν ἁμαρτολῶν·
Χαῖρε, σὺ γὰρ ἐγγυήτρια πέλεις πάντων πρὸς Θεόν.
Χαῖρε, ὅτι ἀνόμων τὴν κακίαν συντρίβεις·
Χαῖρε, ὅτι ἀκρίδων τὸν ἑσμὸν ἀπελαύνεις.
Χαῖρε, κακῶν πιστοὺς ἡ ἐξάγουσα·
Χαῖρε, παθῶν ἡμᾶς ἀπαλλάτουσα.
Χαῖρε, τερπνὴ μυροθήκη τοῦ Λόγου·
Χαῖρε, κοινὴ προστασία τοῦ κόσμου.
Χαίροις, Γοργοϋπήκοε.
Μάνδρας Δοχειαρίου φωτοπάροχε λύχνε, τὰ σκότη ἀκηδίας ταχέως ἐξ ἡμῶν τῶν σπευδόντων πιστῶς προσκυνῆσαι, Ἄχραντε, τὸ σὸν ἔκτυπον, ἁγνὴ Γοργοϋπήκοε, ἐκδίωξον καὶ πίθε κράζειν·
Ἀλληλούια.
Νέον ποτὲ κλαπέντα ἐκ ληστῶν ἐλυτρώσω, φιλόστοργος ὡς Μήτηρ ὀφθεῖσα, προσκαλοῦσα αὐτὸν πρὸς σαυτὴν ἐν νυκτί, Παρθένε, ἕως οὗ χάριτι αὐτὸν σῇ ἐφυγάδευσας καὶ ἤγειρας βοᾶν σοι ταῦτα·
Χαῖρε, νεότητος προστασία·
Χαῖρε, τοῦ σύμπαντος θυμυδία·
Χαῖρε, τῶν μητέρων θειότατον κλέϊσμα·
Χαῖρε, τῶν ἁγίων Ἀγγέλων ἀπαύγασμα.
Χαῖρε, πύργος ἀδιάσειστος τῆς πιστῶν καταφυγής·
Χαῖρε, ἄνθος εὐωδέστατον ἁγιότητος τῆς σῆς.
Χαῖρε, ὅτι ὀδόντας τῶν δρακόντων συνθλάττεις·
Χαῖρε, ὅτι τὰς κόρας τῶν λῃστῶν κατακλείεις.
Χαῖρε, εἰκὼν Ἁγνῆς θαυματόβρυτε·
Χαῖρε, λειμὼν ἁγνείας ἡδύπνευστε.
Χαῖρε, γεένης ἡμᾶς λυτρουμένη·
Χαῖρε, ἁπάσης φθορᾶς ῥυομένη.
Χαίροις, Γοργοϋπήκοε.
Ξένον πρόξενος πέλεις ὑπὲρ λόγον, Παρθένε, Μονῆς Δοχειαρίου σεμνότης· σὺ γὰρ κόρας νηπίου τυφλοῦ θαυμαστῶς ἐκ νόσου λοιμικῆς ἤνοιξας καὶ ἤγειρας πρὸς αἶνόν σου αὐτοῦ τοὺς συγγενεῖς βοῶντας·
Ἀλληλούια.
Ὅλην μου τὴν ἐλπίδα ἀνατίθημι πίστει εἰς σε, Γοργοϋπήκοε, κράζων· μὴ παρίδης κἀμοῦ προσευχάς, ἀλλὰ στῆσον ἄλγος ψυχικόν, Δέσποινα, ἡ ῥῦσιν πάλαι στήσασα αἱμάτων μοναχοῦ βοῶντος·
Χαῖρε, λαμπὰς φωταυγὴς τοῦ κτίστου·
Χαῖρε, παστὰς διαυγὴς τοῦ Λόγου.
Χαῖρε, Ἀσωμάτων Μονῆς ἐγκαλλώπισμα·
Χαῖρε, τῶν ἀΰλων δυνάμεων σέμνωμα.
Χαῖρε, νόσων ἀποδίωξις ζοφερῶν καὶ λοιμικῶν·
Χαῖρε, πάντων ἡ ἀνάῤῥωσις ἀσθενῶν χριστιανῶν.
Χαῖρε, ἀπηλπισμένων φωτεινὴ ὁδοδείκτης·
Χαῖρε, ἀπεγνωσμένων καὶ καμνόντων προστάτις.
Χαῖρε, αἱμάτων ῥῦσιν ἡ παύσασα·
Χαῖρε, θαυμάτων βρύσις ἡ πέλουσα.
Χαῖρε, χαρὰ παντελὴς τῆς ψυχῆς μου·
Χαῖρε, φαιδρὰ λαμπηδὼν τῆς ζωῆς μου.
Χαίροις, Γοργοϋπήκοε.
Πᾶσαι αἱ τῶν μερόπων καὶ Ἀγγέλων χορεῖαι, Μονῆς Δοχειαρίου κοσμῆτορ, σὲ ὑμνοῦσι φωναῖς ἱεραῖς ὡς θαυμάτων κρήνην ἀληθῶς ἄφθονον, κίρνῶσαν τοὺς προσπίπτοντας σοι πόθῳ καὶ ἀεὶ βοῶντας·
Ἀλληλούια.
Ῥῶσιν τάχος νοσοῦσιν εὐσεβέσι βραβεύεις, σεμνὴ Γοργοϋπήκοε, πᾶσιν, ὥς ποτε γυναικὸς ἀσθενοῦς τὸ καρκίνου πάθος ἐκ χειρὸς ἤλασας καὶ ἔπιθες κραυγάζειν σοι αὐτὴν ἀξιοχρέως ταῦτα·
Χαῖρε, καρκίνου ἡ θεραπεία·
Χαῖρε, τοῦ κόσμου σκέπη ἡ θεία.
Χαῖρε, ἡ τὰ ὦτα κωφῶν διανοίγουσα·
Χαῖρε, ἡ τὰ σκῆπτρα ἁγνείας φυλάττουσα.
Χαῖρε, ὅτι σῷ προστάγματι πᾶσα φύσις πειθαρχεῖ·
Χαῖρε, ὅτι σῷ κελεύσματι παύει κλύδωνος ὁρμή.
Χαῖρε, ἡ τὰς αἰτήσεις εὐσεβούντων πληροῦσα·
Χαῖρε, ἡ τὰς παγίδας τοῦ βελίαρ πατοῦσα.
Χαῖρε, φλογμὸν παθῶν ἡ σβεννύουσα·
Χαῖρε, παντὸς κινδύνου ἐξαίρουσα.
Χαῖρε, δι’ ἧς κατεπόθη ὁ ᾅδης·
Χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.
Χαίροις, Γοργοϋπήκοε.
Σάλῳ ἁμαρτημάτων περιπίπτοντες φαύλων καὶ βίου ζοφεραῖς τρικυμίαις, καταφεύγομεν εἰς τὸ σεπτὸν ἔκτυπον σου, Μῆτερ, καὶ θερμῶς κράζομεν· γενοῦ, Γοργοϋπήκοε, ἡμῖν προστάτις τοῖς ἀεὶ φωνοῦσιν·
Ἀλληλούια.
Τί σοι προσάξω δῶρον τῇ γοργῇ ἀρωγῷ μου ἐν πάσαις περιστάσεσι βίου; Σὺν πιστῶν ἀνακράζω χοροῖς Γοματίου, οὕσπερ ἐξ ὀργῆς ἔσωσας ἀπίστου, Κόρη, ἄρχοντος, καὶ πόθῳ ἐκβοῶ σοι ταῦτα·
Χαῖρε, τὸ ᾆσμα τῆς Ἐκκλησίας·
Χαῖρε, τὸ θαύμα τῆς παρθενίας.
Χαῖρε, παρειμένων ταχεῖα ἀνόρθωσις·
Χαῖρε, πενομένων γλυκεῖα ἀντίληψις.
Χαῖρε, πάντερπνον ψαλτήριον προφητάνακτος Δαυΐδ·
Χαῖρε, πάνσεπτον θησαύρισμα Χερουβὶμ καὶ Σεραφίμ.
Χαῖρε, ὅτι ἀκρίδας εἰς τὴν θάλασσαν ῥίπτεις·
Χαῖρε, ὅτι σὰς χεῖρας εἰς τοὺς χρῃζοντας τείνεις.
Χαῖρε, αὐλὰς Ἐδὲμ ἡ καλλύνουσα·
Χαῖρε, ψυχὰς σῶν δούλων ἡ σώζουσα.
Χαῖρε, λαμπρὸν Ὄρους Ἄθωνος στέμμα·
Χαῖρε, φαιδρὸν πρὸς τοὺς πάσχοντας ὄμμα.
Χαίροις, Γοργοϋπήκοε.
Ὕμνος ἅπας ἁρμόζει τῇ Γοργοϋπηκόῳ Μητρὶ τοῦ Λυτρωτοῦ τῶν ἀνθρώπων, ταῖς ἡμῶν προφθάνουσῃ ἀεὶ συμφοραῖς καὶ βλάβαις τοῦ πικροῦ ὄφεως· διὸ αὐτὴν γεραίροντες φωνοῦμεν ἀσιγήτῳ γλώσσῃ·
Ἀλληλούια.
Φλέγει με θεῖος ἔρως καθορᾶν σου τὸ κάλλος καὶ φέγγος τῆς ἁγίας μορφῆς σου καὶ οὐ κόρον λαμβάνω ὑμνεῖν σε, χαρὰ καὶ σέβας ἱερὸν Ἄθωνος· διὸ πρὸ τῆς Εἰκόνος σου βοῶ γονυπετῶς σοι ταῦτα·
Χαῖρε, τὸ κῦδος Δοχειαρίου·
Χαῖρε, τὸ κλέος παντὸς τοῦ κόσμου.
Χαῖρε, ἀκεσώδυνον φρέαρ ἰάσεων·
Χαῖρε, πολυτίμητον Λόγου ἀνάκτορον.
Χαῖρε, ὦ Γοργοϋπήκοε Θεοτόκε θαυμαστή·
Χαῖρε, Μῆτερ ἀπειρόγαμε τοῦ Ὑψίστου ἀγλαή.
Χαῖρε, ὅτι ἐλαύνεις ἀθυμίας τὰ νέφη·
Χαῖρε, ὅτι συντρίβεις τῶν δαιμόνων τὰ στίφη.
Χαῖρε, δι’ἣν ὁ Ἄθως σεμνύεται·
Χαῖρε, δι’ ἧς ἡ πίστις κρατύνεται.
Χαῖρε, χαρὰ καὶ παράκλησις πάντων·
Χαῖρε, φθορὰ τῶν ἀνόμων καὶ πλάνων.
Χαίροις, Γοργοϋπήκοε.
Χαῖρε, Δοχειαρίου ἡ Μονή, καὶ εὐφραίνου, ὡς ἔχουσα προστάτιδα θείαν καὶ σεπτὴν ἀρωγὸν τοῦ παντὸς τὴν Κυρίαν, ἧς τῇ ἱερᾷ σπεύδοντες Εἰκόνι, χάριν ἄφθονον λαμβάνομεν, πιστῶς βοῶντες·
Ἀλληλούια.
Ψαύοντες σῆς Εἰκόνος τῆς ἁγίας, Παρθένε, καὶ ᾄδοντες ἱκέσιον βίβλον, δυσωποῦμέν σε· θραῦσον δεσμοὺς ἁμαρτίας πάσης σαῖς εὐχαῖς τάχιστα ἡμῶν, Γοργοϋπήκοε, ὡς ἄν σοι εὐλαβῶς βοῶμεν·
Χαῖρε, κρατὴρ ἀειζώου μύρου·
Χαῖρε, πρηστὴρ ἐχθροῦ μισοκάλου.
Χαῖρε, Σιλωὰμ κολυμβήθρα ἐν Ἄθωνι·
Χαῖρε, Μαριὰμ, βοηθὲ ἐν τοῖς κλύδωσι.
Χαῖρε, ὅτι σὸν εἰκόνισμα πέλει ξένων ποταμός·
Χαῖρε, ὅτι σὸν ἐκτύπωμα ὤφθη νόσων ἰατρός.
Χαῖρε, Δοχειαρίου τοῦ σεμνείου τὸ κάλλος·
Χαῖρε, τῆς οὐρανίου ὁμηγύρεως στέφος.
Χαῖρε, θερμὴ ἐν βίῳ ἀντίληψις·
Χαῖρε, γοργὴ νοσούντων ἐπίσκεψις.
Χαῖρε, μορφὴ ἱλαρὰ τῆς Παρθένου·
Χαῖρε, στακτὴ μυριστὴ θείου μύρου.
Χαίροις, Γοργοϋπήκοε.
Ὦ γοργὴ παρακλῆτορ ζοφερῶς τῶν στενόντων καὶ πάντων παραστάτις ἐν βίῳ (ἐκ γ΄) τῶν πιστῶν, μὴ παρίδῃς ἡμῶν τὰς ἐντεύξεις, θεῖε γλυκασμὲ Ἄθωνος, καὶ δούλων σου ἐπάκουσον τῶν ὕμνοις μυστικοῖς βοῶντων·
Ἀλληλούια.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Δοχειαρίου ἡ Μονὴ ἐν κόλποις ἔχουσα τὸ σὸν περίπυστον ἐκτύπωμα ἀγάλλεται, ὑπερύμνητε Παρθένε, καὶ ἀνακράζει κλῖνον τάχος οὗς εὐήκοον τοῖς σπεύδουσι τῇ θερμῇ σου ἀντίληψει μετὰ πίστεως καὶ κραυγάζουσι· χαίροις Γοργοϋπήκοε.


