Χαιρετισμοί εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Νικάνορα τον Ζαβορδηνόν τον εν Καλλιστράτου Όρους Ασκήσαντα τον Θαυματουργόν

Κοντάκιον. Ἦχος πλ. δ’’. Τῆ Ὑπερμάχῳ Στρατηγῶ.
Τόν ἐν ὁσίοις θαυμαστόν θεῖον Νικάνορα, ἀνευφημήσωμεν πιστοί ἐνθέοις ἄσμασι, τόν ὡς ἥλιον ἐκλάμψαντα ἐν τῷ κόσμῳ, καί διώξαντα ἀγνοίας τήν σκοτόμαιναν, καί τήν ἔπαρσιν δαιμόνων καταρράξαντα, τούτῳ κράζοντες˙ Χαίροις, Πάτερ τρισόλβιε.

Ἄγγελος ἄλλος ὤφθης ἐπί γῆς βιοτεύων, θεσπέσιε Νικάνορ, ὡς όντως (ἐκ γ’)˙ὑπερβάς γάρ θεσμούς φυσικούς, ὡς παρόντα προεώρας τά μέλλοντα˙ διόπερ πάντες ἐξιστάμενοι ἐβόων σοι τοιαύτα˙

Χαῖρε, τό κλέος Θεσσαλονίκης˙
Χαῖρε, λαμπράς ὁ ἐπώνυμος νίκης.
Χαῖρε, ὀρθοδόξων γονέων τό βλάστημα˙
Χαῖρε, εὐσεβούντων ἁπάντων ἐντρύφημα.
Χαῖρε, ὅτι προελήλυθας ἐκ γαστρός στειρωτικής˙
Χαῖρε, ὅτι πεπολίτευσαι ἐν γῆ ὡς ὁ Βαπτιστής.
Χαῖρε ὅτι παρεῖδες τά ἐν γῆ νηπιόθεν˙
Χαῖρε, ὅτι ἐδέξω φωτισμόν οὐρανόθεν.
Χαῖρε, λαμπτήρ τοῦ κόσμου αείφωτε˙
Χαῖρε, κλεινῶν ὁσίων ομόσκυνε.
Χαῖρε, δι’ οὐ ἐπαγάλλεται κτίσις˙
Χαῖρε, δι’ οὐ ἐδοξάσθης ὁ Κτίστης.

Χαίροις, Νικάνορ ὅσιε.

Βλέποντες οἱ τεκόντες σε, Νικάνορ θεόφρον, θαυμάσιον ἀνύοντα βίον, ἡλικίας ἔτι ἐκ παίδων, ἐκπληττόμενοι Θεόν ἐμεγάλυνον, αὑτοῖς τέκνον χαρισάμενο, αὑτῷ βοώντες˙

Ἀλληλούϊα.

Γνῶσιν θείαν συλλέξας, ὡς ἀσύλητον ὄλβον, ἐκ Πνεύματος τῶν θησαυρισμάτων τῶν ἀμφοῖν Διαθηκῶν, ἐταμίευσας, Ὅσιε, καί ὤφθης οὕτω μεγαλέμπορος, ἀκούων παρ’ ἡμῶν τοιαύτα˙

Χαῖρε, σαρκός τάς ὁρμάς συστείλας˙
Χαῖρε, ἐχθρῶν καθελών τάς στήλας.
Χαῖρε, ἐγκρατείας κανών ακριβέστατος˙
Χαῖρε, προσευχήν ἐξασκήσας ἀθόλωτον.
Χαῖρε, πλοῦτον ὁ τοῖς πένησιν διανείμας πατρικόν˙
Χαῖρε, ὅτι καταπέφλεξαι ζήλῳ ὄντως θεϊκῷ.
Χαῖρε, ὁ τῶν Ἀγγέλων ζηλωσάμενον βίον˙
Χαῖρε, ὁ καταπτύσας τάς βουλάς δαιμονίων.
Χαῖρε, ὡς φώς ἐκλάμψας τοῖς πέρασι˙
Χαῖρε, ὁ μέγας ὄντως ἐν τέρασι.
Χαῖρε, ζυγόν τοῦ Κυρίου ὁ άρας˙
Χαῖρε, Χριστοῦ ἀμπελῶνος ἐργάτα.

Χαίροις, Νικάνορ ὅσιε.

Δύναμις τοῦ Ὑψίστου, σε ἐνίσχυε, Πάτερ, τήν κλίμακα τήν θείαν ὡς ὄντως ἀνερχόμενον τῶν ἀρετῶν, ἡ Θεός τρισήλιος επεστήρικτο˙ πρός ὀν περ φθάσαι ἔσπευδες, κραυγάζων ασιγήτως, μάκαρ˙

Ἀλληλούϊα.

Ἔχων ἀεί τόν φόβον σύνοικον τοῦ Κυρίου, σοφίας ὡς θεμέλιον θείας, ὄντως ἀκρογωνιαίου Ἰησοῦ, εἰς ναόν αὑτοῦ συνῳκοδόμησαι άγιον˙ διό σοι προτρεπόμεθα βοᾶν τοιαύτα˙

Χαῖρε, πολλῶν ὀρφανῶν προστάτης˙
Χαῖρε, τροφεῦ τῶν πεινώντων αὖθις.
Χαῖρε, ἀρετῶν ἁπασῶν τό θησαύρισμα˙
Χαῖρε, μοναστῶν τό περίπυστον καύχημα.
Χαῖρε, ἄγαλμα θεότευκτον τῆς ἀγάπης ἐν Χριστώ˙
Χαῖρε, βίον ἐξασκήσας τε ἐν τῆ γῆ ἀγγελικόν.
Χαῖρε, τῶν Ἀποστόλων ὁ ὁμότροπος όντως˙
Χαῖρε, τῆς βασιλείας τοῦ Θεοῦ κληρονόμος.
Χαῖρε, πιστῶν μεσίτης πρός Κύριον˙
Χαῖρε, δεινοῦ Σατάν ἐλατήριον.
Χαῖρε, ζωῆς ἐραστά τῆς αγήρω˙
Χαῖρε, ἀνδρών μιμητά τῶν ἁγίων.

Χαίροις, Νικάνορ ὅσιε.

Ζήλῳ τῆς ἡσυχίας πυρακούμενος μάκαρ, καί φίλτρῳ βεβλημένος τῷ θείω, ἐν παννύχοις εὐχαῖς καρτερῶν, καί δεήσεσι πρός Κύριον, Ὅσιε, τῷ πνεύματι τό σῶμα καθυπέταξας, Θεῶ κραυγάζων˙

Ἀλληλούϊα.

Ἤκουσε τήν σήν φήμην ὁ κλεινός Ἱεράρχης, καί βίου ἀκραιφνές τοῦ σου, μάκαρ, καί ὡς λύχνον ἐν λυχνία σε εὐθύς πρεσβυτέρων καί ἄκοντα τίθησι, φωτίζειν τούς βοῶντας σοι, φωναῖς ἀσιγήτοις ταύτα˙

Χαῖρε, τό κλέος τῶν ιερέων˙
Χαῖρε, ἀντίληψις δεομένων.
Χαῖρε, τῶν δαιμόνων, παμμάκαρ, αντίπαλε˙
Χαῖρε, τῶν Ἀγγέλων τῶν θείων συνόμιλε.
Χαῖρε, ὅτι τά οὐράνια ἐπεπόθησας σοφώς˙
Χαῖρε, ὅτι κατεπάτησας ἡδονάς τάς τῆς σαρκός.
Χαῖρε, ὁ διανύσας ἰσαπόστολον τρίβον˙
Χαῖρε, ὁ διαρρήξας σχέσιν πᾶσαν γηίνων.
Χαῖρε, τερπνή κιθάρα τοῦ Πνεύματος˙
Χαῖρε, σοφέ θαυμάτων τό πέλαγος.
Χαῖρε, δι’ οὐ ὁ Σατάν ετροπώθη˙
Χαῖρε, δι’ οὐ ὁ Χριστός ἐκηρύχθη.

Χαίροις, Νικάνορ ὅσιε.

Θεοφώτιστος στῦλος τούς πιστούς καταυγάζων, νυκτί κεκρατημένους δουλείας, καθωράθης, Νικάνορ σοφέ, καί νεφέλη καύσωνας ἀναστέλλουσα τῷ θείω σου κηρύγματι, καί πάντας καταπείθων κράζειν˙

Ἀλληλούϊα.

Ἰδόν δῆμοι Ἀγγέλων καί ἐκρότησαν ἄμα τό ἔνθεον τῆς σής πολιτείας, καί δαιμόνων τε φρίκη πληθύς συνεσχέθη μή τολμώσ’ ἀτενίσαι σοι˙ βροτοί δε τούς ἀγῶνας σου θαυμάζοντες, πιστῶς βοώμεν˙

Χαῖρε, ὁ κῆρυξ τῆς μετανοίας˙
Χαῖρε, τό αὖχος τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ κρατύνας πιστούς εἰς ευσέβειαν˙
Χαῖρε, ὁ λιπών σου τοῦ γένους τήν εὔκλειαν.
Χαῖρε, ὄργανον κρουόμενον θείω πλήκτρῳ μυστικώς˙
Χαῖρε, ἄρουραν νεώσας σου τῆς ψυχῆς ἀσκητικῶς.
Χαῖρε, θείω ἀρότρῳ ὁ βαλών σου τήν χείρα˙
Χαῖρε, ανεπιστρόφως τεμών αὔλακα θείαν.
Χαῖρε, πυρός ακσήσεως μέγιστος˙
Χαῖρε, φρουρός τῶν δούλων σου κράτιστος.
Χαῖρε, Πολλῶν ὁδηγέ πρός τά άνω˙
Χαῖρε, πηγή ἀκενώτων θαυμάτων.

Χαίροις, Νικάνορ ὅσιε.

Κύριος οὐρανόθεν, Ἀβραάμ ὤσπερ ἄλλον, κελεύσας σε λιπεῖν γῆν πατρῴαν, καί εἰς ὄρος ταχύ ἀνελθεῖν Καλλιστράτου, σαφῶς ἐπηγγείλατο ἐν βίῳ παντί συνεῖναι σοι˙ ὦ πειθαρχῶν ἐβόας ψάλλων˙

Ἀλληλούϊα.

Λάμψας ἐν Σαρακίνη, ὡς λαμπρός ἑωσφόρος, δαιμόνων ἠλευθέρωσας πλείστους˙ παραλύτους τε λόγῳ εὐθύς καί αἱμορροούσας ἰάσω, Ὅσιε, οἱ σε πιστῶς τιμῶντες, ἐβόων χαρμοσύνως ταύτα˙

Χαῖρε, ἀνόρθωσις παραλύτων˙
Χαῖρε, ἀπέλασις δαιμονίων.
Χαῖρε, αἱμορροίας ὁ λόγῳ στησάμενος˙
Χαῖρε, ἀσθενείας πολλάς ἰασάμενος.
Χαῖρε, ἄνθος τῆς ἀσκήσεως, μοναστῶν υπογραμμός˙
Χαῖρε, πύργος ἀδαμάντινος καρτερίας αληθώς˙
Χαῖρε, τῶν μονοτρόπων ἀσφαλής οδηγία˙
Χαῖρε, κεκακωμένων ταχινή προστασία.
Χαῖρε, τρυφῆς τῆς θείας συμμέτοχε˙
Χαῖρε, χοροῦ δικαίων συνόμιλε.
Χαῖρε, πενήτων ἡ παραμυθία.
Χαῖρε, χηρῶν τε ἡ ἐπικουρία.

Χαίροις, Νικάνορ ὅσιε.

Μέγας σημειοφόρος ἐν ὁσίοις ὡς ὄντως διέπρεψας, Νικάνορ θεόφρον˙ διό πίστει τούς σούς ὑπέρ φύσιν ἀγῶνας, καί τά τρόπαια ἡ τῶν πιστῶν ὁμήγυρις, Κυρίῳ ασιγήτως κράζει˙

Ἀλληλούϊα.

Νίκης τρόπαια ἤρας φερωνύμως, τρισμάκαρ, κατά τῶν νοητῶν αντιπάλων˙ τάς σκαιάς γάρ ἐνέδρας αὑτῶν ὡς ἱστόν ἀράχνης, σοφέ, διέλυσας, διό πιστοί θαυμάζοντες, ᾠδαῖς σοι ἐκβοῶμεν ταύτα˙

Χαῖρε, ὁ μύστης τῶν ουρανίων˙
Χαῖρε, ὁ γνώστης τῶν ἀπορρήτων.
Χαῖρε, τό κατάκαρπον δένδρον τῆς χάριτος˙
Χαῖρε, ταπεινώσεως βάθος ἀμέτρητον.
Χαῖρε, στάθμη διακρίσεως, ἀσκητῶν ἡ χαρμονή˙
Χαῖρε, ἄστρον τηλαυγέστατον, δᾳδουχοῦν πᾶσαν τήν γῆν.
Χαῖρε, λίθος ἐπάρσεις δυσμενῶν ὁ συντρίβων˙
Χαῖρε, κώδων ἐξ ὕπνου ῥαθυμίας ἐγείρων.
Χαῖρε, κρατήρ ναμάτων τοῦ Πνεύματος.
Χαῖρε, φωστήρ παμμάκαρ, φανότατος.
Χαῖρε, Χριστοῦ ὁ διάπυρος λάτρης.
Χαῖρε, πατήρ ὀρφανῶν καί προστάτης.

Χαίροις, Νικάνορ ὅσιε.

Ξενωθείς παντός κόσμου, παμμακάριστε Πάτερ, εἰς ὕψος ἀκραιφνοῦς πολιτείας ἀνηνέχθης ὄντως, Νικάνορ σοφέ, καί Ἀγγέλοις τοῖς θείοις εξωμοίωσαι˙ διόπερ τῷ ἐνδυναμοῦντι σε Χριστῷ ἀεί εβόας˙

Ἀλληλούϊα.

Ολοψύχως τῷ Κτίστῃ τῶν ἁπάντων, θεόφρον, ἀεί σοι εὐχομένῳ, Νικάνορ, πειρασμούς καί φόβητρα ἐχθρός ὁ χαιρέκακος ἀγρίως διήγειρεν˙ ὅνπερ, Πάτερ, τροπωσάμενος, ἀκούεις παρ’ ἡμῶν τοιαύτα˙

Χαῖρε, στερρός καρτερίας άκμων˙
Χαῖρε, ἐχθρῶν καθαιρέτα πάντων.
Χαῖρε, Καλλιστράτου τοῦ ὄρους τό καύχημα˙
Χαῖρε, τῶν Σερβίων τό θεῖον ἐντρύφημα.
Χαῖρε, κλέος ὑπερθαύμαστον τῆς Κοζάνης αληθώς˙
Χαῖρε, ἄνθος τό ηδύπνοον, θεοφόρε Γρεβενῶν.
Χαῖρε, τῆς Σιατίστης βοηθός καί προστάτης˙
Χαῖρε, Θεσσαλονίκης ὡραιότατος ὄρπηξ.
Χαῖρε, δι’ οὐ ἡττήθησαν πνεύματα˙
Χαῖρε, δι’ οὐ ἰῶνται νοσήματα.
Χαῖρε, Χριστοῦ Ἐκκλησίας φαιδρότης˙
Χαῖρε, πολλῶν ἀληθής κοσμιότης.

Χαίροις, Νικάνορ ὅσιε.

Πᾶσαν ἤσκησας, Πάτερ, ἀρετήν ἐν τῷ κόσμῳ, διόπερ σοι ἀπόκειται ὄντως ὁ τῆς δόξης στέφανος, σοφέ, ὀν σοι ἀποδώσει Κριτής ὁ δίκαιος, ὦ νῦν τε παριστάμενος, γηθόμενος κραυγάζεις ασιγήτως˙

Ἀλληλούϊα.

Ῥεῖθρα ἄπειρα βλύζει ἰαμάτων ἡ θήκη, τῶν θείων καί σεπτῶν σου λειψάνων, ἐξ ὤν ἀρυόμενοι πιστοί εἰς ὑγείαν ψυχῆς τε καί σώματος, τήν χάριν σου δοξάζοντες, βοώμέν σοι πιστῶς τοιαύτα˙

Χαῖρε, χαρίτων ταμεῖον θείων˙
Χαῖρε, Τριάδος σεπτῆς πυξίον
Χαῖρε, σωφροσύνης ἡ στήλη ἡ έμψυχος˙
Χαῖρε, μετανοίας ἡ σάλπιγξ ἡ εὔηχος.
Χαῖρε, ὅτι ὤφθης ἔξοχος ἀληθῶς θαυματουργός˙
Χαῖρε, ὅτι σε ἐδόξασεν οὐρανῶ καί γῆ Χριστός.
Χαῖρε, τῶν δαιμόνων διασπάσας τάς πάγας˙
Χαῖρε, τῶν μοναζόντων τάς ἀγέλας εὐφράνας.
Χαῖρε, Χριστοῦ θεράπων μακάριε.
Χαῖρε, κρηπίς ὁσίων πανόλβιε.
Χαῖρε, Χριστόν ὑπέρ πάντα ποθήσας.
Χαῖρε, τήν γῆν θαυμασίοις ὁ κλύσας.

Χαίροις, Νικάνορ, ὅσιε.

Σοφιστήν τῆς κακίας, σχήμασιν ἐν ποικίλοις ὀφθέντα σοι, Σταυροῦ τῷ σημείῳ, ὡς φλογίνη ῥομφαία, σαφῶς, θεοφόρε, ἔβαλες ευστοχώτατα, Χριστῷ τῷ παντοκράτορι κραυγάζων εὐχαρίστως ούτως˙

Ἀλληλούϊα.

Ταπεινόφρων καί πρᾶος θεοφόρε Νικάνορ, ἡσύχιος καί ἄκακος ὄντως ἀπεφάνθης ἐξ ἔργων, σοφέ, ὡς προσήκει ὀπαδοῖς τοῦ Παντάνακτος, τοῦ σοι νῦν ἐκδιδάσκοντος τούς ἅπαντας προσφωνεῖν τοιαύτα˙

Χαῖρε, ὁ μύστης Θεοῦ σοφίας˙
Χαῖρε, τό κλέος τῆς εὐσεβείας.
Χαῖρε, ἰαμάτων ἀκένωτον πέλαγος˙
Χαῖρε, ὁ ἐν γῆ βιοτεύσας ὡς ἄσαρκος.
Χαῖρε, κάλλος τό ἀμήχανον τῆς θεότητος ορών˙
Χαῖρε, θεῖον ἀκροθίνιον τῶν ἐνδόξων ἀσκητῶν.
Χαῖρε, ὅτι εἰσῆλθες εἰς ναόν πρωτοτόκων˙
Χαῖρε, ὅτι προσᾴδεις τῆ Τριάδι τόν ὕμνον.
Χαῖρε, δεινός βελίαρ αντίπαλος˙
Χαῖρε, στερρός τῆς πίστεως πρόβολος.
Χαῖρε, σεπτός τοῦ Χριστοῦ μυστίπολος.
Χαῖρε, κλεινῶν πρεσβυτέρων τό αὖχος.

Χαίροις, Νικάνορ ὅσιε.

Ὕπνος τίμιος, Πάτερ, ἐναντίον Κυρίου ὁ θάνατος ὁ σός, μάκαρ, ώφθη˙ σοι γάρ τό ζῆν ἤν ὄντως ὁ Χριστός, οὐ καί τόν Σταυρόν ἤρας ἐκ νεότητος, Νικάνορ θεοφώτιστε, αὑτῷ ἀκολουθῶν ἀεί καί κράζων˙

Ἀλληλούϊα.

Φωτοβόλον σε στῦλον Καλλιστράτου ἐπ’ ὄρους, τόν κόσμον δᾳδουχοῦντα, παμμάκαρ, τεραστίοις, Πάτερ, ὑπέρ νοῦν, Ἰησοῦς ὁ Λόγος τοῦ Θεοῦ έθετο˙ πρός ὀν σε πρέσβυν προβάλλοντες, βοῶμεν ταύτα˙

Χαῖρε, πυξίς ἀρετῶν παντοίων˙
Χαῖρε, κλεινέ θεωρέ ἀρρήτων.
Χαῖρε, ἀηδών τορευτώς κελαδήσασα˙
Χαῖρε, χελιδών τόν Χριστόν ἀνυμνήσασα.
Χαῖρε, σῦριγξ ὁ φυσώμενος λεπτή αὔρα τοῦ Θεού˙
Χαῖρε, πάντα τά πυργώματα καταρράξας τοῦ ἐχθροῦ.
Χαῖρε, ξίφος συγκόπτον τῶν δρακόντων τάς κάρας˙
Χαῖρε, χεῖρας ὁσίας πρός Χριστόν ὁ διάρας.
Χαῖρε, φωστήρ ἠλίου λαμπρότερε˙
Χαῖρε, σοφέ τοῦ ψεύδους κατήγορε.
Χαῖρε, Χριστοῦ τό πολυφόρον κλήμα˙
Χαῖρε, Σατάν θριαμβεύσας τό πῆμα.

Χαίροις, Νικάνορ ὅσιε.

Χαριτόβρυτος πέλει ἡ τιμία σου κάρα, Νικάνορ ὁσιώτατε πάτερ, ἰάσεις προχέουσα πιστοῖς καί ἐκδειματοῦσα, θεόφρον, ἅπαντας τούς μή Χριστῷ πιστεύοντας καί μή εἰδότας αὑτῷ κράζειν˙

Ἀλληλούϊα.

Ψάλλοντες σου, παμμάκαρ, τούς ἐνθέους ἀγῶνας, οὕς ἔτλης ἐν ἀσκήσει, Νικάνορ, ἀνυμνοῦμεν σε χαρμονικώς, τόν ἡμῶν προστάτην καί μέγαν πρόμαχον, απαύστως ἐκβοῶντες σοι ὡς θέμις, θεοφόρε, ταύτα˙

Χαῖρε, ἡ ῥῶσις τῶν ασθενούντων˙
Χαῖρε, ἡ δόξα τῶν εὐσεβούντων.
Χαῖρε, μοναζόντων κανών ακριβέστατος˙
Χαῖρε, Ἐκκλησίας φωστήρ διαυγέστατος.
Χαῖρε, ἔξοχον ἀγλάϊσμα τῶν τιμώντων σε πιστώς˙
Χαῖρε, κλέος καί ἐντρύφημα εὐσεβῶν ὡς ἀληθῶς.
Χαῖρε, γῆν θαυμασίων προχοαῖς κατακλύζων˙
Χαῖρε, τῶν ἀντιπάλων πυργοβάρεις κρημνίζων.
Χαῖρε, σεπτόν τοῦ λόγου εκλόγιον˙
Χαῖρε, μετανοούντων ἐχέγγυον.
Χαῖρε, φρουρός τῆς Μονῆς καί προστάτης˙
Χαῖρε, τῶν σῶν οἰκετῶν παραστάτης.

Χαίροις, Νικάνορ ὅσιε.

Ὦ τρισόλβιε Πάτερ, μοναστῶν ὡραιότης, Νικάνορ ἁγιώτατε μάκαρ, προσδεξάμενος τήν νῦν πενιχράν τῶν σῶν δούλων προσφοράν, ῥῦσαι ἅπαντας κινδύνων καί μελλούσης κατακρίσεως, τούς σοι βοώντας˙

Ἀλληλούϊα.

Καί αὐθύς το Κοντάκιον. Ἦχος πλ. δ’’. Τῆ Ὑπερμάχῳ Στρατηγῶ.
Τόν ἐν ὁσίοις θαυμαστόν θεῖον Νικάνορα, ἀνευφημήσωμεν, πιστοί, ἐνθέοις ἄσμασι, τόν ὡς ἥλιον ἐκλάμψαντα ἐν τῷ κόσμῳ, καί διώξαντα ἀγνοίας τήν σκοτόμαιναν, καί τήν ἔπαρσιν δαιμόνων καταρράξαντα, τούτῳ κράζοντες˙ Χαίροις, πάτερ τρισόλβιε.

 

Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Νικάνορα τον Θαυματουργόν