Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Λουκά Αρχιεπίσκοπο Συμφερουπόλεως και Κριμαίας τον Θαυματουργό

Ποίημα του Μητροπολίτου Εδέσσης Ιωήλ

Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Σὐμφερουπόλεως ποιμένα θεοφῶτιστον, καὶ Ἰατρὸν τὸν ἐπιστήμονα τὸν ἄριστον, ὡς φιλάγιοι ὐμνήσωμεν ἐγκαρδίως ἐν Ῥωσίᾳ γὰρ βιῶσας ὥσπερ ἄγγελος, ὠμολόγησε Χριστοῦ το θείον ὄνομα· διὸ κράζομεν· χαίροις Λουκᾶ ἀξιάγαστε.

Ἄγγελος πάτερ ὦφθης, ἐπ’ ἐσχάτων τῶν χρόνων, ἐν Χῶρᾳ δὐστυχούντων ἀνθρώπων (εκ γ΄), βιοτεύσας ἐνθέως ἐν γῇ, ἱεράρχα Λουκᾶ ὄντως τὸ πρότυπον, λαοῦ καὶ κλήρου γέγονας, διόπερ σοι ἐβόων ταύτα·

Χαῖρε, τὸ εὖχος πάσης Ῥωσίας·
Χαῖρε, τὸ σκεύος τῆς εὐσεβείας.
Χαῖρε, ποιμάνσεως ἀνθρώπων τὸ μίμημα·
Χαῖρε, ἰατρείας ἀλγούντων τὸ καύχημα.
Χαῖρε, ὄτι ὡμολόγησας τὸν Χριστὸν ἀνδροπρεπώς·
Χαῖρε, ὄτι ἐθεράπευες ἀῤῥωστήματα βροτῶν.
Χαῖρε, ὄτι ἐκ παίδων ἠλικίας ἐκλάμτπτεις·
Χαῖρε, ὄτι ἐγγάμων συζυγίας ἠράσθης.
Χαῖρε, τεκνίων τῶν σῶν τὸ φέγγισμα·
Χαῖρε, πιστῶν τὸ Ἅγιον κλέϊσμα.
Χαῖρε, σεμνῶν Ἐπισκόπων ὁ κόσμος·
Χαῖρε, ἠθῶν οὐρανίων ὁ τόμος.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Βλέπων τὰ τῶν ἁγίων, ἐν Κιέβῳ ὀστέα, ἐμίσησας τοῦ κόσμου ἰδέα, καὶ χωρήσας Λουκᾶ ἀκλινῶς, πρὸς τῆς πίστεως τὰ σκάμματα ἔχαιρες, κραυγάζων παναοίδιμε, ἀγγέλων σταθηρῶς τὸν ὕμνον·

Ἀλληλούϊα.

Γνώσιν ἔχων κατ’ ἄμφω, κοσμικήν τε καὶ θείαν, ἐσκέδασας ἀθέων σκοτίαν, καὶ τῆν τέχνην Λουκᾶ ἰατρῶν, μετιὼν τῶν βροτῶν ἀῤῥωστήματα, τῇ ἀρωγῇ τῆς χάριτος, πλειστάκις ἐθεράπευσας, διὸ ἐβόων σοι τοιαῦτα·

Χαῖρε, ἠ ἐγερσις τῶν καμνόντων·
Χαῖρε, ἠ θάρσησις τῶν στενόντων.
Χαῖρε, δυσιάτων ἀλγῶν ἠ κατάπαυσις·
Χαῖρε, ἀσθενούντων μερόπων ἀνάστασις.
Χαῖρε, στήριγμα ἀκλόνητον φοβουμένων τὸν Θεόν·
Χαῖρε, πύργος ἀκατάσειστος εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, τῶν ἀκεστόρων ποδηγὸς χρηματίσας·
Χαῖρε, ἀδικουμένων τὰς καρδίας πτερῶσας.
Χαῖρε, λαλῶν σοφίας τὰ ῥήματα·
Χαῖρε, στομῶν ἀθέων τὰ στόματα.
Χαῖρε, Μητρὸς τοῦ Χριστοῦ ἐπαινέτης·
Χαῖρε, ἐχθρῶν τῶν αὐτῆς καθαιρέτης.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Δόξαν τῶν επικήρων, καὶ ῥεόντων, μισήσας, ἠγάπησας σοφίας τὸ νέκταρ, καὶ ἐτρύγησας πάτερ Λουκᾶ, ὠσεὶ μέλισσα φιλόπονος πάντιμε, τὸ μέλι θείας γνώσεως, Χριστῷ τῷ σῷ Κυρίῳ ᾄδων·

Ἀλληλούϊα.

Ἔνδοθεν κεκτημένος, θείον ζήλον τὰ κρείττω, ἠθέλησας γνωρίσαι τῶν ἄνω ἀγαπήσας γὰρ τὸν Χριστόν, ὀλοκαρδίως Λουκᾶ θεοτίμητε, ἐδέχθης χάριν ἄνωθεν, ἐμπνέων τοῦ βοάν σοι πάντας·

Χαῖρε, ὁ φίλος τῆς αληθείας·
Χαῖρε, ὁ λύχνος τῆς ευπρεπείας.
Χαῖρε, ἰατρείας κανῶν ἀκριβέστατος·
Χαῖρε, ἀναργύρων ἁγίων διάδοχος.
Χαῖρε, κλήμα πολυφόρητον τῆς ἀμπέλου τοῦ Χριστοῦ·
Χαῖρε, βίβλος ἡ πολύφυλλος τῆς σοφίας τῶν βροτῶν.
Χαῖρε, ὅτι ἐλλάμπεις ὡς νεόφωτον ἀστρον·
Χαῖρε, ὅτι τυγχάνεις τῶν χαρίτων τὸ ἄγγος.
Χαῖρε, ἐγγάμων πάντιμον ἀκουσμα·
Χαῖρε, νοσούντων ἄκους τὸ ἄντλημα.
Χαῖρε, ἀνδρῶν ὑποδίκων ἡ ῥῶσις·
Χαῖρε, θυτῶν ἀντιθέων ἡ πτώσις.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Ζήλω θείω χιτώνι, τῶν θυτῶν ἠμφιάσω, ὡς Ἄγγελος Λουκᾶ καὶ εἰργάσω, ἐν μέσῳ σκολιάς γενεάς, τὰς ἐντολὰς θεόφρον τοῦ Κυρίου σου, προτρέπων τοὺς συνόντας σοι, ἐν τῷ ψάλλειν ἀεὶ τὸν ὐμνον·

Ἀλληλούϊα.

Ἤκουσας τοῦ Κυρίου, τῆς φωνῆς προσταζούσης, βαστάζειν τὸν Σταυρὸν αὐτοῦ χαῖρων, διὸ πᾶσας τὰς θλίψεις Λουκᾶ, τοὺς ἐγκλεισμοὺς καὶ βασάνους ὑπήνεγκας, στηρίζων τὸ σὸν πλήρωμα, τὸ μέλπον σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, διάδοχε Αποστόλων·
Χαῖρε, διάκονε τῶν πασχόντων.
Χαῖρε, χειρουργὲ νοσημάτων τοῦ σῶματος·
Χαῖρε, φρυκτωρὲ νοημάτων τοῦ Πνεύματος.
Χαῖρε, ὄρθρος διαυγέστατος ἐλευθέρας βιοτής·
Χαῖρε, ἔλεγχος ο ἄτεγκτος ἀθεΐας τῆς δεινής.
Χαῖρε, ὄτι ἀφόβως τὰς αἰκίας ὑπέστης·
Χαῖρε, ὅτι εὐτόλμως τῆς κακίας ἀπέστης.
Χαῖρε, λαοῦ Ῥωσίας τὸ ἄγαλμα·
Χαῖρε, πικρῶν δαιμόνων τὸ λάκτισμα.
Χαῖρε, τῆς σπείρας κακούργων ὁ τρόμος·
Χαῖρε, πολλῶν καταδίκων τὸ θάμβος.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Θεοτόκου μη στέρξας, τῆν εἰκόνα ἐκβάλλειν, ὀνείδη τῶν ἀθέων ἐδέξω· βοηθὸν γὰρ Λουκᾶ τῆν ἀγνήν, θεωρῶν ἐν τῇ τέχνῃ σου ἤθελες, ἰσχὺν αὐτῆς καὶ ἕψαλλες, προς τὸν Χριστὸν σοφέ τὸν ὔμνον·

Ἀλληλούϊα.

Ἱεράρχης Κυρίου, θεοκλήτως ἐδείχθης, ποιμαίνειν εὐσεβῶς τας χορείας· καὶ τὸ ὄνομα ἐν τῇ κουρᾷ, τοῦ ἁγίου Λουκᾶ θαυμαστῶς εἰληφας· διὸ πάντες γηθόμενοι, ἐβόων σοι, ἀπὸ καρδίας·

Χαῖρε, ἀγλάϊσμα ἐπισκόπων·
Χαῖρε, τὸ σέμνωμα μοναζόντων.
Χαῖρε, τῶν ἀζύγων ἀνδρῶν τὸ ὑπόδειγμα·
Χαῖρε, τῶν συζύγων στεῤῥόν ἐπιστήριγμα.
Χαῖρε, ὅτι σὺ ἐνδέδυσαι ἀμπεχώνην ἰεράν·
Χαῖρε, ὅτι σὺ ἁπέῤῥιψας τῶν οἰκείων τὰς φωνάς.
Χαῖρε, ἐπιτελῶν τὴν φρικῶδη θυσίαν·
Χαῖρε, ἐπιποθῶν οὐρανῶν βασιλείαν.
Χαῖρε, ποιμένων ἄριστον πρότυπον·
Χαῖρε, πιστῶν Τασκένδης ὑψίπυργος.
Χαῖρε, λιμὴν τοῦ Ταμπτῶφ σωτηρίας·
Χαῖρε, πρηστὴρ ἀθεούντων μανίας.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Κραταιὸς ὥσπερ λέων, ἐπινοίας ἀθέων, ἠδάφισας παμμάκαρ τελέως, καὶ ὡς δούλος Λουκᾶ τοῦ Θεοῦ, ἐν τῷ σῶματι ἤνεγκας τὰ στίγματα, Χριστοῦ καὶ ἀνεπλήρωσας, ὑστέρημα αὐτοῦ κραυγάζων·

Ἀλληλούϊα.

Λιπαρῶς ἠγωνίσω, Ἐκκλησίαν τηρήσαι, ἐκ λύμης ψευδαδέλφων ἀρτίαν, ὡς Ἐπίσκοπος γὰρ τοῦ Χριστοῦ, τὰς πλοκὰς σχισμάτων κληρικῶν ἔλυσας· διό σε οἱ Ὀρθόδοξοι, ἐτίμων Ἅγιε βοῶντες·

Χαῖρε, ἡ γλώσσα τῆς αληθείας·
Χαῖρε, ἡ τήξις τῆς ἀσεβείας.
Χαῖρε, κληρικῶν ἀτακτούντων ὁ ἔλεγχος·
Χαῖρε, ἱερέων ἁγίων ὁ ἔφορος.
Χαῖρε, λύμης τῶν αἱρέσεων ἐλατὴρ ὁ αὐστηρός·
Χαῖρε, σχίσμα θεομίσητον φανερώσας ταχινῶς.
Χαῖρε, τῆς ἀκριβείας τῶν δογμάτων τὸ στόμα·
Χαῖρε, οἰκονομίας τὸ γλυκύτατον πόμα.
Χαῖρε, δι’ οὗ ἠτήθησαν δαίμονες·
Χαῖρε, δι’ οὗ ηὐφράνθησαν Ἄγγελοι.
Χαῖρε, φωστὴρ Ἐκκλησίας ἁπάσης·
Χαῖρε, σωτὴρ τῆς Ῥωσίας ἐκ πλάνης.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Μόνος ἐν ἐξορίαις, μείνας Ἅγιε ὄντως, ἀνύμνεις τὸν Χριστὸν ὐμνωδίαις· καὶ τὸν σπόρον Λουκᾶ τῆς ζωῆς, ὡς γηπόνος σοφὸς ἐν ψυχαίς ἔῤῥιπτες καὶ ἔδρεττες τοὺς στάχυας, πλουσίως ἀνακράζων Πάτερ·

Ἀλληλούϊα.

Νέον ὡς ἱεράρχην, καὶ ἀκέστορα θείον, τῆς χάριτος Χριστοῦ τὸ ταμείον, τῶν δογμάτων τὸν ὀμολογητήν, τῆς Κριμαίας ποιμένα σε πανεύφημον, Λουκᾶ τιμῶμεν ἅπαντες, βοῶντες ἐν ἀγαλλιάσει·

Χαῖρε, Τασκένδης ὁ ποδηγέτης·
Χαῖρε, πεινῶντων ὁ σιτοδότης.
Χαῖρε, Σιβηρίας τῆς χῶρας ἀγίασμα·
Χαῖρε, κρατουμένων ἀνδρῶν τὸ διάσωσμα.
Χαῖρε, ὅτι πλάνης γέγονας ἐν Ῥωσίᾳ πλεισταχού·
Χαῖρε, ὅτι πλείστα ἔπαθες ὡς κακούργος ἐν δεσμοῖς.
Χαῖρε, τῶν κακοφρόνων ἐγκαθέτων ἡ πλήξις·
Χαῖρε, τῶν καταδίκων σῦν σοὶ θεία γαλήνη.
Χαῖρε τυφλῶν ἀνθρώπων ἀνάβλεψις·
Χαῖρε, μικρῶν παιδιὼν ἡ φύλαξις.
Χαῖρε, σεμνῶν ἱερέων ὁ αἴνος·
Χαῖρε, βροτῶν κακουργούντων ὁ κλόνος.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Λουκᾶ ξενοτρότπως· ὡς ἀνέστιος γὰρ ἐν πολλαίς, τῆς Ῥωσίας μάκαρ μεταβὰς πόλεσι, Χριστοῦ τὸ μέγα ὄνομα, ἐκήρυττες στεῤῥῶς κραυγάζων·

Ἀλληλούϊα.

Ὄλβον Πάτερ τῆν πίστιν, τοῦ Χριστοῦ τῆν ἁγίαν, ἠγήσω ὑπὲρ πάντα τὰ πλούτη, καὶ ὡς μάργαρον ταύτην Λουκᾶ, τοῖς πιστοῖς ἀνθρώποις Ἅγιε ἔδειξας· διὸ πρὸς σὲ ἀνέμελπον, εὐγνώμονας ᾠδᾶς ἠδέως·

Χαῖρε, ἀνάργυρε ἀρχιθύτα·
Χαῖρε, τῶν ἄνω δήμων πολίτα.
Χαῖρε, ἐξορίας πικρᾶς ὁ συνέμπορος·
Χαῖρε, ὀφθαλμῶν θεραπείας ὁ ἔμπειρος.
Χαῖρε, ὅτι διεφύλαξας τὰς δοκίμους μοναχάς·
Χαῖρε, ὅτι καὶ ἀπέκρουσας ἀόρατους πειραστάς.
Χαῖρε, οἰκογενείας τῶν τυφλῶν ἰατρεία·
Χαῖρε, τῶν ἀπιστούντων ὀχληρᾶ παρουσία.
Χαῖρε, Μαρτίνου θῦτου χορήγησις·
Χαῖρε, Βορείου Πόλου ἠ πρόσκτησις.
Χαῖρε, ᾠδὴ καρτερίας ἐν πίστει·
Χαῖρε, μολπὴ θυμηδίας ἐν θλίψει.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Πᾶσα πόλις ἠγέρθη, ὑπέρ σου θεοφόρε, καὶ ἤτησε τῆν σῆν παρουσίαν· ἐπιγνόντες γὰρ ἐν Τουρουχάνσκ, ἀρετῶν σου το πλήθος καὶ ἰάματα, ἐδόξαζον τὸν Κύριον, τὸν σὲ δοξάσαντα βοῶντες·

Ἀλληλούϊα.

Ῥήσεις θεογνωσίας, διδαχὰς εὐσέβειας, καὶ δόγματα Ὀρθόδοξα Πάτερ, ἐξηρεύξω τὸ στόμα τὸ σόν, καὶ ἀγνοίας τὸ ῥεύμα Λουκᾶ ἔστησας, φωτίζων τοῦς συνόντας σοι, τοὺς ἀνακράζοντας τοιαύτα·

Χαῖρε, λογίων ὁ φωτοδότης·
Χαῖρε, σκοτίων ὁ καθαιρέτης.
Χαῖρε, Ἰωάννου Παυλῶφ ἀγαλλίασις·
Χαῖρε, διακόνων Χριστοῦ ἡ παράκλησις.
Χαῖρε, δένδρον τὸ πολύκαρπον καὶ καλλίκαρπον ὀμοῦ·
Χαῖρε, ἄνθος εὐωδέστατον τῶν ἁγίων τοῦ Θεοῦ.
Χαῖρε, τὸν Γενισέϊ διαπλεύσας ἀφόβως·
Χαῖρε, μηχανοῤῥάφον στηλιτεύσας ἀτρόμως.
Χαῖρε, τοῦ θείου λόγου τὸ τρόπαιον·
Χαῖρε, νοσούντων δόμου τὸ ὄργανον.
Χαῖρε, Πλαχίνου κώμης οἰκήτωρ·
Χαῖρε, Μονῶν ἁγίων κοσμήτωρ.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Σώας ἔχων τὰς φρένας, ἱεράρχα τὸν στόνον, ὑπήνεγκας τοῦ σώματος χαῖρων, ἐν πυρὶ γὰρ πολλῶν πειρασμῶν, ὡς χρυσὸς ἐλαμπρύνθης Λουκᾶ ἔνδοξε, καὶ ὤφθης ὄντως πρότυπον, ἡμῶν τῶν ἐκβοώντων οὐτῶς·

Ἀλληλούϊα.

Τειχισθείς ἐνεργείαις, τοῦ Χριστοῦ ταῖς ἀγίαις, ἀπέκρουσας ποικίλας μανίας, τῶν ἀθέων ἔνδοξε Λουκᾶ, καὶ ἀνήλθες εἰς το ἄκρον τῆς χάριτος, ἐπιτελὼν θαυμάσια, λαῷ τῷ σοὶ βοῶντι οὕτως·

Χαῖρε, ὁ δέσμιος τοῦ Κυρίου·
Χαῖρε, ὁ κῆρυξ τοῦ σωτηρίου.
Χαῖρε, τοῦ ἐγκλείστου στολὴν ενδυσάμενος·
Χαῖρε, φυλακὰς τᾶς δεινᾶς οἰκησάμενος.
Χαῖρε, ὅτι διεσκέδασας ἀνακρίσεως πλοκάς·
Χαῖρε, ὅτι φρούδας ἔδειξας τοῦ σατὰν τᾶς μηχανάς.
Χαῖρε, ὁ ἀλλοιώσας πρὸς τὰ κρείττω ἀπίστους·
Χαῖρε, ὁ ἐμψυχώσας τοῦς σῦν σοὶ κατάδικους.
Χαῖρε, τοῦ ῥάσου ἔνθερμος πρόμαχος·
Χαῖρε, θαυμάτων πλείστων ὁ πρόξενος.
Χαῖρε, εὐχῆς πρὸς Χριστὸν θιασώτης·
Χαῖρε, κακῶν οἰωνῶν ἀναιρέτης.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Ὕψῶσας πρὸς τὰ ἄνω, Ἰεράρχα το ὄμμα, τὸν νοῦν καὶ τῆν καρδίαν παμμάκαρ, καὶ τᾶς χεῖρας ὀμοῦ σῦν αὐτοῖς, ἐκζητῶν τοῦ Χριστοῦ Λουκᾶ τὸ ἕλεος, ἐν ταῖς περιπλανήσεσι, τῆς ἑξορίας Ἅγιε κραυγάζων·

Ἀλληλούϊα.

Φῶς αὐγάζον βολαῖς σοῦ, Συμφερούπολιν πάτερ, καὶ πᾶσαν τῆν περίοικον ταύτης, ἐπεγνώσθης ἐν γήρει Λουκᾷ, καὶ ἡγίασας λαὸν τὸν φιλόθεον, τὸν ἐν τῇ πίστει μείναντα, ἀκλόνητον καὶ σὲ ὑμνούντα·

Χαῖρε, ὁ ἐλεγχος ρασοφόρων·
Χαῖρε, ὀμότροπε Ἀποστόλων.
Χαῖρε, μυστηρίων Χριστοῦ ὁ συνήγορος·
Χαῖρε, κληρικῶν ἀνευθύνων κατήγορος.
Χαῖρε, ἔμψυχον παράδειγμα καταλόγου τῶν θυτῶν·
Χαῖρε, ἀριστον ἐκτύπωμα ἐπισκότων εὐλαρῶν.
Χαῖρε, ὁ μεμνημένος τῶν πτωχῶν φιλανθρώπως·
Χαῖρε, ὁ ἐκδιδάσκων τοὺς πιστοῦς θεαρέστως.
Χαῖρε, καλῶν ἐπαίνων ὁ ἄξιος·
Χαῖρε, σημείων νέων ὁ πρόξενος.
Χαῖρε, ὁ τύπος καλοῦ ποιμενάρχου·
Χαῖρε, ποιμάντωρ λαοῦ φιλοχρίστου.

Χαίροις Λουκᾶ ἀξιάγαστε.

Χάριν σχῶν οὐρανόθεν, καὶ εἰς γήρας ἐλάσας, ἠρπάγης ἐκ τῆς γῆς πρὸς τὰ ἄνω, καὶ τὸν δρόμον τελέσας καλῶς, ἐν τοῖς δήμοις ἠριθμήθης Λουκᾶ ἔνδοξε, τῶν νοερῶν δυνάμεων, προσάδων σὺν αὐτοῖς τὸν ὕμνον·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὕμνον, προσκυνοῦμεν ἐν πίστει, τὰ λείψανα τὰ σὰ θεοφόρε, ὡς πηγὴ γὰρ χαρίτων ἠμῶν, τῶν τιμώντων τὸν βίον σου πανθαύμαστε, ἰάται τὰ νοσήματα, διὸ βοῶμέν σοι τοιαύτα·

Χαῖρε, ἀνὴρ ὁ σημειοφόρος·
Χαῖρε, λυτὴρ πληγῶν κακοφόρων.
Χαῖρε, ἀκεστόρων τὸ δόρυ τὸ ἄθραυστον·
Χαῖρε, Ἐπισκόπων τὸ δῶμα τὸ πάγκαλλον.
Χαῖρε, σκήνωμα τὸ ἄμωμον τῆς ἀγάπης τοῦ Χριστοῦ·
Χαῖρε, ὄνομα γλυκύτατον τῶν οἰκείων τοῦ Θεοῦ.
Χαῖρε, ὅτι ἐδέξω τὸ ἁμάραντον στέφος·
Χαῖρε, ὅτι ἐτρέψω τῶν δαιμόνων τὸ στίφος.
Χαῖρε, κακίας πᾶσης ἀλέξημα·
Χαῖρε, πασῶν Ῥωσιῶν τὸ μελώδημα.
Χαῖρε, μονῆς Σαγματᾶ παρακλήτωρ·
Χαῖρε, κἀμὲ τὸν πτωχὸν ὁ στηρίζων.

Χαίροις Λουκᾶ αξιάγαστε.

Ὦ πανεύφημε Πάτερ, ἐπισκόπων ἀκρότης, καὶ πᾶσης τῆς Ῥωσίας φιλότης, (εκ γ᾽), ταῖς λιταῖς σου μὴ παύση Λουκᾶ, Χριστὸν ἱκετεύων ἠμῖν χαρίσασθαι, ἀμαρτιῶν τὴν ἄφεσιν, ἵνα βοῶμεν ἐγκαρδίως·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Σὐμφερουπόλεως ποιμένα θεοφώτιστον, καὶ ἰατρὸν τὸν ἐπιστήμονα τὸν ἄριστον, ὡς φιλάγιοι ὑμνήσωμεν ἐγκαρδίως ἐν Ῥωσίᾳ γὰρ βιῶσας ὥσπερ Ἄγγελος, ὠμολόγησε Χριστοῦ τὸ θείον ὄνομα· διὸ κράζομεν· χαίροις Λουκᾶ ἀξιάγαστε.