Χαιρετισμοί εις την Οσία Μητέρα Θεοδώρα την εν Θεσσαλονίκη την Μυροβλύτιδα και Θαυματουργό
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοδώρᾳ τῇ Ὁσίᾳ ὕμνον ᾅσωμεν, τῇ δοξασάσῃ τὸν Θεὸν βίου λαμπρότητι, καὶ θεόθεν ἐπαξίως θαυμαστωθείση· ἀναβλύζει γὰρ ἰάματα σωτήρια, καὶ λυτροῦται πειρασμῶν καὶ περιστάσεων, τοὺς κραυγάζοντας· χαίροις Μῆτερ ἰσάγγελε.
Ἄγγελος ἐν ἀσκήσει, ἀληθῶς ἀνεδείχθης, Ὁσία Θεοδώρα ἐν κόσμῳ· (ἐκ γ΄) καὶ ταῖς ἀγγελικαῖς δωρεαῖς, καταφαιδρύνεις πιστῶν τὴν διάνοιαν· διὸ τὴν πολιτείαν σου, θαυμάζοντες ἀναβοῶμεν·
Χαῖρε, δι’ ἧς ὁ Χριστὸς αἰνεῖται·
χαῖρε, δι’ ἧς ὁ ἐχθρός σοβεῖται.
Χαῖρε, τῆς Αἰγίνης τὸ Ἅγιον βλάστημα·
χαῖρε, τῆς ἀγάπης τῆς θείας θησαύρισμα.
Χαῖρε, ὕψος ταπεινώσεως δι’ ἀγώνων εὐαγῶν·
χαῖρε, βάθος καθαρότητος δι’ ἱδρώτων ἱερῶν.
Χαῖρε, ὅτι τοῦ κόσμου τὰ τερπνὰ ἀπηρνήσω·
χαῖρε, ὅτι ἐν πόνοις ἱεροῖς ἠγωνίσω.
Χαῖρε, φωτὸς δοχεῖον πολύτιμον·
Χαῖρε, Χριστοῦ ὀσφράδιον τίμιον.
Χαῖρε, δι’ ἧς κατεβλήθη ὁ ὄφις·
Χαῖρε, δι’ ἧς ἐδοξάσθη ὁ Κτίστης.
Χαίροις Μῆτερ ἰσάγγελε.
Βλέμμα τὸ τῆς ψυχῆς σου, ἀνατείνασα ἄνω, παρεῖδες τὴν τοῦ κόσμου ἀπάτην, καὶ γνώμῃ θεολήπτῳ σεμνή, ἀκολουθῆσαι Κυρίῳ προέκρινας, ἐντεῦθεν τῷ νυμφίῳ σου, Θεοδώρα πίστει ἐβόας·
Ἀλληλούια.
Γνοῦσα τὴν τῆς ψυχῆς σου, προθυμίαν ἡ Ἄννα, καὶ ἔφεσιν θερμὴν Θεοδώρα, τὴν θείαν ἐνδύει σὲ στολήν, δι’ ἦς ἐχθροῦ τὴν ἰσχὺν ἀπεγύμνωσας· διὸ σὲ μακαρίζοντες, βοῶμέν σοι ἐν εὐφροσύνη·
Χαῖρε, Χριστοῦ τῷ πόθῳ τρωθεῖσα·
Χαῖρε, ἐχθροῦ τὸ κράτος σοβοῦσα.
Χαῖρε, τῶν γηίνων τὴν σχέσιν μισήσασα·
Χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ποθήσασα.
Χαῖρε, ἄνθος εὐωδέστατον ῥιζουχίας ἐκλεκτῆς·
Χαῖρε, δένδρον τὸ κατάκαρπον ἐναρέτου ἀγωγῆς.
Χαῖρε, ὅτι Κυρίῳ ὁλικῶς ὑπετάγης·
Χαῖρε, ὅτι θεόφρων ἐν ἀσκήσει ἐφάνης.
Χαῖρε, παθῶν ἀχλὺν διαλύσασα·
Χαῖρε, ἐχθρῶν τὸ θράσος αἰσχύνασα.
Χαῖρε, πυρσὸς οὐρανίου ἀγάπης·
Χαῖρε, ἠθῶν ψυχοτρόφων ἐργάτις.
Χαίροις Μῆτερ ἰσάγγελε.
Δύναμιν δεχομένη, ἐκ Θεοῦ Θεοδώρα, διέλυες ἐχθροῦ τὴν κακίαν, καὶ ἐν ἀσθενείᾳ τῆς σαρκός, πρὸς ἀσκητικά ἐχώρεις παλαίσματα, τῶν κάτω μὲν μακρύνουσα τῷ δὲ Σωτῆρι ἐκβοώσα·
Ἀλληλούια.
Ἔλαμψας ἐν ἀσκήσει, πρακτικῆς πολιτείας, νεκρώσασα σαρκὸς τὰς ὀρέξεις, καὶ ἐν χορείᾳ Μοναζουσῶν, τύπον σεαυτὴν ἐν πᾶσι παρέστησας, ἐναρέτων πράξεων, ἡ παρ’ ἡμῶν ὑμνουμένη·
Χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας·
Χαῖρε, ὁ ἄνθραξ τῆς προθυμίας.
Χαῖρε, πολιτείας Ὁσίας ὑπόδειγμα·
Χαῖρε, θεόφρων γυναικῶν διάδημα.
Χαῖρε, στήλη ἀπερίτρεπτος ἀρετῶν ἀσκητικῶν·
Χαῖρε, βέλος τὸ πρηστήριον κατ’ ἐχθρῶν τῶν νοητῶν.
Χαῖρε, ὅτι Ὁσίων τῇ χορείᾳ ἐκλάμπεις·
Χαῖρε, ὅτι ἐν πόνοις καρτερόφρων ἐφάνης.
Χαῖρε, παθῶν τὰς ὁρμὰς νεκρώσασα·
Χαῖρε, ζωὴν τὴν ἄληκτον φαίνουσα.
Χαῖρε, εἰκὼν ἀληθοῦς καρτερίας·
Χαῖρε, λαμπὰς πολιτείας ἁγίας.
Χαίροις Μῆτερ ἰσάγγελε.
Ζήλῳ πυρπολουμένη, τῶν κρειττόνων Ὁσία, ἐχώρεις ἀκλινῶς πρὸς τὰ πρόσω, καὶ τὰς μεθοδείας τοῦ ἐχθροῦ, ὑπακοῇ καὶ συνέσει ἀπέκρουες· ἐντεῦθεν θείας χάριτος, ἐπλήσθης τῷ Χριστῷ ἐκβοώσα·
Ἀλληλούια.
Ἤνεγκας μακαρία, στεῤῥοτάτη καρδία, καθάπερ ἐντολὴν οὐρανίαν, τὴν ἐπιτίμησιν ἀληθῶς, καὶ μακροτάτην σιωπὴν διήνησας· διὸ σοῦ τὴν στεῤῥότητα, ἀγάμενοι θερμῶς βοῶμεν·
Χαῖρε, θεσμῶν τῆς ὕλης λυθεῖσα·
Χαῖρε, καλῶν ἀύλων πλησθεῖσα.
Χαῖρε, σιωπὴν μακροτάτην ἀνύσασα·
Χαῖρε, τὴν φωνὴν τοῦ βελίαρ φιμώσασα.
Χαῖρε, λίθος ἀδαμάντινος ἀληθοῦς ὑπακοῆς·
Χαῖρε, πέτρα ἀπαράθραυστος ἀῤῥαγοῦς ὑπομονῆς.
Χαῖρε, ὅτι ὑψώθης ἀπαθείας πρὸς ὕψος·
Χαῖρε, ὅτι ἐδέξω ἀφθαρσίας τὸ στέφος.
Χαῖρε, σεπτῶν Ἀγγέλων ἐφάμιλλε·
Χαῖρε, κλεινῶν Ὁσίων ὁμόσκηνε.
Χαῖρε, σεμνῶν Μοναστριῶν λαμπρότης·
Χαῖρε, στεῤῥῶν Ἀσκητικῶν φαιδρότης.
Χαίροις Μῆτερ ἰσάγγελε.
Θαυμαστή ἀνεδείχθης, ἀρετῶν τῇ ἀσκήσει καὶ πάσῃ συντονίᾳ ὁσίᾳ, καὶ τὴν χορείαν Μοναζουσῶν, παιδεύεις Θεοδώρα πρὸς τὰ κρείττονα, οἰκείῳ ὑποδείγματι, ἀναβοῶσα τῷ Κυρίω·
Ἀλληλούια.
Ἴχνεσιν ἑπομένη, τῶν Ἁγίων Μαρτύρων, τὴν τούτων ἐπεδείξω ανδρείαν· καὶ οἰάπερ θάλψιν μυστικήν, τὸν δριμύτατον κρυμὸν καθυπέμεινας· ἔνθεν πάντας ἐξέπληξας, τοῦ ἐκβοᾶν σοι Θεοδώρα·
Χαῖρε, πυρὸς ἀύλου δοχείον·
Χαῖρε, φλογὸς τῆς θείας ἀγγεῖον.
Χαῖρε, εὐανδρείας λαμπρὰ υποτύπωσις·
Χαῖρε, φυσικῆς ἀσθενείας ἐπίῤῥωσις.
Χαῖρε, ὅτι στεῤῥῶς ἤνεγκας τὸν ἀνύποιστον κρυμόν·
Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρόν.
Χαῖρε, τοῦ Παρακλήτου καθαρώτατον σκεύος·
Χαῖρε, τοῦ βροτοκτόνου ἀναιροῦσα τὸ μένος.
Χαῖρε, Χριστοῦ ὑπέρτιμον σκήνωμα·
Χαῖρε, παθῶν παντοίων τὸ ἔκπτωμα.
Χαῖρε, σεμνή Θεοδώρα ὁσία·
Χαῖρε, γυνὴ θεοφόρε Ἁγία.
Χαίροις Μῆτερ ἰσάγγελε.
Κόσμος θεῖος ωράθης, γυναικῶν μονοτρόπων, ἐν πόνοις ἀριστεύσασᾳ θείοις· ἐντεῦθεν στέφανον φαεινόν, τῇ κορυφῇ σου ὁρᾷ κατερχόμενον, ἡ εὐλαβής μονάστρια, Θεοδώρα καὶ ανεβόα·
Ἀλληλούια.
Λάμπουσα Θεοδώρα, ἀπαθείας τῇ αἴγλῃ, ὡς ἔχουσα ἰσάγγελον βίον, Ἀγγελικῶν ἤκουσας φωνῶν, ὑμνολογούντων Θεὸν τὸν Τρισάγιον· διὸ τὴν σὴν λαμπρότητα, γεραίροντες Μῆτερ βοώμεν·
Χαῖρε, ἰσάγγελος ἐν τῷ βίῳ·
Χαῖρε, θεόληπτος ἐν τῷ τρόπῳ.
Χαῖρε, τῶν Ἀγγέλων φωνῆς ἐπακούσασα·
Χαῖρε, τῷ Κυρίῳ ὁσίως δουλεύσασα.
Χαῖρε, λύχνος παμφαέστατος οὐρανίων δωρεών·
Χαῖρε, μύστις θεοδίδακτος ἀρετῶν ἀσκητικῶν.
Χαῖρε, Θεσσαλονίκης νοητὴ δαδουχία·
Χαῖρε, Ὀρθοδοξίας μυστικὴ εὐκληρία.
Χαῖρε, Θεοῦ ὁσία θεράπαινα·
Χαῖρε, ζωῆς ἀγίας διάγραμμα.
Χαῖρε, χαρᾶς κοινωνοῦσα τῆς θείας·
Χαῖρε, ἐχθροῦ ἀναιροῦσα παγίδας.
Χαίροις Μῆτερ ἰσάγγελε.
Μεγαλύνασα Μῆτερ, πολιτεία Ἀγία, τὸν πάντων Ποιητὴν καὶ Σωτῆρα, ἐμεγαλύνθης παρ’ αὐτοῦ, ἐν σημείοις καὶ θαυμάτων δυνάμεσι, παρέχουσα ἰάματα, Θεοδώρα τοῖς εκβοώσιν·
Ἀλληλούια.
Νεκρωκθείσα τῷ κόσμῳ, ἐν Θεῷ τῷ Σωτῆρι, Ὁσία θεοτίμητε ἔζης· καὶ μεταστᾶσα πρὸς οὐρανούς, τῆς αἰωνίου ζωῆς κατηξίωσαι, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τῶν ἐκβοώντων σοι ἁπαύστως·
Χαῖρε, Ἀγγέλων ἡ συμπολίτης·
Χαῖρε, τὸ κλέος Θεσσαλονίκης.
Χαῖρε, τῶν θαυμάτων τὴν χάριν πλοτήσασα·
Χαῖρε, τῶν δαιμόνων τὴν λύμην ὀλέσασα.
Χαῖρε, ἄμπελος περκάζουσα βότρυν θείων αρετών·
Χαῖρε, κρήνη ἡ βλυστάνουσα ὕδωρ θείων δωρεῶν.
Χαῖρε, ὅτι μετέστης πρὸς οὐράνιον λήξιν·
Χαῖρε, ὅτι παρέχεις παθημάτων τὴν λύσιν.
Χαῖρε, Χριστοῦ ὁρῶσα τὴν έλλαμψιν·
Χαῖρε, ἐχθροῦ πατοῦσα τὴν ἔπαρσιν.
Χαῖρε, ζωῆς μετασχοῦσα τοῦ ξύλου·
Χαῖρε, φωτὸς ἐντρυφῶσα τοῦ θείου.
Χαίροις Μῆτερ ἰσάγγελε.
Ξένον θαῦμα ὠράθη, ὁπηνίκα Ὁσία, ἀπέδως σου τὸ Πνεῦμα Κυρίῳ· τὸ γὰρ πρόσωπόν σου τὸ σεπτόν, ὡσεὶ πρόσωπον Ἀγγέλου ἐφαίνετο, ωραϊσθὲν τῇ χάριτι, καὶ πάντας συγκινοῦν κραυγάζειν·
Ἀλληλούια.
Ὄλῃ λελαμπρυσμένη, τῷ Κυρίῳ παρέστης, τελέσασα ὁσίως τὸν δρόμον, τὸ δὲ λείψανον Μῆτερ τὸ σόν, ἰατρεῖον παθῶν ἀναδέδεικται, ἰώμενον τοὺς πάσχοντας, ἐν εὐλαβείᾳ σοι βοώντας·
Χαῖρε, Ὁσία ἠγουμένη·
Χαῖρε, Ἁγία δεδοξασμένη.
Χαῖρε, ἀρετῶν οὐρανίων γεώργιον·
Χαῖρε, δωρεῶν θεοσδότων κειμήλιον.
Χαῖρε, ἔσοπτρον πολύτιμον αἰωνίων ἀγαθών·
Χαῖρε, μάχαιρα ἡ τέμνουσα τὰς αἰτίας τῶν παθῶν.
Χαῖρε, τοῦ Ἰωάννου καταπαύσασα ῥίγος·
Χαῖρε, τοῦ Διακόνου θεραπεύσασα ἄλγος.
Χαῖρε, σεπτῶν Μοναζουσῶν καύχημα·
Χαῖρε, λαμπρὸν πρὸς ἀρετὴν ἔναυσμα.
Χαῖρε, παθῶν χαλεπῶν καθαιρέτις·
Χαῖρε, ἐχθρῶν τῆς ὁρμῆς ἀναιρέτις.
Χαίροις Μῆτερ ἰσάγγελε.
Πόλις Θεσσαλονίκη, Θεοδώρα ὁσία, καυχᾶται τῇ σεπτῇ σου ἀσκήσει, καὶ τοῖς λειψάνοις σου τοῖς σεπτοῖς, προσπίπουσα ἁγιασμὸν κομίζεται, καὶ τῷ σε θαυμαστώσαντι, ἐν εὐφροσύνῃ Μῆτερ ψάλλει·
Ἀλληλούια.
Ῥεῖθρον ἔβλυσε μύρου, ἡ Ἁγία εἰκών σου, ἐμφαῖνον σου τὴν χάριν Ὁσία· εὐωδία γὰρ ὤφθης Χριστοῦ, κατὰ Παύλον τῇ καθαρᾷ βιώσει σου· διὸ εὐφραίνεις ἅπαντας, τοῖς μύροις σου τοὺς ἐκβοώντας·
Χαῖρε, τὸ μύρον τῆς ἀπαθείας·
Χαῖρε, τὸ κρίνον τῆς ἀφθαρσίας.
Χαῖρε, μυρελαίου τοῦ θείου ἀλάβαστρον·
Χαῖρε, πολιτείας ὁσίας κιννάμωμον.
Χαῖρε, μυροθήκη ἔμψυχος ἀρωμάτων νοητών·
Χαῖρε, ἅγιον ῥοδόσταγμα ἐξ ἱδρώτων ἱερῶν.
Χαῖρε, ὅτι πηγάζεις μύρον εὔοσμον θείον˙
Χαῖρε, ὅτι ἐδείχθης θαυμαστὴ μυροχεύμων.
Χαῖρε, ὀσμὴ ἀγάπης τῆς κρείττονος·
Χαῖρε, τροπὴ ἀπάτης τοῦ χείρονος.
Χαῖρε, παθῶν δυσωδίαν σοβούσα·
Χαῖρε, ἡμῶν τὰς αἰτήσεις πληροῦσα.
Χαίροις Μῆτερ ἰσάγγελε.
Σκεῦος θείων χαρίτων, ἀληθῶς ἀνεδείχθης, Ὁσία τῷ ἀμέμπτῳ σου βίῳ· διὸ ἡ ἐν τῷ σῷ φωταγωγὸς παραδόξως ἀνέβλυσεν, εὐῶδες Μῆτερ ἔλαιον, ἁγιάζον τοὺς ἐκβοώντας·
Ἀλληλούια.
Τῶν θαυμάτων τὴν χάριν, δεδεγμένη Ὁσία, δαιμόνων συνοχῆς ἀπαλλάττεις, τοὺς προσιόντας σοι εὐλαβῶς, καὶ πᾶσαν νόσον ἴασαι ἑκάστοτε, τῇ προϊούσῃ χάριτι, ἐκ τῶν λειψάνων σου τῶν βοώντων·
Χαῖρε, πηγὴ ἰάσεων πλείστων·
Χαῖρε, ῥοὴ ναμάτων ἀύλων.
Χαῖρε, δωρημάτων τῶν θείων επώνυμος·
Χαῖρε, χαρισμάτων ἁγίων ἀνάπλεως.
Χαῖρε, μάστιξ ἡ συντρίβουσα τῶν δαιμόνων τὴν ἰσχύν·
Χαῖρε, πᾶσιν ἡ παρέχουσα τὴν θεόσδοτον ῥοπήν.
Χαῖρε, τῶν δαιμονώντων ταχινὴ θεραπεία·
Χαῖρε, χαρᾶς ἀγίας συμπαθὴς χορηγία.
Χαῖρε, παθῶν ξηραίνουσα βόρβορον·
Χαῖρε, πιστῶν εὐφραίνουσα ὅμιλον.
Χαῖρε, δι’ ἧς ἀσθενεῖς ἐξιώνται·
Χαῖρε, δι’ ἧς εὐσεβεῖς φωταυγούνται.
Χαίροις Μῆτερ ἰσάγγελε.
Ὕμνοις Θεσσαλονίκη, μακαρίζει Ὁσία, τὴν σὴν θεοειδῆ πολιτείαν, ἐξαιρέτως δε ἡ σῇ Μονῇ, τὴν ἱεράν σου γεραίρει πανήγυριν, ἣν Θεοδώρα φύλαττε, ἐκβοῶσαν τῷ σῷ νυμφίῳ·
Ἀλληλούια.
Φῶς ὁρῶσα τὸ θεῖον, Θεοδώρα ὁσία, καὶ θέσει θεουμένη ἁγία, ταῖς φωτοφόροις σου προσευχαῖς, ἐκ σκοτομήνης παθῶν ἡμᾶς λύτρωσαι, φῶς αἰτουμένη ἄυλον, τοῖς εὐλαβῶς σοι ἐκβοώσι·
Χαῖρε, φωτὸς θεάμων Τριφώτου·
Χαῖρε, δοχεῖον τοῦ Φωτοδότου.
Χαῖρε, παθημάτων τὸν ζόφον διώκουσα·
Χαῖρε, εὐρωστίαν τοῖς πάσχουσι νέμουσα.
Χαῖρε, στέφος τὸ ἀμάραντον δεδεγμένη ἐκ Θεού·
Χαῖρε, κάλλος τὸ ἀμήχανον θεωμένη τοῦ Χριστοῦ.
Χαῖρε, ὅτι λυτροῦσαι θλιβερῶν συμπτωμάτων·
Χαῖρε, ὅτι ἴασαι ἐκ δεινῶν συντριμμάτων.
Χαῖρε, Χριστοῦ χρηστότητος ὄργανον·
Χαῖρε, ἡμῶν στεφάνωμα τίμιον.
Χαῖρε, χοροῖς Ἀσωμάτων συνούσα·
Χαῖρε, Θεὸν σὺν Ἀγγέλοις αἰνοῦσα.
Χαίροις Μῆτερ ἰσάγγελε.
Χάριτος οὐρανίου, τὴν ὀσμὴν ἀποπνέει, ἡ Κάρα σου ἡ θεία θεόφρον ἡ προσιόντες οἱ εὐσεβεῖς, ἁγιασμὸν κομίζονται καὶ ἔλεος, ὑμνοῦντές σου τὰ θαύματα Θεοδώρα καὶ εκβοώντες·
Ἀλληλούια.
Ψαλμοσύνθετον στέφος, τῇ σεπτῇ κορυφῇ σου, προσάγομεν πιστῶς Θεοδώρα· ὃ προσδεξαμένῃ συμπαθώς, αἴτει ἡμῖν τὴν τῶν πταισμάτων ἄφεσιν, καὶ λύσιν πάσης θλίψεως, ὡς ἂν ἀπαύστως σοι βοῶμεν·
Χαῖρε, Ὁσία ἡ θεοφόρος·
Χαῖρε, ἐν ἅπασι φωτοφόρος.
Χαῖρε, δρεπομένη χαρὰν ἀνεκλάλητον·
Χαῖρε, καρπουμένη τὴν δόξαν τὴν ἄφραστον.
Χαῖρε, καύχημα καὶ στήριγμα εὐλαβῶν Μοναστριών·
Χαῖρε, τύπος καὶ ὑπόδειγμα εὐσεβῶν Ἀσκητριῶν.
Χαῖρε, Θεσσαλονίκης θεοδώρητον κλέος·
Χαῖρε, τὸ τῆς Μονῆς σου ἐνθεώτατον κλέος.
Χαῖρε, δι’ ἧς παθῶν ἰαθήσομαι·
Χαῖρε, δι’ ἦς κηλίδων ῥυσθήσομαι.
Χαῖρε, πιστῶν συμπαθῆς προστασία·
Χαῖρε, κἀμοῦ πρὸς Χριστὸν μεσιτεία.
Χαίροις Μῆτερ ἰσάγγελε.
Θεόφρον Ὁσία, δωρῶν θεοσδότων, ἐπώνυμε σεμνῇ Θεοδώρα, δωρεάν τοῦ σωθῆναι ἡμᾶς, τὸν μόνον φιλάνθρωπον αἴτει Κύριον, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ ὁμοφρόνως ἐκβοῶντας·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοδώρᾳ τῇ Ὁσίᾳ ὕμνον ᾅσωμεν, τῇ δοξασάσῃ τὸν Θεὸν βίου λαμπρότητι, καὶ θεόθεν ἐπαξίως θαυμαστωθείση· ἀναβλύζει γὰρ ἰάματα σωτήρια, καὶ λυτροῦται πειρασμῶν καὶ περιστάσεων, τοὺς κραυγάζοντας· χαίροις Μῆτερ ἰσάγγελε.

