Χαιρετισμοί εις τον Όσιο Θεοφόρο Πατέρα ημών Θεόδωρο τον εν Κυθήροις ασκήσαντα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν ἐνθέων δωρεῶν θεῖον θησαύρισμα, καὶ τῶν Κυθήρων οἰκιστὴν καὶ ἐγκαλλώπισμα, ἀνυμνοῦμεν σε προφρόνως, Ὁσίων κλέος· ἀλλὰ δίδου ταῖς πρὸς Κύριον πρεσβείαις σου, δωρημάτων θεοσδότων τὴν ἐνέργειαν, τοῖς βοῶσι σοι, Χαίροις, Πάτερ Θεόδωρε.
Ἄνθρωπος ἀγγελόφρων ἐγνωρίσθης ἐν κόσμῳ, Θεόδωρε, ὁσίως βιώσας, καὶ ἐν τῇ σεπτή σου βιοτὴ ἀγγελικῶν δωρημάτων ἠξίωσας, δι’ ὦν εὐφραίνεις ἅπαντας, τοὺς ἐκβοῶντας σοι τοιαῦτα·
Χαῖρε ἐν ᾗ ἡ χάρις ἐκλάμπει·
Χαῖρε δι’ οὗ ὁ δράκων στενάζει.
Χαῖρε δωρημάτων τῶν θείων ἐπώνυμος·
Χαῖρε τῶν Ὁσίων Πατέρων ὁμότιμος.
Χαῖρε ἄνθος εὐωδέστατον σωφροσύνης εὐαγοῦς·
Χαῖρε τύπος ἐνθεώτατος ἐγκρατείας ἀληθοῦς.
Χαῖρε ὅτι συζύγου ὑπερεῖδες τὸν πόθον·
Χαῖρε ὅτι Κυρίου ἐκπεραίνεις τὸν λόγον.
Χαῖρε εἰκὼν ἀγώνων ἀσκήσεως·
Χαῖρε λαμπὰς ἐνθεοῦ φρονήσεως.
Χαῖρε δι’ οὐ ὁ Χριστὸς ἐδοξάσθη·
Χαῖρε δι’ οὐ ὁ ἐχθρὸς ἀνετράπη.
Χαίροις, Πάτερ Θεόδωρε.
Βλάστημα εὐκαρπίας, πολιτείας ἁγίας, προῆλθες στειρευούσης ἐκ μήτρας· καί τῇ κλήσει τῇ σῇ σαφῶς, τὰ τῆς προόδου σου ἐκφαίνεις, Θεόδωρε· ὑπὸ Θεοῦ γὰρ δέδοσαι, τοῖς σοῖς γονεῦσιν εκβοώσιν·
Ἀλληλούια.
Γέννησιν ἔχων θείαν, τοῦ γένους τὴν εὐκληρίαν, ἐλάμπρυνας ἠθῶν ευκοσμία· ἐν γὰρ παιδεία τῇ θεϊκή, ἀνατραφεὶς ὅσα καλὰ καὶ εὔφημα προέκρινας τῷ βίῳ σου· διὸ σοι, Ὅσιε, βοώμεν·
Χαῖρε εὐκάρπου εὔκαρπος κλάδος·
Χαῖρε χαρίτων ἔμψυχον ἄγγος.
Χαῖρε μητρικῆς εὐσεβείας ἐκβλάστημα·
Χαῖρε πατρικῆς εὐγενείας διάγραμμα.
Χαῖρε δόξης τῆς τοῦ Κτίσαντος ἐραστὴς θεοειδὴς·
Χαῖρε Χάριτος τοῦ Πνεύματος θησαυρὸς πολυτελὴς.
Χαῖρε ὁ ἀπὸ βρέφους τὸν Θεὸν ἀγαπήσας·
Χαῖρε ζωῆς ἁγίας κειμήλιον·
Χαῖρε Χριστοῦ τὸ σκεῦος τὸ τίμιον.
Χαῖρε ἠθῶν γεωργὲ οὐρανίων·
Χαῖρε καλῶν κοινωνὲ ἀποῤῥήτων.
Χαίροις, Πάτερ Θεόδωρε.
Δόξης τῆς φθειρομένης, παριδὼν πᾶσαν σχέσιν, ἐμφρόνως τῶν γηίνων ἀπέστης, καὶ τοῦ Χριστοῦ φέρειν τὸν ζυγόν, ἐπόθησας, Θεόδωρε Ὅσιε, σεμνότητι διέπρεψας, καὶ ἀρετῶν ἰδέαις, ψάλλων·
Ἀλληλούια.
Ἔχων τὴν σωφροσύνην, σύνοικον ἧς τῇ κτήσει, φρονήσεως ἁγίας επλήσθης· ἐντεῦθεν συνεύνῳ συνοικῶν, ὡς μὴ ἔχων ταύτην ἡγήσω, Ὅσιε· διό σου τὴν στεῤῥότητα, ἀγάμενοί σοι ἐκβοῶμεν·
Χαῖρε ὁ πλοῦτος τῆς σωφροσύνης·
Χαῖρε ὁ πλήρης ἁγιωσύνης.
Χαῖρε τῶν Ὁσίων ποθήσας τὴν ἔλλαμψιν·
Χαῖρε τῶν γηίνων μισήσας τὴν μέθεξιν.
Χαῖρε θείας ἀγαπήσεως ἐπαυγάζων τὰς αὐγὰς·
Χαῖρε γεηροῦ φρονήματος κατευνάζων τὰς ὁρμὰς.
Χαῖρε ὅτι ματαίων ἐπανέστης φροντίδων·
Χαῖρε ὅτι ἀγγέλων ἐμιμήσω τὸν βίον.
Χαῖρε Χριστοῦ ὁ φίλος καὶ σύμμορφος·
Χαῖρε ἐχθροῦ ὁ μέγας ἀντίπαλος.
Χαῖρε ὁ κλήσει τυπώσας τὸ μέλλον·
Χαῖρε ὁ πράξει νεκρώσας τὸ χεῖρον.
Χαίροις, Πάτερ Θεόδωρε.
Ζέοντι, Πάτερ, πόθῳ τὸν Χριστὸν θεραπεύων, δι’ ἔργων ἀληθῶς ἐναρέτων, διάκονος ἐχρίσθης σαφῶς, καὶ εὐλαβῶς τῷ θεῶ διηκόνησας· ἐντεῦθεν μισθὸν ἅγιον, περιεποιήσω κραυγάζων·
Ἀλληλούια.
Ἡ πρὸς Ῥώμην, Παμμάκαρ, εὐλαβής σου πορεία, αἰτία σοι καὶ ῥώμη ἁγία, πρὸς μείζοντας ὄντως προκοπάς, ἐγένετο, Θεοφόρε, δι’ ὧν Θεὸν δοξάζεις μέν, τοὺς δὲ λαμπρύνεις σοι βοώντας·
Χαῖρε ἰσχύος θείας ταμεῖον·
Χαῖρε ἐργάτα ἕργων ὁσίων.
Χαῖρε πολιτείας σεμνῆς ὑποτύπωσις·
Χαῖρε συζυγίας νομίμου ἐπίδειξις.
Χαῖρε ὕψος καθαρότητος, ἀρετῶν ὑπογραμμός·
Χαῖρε ταπεινώσεως, ἀπαθείας θησαυρός.
Χαῖρε ὅτι πρὸς Ῥώμην εὐσεβῶς ἐπορεύθης·
Χαῖρε ὅτι ἀνδράσιν ἱεροῖς συνεδέθης.
Χαῖρε Χριστοῦ βαδίσας τοῖς ἴχνεσι·
Χαῖρε ἐχθροῦ πατήσας, τὴν οἴησιν.
Χαῖρε σεπτὸν ἐγκρατείας πυξίον·
Χαῖρε φωτὸς οὐρανίου δοχεῖον.
Χαίροις, Πάτερ Θεόδωρε.
Θεῖον ἀνύων δρόμον, ἐπανῆκας θεόφρον, ἐκ Ῥώμης πρὸς τὴν Μονεμβασίαν, καὶ πλήρης ὢν θείου φωτισμοῦ, τῷ φωτὶ Κυρίου ὡδήγεις, Ὅσιε, λόγοις ὁμοῦ καὶ πράξεσι, τοὺς μετὰ σου Θεῶ βοώντας·
Ἀλληλούια.
Ἵνα μόνος Κυρίῳ, κατὰ μόνας λατρεύῃς, ἐν ἄκρα ἡσυχία Θεόφρον, ὥσπερ ἔλαφος Δαυϊτική, ἐπὶ τὰ Κύθηρα σπεύδων ἐσκήνωσας, καὶ τοῦ ἀΰλου νάματος, μετέσχες, ἄρδων τοὺς βοώντας·
Χαῖρε ὁ ξένος τῶν ἐπιγείων·
Χαῖρε οἰκεῖος τῶν οὐρανίων.
Χαῖρε τῶν Κυθήρων οἰκήτωρ πανόσιος·
Χαῖρε τοῦ Σωτῆρος θεράπων θεόληπτος.
Χαῖρε ὅτι πεπολίτευσαι βίον ἀγγελοπρεπή·
Χαῖρε ὅτι τεθαυμάστωσαι χάριτι θεουργική.
Χαῖρε ὁ καταισχύνας τοῦ ἐχθροῦ τὴν μανίαν·
Χαῖρε ὁ θησαυρίσας τοῦ Θεοῦ τὴν σοφίαν.
Χαῖρε φωστὴρ ἀσκήσεως τοῦ Πνεύματος·
Χαῖρε ζωῆς, θιασῶτα, ἀΰλου·
Χαῖρε τρυφῆς , κληρονόμε, ἀλήκτου.
Χαίροις, Πάτερ Θεόδωρε.
Καθαρθείς τὴν καρδίαν, πόνοις τῆς ἐγκρατείας, καὶ πάσῃ τῶν καλῶν μετουσία, ἐνέκρωσας σαρκὸς τὰς ὁρμάς, καὶ τῷ Θεῶ, θεόφρον, εὐηρέστησας, ᾧ μυστικῶς ἑνούμενος, ἐβόας ἐν αγαλλιάσει·
Ἀλληλούια.
Λόγοις τῆς σὴς συμβίου μὴ προσχὼν θεοφρόνως, ὡς θείῳ πυρπολούμενος πόθῳ, τῶν τοῦ Σωτῆρος, σοφέ, πληρωτὴς θεοειδὴς εχρημάτισας· διὸ ενθέοις λόγοις σε μακαρίζομεν ἐκβοῶντες·
Χαῖρε σεπτῶν γεωργὲ ῥημάτων·
Χαῖρε στεῤῥῶν αὐτουργὲ καμάτων.
Χαῖρε πληρωτὰ θεϊκοῦ ἐπαγγέλματος·
Χαῖρε μιμητὰ νοεροῦ πολιτεύματος.
Χαῖρε δένδρον, ὁ ἐξήνεγκεν ἡσυχίας τοὺς καρπούς·
Χαῖρε ῥεῖθρον, ὁ ἐκάθηρε παθημάτων μολυσμούς·
Χαῖρε ὅτι ἡσύχως ἤνυσας τὴν ζωήν σου.
Χαῖρε ὅτι ὁσίως ἥγνισας τὴν ψυχήν μου.
Χαῖρε Θεοῦ σεπτὸν ἐνδιαίτημα·
Χαῖρε λαμπρὸν Κυθήρων καλλώπισμα.
Χαῖρε Ὁσίων ἀγλάϊσμα θεῖον·
Χαῖρε ἀΰλων ἐπόπτα ἀκτίνων.
Χαίροις, Πάτερ Θεόδωρε.
Μένων ἐν τῇ ἐρήμῳ, οὔσῃ καὶ ἀοικήτῳ, τότε νήσω τῶν Κυθηρίων, ἐδέξω τὴν θείαν ἀρωγήν, ὡς ἔξω κόσμου καὶ σαρκὸς γενόμενος· ὑπὲρ φύσιν γάρ, Ὅσιε, ἐβίωσας προσάδων·
Ἀλληλούια.
Νέκρωσιν τῶν ἐν κόσμῳ, τοῦ νόος τὰς ὑψώσεις, καὶ τὰς λοιπάς σου σκληραγωγίας, ἅς ἐν Κυθήροις διετέλεις, θαυμάζων, ὁ Ἀντώνιος οὐκ ήνεγκεν· ἐπανελθὼν δε οἴκαδε, ἐβόα σοι τῷ Θεοφόρῳ·
Χαίροις πόνοις στεῤῥὸς ἀδάμας·
Χαῖρε ἐν ἄθλοις σεπτοῖς ἀκάμας.
Χαῖρε ὁ τῇ βία μὴ καμφθείς τῆς φύσεως·
Χαῖρε ὁ τὴν χάριν ἐξανθῶν τῆς πίστεως.
Χαῖρε ὅτι ἐθριάμβευσας τῶν δαιμόνων τὰς ἀρχάς·
Χαῖρε ὅτι ἐθησαύρισας τὰς τοῦ Πνεύματος αὐγάς.
Χαῖρε ὁ ἐν ἐρήμῳ κατὰ μόνας οἰκήσας·
Χαῖρε ὁ ἐν τῷ βίῳ θεοφρόνως ἀσκήσας.
Χαῖρε παθὼν νεκρώσας σκιρτήματα·
Χαῖρε νόος θεώσας κινήματα.
Χαῖρε φαιδρύνας τὴν νῆσον Κυθήρων·
Χαῖρε ὁδεύσας τὴν τρίβον Ἁγίων.
Χαίροις, Πάτερ Θεόδωρε.
Ξένος τῶν ἐπιγείων, ἀληθῶς χρηματίζων, οἰκεῖς ἐν τῷ ναῷ τῶν Μαρτύρων, Σεργίου καὶ Βάκχου τῶν στεῤῥῶν, τῇ συνειδήσει μάρτυς γενόμενος, ἀσκητικοῖς ἀριστεύμασιν, ἐν οἷς, Θεόδωρε, εβόας·
Ἀλληλούια.
Ὅλῳ νῷ καὶ καρδία τῷ φωτὶ ἀπαθείας, προσέχων ἀρετῶν συντονία, ἐκοίμησας παθὼν τὰς ὁρμάς, καὶ τοῦ βελίαρ τὰς ὄψεις ἠμαύρωσας, μαρμαρυγαῖς τῶν ἔργων σου· διὸ σοι, Ὅσιε, βοώμεν·
Χαῖρε ὁ κῆπος τῆς ἀπαθείας·
Χαῖρε τὸ σέλας τῆς ἡσυχίας.
Χαῖρε τῶν ἀγγέλων τὸν βίον μιμούμενος·
Χαῖρε τῶν δαιμόνων τὰ θράση τροπούμενος.
Χαῖρε μίμημα δυσμίμητον τῶν Μαρτύρων τοῦ Χριστοῦ·
Χαῖρε τίμημα θεότιμον Πνεύματος τοῦ ἀγαθοῦ.
Χαῖρε ὅτι ῥυθμίζεις τὰς αἰσθήσεις πανσόφως·
Χαῖρε ὅτι καθαίρεις τὴν καρδίαν ἐμφρόνως.
Χαῖρε λαμπτὴρ Κυθήρων ἀείφωτος·
Χαῖρε πατὴρ ἡμῶν καὶ ἐπίκουρος.
Χαῖρε δι’ οὐ θεραπεύονται νόσοι·
Χαῖρε δι’ οὐ κατευνάζονται πόνοι.
Χαίροις, Πάτερ Θεόδωρε.
Πλήρης Χάριτος, θείας, θεϊκὴ χορηγία, καὶ τῆς ἐπ’ οὐρανοῦ ἐπιπνοίας, τυγχάνων, Πάτερ, περιφανῶς, τὴν σὴν προεῖπας πρὸς Χριστὸν ἀνάλυσιν, προφητικῷ χαρίσματι, τῷ σε δοξάσαντι κραυγάζων·
Ἀλληλούια.
Ῥώμη θεία τελέσας, φύσεως ἀσθενείᾳ, τοὺς ὑπὲρ φύσιν σου ἀγῶνας, μετέστης ἐν δόξῃ πρὸς Θεόν, καθ’ ἥν ἡμέραν σαφῶς προηγόρευσας· οὗ τῷ φωτὶ λαμπόμενος, λαμπρύνεις τοὺς σοὶ εκβοώντας·
Χαῖρε φωτὸς νοητοῦ, ἐπόπτα·
Χαῖρε ἐχθροῦ ζοφεροῦ, διῶκτα.
Χαῖρε ὁ προγνούς τὸ μακάριον τέλος σου·
Χαῖρε ὁ διδοὺς τοῖς σοῖς τέκνοις τὴν χάριν σου.
Χαῖρε ὅτι μεταβέβηκας μετὰ δόξης πρὸς Θεόν·
Χαῖρε ὅτι κατεσκήνωσας ἔνθα φῶς θεαρχικόν.
Χαῖρε ὁ δεδεγμένος ἰαμάτων τὴν χάριν·
Χαῖρε ὁ ἀνατρέπων τῶν δαιμόνων τὴν βλάβην.
Χαῖρε χοροῦ Ὁσίων συμμέτοχε·
Χαῖρε ἡμῶν προστάτα καὶ ἔφορε.
Χαῖρε Χριστοῦ θεωρὲ καὶ ὑμνῆτωρ·
Χαῖρε πιστῶν ἀρωγὲ καὶ ἀντιλῆπτωρ.
Χαίροις, Πάτερ Θεόδωρε.
Σκῆνος σου, Θεοφόρε, τὸ σεπτὸν τε καὶ θεῖον, δεδόξασται δυνάμει ἀῤῥήτῳ καὶ τῷ μαρτυρικῷ κείμενον ναῷ δωρεὰς πηγάζει ἰάσεων, τοῖς εὐλαβῶς προστρέχουσι καὶ τῷ Χριστῷ πιστῶς βοώσιν·
Ἀλληλούια.
Τίμιος ὄντως ὤφθη, ἐναντίον Κυρίου, ὁ θάνατος, ὁ σός, Θεοφόρε· τιμήσας γὰρ αὐτὸν ἀληθῶς, θείαις παρ’ αὐτοῦ δωρεαῖς τετίμησαι, δωρεὰν τοῖς χρῄζουσι, βλυστάνων χάριτος τοῖς σοι βοώσι·
Χαῖρε οἰκῆτωρ τῶν οὐρανίων·
Χαῖρε τὸ κλέος τό τῶν Κυθήρων.
Χαῖρε θεϊκῶν δωρημάτων θησαύρισμα·
Χαῖρε ἀρετῶν οὐρανίων ἀπάνθισμα.
Χαῖρε δώρων τῶν τῆς Χάριτος θησαυρὸς ἀνελλιπής·
Χαῖρε νόσων τῶν τοῦ χείρονος ἰατρὸς θεοειδὴς .
Χαῖρε ὅτι τὰ πάθη τῶν ψυχῶν θεραπεύεις·
Χαῖρε ὅτι τὰ ἄλγη τῶν σωμάτων ἀλθαίνεις.
Χαῖρε λαβὼν χαράν τὴν ἀΐδιον·
Χαῖρε πατῶν ἐχθρόν τὸν ἀρχέκακον.
Χαῖρε τιμῆς κοινωνὲ ἀποῤῥήτου·
Χαῖρε αὐγὴς λαμπηδὼν θεοφώτου.
Χαίροις, Πάτερ Θεόδωρε.
Ὕμνον θεῖον προσᾴδων, θεία αἴγλη ἐκλάμπων, Τριάδι τῇ Ἁγία, θεόφρον, σὺν τάξεσι ταῖς Ἀγγελικαῖς καὶ τῶν Ὁσίων χορείαις, Θεόδωρε, σὺν αὑτοῖς, ἀεὶ πρέσβευε ὑπὲρ ἡμῶν τῶν εκβοώντων·
Ἀλληλούια.
Φλέγει στίφη δαιμόνων, καὶ ἐχθρῶν πολεμίων, τὰς φάλαγγας ἐκτρέπει εἰς τέλος, ἡ ἐνοικοῦσα Χάρις ἀεὶ τῷ Ἱερῶ σου Λειψάνῳ, Θεόδωρε· ἧς νοερῶς μετέχοντες, βοώμέν σοι ἐκ πόθου ταύτα·
Χαῖρε τῆς θείας Χάριτος σκεῦος·
Χαῖρε τῆς Πέλοπος θεῖον ἔρνος.
Χαῖρε πολεμίων ἐλαύνων συστήματα·
Χαῖρε τῶν πασχόντων ἰώμενος πήματα.
Χαῖρε ὅτι νέμεις ἅπασιν ἰαμάτων δωρεάς·
Χαῖρε ὅτι λύεις πάντοτε ὀλεθρίου συστροφάς.
Χαῖρε πνευματοφόρε τοῦ Κυρίου θεράπον·
Χαῖρε ἔμψυχε κρήνη θεοβρύτων ναμάτων.
Χαῖρε εἰκὼν δωρεῶν τοῦ Πνεύματος·
Χαῖρε πιστῶν τῶν Κυθήρων ἔξαρχος.
Χαῖρε δι’ οὐ τῶν παθὼν ἐκλυτροῦμαι·
Χαῖρε δι’ οὐ Χριστῷ οἰκειοῦμαι.
Χαίροις, Πάτερ Θεόδωρε.
Χαίρων ἐν τοῖς ὑψίστοις, ἐν χαρᾷ τοῦ Κυρίου, χαράν τὴν ἀνεκλάλητον ὄντως, ἐκ πάσης λύπης καὶ συμφοράς, καὶ πειρασμῶν πολυειδῶν εκλύτρωσαι ἡμᾶς, πάτερ Θεόδωρε, τοὺς σε τιμῶντας καὶ βοώντας·
Ἀλληλούια.
Ψάλλοντές σου τοῦ βίου, ἀρετὰς τὰς ὁσίας, καὶ χάριν, ἥν θεόθεν ἐκτήσω, ὑμνοῦμεν σε ὡς φίλον Χριστοῦ, καὶ πρὸς αὐτὸν πρεσβευτὴν ἡμῶν έτοιμον· ᾧ πρέσβευε, δεόμεθα, τοῦ σῴζεσθαι τοὺς σοι βοώντας·
Χαῖρε Κορώνης βλαστὸς ὁ θεῖος·
Χαῖρε Κυθήρων ἄσειστος στῦλος.
Χαῖρε τῆς τοῦ Πέλοπος νήσου ὡράισμα·
Χαῖρε Ἐκκλησίας τῆς θείας ἀγλάϊσμα.
Χαῖρε ὅτι ἐμεγάλυνας τῆς πατρίδος τὴν τιμήν·
Χαῖρε ὅτι καθηγίασας τὴν Κυθήρων πᾶσαν γῆν.
Χαῖρε τῶν θλιβομένων παραμύθιον θεῖον·
Χαῖρε τῶν ἀσθενούντων ἀληθὲς ἰατρεῖον.
Χαῖρε δι’ οὐ κακίας ῥυσθήσομαι·
Χαῖρε δι’ οὐ φωτὸς πληρωθήσομαι.
Χαῖρε παθών τῶν ἐμῶν θεραπεία·
Χαῖρε πιστῶν πρὸς Χριστὸν μεσιτεία.
Χαίροις, Πάτερ Θεόδωρε.
Ὡς τῶν θείων δωρεῶν θεῖον θησαύρισμα, καὶ τῶν Κυθήρων ἡ δόξα, δέξαι τὴν παροῦσαν προσφοράν, καὶ δωρεὰν οικτείρησον με, Ἅγιε, τὸν ἐν κακοῖς τρυχόμενον, ἀεὶ Θεῶ κραυγάζοντα·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν θείων δωρεῶν θεῖον θησαύρισμα, καὶ τῶν Κυθήρων οἰκιστὴν καὶ ἐγκαλλώπισμα, ἀνυμνοῦμεν σε προφρόνως, Ὁσίων κλέος· ἀλλὰ δίδου ταῖς πρεσβείαις σου πρὸς Κύριον, δωρημάτων θεοσδότων τὴν ἐνέργειαν, τοῖς βοῶσι σοι· χαίροις, Πάτερ Θεόδωρε.
Δίστιχον·
Θεόδωρε, δίδου μοι δόσιν τὴν θείαν
Γερασίμῳ, χαῖρε σοι ἀναβοῶντι.