Δύο Χαιρετιστήριοι Οίκοι εις τον Άγιο Κοσμά τον Αιτωλό

  1. Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

  2. Ποίημα Αγνώστου Συγγραφέως

Χαιρετισμοί εις τον Άγιον Ιερομάρτυρα και Ισάποστολον Κοσμάν τον Αιτωλόν

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Εὐαγγελίου τὸν θεόπνευστον διδάσκαλον Καὶ Ἀποστόλων ζηλωτὴν καὶ ὁμοιότροπον Καὶ Μονῆς τῆς Φιλοθέου τὸν θεῖον κόσμον Ἀνυμνήσωμεν Κοσμᾶν τὸν Ἰσαπόστολον Αἰτωλίας τὸν βλαστὸν τὸν ἱερώτατον Τούτῳ λέγοντες· χαίροις Πάτερ θεόσοφε.

Ἂνωθεν ἐκομίσω, Ἀποστόλων τὴν κλῆσιν, Κοσμᾶ παρὰ Χριστοῦ τοῦ Σωτῆρος (ἐκ γ΄), καὶ εἰς τὸ κήρυγμα ἐξελθών, Εὐαγγελίου ἐκλάμπεις τὰς χάριτας, δι’ ὧν λαμπρύνεις ἅπαντας, τοὺς ἐκβοῶντάς σοι τοιαύτα·

Χαῖρε δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε δι’ οὗ ὁ ἐχθρὸς σοβεῖται.
Χαῖρε τῆς ἀγάπης τῆς θείας θησαύρισμα·
χαῖρε τῆς ἐνθέου σοφίας ἐναύλισμα.
Χαῖρε ὕψος θείας πίστεως ἐν δυνάμει θεϊκῇ·
χαῖρε βάθος βίου κρείττονος ἐν σοφίᾳ ἀληθεῖ.
Χαῖρε ὅτι ἐδέξω Ἀποστόλων τὸν ζῆλον·
χαῖρε ὅτι ἐκφαίνεις σωτηρίας τὴν τρίβον.
Χαῖρε ἀστὴρ τῆς πίστεως πάμφωτος·
χαῖρε πρηστὴρ τοῦ χείρονος κράτιστος.
Χαῖρε δι’ οὗ οἱ πιστοὶ βεβαιοῦνται·
χαῖρε δι’ οὗ δυσσεβεῖς ἀμαυροῦνται.

Χαίροις Πάτερ θεόσοφε.

Βλέμμα τὸ τῆς ψυχῆς σου, ἐκ νεότητος Πάτερ, ἀνέτεινας πρὸς πόθον τὸν θεῖον, καὶ τῶν γεηρῶν ὑπεραρθείς, τῆς θείας σοφίας ἐραστὴς γέγονας, δι’ ἧς Κοσμᾶ ἐδόξασας, ᾧ ἐν εὐλαβείᾳ ἐβόας·

Ἀλληλούια.

Γνῶσιν τὴν οὐρανίαν, ἀρνησάμενος κόσμον, ἐκτήσω ἐν μελέταις ἁγίαις· καὶ μοναστὴς Πάτερ ἱερός, τῆς Φιλοθέου Μονῆς ἐχρημάτισας· διὸ τὴν πολιτείαν σου, μακαρίζοντες ἐκβοῶμεν·

Χαῖρε ὁ θεῖος ἐν τῇ ἀσκήσει·
χαῖρε ὁ μέγας ἐν τῇ φρονήσει.
Χαῖρε πολιτείας ἁγίας ὑπόδειγμα·
χαῖρε Φιλοθέου Μονῆς ἐγκαλλώπισμα.
Χαῖρε στήλη θείων πράξεων τῆς ἀσκητικῆς ζωῆς·
χαῖρε μύστης ἐνθεώτατος ἐναρέτου ἀγωγῆς.
Χαῖρε ὅτι ἐδέξω θείας χάριτος χῦμα·
χαῖρε ὅτι ξηραίνεις πᾶν ψυχόλεθρον πῆμα.
Χαῖρε σαρκὸς νεκρώσεως τὸ φρόνημα·
χαῖρε ψυχῆς λαμπρύνας τὰ ὄμματα.
Χαῖρε Χριστοῦ Ἐκκλησίας κοσμήτωρ·
χαῖρε πιστῶν σωτηρίας ἰθύντωρ.

Χαίροις Πάτερ θεόσοφε.

Δύναμιν ἐν τῷ Ἄθῳ, δι’ ἀσκήσεως πόνων, λαβὼν καὶ Ἀποστόλων τὴν χάριν, ἐξῆλθες τοῦ Ὄρους ἐν σπουδῇ, καὶ πανταχοῦ τῆς εὐσεβείας τὸ κήρυγμα, ἐφήπλους πάτερ Κοσμᾶ, συναγείρων πάντας κραυγάζειν·

Ἀλληλούια.

Ἒλαμψας ἐν τῷ κόσμῳ, ὡς Ἀπόστολος ἄλλος, Κοσμᾶ ἐν τοῖς καιροῖς τῆς δουλείας, καὶ τὴν ἐλευθερίαν Χριστοῦ, ταῖς πανσόφοις διδαχαῖς σου ἐκήρυττες, πρὸς μετάνοιαν προτρέπων, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε Ἀπόστολε θεηγόρε·
χαῖρε ἐν ἅπασι θεοφόρε.
Χαῖρε πλανωμένων ὁδηγὸς σωτήριος·
χαῖρε ὀρθοδόξων λιμὴν ὁ ἀχείμαστος.
Χαῖρε στόμα θεοκίνητον διδαγμάτων τοῦ Χριστοῦ·
χαῖρε μάχαιρα ἀμφίστομος τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε ὅτι προθύμως χωρεῖς πρὸς τοὺς ἀγῶνας·
χαῖρε ὅτι ἰᾶσαι τοὺς ποικίλως παθόντας.
Χαῖρε Χριστοῦ ποθήσας τὴν νέκρωσιν·
χαῖρε λαβὼν οὐράνιον ἔλλαμψιν.
Χαῖρε ἐχθροῦ τὴν ὀφρὺν ταπεινώσας·
χαῖρε πιστῶν τὰς ψυχὰς ἐπιῤῥώσας·

Χαίροις Πάτερ θεόσοφε.

Ζήλῳ ζηλῶν τὸν ζῆλον, τῶν σοφῶν Ἀποστόλων, Κοσμᾶ τοῦ Παρακλήτου δοχεῖον, ἐν πορείαις ἀποστολικαῖς, Ἰσαπόστολος μέγας ἀναδέδειξαι, διεγείρων τῷ λόγῳ σου, κραυγάζειν πάντας τῇ Τριάδι·

Ἀλληλούια.

Ηὔγασαν τῆς Ἠπείρου, αἱ σοφαὶ διδαχαί σου, χωρὶα καὶ πολίχναις καὶ πόλεις· τὸν τοῦ Χριστοῦ γὰρ Σταυρὸν πηγνύς, τὰ ἐξ αὐτοῦ, ἀγαθὰ ἀναβλύζοντα, θεοφιλῶς ἐκήρυττες, τοῖς ἐκβοῶσί σοι τοιαῦτα·

Χαῖρε ὁ κόσμος τῆς Ἐκκλησίας·
χαῖρε ἡ πτῶσις τῆς ἀνομίας.
Χαῖρε φυτοκόμος ἠθῶν καθαρότητος·
χαῖρε ῥιζοτόμος ἁπάσης κακότητος.
Χαῖρε ῥεῖθρον διειδέστατον σωτηρίου ἐκ πηγῆς·
χαῖρε γλῶσσα ἡ μελίῤῥυτος τῶν δογμάτων τῆς ζωῆς.
Χαῖρε τῶν ἐν Ἠπείρῳ ὁδηγὸς σωτηρίας·
χαῖρε ὁ καταπέλτης πάσης κακοδοξίας.
Χαῖρε παθῶν ἐκτίλλων τὴν ἄκανθαν·
χαῖρε ψυχῶν καθαίρων τὴν ἄρουραν.
Χαῖρε ἐχθροῦ τὰς βουλὰς διαλύων·
χαῖρε πιστοὺς πρὸς Χριστὸν κατευθύνων.

Χαίροις Πάτερ θεόσοφε.

Θεοδρόμιον πορείαν, εὐσεβῶς διανύων, ὥσπερ κῆρυξ τοῦ Εὐαγγελίου, Θράκης τε καὶ Μακεδονίας, πλείστας πόλεις διελήλυθας Ὅσιε, φωτὶ τῶν θείων λόγων σου, καταπυρσεύων τοὺς βοώντας·

Ἀλληλούια.

Ι’λλυρίας τὴν χώραν, ἀγνωσίας τὰς τρίβους, βαδίζουσαν καὶ πορευομένην, πρὸς ὁδοὺς τὰς Εὐαγγελικάς, ἐπιστρέφεις σοφαῖς διδασκαλίαις σου· διό σε ὡς Ἀπόστολον, Χριστοῦ ἀνύμνουν καὶ ἐβόων·

Χαῖρε ἡ σάλπιγξ τῆς εὐσεβείας·
χαῖρε ἡ μάστιξ τῆς ἀγνωσίας.
Χαῖρε γεωργὸς καρδιῶν ἐνθεώτατος·
χαῖρε τῶν παθῶν καθαιρέτης στεῤῥότατος.
Χαῖρε ψυχοφθόρων ἕξεων ἀληθὴς ἐκριζωτής·
χαῖρε ἐντολῶν τῆς πίστεως θαυμαστὸς εἰσηγητής.
Χαῖρε ὅτι τὰ ἤθη τῶν ψυχῶν μεταβάλλεις·
χαῖρε ὅτι τὸ σκότος τῆς ἀπάτης σκεδάζεις.
Χαῖρε λαμπτὴρ τῆς ἄνω λαμπρότητος·
χαῖρε φωνὴ τῆς θείας χρηστότητος.
Χαῖρε δι’ οὗ Ἰλλυρὶς ἐφωτίσθη·
χαῖρε δι’ οὗ ὁ σατὰν κατεβλήθη.

Χαίροις Πάτερ θεόσοφε.

Κεφαλλήνων ἡ νῆσος, τῶν ἐνθέων καλῶν σου, τρυφήσασα Κοσμᾶ θεηγόρε, ὡς ἐπεδήμησας ἐν αὐτῇ, τῶν σῶν τρόπων καὶ θαυμάτων τὰς χάριτας, κηρύττει μεγαλύνουσα, καὶ τῷ Σωτῆρι ἀνακράζει·

Ἀλληλούια.

Λάμπων Εὐαγγελίου, τῷ φωτὶ τῷ ἁγίῳ, ἐν χρόνοις ζοφεροῖς τῆς δουλείας, ὥσπερ ἑωσφόρος ὀρθρινός, ἐν ἁπάσῃ τῇ Ἑλλάδι ἐξέλαμψας, καθοδηγῶν μακάριε, πρὸς τὸν Σωτῆρα τοὺς βοῶντας·

Χαῖρε ὁ ἄδυτος ἑωσφόρος·
χαῖρε Ἀπόστολος θεηγόρος.
Χαῖρε Ἐκκλησίας φωστὴρ ὁ νεόφωτος·
χαῖρε Ὀρθοδόξων λαῶν ὁ διδάσκαλος.
Χαῖρε τῇ μορφῇ γαλήνιος καὶ τῷ λόγῳ θαυμαστός·
χαῖρε τῇ ζωῇ ἰσάγγελος καὶ τοῖς τρόποις ἱερός.
Χαῖρε ὅτι βλυστάνεις διδαχὰς οὐρανίας·
χαῖρε ὅτι ἰθύνεις πρὸς ὁδοὺς σωτηρίας.
Χαῖρε λαβὼν θαυμάτων ἐνέργειαν·
χαῖρε πλουτῶν τὴν θείαν εὐμένειαν.
Χαῖρε πολλοὺς πρὸς Χριστὸν ἐπιστρέψας·
χαῖρε ἰσχὺν τοῦ βελίαρ ὀλέσας.

Χαίροις Πάτερ θεόσοφε.

Μύστης τῆς οὐρανίου, διδαχῆς θεοφόρος, τυγχάνων θεϊκῇ ἐπιπνοίᾳ οἷά περ γλυκύῤῥους ποταμός, κατακλύζεις τὴν Ἑλλάδα ἅπασαν, Κοσμᾶ τοῖς θείοις λόγοις σου, ὡς ζωῆς νάμασι βοῶσαν·

Ἀλληλούια.

Νόμον τῆς εὐσεβείας, ἀληθὴς ὑποφήτης, ὡς τοῦ Εὐαγγελίου ἐργάτης, ὤφθης ἰσαπόστολε Κοσμᾶ, τῆς πλάνης ἀποτέμνων τὰ ζιζάνια· καὶ πίστει σοι προστρέχοντες, οἱ εὐσεβοῦντες ἀνεβόων·

Χαῖρε ὁ μύστης τῶν οὐρανίων·
χαῖρε ὁ ῥύστης τῶν ψυχοφθόρων.
Χαῖρε ὁ καθαίρων ψυχῶν τὰ νοσήματα·
χαῖρε ὁ ἐκτρέπων γεώδη νοήματα.
Χαῖρε ὅτι πλήθη εἵλκυες ταῖς σοφαῖς σου διδαχαῖς·
χαῖρε ὅτι κατεπύρσευες ταῖς τοῦ Πνεύματος αὐγαῖς.
Χαῖρε Εὐαγγελίου πρακτικὸς ὑποφήτης·
χαῖρε πρὸς ἐργασίαν τῶν κρειττόνων ἀλείπτης.
Χαῖρε σπορεὺς τοῦ λόγου τῆς χάριτος·
χαῖρε αὐγὴ τῆς θείας ἐλλάμψεως.
Χαῖρε πιστῶν πρὸς Χριστὸν ποδηγέτης·
χαῖρε παθῶν χαλεπῶν καταπέλτης.

Χαίροις Πάτερ θεόσοφε.

Ξένον θαῦμα ὡρᾶτο, ταῖς σοφαῖς διδαχαῖς σου, Κοσμᾶ τῶν Ὀρθοδόξων λαμπρότης· πλῆθος γὰρ λαοῦ θεοφιλοῦς, ἠκολούθει καρπούμενον τὰ κρείττονα· ὁ λόγος σου γὰρ Ὅσιε, συνεκίνει πάντας κραυγάζειν·

Ἀλληλούια.

Ὂμιλοι εὐσεβούντων, καιομένη καρδίᾳ, εἴποντο τῇ σῇ διδασκαλίᾳ· ὡς δρόσος γὰρ ἡ ἐξ οὐρανοῦ, τὰς καρδίας θείῳ Πνεύματι ηὔφρανεν, ὁ θεοῤῥήμων λόγος σου, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε ὁ ῥήτωρ τῆς εὐσεβείας·
χαῖρε ὁ πύργος Ὀρθοδοξίας.
Χαῖρε ὀρθοδόξου λαοῦ ἀγαλλίαμα·
χαῖρε θεοφρόνων ψυχῶν τὸ ἐντρύφημα.
Χαῖρε σέλας τὸ θεόφωτον εὐσεβῶν Ἰλλυριῶν·
χαῖρε κέρας τὸ θεόσδοτον εὐλαβῶν χριστιανῶν.
Χαῖρε ὅτι ἐδέξω Παρακλήτου τὴν αἴγλην·
χαῖρε ὅτι ἐκφαίνεις τὴν οὐράνιον σχέσιν.
Χαῖρε λαοῦ ὀρθοδόξου στήριγμα·
χαῖρε ψυχῶν θεολήπτων ἥδυσμα.
Χαῖρε δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι·
χαῖρε δι’ οὗ δυσσεβοῦντες σιγῶσι.

Χαίροις Πάτερ θεόσοφε.

Πᾶσα πόλις καὶ νῆσος, αἱ τυχοῦσαι θεόφρον, τῶν σῶν θεοπρεπῶν
κηγυγμάτων, ὡς ἄλλον Ἀπόστολον σοφόν, τοῦ Σωτῆρος Κοσμᾶ σὲ μακαρίζουσιν· ὁ λόγος σου γὰρ Ἅγιε, πάντας διήγειρε κραυγάζειν·

Ἀλληλούια.

Ρώμην τε καὶ σοφίαν, ἐκ Θεοῦ δεδεγμένος, Κοσμᾶ ὡς καθαρθεὶς τὴν καρδίαν, καὶ αὐτοῖς τοῖς ἀντικειμένοις, αἰδέσιμος ὤφθης καὶ περιβόητος· οἱ πάντες γὰρ ἠδέσθησαν, τὴν ἀρετήν σου ἐκβοῶντες·

Χαῖρε ὁ πλήρης θείας σοφίας·
χαῖρε ὁ λύχνος διδασκαλίας.
Χαῖρε ἐναρέτου ζωῆς ὑποτύπωσις·
χαῖρε τῶν ἐν σκότει κειμένων ἀφύπνισις.
Χαῖρε μέγας ἐν ταῖς πράξεσι καὶ πολὺς ἐν διδαχαῖς·
χαῖρε τύπος βίου κρείττονος καὶ ἐν πάσαις ἀρεταῖς.
Χαῖρε τῶν εὐσεβούντων παιδευτὴς θεοφόρος·
χαῖρε καὶ τοῖς ἀπίστοις παναιδέσιμος ὄντως.
Χαῖρε πιστῶν τὸ θεῖον ἀγλάισμα·
χαῖρε ἠθῶν ἁγίων διάγραμμα.
Χαῖρε Χριστοῦ ὁ δοξάσας τὴν κλῆσιν·
χαῖρε παθῶν πρυτανεύσας τὴν λύσιν.

Χαίροις Πάτερ θεόσοφε.

Συνοδεύοντας ἔσχες, ταῖς ἁγίαις πορείαις, πληθὺν ἐκ πάσης τάξεως Πάτερ· ἱερεῖς γὰρ καὶ μονασταί, σὺν εὐσεβοῦντι λαῷ ἐκ τῶν λόγων σου, πᾶσαν ὄνησιν καρπούμενοι, Κοσμᾶ μετὰ σοῦ ἐβόων·

Ἀλληλούια.

Τῶν λαμπρῶν σου ἀγώνων, τέλος ἔσχηκας θεῖον, τεθνάναι διὰ τοῦ μαρτυρίου· καὶ δι’ ἀγχόνης τελειωθείς, μαρτυρικῆς εὐκληρίας ἠξίωσαι, ὑπὲρ ἡμῶν δεόμενος, Κοσμᾶ τῶν πίστει σοι βοώντων·

Χαῖρε ὁμότροπε τῶν Ὁσίων·
χαῖρε ἰσότιμε τῶν Μαρτύρων.
Χαῖρε ὁ τελέσας ἀνδρείως τὸν δρόμον σου·
χαῖρε ὁ πιστώσας τῷ τέλει τὸν λόγον σου.
Χαῖρε μάρτυς ἱερώτατος τοῦ παντάνακτος Χριστοῦ·
χαῖρε κῆρυξ καὶ ἀπόστολος τοῦ θεόφρονος λαοῦ.
Χαῖρε ὅτι ἀνδρείως τὴν ἀγχόνην ὑπέστης·
χαῖρε ὅτι ἐν δόξῃ τῷ Κυρίῳ παρέστης.
Χαῖρε δι’ οὗ ἡ Ἤπειρος σέσωσται·
χαῖρε δι’ οὗ ἡ πλάνη ἀντέστραπται.
Χαῖρε ζωῆς μετασχὼν αἰωνίου·
χαῖρε βολὶς κατ’ ἐχθροῦ τοῦ δολίου·

Χαίροις Πάτερ θεόσοφε.

Ὓδασι ποταμίοις, τὸ σὸν πάντιμον σῶμα, ῥιφὲν μετὰ τὸ ἅγιον τέλος, ἐδοξάσθη μαρτυρικῶς, ἁγιασθὲν τοῖς τοῦ Σωτῆρος στίγμασιν, ἁγιασμὸν καὶ ἴασιν, Κοσμᾶ πηγάζον ἡμᾶς βοῶσιν·

Ἀλληλούια.

Φωτισμῷ οὐρανίῳ, ὁ Χριστοῦ θύτης Μᾶρκος, τὸ θεῖον καὶ σεπτὸν λείψανόν σου, μετὰ τρεῖς ἡμέρας ἐφευρῶν, ἐκ τῶν ποταμίων ῥείθρων ἀνήγαγεν, ὑμνῶν σε θείοις, ᾄσμασι, καὶ κηδεύσας αὐτὸ ἐβόα·

Χαῖρε Ἀγγέλων ὁ συμπολίτης·
χαῖρε ὁ ἔνδοξος στεφανίτης.
Χαῖρε μαρτυρίου ἀνύσας τὸν δίαυλον·
χαῖρε ὁ δοξάσας τῆς δόξης τὸν Κύριον.
Χαῖρε κόσμημα θεόσδοτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε ἧττα καὶ ἀπώλεια τοῦ ἀλάστορος ἐχθροῦ.
Χαῖρε ὅτι ἐδέξω μαρτυρίου τὸ στέφος·
χαῖρε ὅτι παρέχεις τοῖς πιστοῖς θεῖον σθένος.
Χαῖρε Μονῆς Φιλοθέου σέμνωμα·
χαῖρε ἡμῶν ἀκράδαντον ἕδρασμα.
Χαῖρε Χριστοῦ ὁ δοξάσας τὸ πάθος·
χαῖρε ἡμῶν καταπαύων τὸ ἄγχος.

Χαίροις Πάτερ θεόσοφε.

Χάριν τὴν τῶν θαυμάτων, εἰληφὼς Κοσμᾶ θεῖε, παρέχεις
τοῖς πιστοῖς σωτηρίαν, τοῖς ἀσεβέσι δὲ χορηγεῖς, τὰ τῆς
κακίας αὐτῶν ἐπίχειρα· διό σε μακαρίζοντες, τῷ σὲ δοξάσαντι βοῶμεν·

Ἀλληλούια.

Ψάλλων ἐν τοῖς ὑψίστοις, ὡς θεῖος Ἱερομάρτυς, Τριάδι
τῇ ἁγίᾳ ἀπαύστως, τὸν τρισάγιον ὕμνον λαμπρῶς, διὰ
παντὸς ὑπὲρ ἡμῶν ἱκέτευε, διδόναι θεῖον ἔλεος, τοῖς εὐλαβῶς
σοι ἐκβοῶσι·

Χαῖρε ὁ Μάρτυς ἐν τοῖς Ὁσίοις·
χαῖρε ὁ Ὅσιος ἐν Ἁγίοις.
Χαῖρε Αἰτωλίας τὸ ἅγιον βλάστημα·
χαῖρε τῆς Ἠπείρου τὸ ἔνθεον καύχημα.
Χαῖρε στέφος καὶ διάδημα Φιλοθέου τῆς Μονῆς·
χαῖρε γέρας καὶ ὡράισμα Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε Ὀρθοδοξίας τὸ νεόφωτον ἄστρον·
χαῖρε κακοδοξίας τὴν ὀφρὺν καταπαύων.
Χαῖρε δι’ οὗ παθῶν καθαρθήσομαι·
χαῖρε δι’ οὗ σοφίας πλησθήσομαι.
Χαῖρε ψυχῶν ἀκοσμίαν ἐξαίρων·
χαῖρε κἀμοὶ θείαν χάριν παρέχων.

Χαίροις Πάτερ θεόσοφε.

῏Ω θεσπέσιε Πάτερ, μιμητὰ Ἀποστόλων, Κοσμᾶ ἱερομάρτυς
Κυρίου· (εκ γ΄), τὰς ἐφυμνίους ἡμῶν φωνάς, ὡς μικρὰν προσφορὰν ἡμῶν δεχόμενος, αἴτει πταισμάτων ἄφεσιν, ἡμῖν τοῖς
ἀπαύστως βοῶσιν·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Εὐαγγελίου τὸν θεόπνευστον διδάσκαλον Καὶ Ἀποστόλων ζηλωτὴν καὶ ὁμοιότροπον Καὶ Μονῆς τῆς Φιλοθέου τὸν θεῖον κόσμον Ἀνυμνήσωμεν Κοσμᾶν τὸν Ἰσαπόστολον Αἰτωλίας τὸν βλαστὸν τὸν ἱερώτατον Τούτῳ λέγοντες· χαίροις Πάτερ θεόσοφε.

Δίστιχον.
Κοσμᾶ πάτερ κόσμησον ἀρετῶν κόσμῳ
Γεράσιμον χαῖρέ σοι ἀναβοῶντα.

Παρακλητικός κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν

Βίος Αγίου Ιερομάρτυρα και Ισαποστόλου Κοσμά του Αιτωλού

Χαιρετισμοί εις τον Άγιον Ιερομάρτυρα και Ισάποστολον Κοσμάν τον Αιτωλόν

Κοντάκιον. Ἦχος δ’. Τῆ Ὑπερμάχῳ.
Νεομαρτύρων ἀριστέα τόν πανεύφημον, καί Αἰτωλίας τόν βλαστόν τόν θεοπρόβλητον, ἀνυμνήσωμεν κραυγάζοντες ὁμοφώνως· ταῖς πρεσβείαις σου Κοσμά πρός τόν Φιλάνθρωπον, τούς τιμῶντας σε κινδύνων ἐλευθέρωσον, ἶνα κράζωσι· Χαίροις πάτερ πανένδοξε.

Ἄγγελος παραστάτης, τῆς Ἑλλάδος ἀπᾴσῃς, Κοσμά ἱεροφάντορ ωράθης, (ἐκ γ΄)· καί τῆ σή θεοτρόπω σπουδῇ, Ἀγαρηνῶν ἀφανίζεις διδάγματα· διό σοι χαριστήριον ᾠδήν ἀναβοῶμεν οὕτως·

Χαῖρε, δι’ οὐ ὁ Χριστός ἐδοξάσθη·
Χαῖρε, δι’ οὐ ὁ ἐχθρός κατεπόθη
Χαῖρε, τῆς Αἰτωλίας ὑός ὁ πανένδοξος·
Χαῖρε, τῆς εὐσεβείας τροφός ὁ τρισόλβιος
Χαῖρε, στέφος τό παμποίκιλτον Ἱερέων εὐλαβῶν·
Χαῖρε, ῥόδον τό ἀμάραντον τῶν ἁγίων ἀθλητῶν
Χαῖρε, τῶν πενομένων Ἑλλήνων θησαύρισμα.
Χαῖρε, τῶν ἀλλοφύλων ἀπίστων ἀφάνεια
Χαῖρε, στρατείας ἀθέων ἀντίπαλος·
Χαῖρε, χορείας ἁγίων συνόμιλος
Χαῖρε, δι’ οὐ εὐθυμοῦσι τά πλήθη.
Χαῖρε, δι’ οὐ στερεοῦται ἡ πίστις.

Χαίροις πάτερ πανένδοξε.

Βίου τῆς παρθενίας, καί ἁγνείας φιλίας, ἠράσθης ἐκ παιδός ἡλικίας, καί ἀνέδραμες· ἔχων Κοσμά, τάς ἀσκήσεως τόν πόθον ἀκόρεστον, τῷ ὄρει τῆς θεόπαιδος, περιχαρῇς ποτέ κραυγάζων·

Ἀλληλούια.

Γνόφος ὄντως ὁ θεῖος, τόν σόν νοῦν ἐξαισίως, ἀφήρπασε Κοσμά ἐκ γηίνων, καί φιλόθεον θέλων ζωήν, τοῦ Φιλοθέου μονήν πάτερ ώκησας· διό καί τύπος γέγονας, ἁπάντων τῶν φωνούντων ταύτᾳ·

Χαῖρε, ὁ πύκτης τάς εγκρατείας·
Χαῖρε, ὁ μύστης τῆς ἡσυχίας
Χαῖρε, ὁ τῶν μιγάδων κανών ἱερώτατος·
Χαῖρε, ἡ τῶν παρθένων χλαμύς αλουργόχροος
Χαῖρε, ὄρος δυσανάβατον μυστικώνθεοψιών·
Χαῖρε, τόμος ὁ πολύφυλλος απορρή τῶν ἐννοιῶν
Χαῖρε, ὁ ἀποσείσας ἠδέων ἀπόλαυσιν·
Χαῖρε, ὁ διαρρήξας γηίνων ὑπόταξιν
Χαῖρε, ἀγγέλων πάντων ομότροπος·
Χαῖρε, πτωχείας θείας ομόζυγος
Χαῖρε, συνέμπορε τῆς ἁγνείας·
Χαῖρε, ἀντίπαλε τῆς κακίας.

Χαίροις πάτερ πανένδοξε.

Δήγματα ἰοβόλα, λογισμῶν ἁμαρτίας, ἐξήρανας εὐχή τῆ ἀγία, καί παθῶν τάς λυσσώδεις ὁρμάς, τῆς ἀτυφίας θεόφρον χρησάμενος, ῥομφαία διασκεδάσας, πρός τόν Σωτῆρα ἀνακράζων·

Ἀλληλούια.

Εἰ γάρ τῶν ἀσωμάτων κατηυφράνθη ὁ δῆμος, ὀρῶν σου τῆς θεώσεως ὕψος, πώς μή σπεύσῃ βροτῶν ἡ πληθύς, ἐγκωμίοις λόγοις, ἀθλητά, σήμερον τήν μνήμην σου τιμήσαι καί βοῆσαι σοί τῷ θεοφόρῳ·

Χαῖρε, ὁ βότρυς τῆς ευσεβείας·
Χαῖρε, ὁ ὄρπηξ τῆς ευανδρίας
Χαῖρε, οὐρανίων ναμάτων ὁ κάτοχος·
Χαῖρε, ἐξαισίων χαρίτων ὁ έμπλεως
Χαῖρε, τῶν δαιμόνων ποθῶν τήν κατάπτωσιν·
Χαῖρε, τῶν ἀΰλων ζητῶν τήν κατάπαυσιν
Χαῖρε, τῶν ἐφετῶν θεοφιλώς απολαύσας·
Χαῖρε, τῶν ἡδονῶν ἀνδροπρεπῶς αποστήσας
Χαῖρε, λαμπρόν Τριάδος εκλόγιον·
Χαῖρε, Ἀγίου Ὄρους γεώργιον
Χαῖρε, ἀγάπης τελείας ὁ γνώστης·
Χαῖρε, ζωῆς αἰωνίας εφέτης.

Χαίροις πάτερ πανένδοξε.

Ζῶν ἐν ὄρει ἁγίῳ καί ἐν Πνεύματι θείω, ἐγεύθης δωρεῶν οὐρανίων, καί φωτοχυσίας ἐμπλησθείς, σκοτοδίνην παθῶν τήν ψυχόλεθρον, παμμάκαρ, ἐφυγάδευσας, κραυγάζων νουνεχώς τόν ὕμνον·

Ἀλληλούια.

Ἤρθησαν ὡς λεόντων, οἰμωγαί τῶν στενόντων, τῶν ὄντων ἐν ζυγῶ ἀνδροφόνων, καί ἀνέστης ἐλθεῖν πρός αὑτούς, τήν φωνήν τοῦ Παύλου ἐνωτιζόμενος, τά τοῦ ἑτέρου ἕκαστος ζητείτω· διό βοῶμεν σοι·

Χαῖρε, τό σέμνωμα τῶν ἀγγέλων·
Χαῖρε, τό στήριγμα τῶν μερόπων
Χαῖρε, τῶν ἐχθίστων τυράννων τό ἔλασμα·
Χαῖρε, τῶν ἀλγούντων Ἑλλήνων τό ἔρεισμα
Χαῖρε, ὅτι διεσκέδασας ἀπιστίας τά δεσμά·
Χαῖρε, ὅτι διεθέρμανας ὑποδούλων τάς ψυχάς
Χαῖρε, ἀρνησιχρίστων αἰωνία αἰσχύνη·
Χαῖρε, ὀρθοδοξούντων οὐρανία γαλήνη
Χαῖρε, ψυχῆς ἀνδρεῖον παράρτημα·
Χαῖρε, φαιδρόν ὁσίων διάδημα
Χαῖρε, τό κέρας πιστῶν ὁ ὑψώσας·
Χαῖρε, τά στίφη ἐχθρῶν ὁ τροπώσας.

Χαίροις πάτερ πανένδοξε.

Θηρατῆς θεοκτόνος, ἐθηρεύθη θεόφρον, ἀσκήσει ὑπό σου τῆ συντόνῳ, ὡς στρουθίον γάρ θεῖον Κοσμά, τήν καλλίαν τῆς ψυχῆς ἐθωράκισας, νηστείαις καί δεήσεσι, φωνῶν ἀδιαλείπτως ούτως·

Ἀλληλούια.

Ἱεράν ἐκδημίαν, ἐπιπνεύσει τῆ θεία, ἀνέλαβες τοῦ λύσαι μανίαν, τῶν τέκνων τῆς Ἂγαρ ἀθλητά, τοῦ Αρχιθύτου τήν εὐχήν αἰτούμενος διό καί τό ἀνδράποδον, Ἑλλήνων γένος ἀνεβόα·

Χαῖρε, Αἰτωλίας ὁ γόνος·
Χαῖρε, Μακεδόνων ὁ κόσμος
Χαῖρε, τῆς Ἠπείρου ὁ θεῖος ὑάκινθος·
Χαῖρε, Ἰλλυρίας ἡδύπνοος νάρκισσος
Χαῖρε, Ναύπακτον καί Ἄγραφα ὁ στηρίξας δωρεαῖς·
Χαῖρε, Σκίαθον καί Σκόπελον ὁ τιμήσας διδαχαῖς
Χαῖρε, ὅτι Κερκύρας ἀνεφάνης ἡ φόρμιγξ·
Χαῖρε, ὅτι τῆς Πάργας επεγνώσθης ἡ σάλπιγξ
Χαῖρε, τῆς Ζίτσης ἄσειστον στήριγμα·
Χαῖρε, Κονίτσης ἔνθεον καύχημα
Χαῖρε, Χειμάρρας λαμπτήρ σελασφόρος·
Χαῖρε, Ἑλλάδος ἀπᾴσῃς τό κλέος.

Χαίροις, πάτερ πανένδοξε.

Κήρυγμα εὐσεβείας, τῶν πατρῴων δογμάτων, τήν λύμην καταργοῦν ἀθεΐας, θαρσαλέως πάτερ μελωδῶν, ἀρνησιχρίστων ἐξήρανας ῥεύματα, καί σέβειν τήν Τριάδα τήν ἀγίαν, ἐδίδαξας τούς ἐκβοῶντας·

Ἀλληλούια.

Λέλυνται ἠρτυμένοις τῆ σή χάριτι λόγοις, τῆς Άγαρ ἐπινοίας οἱ πλόκοι, καί ὡς τῶν ἀραχνίων ἱστών, τῶν ἀλλοδόξων Κοσμά εὐτελέστερα, συστήματα κατέδειξας, δι’ ὁ βοῶμεν σοι ἀσμένως·

Χαῖρε, φανός τῶν Ἰωαννίνων·
Χαῖρε, αὐλός τῶν θεολογούντων
Χαῖρε, τῶν λῃστῶν μετατρέψας τό φρόνημα·
Χαῖρε, φονευτοῦ φανερώσας τό ἔκπτωμα
Χαῖρε, Παύλου ἰσοστάσιος καί ἐκτύπωμα λαμπρόν·
Χαῖρε, φρούριον νεόδμητον τῶν ὁσίων ἀθλητῶν
Χαῖρε, ὅτι προλέγεις Ἑπτανήσων τήν λύσιν·
Χαῖρε, ὅτι προβλέπεις τυραννούντων τήν πτῶσιν
Χαῖρε, Κλαδᾷ προρρήσας τήν ἄνοδον·
Χαῖρε, πολλῶν δηλώσας τήν κάθοδον
Χαῖρε, τόν τῦφον ἐχθρῶν ἐδαφίσας·
Χαῖρε, τόν πλοῦτον γηίνων μισήσας.

Χαίροις πάτερ πανένδοξε.

Μέλι ἀποσταζόντων, σῶν χειλέων τά πλήθη, Ἑλλήνων γηγενῶν κατεκήλεις• διό τῆς σωτηρίας ὀδόν, τοῖς θεολέκτοις σου λόγοις ἐδήλωσας, βροτοῖς θεομακάριστε, τοῖς μελῳδοῦσι σύν σοι οὕτως·

Ἀλληλούια.

Νέος Παύλος ἐφάνης, ἐν ἐσχάτοις τοῖς χρόνοις, ταῖς θείαις ἐκδημίαις καί κόποις, διό Ἀγαρηνῶν, ἀθλητά, τό ἀντίθεον κατέλυσας φρύαγμα, τόν νοῦν πρός τά οὐράνια, ἰθύνας τῶν σοι κραυγαζόντων·

Χαῖρε, ὁ κῆρυξ ὁ θεολόγος·
Χαῖρε, διδάχος ὁ ψυχοτρόφος
Χαῖρε, γυναικός δαιμονώδους λυτήριον·
Χαῖρε, ξυνωρίδος μοιχῶν ἐλεγκτήριον
Χαῖρε, ἄνθος πολυέραστον τό μυρίζον τούς πιστούς·
Χαῖρε, τεῖχος ἀκαθαίρετον τό σκεδάζον τούς ἐχθρούς
Χαῖρε, τῆς εὐσεβείας ἐνσπείρων τόν λόγον·
Χαῖρε, τῆς ἁμαρτίας ἐλαύνων τόν ζόφον
Χαῖρε, πηγή χαρίτων ἀέναος·
Χαῖρε, λιμήν ὁ ὄντως ἀκύμαντος
Χαῖρε, Κοσμά Ἱερέων κοσμήτωρ·
Χαῖρε, Κοσμά κόσμου κόσμος ὁ θεῖος.

Χαίροις πάτερ πανένδοξε.

Ξένον θέαμα ὄντως, τῶν ἀνδρῶν τῶν κακούργων, ἐστράφη ὁ χορός πρός τά κρείττω, ἀκουόντων γάρ λόγον τόν σόν, τῆς ψυχῆς αὑτῶν τό εὐόλισθον, ἠλλοίωσας πανόλβιε, καί ἤρξαντο σοφέ κραυγάζειν·

Ἀλληλούια.

Ὁ θεόφρων προφήτης, ἐν τῆ χώρα Ἠπείρου, ἐδήλωσε τόν λόγον Κυρίου· προϊδών γάρ Λευκάδος βουνούς, ὡς βροτῶν προσφύγια ἄριστα, ηὐλόγησε τά πέρατα, κραυγάζοντος τοῦ πλήθους ταύτᾳ·

Χαῖρε, ἀλλογενῶν ἡ κατάπληξις·
Χαῖρε, ὁμογενῶν ἡ ἀνάψυξις
Χαῖρε, ἡγητόρων Ἑλλήνων τό θάρσος·
Χαῖρε, μισοχρίστων Ἑβραίων τό άλγος
Χαῖρε, τοῦ Σουλίου τύφωμα κατακόψας θαυμαστώς·
Χαῖρε, τῶν ἀθέων γαύρωμα καταστείλας ταχινώς
Χαῖρε, ὅτι συντρέχεις εὐσεβῶν τάς ἀγέλας·
Χαῖρε, ὅτι κλονίζεις ἀσεβῶν τάς καθέδρας
Χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα·
Χαῖρε, σεμνόν τῆς πίστεως τέμενος
Χαῖρε, πτωχῶν ὁμοφύλων τό στόμα·
Χαῖρε, λαῶν ὑποδούλων ἡ γλῶσσα.

Χαίροις πάτερ πανένδοξε.

Πνέων μένεα γένος, θεοκτόνων Ἑβραίων, ἐπόθει ἀνελεῖν σε τόν γόνον, Αἰτωλίας ἀθλητά Κοσμά, ἀλλά Χριστός αὑτῶν προεφανέρωσε, τά ὑποψιθυρίσματα, πιστοῖς τοῖς ἐκβοῶσι οὕτως·

Ἀλληλούια.

Ῥύαξ τῆς εὐσεβείας, ἐκβλυστάνων τό ὕδωρ, ἐφάνης νεωστί τῶν χαρίτων, ἰαμάτων γάρ τόν γλυκασμόν, ἐπιστάζεις τοῖς πᾶσι παναοίδιμε, τοῖς μέλπουσι τήν μνήμην σου τήν ἔνδοξον καί ἐκβοῶσι·

Χαῖρε, τό ῥεῦμα τῶν δωρημάτων·
Χαῖρε, ὁ φύλαξ σεπτῶν δογμάτων
Χαῖρε, γυναικῶν ἀνασπῶν τό φιλόκοσμον·
Χαῖρε, τῶν ἀνδρών κατασπῶν τό φιλόυλον
Χαῖρε, ὅτι ἐθαμβώθησαν ποδηγέται Ἐνετῶν·
Χαῖρε, ὅτι ἐμωράνθησαν ἀρχηγέται δυναστῶν
Χαῖρε, ὁ τῶν πενήτων θεραπεύων τό άχθος·
Χαῖρε, ὁ τῶν πλουτούντων ἀφανίζων τό κράτος
Χαῖρε, Χριστοῦ ὁ θύτης πανάριστος·
Χαῖρε, ἡμῶν ὁ ἕτοιμος έφορος
Χαῖρε, παντοίων θλίψεων ρύστης·
Χαῖρε, δεινῶν ἀφάτων ἡ λύσις.

Χαίροις πάτερ πανένδοξε.

Σάλπιγξ τῆς σωτηρίας, εὐηχούσα τήν νέαν, ἐφάνης τοῦ Χριστοῦ Βασιλείαν· σύ γάρ ταῖς πυκναῖς σου διδαχαῖς, γεηρῶν πόθων μαραίνεις τήν φλόγωσιν, διδάσκων τούς ἀκούοντας, βοᾶν ἀκαταπαύστως ούτως·

Ἀλληλούια.

Τό θανεῖν ἐν τοῖς πόνοις, ἀντί πάντων ἐπόθεις, ζητῶν Ἱερομάρτυς ἀγχόνην, τῶν ἀρχαίων πάτερ ἀθλητῶν, τήν αἵμασι τιμίοις πορφυρίζουσαν, Κοσμά θεοχαρίτωτε, διό σοι πάντες ἐκβοῶμεν·

Χαῖρε, ὁ μάρτυς ὁ θεοφόρος·
Χαῖρε, ὁ μέγας τροπαιοφόρος
Χαῖρε, ὁ προθύμως ζηλώσας τά σκάμματα·
Χαῖρε, ὁ ἐκθύμως ποθήσας παλαίσματα
Χαῖρε, ἐν πυρί καί ὕδατι βαπτισθείς περιχαρώς·
Χαῖρε, ἐν ἁγίῳ Πνεύματι καταπλήξας τόν ἐχθρόν
Χαῖρε, ὅτι δεικνύεις τήν ὀδόν καρτερίας·
Χαῖρε, ὅτι σκεδάζεις τῶν ἀνόμων χορείας
Χαῖρε, ῥεόντων τοῦ βίου ὁ ξένος·
Χαῖρε, δαιμόνων πανούργων ὁ τρόμος
Χαῖρε, πολλῶν ἐπιτόκων τό ἄκος·
Χαῖρε, βροτῶν ὁμοδόξων τό νῖκος.

Χαίροις πάτερ πανένδοξε.

Ὕμνους δοξολογίας, ἀναπέμπεις, ὁδεύων πρός τμῆσιν τῆς σής κᾶρας καί λέγων· Διῆλθον, ὡς φησιν ὁ Δαυΐδ, διά πυρός τῶν ἀνόμων καί ἤγαγε, ἐμέ εἰς τήν ἀνάψυξιν, ὁ Κύριος πρός ὀν κραυγάζω·

Ἀλληλούια.

Φώς φωτίζον τά πλήθη, ἐπεγνώσθης καί στήλη, ἡμᾶς φωταγωγῶν, σή ἀθλήσει· κρουνούς γάρ τῶν αἱμάτων τῶν σῶν, τῶν ἀλλοφύλων ποντίζεις συστήματα, τά θάμβει συνεχόμενα καί σύν ἡμῖν ἀναβοῶντα·

Χαῖρε, ὁ σύνδρομος τῶν Δικαίων·
Χαῖρε, ὁ ἅγιος τῶν Ἑλλήνων
Χαῖρε, τῶν ὁσίων φαιδρύνας τόν ὅμιλον·
Χαῖρε, τῶν μαρτύρων αὐξήσας τόν θίασον
Χαῖρε, ὅτι επευλόγησας τόν ὁρίζοντα τῆς γης·
Χαῖρε, ὅτι ηὐχαρίστησας τόν διδόντα τήν ζωήν
Χαῖρε, τῶν ἱερέων τόν πανεύοσμον ἴον·
Χαῖρε, τῶν ἀθλοφόρων τό πανεύφημον κλέος
Χαῖρε, νοσούντων ἴαμα ἄμισθον·
Χαῖρε, θαυμάτων ῥεῖθρον ἀείροον
Χαῖρε, κρουνός ἀκενώτων θαυμάτων·
Χαῖρε, αὐλός ἐλευθέρων μερόπων.

Χαίροις πάτερ πανένδοξε.

Χάριτι Παρακλήτου, ἐξ ὑδάτων ἀπαίρει τό σῶμα τό σόν Μᾶρκος καί χαίρει, ὅθεν ὡς χρυσίον χωνευτόν, ὑπό χθόνα τά τέκνα σου ἔκρυψαν, αὑτό θεομακάριστε, βοῶντες εὐσεβῶς τόν ὕμνον·

Ἀλληλούια.

Ψάλλovτές σου τό μέλος, εὐφημοῦμεν τό τέλος τό σόν oι φιλομάρτυρες πάντες, ὡς ἀμνός γάρ Χριστοῦ αὐτοθελώς, διά τήν πίστιν τό αἷμα ἐξέχεας, καί πάντες κατεπλάγησαν φωνοῦντες θεοφόρε τάδε·

Χαῖρε, λαμπρῶν στεφάνων ὁ κτήτωρ·
Χαῖρε, ὁσίων νέων ἡγήτωρ
Χαῖρε, ὁ Ναός τῆς Τριάδος περίσεμνος·
Χαῖρε, ὁ σοφός τῶν ἀνθρώπων διδάσκαλος
Χαῖρε, θεῖον σεμνολόγημα ὀρθοδόξων μοναχῶν·
Χαῖρε, ὕψος δυσαντίβολον ἀρετῶν ὑπερφυῶν
Χαῖρε, τῆς Ἰλλυρίας πιάνας τό ἔδαφος·
Χαῖρε, τῆς Ἐκκλησίας αρδεύσας τήν ἄρουραν
Χαῖρε, ᾠδή Χριστοῦ ὑμνητήριος·
Χαῖρε, ζωῆς ἀγνῇς οἰκητήριον
Χαῖρε, τρυφῆς ἀλήκτου ὁ μέτοχος·
Χαῖρε, τροφῆς ἀγγέλων συνέστιος.

Χαίροις πάτερ πανένδοξε.

Ὦ πανεύφημε πάτερ, Ὀρθοδόξων σεμνότης, Κοσμά ἱερομάρτυς Κυρίου (ἐκ γ΄)· τήν ἐκ βάθους καρδίας μολπήν δεδεγμένος μή παύσῃ πρεσβείαις σου, στηρίζων τούς ὑμνοῦντας σε, τούς τῷ Σωτῆρι εκβοώντας·

Ἀλληλούια.

Κοντάκιον. Ἦχος δ’. Τῆ Ὑπερμάχῳ…
Νεομαρτύρων ἀριστέα τόν πανεύφημον, καί Αἰτωλίας τόν βλαστόν τόν θεοπρόβλητον, ἀνυμνήσωμεν κραυγάζοντες ὁμοφώνως· ταῖς πρεσβείαις σου Κοσμά πρός τόν Φιλάνθρωπον, τούς τιμῶντας σε κινδύνων ἐλευθέρωσον, ἶνα κράζωσι· Χαίροις πάτερ πανένδοξε.

Παρακλητικός κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν

Βίος Αγίου Ιερομάρτυρα και Ισαποστόλου Κοσμά του Αιτωλού