Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Καλλίνικον Μητροπολίτην Εδέσσης
Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Πέλλης καὶ ᾿Ἀλμωπίας Ἰωήλ

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἱεράρχην τῆς Ἐδέσσης τὸν πανεύφημον, τὸν ἐπ’ ἐσχάτων διαλάμψαντα ὡς ἥλιον, ἀνυμνήσωμεν ἐν ᾄσμασι γηθοσύνως· ὡς ποιμὴν γὰρ πανταχοῦ Χριστοῦ τὸ ὄνομα, διεκήρυξε τῷ βίῳ καὶ τοῖς ῥήμασι· διὸ κράζομεν· χαίροις πάτερ Καλλίνικε.
Ἂγγελος ἐπ’ ἐσχάτων ὡς Ἐπίσκοπος ὤφθης Καλλίνικε ποιμένων ἀκρότης· (ἐκ γ΄). ἀρχιθύτης γὰρ κατασταθεὶς σοφῶς τὴν σὴν Μητρόπολιν θεόφρον καθωδήγησας διό σοι καὶ ἐβόων ταῦτα·
Χαῖρε ὁ γόνος τῆς Αἰτωλίας·
Χαῖρε τὸ ἄνθος τῆς Ἐκκλησίας.
Χαῖρε Ἐπισκόπων ἁγίων τὸ καύχημα·
Χαῖρε κληρικῶν ἐναρέτων ὑπόδειγμα.
Χαῖρε ἄνερ εὐλαβέστατε Ἐκκλησίας τοῦ Χριστοῦ·
Χαῖρε φύλαξ ἑτοιμότατος τῶν προβάτων τῶν αὐτοῦ.
Χαῖρε τῶν Ἐδεσσαίων ὁ σεμνὸς Ἱεράρχης·
Χαῖρε τῶν εὐσεβούντων πιστῶν ποδηγέτης.
Χαῖρε χοροῖς ἁγίων συμμέτοχος·
Χαῖρε ποιμένων θείων διάδοχος.
Χαῖρε κηρύκων Θεοῦ θιασώτης·
Χαῖρε μερόπων πιστῶν παραστάτης·
Χαίροις πάτερ Καλλίνικε.
Βίου πρότυπον ἔχων, τοῦ πατρός σου Πατέρα, ἐκ παίδων ἡλικίας ἠράσθης, τῶν ἁγίων παμμάκαρ ζωήν, ἐν δεήσεσι ἀνύων Καλλίνικε, τὸν καθ’ ἡμέραν χρόνον σου, βοῶν ἀκαταπαύστως οὕτως·
Ἀλληλούϊα.
Γεωργήσας καρδίαν, Παρακλήτου ἀρδείαις, τὰ σπέρματα βαλὼν τοῦ Κυρίου, ἐν ταῖς αὔλαξι ταύτης σεμνέ, τοὺς καρποὺς χαρισμάτων καὶ τὰ δράγματα, ἐθέρισας Καλλίνικε, ἀκούων παρὰ πάντων οὕτω·
Χαῖρε ὁμόηθε τῶν Πατέρων·
Χαῖρε ἰσότιμε τῶν ἀγγέλων.
Χαῖρε μειρακίσκων καὶ νέων τὸ πρότυπον·
Χαῖρε ἡλικίας τῶν παίδων ὑπόδειγμα.
Χαῖρε ὅτι τοῦ χωρίου σου ἀνεδείχθης στολισμός·
Χαῖρε ὅτι καὶ τῷ πάππῳ σου ἠκολούθησας πιστῶς.
Χαῖρε Σιταραλώνων εὐσεβέστατος γόνος·
Χαῖρε καὶ πολυφήμου Αἰτωλίας ὁ κόσμος.
Χαῖρε τῆς σῆς οἰκίας τὸ καύχημα·
Χαῖρε καὶ νῦν αὐτῆς σεμνολόγημα.
Χαῖρε Χριστοῦ τοῦ Θεοῦ τὸ ἀρνίον·
Χαῖρε Ἁγίων αὐτοῦ ἐκμαγεῖον·
Χαίροις πάτερ Καλλίνικε.
Δύναμις Παρακλήτου, ἡ αὐγάσασα νοῦν σου, τὴν γλῶσσάν σου ἐκίνησε πάτερ, τοῦ κηρῦξαι Χριστοῦ ἐντολάς, ἐν ταῖς κώμαις καὶ ταῖς πόλεσιν Ἅγιε· διό σε οἱ ἀκούοντες, ἐκ βάθους ἔλεγον καρδίας·
Ἀλληλούϊα.
Ἒχουσα Ἀκαρνάνων, καὶ ὁμοῦ Αἰτωλίας, Μητρόπολις σὲ κόσμημα θεῖον, ἐκαυχῶντο ἐν σοὶ τῷ σεμνῷ, καὶ ἠγάλλετο ἅμα λαὸς πάντιμος, καὶ κλῆρος ὁ φιλόχριστος, οἱ σοὶ θερμῶς βοῶντες·
Χαῖρε τὸ στόμα τοῦ Παρακλήτου·
Χαῖρε ὁ κῆρυξ τοῦ πάντων Κτίστου.
Χαῖρε ζηλωτὰ πατρικῶν παραδόσεων·
Χαῖρε ἐλεγκτὰ κακοδόξων αἱρέσεων.
Χαῖρε ὅτι περιοδεύεις τὰ χωρία πολλαπλῶς·
Χαῖρε ὅτι σκεδάζεις μαγγανείας τῶν ἐχθρῶν.
Χαῖρε εἰρηνικὴν διαγωγὴν προτιμήσας·
Χαῖρε τῶν Ἀποστόλων ἐργασίαν ποθήσας.
Χαῖρε λαλῶν τὰ θεῖα κηρύγματα·
Χαῖρε μισῶν δαιμόνων φρυάγματα.
Χαῖρε κακίαν βροτῶν ἐδαφίσας·
Χαῖρε βελίαρ τὰς πλάνας συντρίψας.
Χαίροις πάτερ Καλλίνικε.
Ζῆλον σχὼν ἐν καρδίᾳ, Ἰησοῦν τὸν Σωτῆρα, εὐτόλμως διεκήρυξας πᾶσι· ὡς Ἀπόστολος γὰρ τὸν λαόν, Ἐκκλησίας Καλλίνικε ἐδίδαξας, φυγεῖν παθῶν τὸν ὄλεθρον, μενεῖν δὲ ἐν Χριστῷ καὶ μέλπειν·
Ἀλληλούϊα.
Ἢχθης ὄντως εἰς ὕψος, ἐνδυθεὶς ἐπαξίως, στολὴν τὴν ἱερὰν διακόνων· ἀδελφὸς γὰρ ὁ σὸς συνετῶς, ἐπὶ σὲ θεοφόρε σοφῶς ἔθετο, τὰς χεῖρας, ὦ Καλλίνικε, βοῶν περιχαρῶς τοιαῦτα·
Χαῖρε τοῦ οἴκου ἡμῶν τὸ φέγγος·
Χαῖρε γονέων ἡμῶν τὸ εὖχος.
Χαῖρε ἀδελφῶν σου τὸ τίμιον καύχημα·
Χαῖρε συγγενῶν σου λαμπρὸν σεμνολόγημα.
Χαῖρε ὅτι ἀμπεχόνην ἐνεδύθης τῶν θυτῶν·
Χαῖρε ὅτι καταλόγῳ ἐνεγράφης ἱερῷ.
Χαῖρε τῇ ἀτυφίᾳ τὸν σὸν νοῦν καταστέλλων·
Χαῖρε τῇ ἐγκρατείᾳ τὰς ὁρμὰς περιστέλλων.
Χαῖρε Χριστοῦ τὸ ἔγκαρπον βλάστημα·
Χαῖρε Ἑλλάδος δένδρον πολύκαρπον.
Χαῖρε ἀείῤῥοον ῥεῦμα χαρίτων·
Χαῖρε πιστῶν ὀρθοδόξων ὁ τύπος·
Χαίροις πάτερ Καλλίνικε.
Θηρευτὴς ἐπεγνώσθης, ποδηγὸς καὶ ἀλείπτης, μερόπων χωλαινόντων τῇ πίστει, ὥσπερ ἄγγελος γὰρ ἐν τῇ γῇ, Ἀκαρνάνων τὴν χώραν περιώδευσας, μιμούμενος τὸν Κύριον, πρὸς ὃν Καλλίνικε ἐβόας·
Ἀλληλούϊα.
Ἰσοστάσιος ὤφθης, τῶν ἁγίων ἐν βίῳ, Καλλίνικε τὸ στόμα Κυρίου, καὶ εἴληφας ὄντως καλῶς, τὸν βαθμὸν τοῦ πρεσβυτέρου θεόληπτε, ἱερουργῶν ὡς ἄγγελος· διὸ καὶ ἤκουες τοιαῦτα·
Χαῖρε κινύρα τῆς εὐλαβείας·
Χαῖρε τὸ στόμα τῆς ἀληθείας.
Χαῖρε τῶν θυτῶν τοῦ Χριστοῦ ὁ θειότατος·
Χαῖρε τῶν ἐνθέων ἀνδρῶν τύπος ἄριστος.
Χαῖρε ὅτι ἱερούργησας τὸ μυστήριον ζωῆς·
Χαῖρε ὅτι ἐταπείνωσας τοῦ βελίαρ τὴν ἰσχύν.
Χαῖρε πνευματοφόρων ἱερέων τὸ ἄνθος·
Χαῖρε ἐξομολόγων πατέρων τὸ κάλλος.
Χαῖρε πολλῶν ὁδηγὸς πρὸς τὰ κρείττω·
Χαῖρε ποιμνίου Χριστοῦ ὁ ἡγήτωρ.
Χαῖρε ζητῶν θησαυρὸν τοῦ Κυρίου.
Χαῖρε εὑρὼν τὸν αὐτοῦ μαργαρίτην.
Χαίροις πάτερ Καλλίνικε.
Κέκτησαι Πάτερ χάριν, διοικεῖν τόν τε κλῆρον, ἅμα δὲ καὶ τὸν λαὸν τοῦ Κυρίου· πλουτισθεὶς γὰρ σοφὲ πολλαπλῶς, ἐνεργείαις πανεύφημε τοῦ Πνεύματος, διῴκησας Καλλίνικε τοὺς ὑπὸ σὲ ἀεὶ προσᾴδων·
Ἀλληλούϊα.
Λόγος οὐκ ἐξαρκέσει, περιγράψαι τὸν ζῆλον, τὸν σὸν ὑπὲρ τῶν τέκνων καὶ φίλων, τῶν συνόντων σοι πνευματικῶς, οὓς ὡδήγησας πρὸς δρόμον Καλλίνικε, τῆς ἀληθείας ἅγιε, διὸ καὶ ἔλεγόν σοι ταῦτα·
Χαῖρε πραότητα ὁ ζηλώσας·
Χαῖρε κακότητα ἀποκρούσας.
Χαῖρε τοῦ Χριστοῦ ὁ ποιμὴν ὁ ἡσύχιος·
Χαῖρε Ἐκκλησίας αὐτοῦ τὸ προπύργιον.
Χαῖρε ὅτι ἐπεπόθησας τῶν ἁγίων τὴν ζωήν·
Χαῖρε ὅτι ἦθος ἔσχηκας τῶν Πατέρων καὶ τιμήν.
Χαῖρε τῆς μετανοίας ἱερώτατος κῆρυξ·
Χαῖρε καὶ τῆς πτωχείας περιπόθητος σύζυξ.
Χαῖρε θυτῶν σεβάσμιον ὄνομα·
Χαῖρε πιστῶν τὸ θεῖον μελώδημα.
Χαῖρε παιδίων καὶ νέων ἡ ῥῶσις·
Χαῖρε κακούργων δαιμόνων ἡ πτῶσις.
Χαίροις πάτερ Καλλίνικε.
Μεμνημένοι θεόφρον, τῶν πολλῶν σου χαρίτων, ὑμνοῦμέν σου τὸν ἅγιον βίον, τὴν σφοδρὰν πρὸς τὸν Χριστὸν τὸν Θεόν, τῆς καρδίας ἀγάπησιν Καλλίνικε, τὴν πίστιν καὶ τὸν ζῆλόν σου, βοῶντες γηθοσύνως οὕτως·
Ἀλληλούϊα.
Νέαν ἔσχηκας χάριν, γεγονὼς Ἀρχιθύτης, Καλλίνικε Χριστοῦ ὄντως μύστης· τῆς Ἐδέσσης γὰρ θῶκον σοφέ, ἐπαξίως λαβὼν ὡς ἀστήρ, ἔλαμψας, φωτίζων Μητροπόλεως λαὸν τὸν εὐσεβῆ βοῶντα·
Χαῖρε ἀνδρῶν κληρικῶν ἡγήτωρ·
Χαῖρε ποιμένων σεμνῶν ποιμάντωρ.
Χαῖρε τῆς Ἐδέσσης φανεὶς ὁ ὑπέρλαμπρος·
Χαῖρε καὶ τῆς Πέλλης λαμπὰς ἡ ἀείφωτος.
Χαῖρε κῆρυξ ὁ θειότατος Ἀλμωπίας τῆς κλεινῆς·
Χαῖρε πάντων τῶν συνόντων σοι ὁ γαλήνιος λιμήν.
Χαῖρε ὁ γεωργήσας τὸν σὸν κλῆρον ἐμπόνως·
Χαῖρε ὁ κοπιάσας ὑπὲρ πάντων ἐμφρόνως.
Χαῖρε μικρῶν παιδίων ὡράισμα·
Χαῖρε λαμπρὸν τῶν νέων ἀγλάϊσμα.
Χαῖρε πιστῶν ὁδηγὸς καὶ προστάτης·
Χαῖρε μερόπων πτωχῶν παραστάτης·
Χαίροις πάτερ Καλλίνικε.
Ξένος πάτερ ἐφάνης, ὑλικοῖς καὶ γηΐνοις, ἑλόμενος τοῖς ἄνω καὶ θείοις, τῶν ἀζύγων γὰρ σχῶν τὴν ζωήν, ἐν τελείᾳ πτωχείᾳ ὦ Καλλίνικε, τὸν βίον ἐξεμέτρησας, βοῶν ἀεὶ τὸν ὕμνον·
Ἀλληλούϊα.
Ὀλοθύμως ἐδόθης τῷ Χριστῷ Ἱεράρχα, φυλάττων τὴν σὴν ποίμνην ἀγρύπνως, ὡς φιλόθεος γὰρ γεωργός, ζιζανίων βλαστήματα ἐξήρανας· διὸ πολλοὶ Καλλίνικε ἐβόων σοι τοιαῦτα·
Χαῖρε ἰσότιμε Ἀποστόλων·
Χαῖρε ὁμόηθε τῶν ἀγγέλων.
Χαῖρε τῆς Ἐδέσσης ποιμὴν θεοτίμητος·
Χαῖρε ἀρχιθύτης τῆς Πέλλης πολύφημος.
Χαῖρε ὅτι ἀνεκαίνισας Ἀλμωπίαν θαυμαστῶς·
Χαῖρε ὅτι ἐκατήχησας κλῆρον ταύτης καὶ λαόν.
Χαῖρε ὁ καταστήσας ἐν χωρίοις ποιμένας·
Χαῖρε ὁ ἐκδιώξας τοῦ ἐχθροῦ τὰς ἀγέλας.
Χαῖρε Χριστοῦ τὸ στόμα τὸ ἅγιον·
Χαῖρε ἐχθροῦ τὸ τραῦμα τὸ μόνιμον.
Χαῖρε δι’ οὗ ἑδραιώθη ἡ πίστις·
Χαῖρε δι’ οὗ ἡγιάσθη τὰ πλήθη·
Χαίροις πάτερ Καλλίνικε.
Πάτερ ἅγιε ὄντως, ἐν ἐσχάτοις τοῖς χρόνοις, ποιμὴν ὁ ἀληθὴς ἀνεδείχθης· τοῖς βλεφάροις σου γὰρ νυσταγμὸν πρόπαλαι, ὡς ἔφη ὁ Θεοῦ ὑμνωδός, ἀνάπαυσιν Καλλίνικε οὐκ ἔδωκας, ἀλλ’ ἀνεβόας·
Ἀλληλούϊα.
‘Ρώμην ἔχων τὴν θείαν, καὶ ἀγάπην τελείαν, πενήτων βακτηρία ἐγνώσθης· ὡς γὰρ τῆς πενίας υἱός, τῶν πτωχῶν καὶ ἀπόρων ὦ Καλλίνικε, ὁ φίλος ἐχρημάτισας, παρ’ ὧν καὶ ἤκουες τοιαῦτα·
Χαῖρε ὁ σύζυγος εὐσπλαγχνίας·
Χαῖρε ὁ κῆρυξ φιλαλληλίας.
Χαῖρε τῶν στενόντων τὸ ἄκος καὶ κούφισμα·
Χαῖρε δαιμονώντων βροτῶν τὸ διάσωσμα.
Χαῖρε ὅτι καὶ ἐπλήρωσας ἀγαθῶν τοὺς ἐνδεεῖς·
Χαῖρε ὅτι διεσκόρπισας τὰ σὰ πάντα τοῖς πτωχοῖς.
Χαῖρε ἐλεημόνων κληρικῶν ἀρχηγέτης·
Χαῖρε ἀκτημοσύνης ἐραστὴς καὶ ἐφέτης.
Χαῖρε σταυρὸν πολλῶν ὁ ἀράμενος·
Χαῖρε ζυγὸν Χριστοῦ ἐπωμισάμενος.
Χαῖρε τροφὴ τῶν πεινώντων κατ’ ἄμφω·
Χαῖρε ἀλκὴ ἀδυνάτων καὶ κράτος·
Χαίροις πάτερ Καλλίνικε.
Σώας ἔχων τὰς φρένας, μέχρι τέλους τοῦ βίου, Ἐπίσκοπε Χριστοῦ τοῦ ἁγίου, ψευδολόγους ἐχθρούς σου στεῤῥῶς, προσευχῇ καὶ δεήσει κατηδάφισας, καὶ ὤφθης πάτερ ἄμεμπτος, Καλλίνικε τὸν ὕμνον ψάλλων·
Ἀλληλούϊα.
Τρώσεις πάτερ καὶ θλίψεις, κακοτρόπων ἀνθρώπων, καὶ πᾶσαν τῶν δαιμόνων κακίαν, ἀῤῥωστίαν δὲ ὀδυνηράν, καὶ τῶν ἐχθρῶν σου τὰ δήγματα Ἅγιε, ἀνδρείως καθυπέμεινας, ἀκούων παρὰ πάντων οὕτως·
Χαῖρε ἀσπὶς πιστῶν ὀρθοδόξων·
Χαῖρε στεῤῥὸς φρουρὸς τῆς Ἑλλάδος.
Χαῖρε τῆς Ἐδέσσης καὶ Πέλλης προπύργιον·
Χαῖρε Ἀλμωπίας ἁπάσης ὑψίπυργος.
Χαῖρε τῆς Ἑλληνίδος γῆς ἀπόστολος νέος·
Χαῖρε Μακεδονίας Ἀρχιθύτης γενναῖος.
Χαῖρε θυτῶν Χριστοῦ τὸ θησαύρισμα·
Χαῖρε μονῶν αὐτοῦ ἐγκαλλώπισμα.
Χαῖρε βέλη ἀποκρούσας τοῦ πλάνου·
Χαῖρε τὰ τόξα τῶν ὕβρεων σπάσας.
Χαῖρε φαρέτραν ἐχθροῦ ὁ σκεδάσας·
Χαῖρε τὰ κέντρα δαιμόνων ὁ παύσας.
Χαίροις πάτερ Καλλίνικε.
‘Υψωσας πρὸς τὰ ἄνω, τὸν σὸν νοῦν καὶ τὰς χεῖρας, ἀκούων κατὰ σοῦ λοιδορίας, καὶ αἰτήσας Χριστοῦ τὴν ἰσχύν, σθεναρῶς θεόφρον πάσας ἀντέκρουσας, Καλλίνικε πανεύφημε, καὶ ἔψαλλες ἀεὶ τὸν ὕμνον·
Ἀλληλούϊα.
Φιλοτίμῳ διαθέσει, ὑπερέβαλες μάκαρ, εἰς ἔργα τοὺς πρὸ σοῦ προκατόχους· ἀνυψώσας γὰρ ναοὺς θαυμαστῶς, ἐν χωρίοις καὶ ταῖς πόλεσιν ὕψωσας, Χριστοῦ τὸ θεῖον ὄνομα, καὶ ἤκουσας πολλοὺς φωνοῦντας·
Χαῖρε ὁ κτήτωρ ναῶν ἁγίων·
Χαῖρε ὁ πρῶτος τῶν φιλαγίων.
Χαῖρε τῆς Χρυσῆς Ἀλμωπίας ὑπέρμαχος·
Χαῖρε καὶ τῆς Βάσσης ὁμοίως ὁ πρόβολος.
Χαῖρε πάτερ ἰσοστάσιε τοῦ Κοσμᾶ τοῦ Αἰτωλοῦ·
Χαῖρε ἄνερ πανσεβάσμιε Ἐπισκόπων τοῦ Χριστοῦ.
Χαῖρε τοῦ Ἀθωνίτου Παϊσίου ὁ φίλος·
Χαῖρε τῶν ἐν τῷ Ἄθῳ μοναστῶν ὁ ὑμνήτωρ.
Χαῖρε χοροῦ ὁσίων ὁ μέτοχος·
Χαῖρε ἐνθέων πάντων ὁ σύμμορφος.
Χαῖρε Χρυσῆν τὴν παρθένον τιμήσας·
Χαῖρε ἀζύγων βίον φιλήσας·
Χαίροις πάτερ Καλλίνικε.
Χάριν ἔσχηκας πλείστην, εὑρεθεὶς ἐν τῇ κλίνῃ, δεινῆς σου ἀῤῥωστίας παμμάκαρ· ὁ γὰρ λόγος πρὸς Παῦλον Χριστοῦ, ὅτι ἐν νόσοις λάμπει αὐτοῦ δύναμις, ἐν σοὶ πάτερ Καλλίνικε ἐφήρμοσται, διὸ ἐφώνεις·
Ἀλληλούϊα.
Ψάλλοντές σου τὸ μέλος, χαριστήριον πάτερ, ὑμνοῦμεν τῶν χαρίτων σου πλῆθος, ὥσπερ ἄγγελος ἄλλος σεμνέ, ἐπὶ γῆς τὸν ἀγῶνα ἐπεράτωσας, καὶ ἤρθης πρὸς τὰ μόνιμα, ἀκούων παρὰ πάντων οὕτως·
Χαῖρε ποιμένων ἡ βακτηρία·
Χαῖρε Ἐδέσσης ἡ δαδουχία.
Χαῖρε Ἐκκλησίας κρουνὸς χαριτόβρυτος
Χαῖρε καὶ Ἑλλάδος ἁπάσης ἀλέξημα.
Χαῖρε ὅτι ἀνελήλυθας εἰς παράδεισον Χριστοῦ·
Χαῖρε ὅτι ἐταπείνωσας διαβόλου τὴν ἰσχύν.
Χαῖρε τῆς Βασιλείας Οὐρανῶν ὁ πολίτης·
Χαῖρε τῆς ἐν τῇ γῇ λειτουργίας θεῖος μύστης.
Χαῖρε λαοῦ τῆς σῆς ποίμνης μελώδημα·
Χαῖρε τοῦ κλήρου αὐτῆς τὸ κραταίωμα.
Χαῖρε τῶν σῶν ὑμνητῶν εὐωχία·
Χαῖρε ἡμῶν πρὸς Χριστὸν ἡ πρεσβεία·
Χαίροις πάτερ Καλλίνικε.
Ὢ Καλλίνικε πάτερ, Ἐπισκόπων ἀκρότης, καὶ πάσης τῆς Ἐδέσσης φιλότης· τὴν ἐγκώμιον ταύτην μολπήν, ὡς πατὴρ φιλόγονος εὐμενῶς πρόσδεξαι, ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς τὸν Κύριον, τῶν ἐκβοώντων·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἱεράρχην τῆς Ἐδέσσης τὸν πανεύφημον, τὸν ἐπ’ ἐσχάτων διαλάμψαντα ὡς ἥλιον, ἀνυμνήσωμεν ἐν ᾄσμασι γηθοσύνως· ὡς ποιμὴν γὰρ πανταχοῦ Χριστοῦ τὸ ὄνομα, διεκήρυξε τῷ βίῳ καὶ τοῖς ῥήμασι· διὸ κράζομεν· χαίροις πάτερ Καλλίνικε.

