Ακολουθία του Αγίου Γερασίμου του Ιορδανίτη
Ἐπιμέλεια Ἀρχιμανδρίτου Χρυσοστόμου Καθηγουμένου τῆς Ἱερὰς Μονὴς τοῦ Ὁσίου ἐν τῇ Ἐρήμῳ τοῦ Ἱορδάνου
ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΒΒΑ ΓΕΡΑΣΙΜΟΥ ΤΟΥ ΕΝ ΤΩ ΙΟΡΔΑΝΗ
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ.
Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ασκητικών.
Χαίροις ἀσκητικῶν ἀληθῶς, ἀγωνισμάτων ὁ κανὼν ὁ εὐθύτατος, Σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας, ἀκολουθῶν τῷ Χριστῷ ἐν τῷ Ἰορδάνῃ προσεχώρησας. Ἐν ὧ κατεπάτησας τῆς σαρκὸς τὰ σκιρτήματα, ταῖς ἀρεταῖς δε τὴν ψυχὴν κατελάμπρυνας, καὶ πρὸς ἔνθεον ἀνεπτέρωσας ἔρωτα. Ὅθεν τὴν σεβασμίαν σου, τελοῦντες πανήγυριν, τυχεῖν, Γεράσιμε, θείας φιλανθρωπίας αἰτούμεθα, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. (δίς).
Ἄνθραξ ὡς φωτοφόρος πυρί, προσωμίλησας γὰρ τὸ Πνεῦμα, Γεράσιμε, τῇ ποίμνῃ τῇ θείᾳ μάκαρ, καταλαμπρύνων ψυχάς, τῶν πρὸς σὲ φοιτώντων, ὁσιώτατε. Πρὸς φῶς ὁδηγῶν αὑτούς, τὸ ἀνέσπερον, ἄριστε, ἐρημικούς δε, δροσιζόμενος ἄνωθεν, θεία χάριτι κατεμάρανας ἄνθρακας. Ὅθεν καὶ τὸν τῆς νίκης, σοι δεδώρηται στέφανον, Πάτερ, τῆς θείας δικαιοσύνης ὁ πρύτανις, Χριστός, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Κλῖμαξ οὐρανομήκης σαφῶς ἡ πολιτείᾳ σου, Γεράσιμε, δέδεικται, δι’ ἧσπερ πρὸς ὕψος ἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὁμιλεῖν, παμμάκαρ, κατηξίωσαι. Τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς δε, ταῖς Αὑτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον ἐκομίσω φαιδρότητα. Ὧ καὶ νῦν παριστάμενος, ἱκέτευε, Ὅσιε, τοὺς ἐκτελοῦντας τὴν θείαν καὶ πανσεβάσμιον μνήμην σου, σύν σοι παραστῆναι καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ΄. Ἕτερα Στιχηρᾷ.
Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ θεόφρον Γεράσιμε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῷ Παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως, καὶ λογισμῷ, σθένει δουλωσάμενος τοῦ Θείου Πνεύματος.
Ὅσιε πάτερ Γεράσιμε, ἐν ἐρημίᾳ ἀεί, καὶ σπηλαίοις καί ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὖρες, ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε καὶ μοναχῶν, στίφη προσενήνοχας, Χριστῷ σῳζόμενα.
Πάντα τὸν βίον διήνυσας ἐν ἡσυχίᾳ πολλῇ καὶ ἐν πένθει καὶ δάκρυσι, μοναστῶν γενόμενος, ἀλείπτης διὰ τῆς πίστεως, ἀκτημοσύνῃ κατακοσμούμενος, καὶ ἐγκράτειᾳ ὠραϊζόμενος. Ξένος καὶ πάροικος, ἐπὶ γῆς δεικνύμενος, ὅθεν καλῶν εὖρες τὴν ἀπόλαυσιν, θεομακάριστε.
Ἥλιον ὥσπερ πολύφωτον, τῶν ἀρετῶν τῷ φωτί, καὶ θαυμάτων ταῖς λάμψεσι εὑρηκώς, Γεράσιμε, ἐν ἐρήμῳ διώδευσας, καὶ τοῖς θηρίοις συνδιαιτώμενος, τούτοις προστάξας εἰς τὸ δουλεύειν σοι. Ὡς θαυμαστὸς Θεός, ὑπάρχει ὁ Κύριος, ὁ θήρας νῦν, ὥσπερ λογικοὺς βροτούς, καθυποτάξας σαφῶς.
Δόξα. Ἦχος δ΄.
Ὅσιε πάτερ, παμμακάριστε Γεράσιμε, τῇ θέᾳ τοῦ Παναγίου καταληφθείς Πνεύματος, πανσόφως τὰ τῆδε ὡς ἐπίκηρα κατέλιπες, καὶ τὸν Σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, τῷ καλοῦντί σε θερμῶς ἠκολούθησας, Χριστῷ εἰς οὐρανούς, λαμπροτάταις τῶν ἀρετῶν ἀναπτὰς πτέρυξιν, ἀοίδιμε. Ἐκτενῶς οὖν Χριστῷ ἐκδυσώπει ὑπὲρ τῶν πίστει τελούντων τὴν παναγίαν σου κοίμησιν.
Καὶ νῦν.
Θεοτοκίον.
Ὁ διά σε Θεοπάτωρ…
Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα ζήτει τῇ κ’ Ἰουανουαρίου.
Εἰς τὴν Λιτήν.
Ἦχος β΄. Ἰδιόμελα.
Ἀναχωρητῶν γυμνάσιον, συγκροτήσας ἐν Ἰορδάνῃ, πάτερ Γεράσιμε, εὐσεβείας καρποὺς ἐν αὑτῷ ἐνδειξάμενος, ῥωμαλέως ἰατρεύεις δι’ αὐτῶν τὰς ἀσθενείας τῶν παθῶν. Λέοντα γὰρ ἡμέρωσας καὶ τὸν ἀδελφὸν ἐκ νεκρῶν ἀνέστησας. Δι’ ὁ πρὸς αὐτὸν βοήσωμεν· Χαίροις τῶν ἀναχωρητῶν ὑπογραμμός, καὶ τῶν μιγάδων ἡ δόξα. Χαίροις πολιοῦχε τοῦ Ἰορδάνου, καὶ τῆς σῆς Λαύρας τὸ καύχημα.
Ὁ αὐτός.
Ὅσιε Πάτερ, ἐκ βρέφους τῷ φόβῳ τοῦ Θεοῦ στοιχειωθείς, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἠδέων. Νῦν δε τῷ Θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, πάτερ Γεράσιμε.
Ὁ αὐτός.
Ὅσιε Πάτερ, ὡς πόλιν ζῶντος Θεοῦ, εὔφραναν τὴν ἱεράν σου ψυχήν, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ ὕδατος τῆς αἱρέσεως, τοῦ διελθόντος τὸν Ἰορδάνην, καὶ πᾶσι τοῖς πέρασι, τῆς εὐσεβείας τὸν λόγον πληρώσαντος, Χριστοῦ τοῦ Θεοῦ. Ὃν ἱκέτευε, παμμάκαρ Γεράσιμε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Ἦχος δ΄.
Ὅσιε παμμακάριστε Γεράσιμε, ἀσκήσεως γενόμενος ἐνδιαίτημα καὶ Θεῷ εὐηρέστησας, μέγας ὡς εἱκὸς ἐν Ὁσίοις ἐχρημάτισας πατράσι. Δι’ ὁ ἐθαυμαστώθης ἐκ Θεοῦ, καὶ ἐξ ἀνθρώπων ἔτυχες δόξης. Λέων σε ἠδέσθη τὰ τῆς φύσεως ἀποβαλλόμενος, ἡμεῖς δε σοὶ τὸν ὕμνον προσᾴδοντες, ἐκτενῶς βοώμεν· Κύριε, ὁ θαυμαστώσας τοὺς Ὁσίους σου, ταῖς αὑτῶν ἱκεσίαις ἐλέησον ἡμᾶς.
Ἦχος α΄.
Ὅσιε πάτερ, θεόφρον Γεράσιμε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωή ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις. Ἡσυχαστικώς τὸν βίον ἐξετέλεσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, παρ’ Αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν. Καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χοροῖς παριστάμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν σεβάσμιον μνήμην σου.
Δόξα. Ἦχος πλάγιος β΄.
Ὅσιε πάτερ, θεοφόρε Γεράσιμε, ὁσίων καύχημα, ἀσκητῶν ἐγκαλλώπισμα, ἐξ ἁπαλῶν ὀνύχων, τὴν τῆς ἀρετῆς προελόμενος τρίβον, εἰς τὴν αὑτῆς ἀνέδραμες ἀκρότητα, ὡς Ἄγγελος ἐπὶ γῆς βιοτεύσας. Δι’ ὁ ἐν τοῖς οὐρανοῖς σὺν ἀσωμάτοις συναγαλλόμενος, ὡς τὸν βίον αὐτῶν ἐν σώματι μιμησάμενος, ἐκτενῶς σὺν αὐτοῖς ἱκέτευε Χριστὸν τὸν Θεόν, τοῦ ῥυσθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων δυσμενῶν καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ αληθινή…
Ἀπόστιχα.
Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Κόσμου καὶ πατρίδος ἐκφυγών, ἐν τῷ Ἰορδάνῃ ἀσκήσας, τὸν νοῦν ἐφύλαξας, μὴ περιπλανώμενον, μηδὲ ρεμβόμενον, ταῖς τοῦ βίου συγχύσεσι καὶ ταῖς τρικυμίαις, ἀλλ’ ἀνατεινόμενον καὶ ἄνω βλέποντα. Πόθῳ πρὸς τὸν ἄνω Δεσπότην, πρὸς τὸν Εὐεργέτην τῶν ὅλων, ἀξιομακάριστε Γεράσιμε.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔξω τῆς τοῦ κόσμου ταραχῆς, πάτερ, διεξάγων τὸν βίον, παθῶν ἐλεύθερος γέγονας, τῇ χάριτι περιφρουρούμενος καὶ δαιμόνων τὰς φάλαγγας, ἀσκήσει συντόνῳ καὶ θείαις ἀστράψεσι καταστρεψάμενος. Χαίρων σὺν ἀγγέλοις χορεύεις περὶ τὸν Παντάνακτα καὶ Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἔζης ἔξω κόσμου καὶ σαρκός, ὑπὲρ τὰ ὁρώμενα πάντα, ὡς τὴν ἀόρατον δόξαν ἐνθυμούμενος καὶ φανταζόμενος τῆς ἐπουρανίου καὶ τὴν ὡραιότητα τὴν ἀκατάληπτον. Ἧς νῦν ἐμφορούμενος σώσαι, τοὺς πιστῶς τιμῶντας σε δούλους, τὸν Χριστὸν δυσώπησον, Γεράσιμε.
Δόξα. Ἦχος γ΄.
Ἑορτὴ σεβάσμιος καὶ φαιδρᾷ, τοῦ θεόφρονος ἡμῖν ἐπέλαμψε Γερασίμου. Οὗ τῶν πνευματικῶν ἀγώνων ὀσμή, τῶν πιστῶν κατευωδιάζουσα ψυχάς, ἐν καιρῷ τῆς ἐγκρατείας, πρὸς πνευματικοὺς θαυμασίως προτρέπει ἀγῶνας. Πρὸς αὐτὸν οὖν βοήσωμεν· ἁγιώτατε Πάτερ, ἀξίωσον ἡμᾶς εὐμαρῶς, τὸ τῆς νηστείας διανύσαι στάδιον, καὶ αἰωνίου τεύξασθαι χαρμονῆς, πρὸς Κύριον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, ἡ προστασία, πάντων τῶν δεομένων, εἰς σὲ θαῤῥοῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστί. Πρέσβευε τῷ ἐκ σου τεχθέντι ὑπὲρ ἀχρείων δούλων σου.
Νῦν απολύεις… Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσας Γεράσιμε, ἐν Ἰορδάνῃ στεῤῥῶς, τὸν καύσωνα ἔφερες ἐν καρτερίᾳ, σοφὲ καὶ πᾶσαν κακοπάθειαν. Λέων σοι ὑπετάγη, καὶ ἐκόμιζεν ὕδωρ, νεκρὸν ἐγείρεις ἀδελφὸν παραδόξως. Δι’ ὅ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος απόκρυφον….
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν Κάθισμα. Ἦχος πλ. δ΄.
Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν Σταυρόν σου ἐπ’ ὤμων ἀναλαβών, ὅλον ἀνατέθηκας σεαυτὸν τῷ Κυρίῳ σου καὶ σαρκός ἔξω, Πάτερ, τοῦ κόσμου γενόμενος, τοῦ Ἁγίου γέγονας συνόμιλος Πνεύματος. Ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας καὶ ἐρήμους ἐπόλισας, θεοφόρε Γεράσιμε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι, πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν ἀσκητὴν τοῦ Κυρίου, ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τάς προσβολάς τῶν παθῶν, δι’ ἐγκρατείας καὶ στεῤῥὰς ὑπομονῆς ἀληθῶς, καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις. Καὶ νῦν πρεσβεύει τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Πολυτρόπως, Παρθένε, Χριστὸν παρώργισα, διανοίᾳ καὶ λόγῳ, ἔργοις καὶ πράξεσι, καὶ φοβοῦμαι τὸ ἐκεῖ φρικτὸν κριτήριον. Ἀλλὰ προφθάσασα ταχύ, ἐκλύτρωσαί με τῶν δεινῶν, τῇ μητρικῇ σου πρεσβείᾳ· καὶ πρὸς Θεὸν παῤῥησίᾳ, τὸν σὸν ἱκέτην, Θεογεννήτρια.
Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὴν πτωχείαν Ἰησοῦ, ἐπιποθήσας σεαυτῷ, πλοῦτον ἔλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν, σοφέ. Καὶ τὸν σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, τρίβον τὴν στενήν, χαίρων διήνυσας, οἰκεῖος ὤφθης τῷ Κτίστῃ σου. Δι’ ὅ τυγχάνεις ἐν παῤῥησίᾳ, ὅσιε πάτερ Γεράσιμε.
Δόξα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ἐκόσμησας ψυχήν, ἀρετῶν ἐργασία, Γεράσιμε σοφέ, βιοτεύσας ὁσίως, ὡς πρᾶος καὶ ὡς ἄκακος, καὶ ποιμήν ἀληθέστατος, πορευόμενος κατὰ τὸν νόμον Κυρίου. Ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου, Παρθένε, παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας, καὶ Παρθένον σε ὁμολογοῦμεν, Παρθένε, καὶ ἐλπίζομεν, ἐν σοι, Παρθένε, σωθῆναι, παρθένων τὸ καύχημα.
Μετὰ τὸν Πολυέλεον Κάθισμα.
Ἦχος πλάγιος δ΄.Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς ἱδρῶτας καὶ πόνους τοὺς σούς, σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλώμεθα. Καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμάκαρ Γεράσιμε, πόθῳ ἐγκαρδίῳ ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ φωτὶ λαμπόμενος τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας ἐν Ἰορδάνῃ, διδαχαῖς καταφωτίζων, Γεράσιμε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πύρινε τοῦ Βασιλέως, καὶ λυχνίᾳ πάγχρυσε, φωτὸς τοῦ θείου, τὰς ψυχὰς καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων σε, Κόρη πανύμνητε.
Οἱ Ἀναβαθμοί, Τὸ α΄ ἀντίφωνον τοῦ δ΄. ἦχου.
Προκείμενον, ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Τί ανταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πᾶσα πνοή. Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ σου οσίου…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Εἶτα Ἰδιόμελον τοῦ ὁσίου. Ἦχος πλάγιος β΄.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τῶν ἀσκητῶν ἡ καλλονῇ, καὶ τῶν μιγάδων ἡ δόξα, τὸ κλέος τῶν πατέρων καὶ τῶν ἐγκλείστων ἀντιλήπτορα μέγιστον, συνελθόντες σήμερον, ἀσκητικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες· χαίροις ὁ τῆς ἐρήμου στῦλος καὶ βάσις ἀσφαλὴς καὶ σῆς Λαύρας τὸ καύχημα· χαίροις τὸ φῶς τὸ ὑπέρλαμπρον, ὁ τὴν ἐώαν ἅπασαν διαλάμπων τοῖς θαύμασιν. Χαίροις τῶν πενθούντων ἡ θεία χαρμονή, καὶ τῶν ἐν σπηλαίοις ὁδηγός τε καὶ προστάτης. Καὶ νῦν, Γεράσιμε ἔνδοξε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ἐκτελούντων τὴν πανέορτον μνήμην σου.
Οἱ κανόνες τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς ς΄, καὶ οἱ τοῦ Ἁγίου εἰς η΄. Ὁ Κανών τῆς Θεοτόκου, οὐ ἡ μέθοδος τοιαύτη· Ἐν τῷ α΄ τροπαρίῳ ἑκάστης ᾠδὴς δέεται ὁ ἁμαρτωλὸς πρὸς τὴν Θεοτόκον. Ἐν τῷ β΄ δέεται ἡ Θεοτόκος πρὸς τὸν Χριστόν, ἐν τῷ γ΄ ἀποκρίνεται ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον καὶ ἐν τῷ δ΄ ἀποκρίνεται ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν, κατὰ μίμησιν Θεοδώρου τοῦ Στουδίτου.
Ὑπὸ ἀνωνύμου δε καὶ φέρον ἀκροστιχίδα· Δός μοι δάκρυα μετανοίας, Παρθένε.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Κανὼν τῆς Θεοτόκου.
Ὁ Εἱρμός.
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν τῶν σεσωσμένων οἱ παίδες· ἀλλ’ ἡμεῖς ὡς αἱ νεάνιδες τῷ Κυρίῳ ἄσωμεν, ἐνδόξως γὰρ δεδόξαται».
Ὁ ἁμαρτωλός πρὸς τὴν Θεοτόκον.
Δέσποινα προσδέχου, ἐκ ῥυπαρὰς καρδίας, θρῆνον, Πανάμωμε, καὶ ῥύπου πλῦνόν με, παθῶν τῆς δυσωδίας. Καὶ τῷ Υἱῷ σου πρέσβευσον, ἵνα πυρός με ῥύσηται, τοῦ ἀφεγγοῦς, ὦ Θεόνυμφε.
Ἡ Θεοτόκος πρός τόν Χριστόν.
Δοῦλός σου, Υἱέ μου, βοᾷ ἐκ καρδίας καὶ ἱκετεύει μοι, ῥυσθῆναι κολάσεως, καὶ τυχεῖν σῆς Βασιλείας. Δέξαι ἡμετέραν δέησιν, καὶ ἀξίωσον αὐτὸν τῆς οὐρανίου Βασιλείας σου.
Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον.
Σὺ Μῆτερ γιγνώσκεις, πηγὴν ἐλέους, καὶ τοὺς καθ’ ὤραν μοι, πταίοντας ἐλεῶ. Ἀλλ’ οὗτος με παραπικραίνει, καθ’ ἑκάστην ἡμέραν, ἐν πολλοῖς καὶ αἰσχροῖς πάθεσιν.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Μυρίαις ἀτοπίαις δουλεύων κακίαις, καὶ αἰσχροῖς πάθεσιν, εἰς ἀγανάκτησιν κεκίνηκας τὸν Υἱόν μου. Καὶ ὀργισμένος κατά σου ἐστίν, ὁ Πολυέλεος, καὶ μόνος Πολυεύσπλαγχνος.
Ὁ κανὼν τοῦ Ἁγίου Γερασίμου. Ἦχος καὶ εἱρμὸς ὁ αὐτός.
Δέξαι ἐκ χειλέων ἀσώτων τὸν ὕμνον, πάτερ Γεράσιμε, μοναστῶν καύχημα, ἐκ ψυχῆς τε καὶ πόθου. Καὶ παθῶν με θεράπευσον, ὁ θεραπεύσας τὸν πόδα, ἐν Ἰορδάνῃ, τοῦ λέοντος.
Ὅλος ἀπὸ βρέφους, Θεῷ ἀνετέθης, πάτερ Γεράσιμε, μακαριώτατε, ἐν Ἰορδάνῃ ἀσκήσας, πρὸς ἀγῶνας ηὐτομόλησας, τὸν παλαμναῖον, ἔνδοξε, τελείως κατεπάτησας.
Δόξα.
Φέγγει ἀνεσπέρῳ λαμπόμενος, μάκαρ, τοῦ Θείου Πνεύματος, φωτίζεις ἅπαντας, τοὺς προστρέχοντας ἐν πίστει, καὶ ἀγάπη, Πάτερ ἔνδοξε. Κἀμὲ νῦν φώτισον, Γεράσιμε, πρεσβείαις σου.
Καὶ νυν.
Ἡ τῶν ἀνελπίστων, ἐλπὶς καὶ προστάτις ἡ ἀκαταίσχυντος, τὰς οὐρανίους πύλας μοι διανοίξασα, προσάγαγε τῷ Υἱῷ σου, Δέσποινα, καὶ σῶσόν με, τὸν ἄθλιον.
ΚΑΤΑΒΑΣΙΑ. Ἀνοίξω τὸ στόμα μου.
ᾨδὴ γ΄. Ὁ Εἱρμός.
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδούσα ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου, Κύριε, κραυγάζουσα».
Ὁ ἁμαρτωλὸς πρὸς τὴν Θεοτόκον.
Ὅλον ἐν τῇ κακίᾳ ἀνάλωσα τὸν καιρὸν τῆς ζωῆς μου, καὶ διὰ τοῦτο σοι κράζω· Παναγία, Δέσποινα, τὸν Υἱόν σου δυσώπησον, ἵνα σώσῃ με τὸν ἄσωτον ὡς Εὔσπλαγχνος.
Ἡ Θεοτόκος πρὸς τὸν Χριστόν.
Ίλαθι, Παντάναξ, ὁ ἐκ μήτρας μου τεχθῆναι εὐδοκήσας, ὡς τὸν ἄσωτον πάλαι, τὸν σὸν δοῦλον κατοικτείρησον, καὶ ἐν ἡμέρᾳ κρίσεως, μερίδος δεξιάς, παραστάτην δεῖξον, Κύριε.
Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον.
Πάλιν ἐγώ, ὦ Μῆτερ, ἐπακούσαι μου νουνεχώς ἐκβοῶ σοι· ὁ ἀσώτως βιώσας, ἐν μετανοίᾳ ἐλθὼν έκραξε· ἐκ βάθους ψυχῆς· τὸ «ἥμαρτον». Ἀλλ’ οὗτος κἄν σοι βοᾷ, ἐν ὑστέροις ψεύδεται.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Ἁμοί ἔφης, εἶπον τῷ Υἱῷ μου, ἵνα σε ἀξιώσῃ τῆς Αὑτοῦ Βασιλείας, ἀλλ’ Αὐτός μοι ἀντέφη· θερμή πίστει οὐ προσῆλθέ μοι, καὶ διὰ τοῦτο ἐκπέμπω αὐτὸν τοῦ προσώπου μου.
Τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Ἔχει σε πᾶς ὁ κόσμος, Γεράσιμε, προστάτην ἐν κινδύνοις καὶ πᾶς πιστὸς ὑμνεῖ σε, καὶ πᾶς μονάζων δοξάζει σε, ἐξόχως δὲ ἡ ποίμνη σου, βλέπουσα πάντοτε, τοὺς ὑπερφυεῖς ἀγῶνας σου.
Λύσας τῆς προσπαθείας τὰ θήρατρα, πατρίδος ἐπισήμου, τῶν γονέων φίλτρον εἰς οὐδὲν λογισάμενος, μόνῳ Θεῷ ᾠκείωσας, πάτερ Γεράσιμε, μοναζόντων ἀγαλλίαμα.
Δόξα.
Βλέψον οὐρανόϑεν, καὶ ἴδε σου τὰ τέκνα ἀϑροισθέντα, ἐν τῇ σεπτῇ σου Λαύρᾳ, ἐκ ψυχῆς σοί προσπίπτοντα, τὰ τούτων αἰτήματα εὐσπλάγχνως πλήρωσον, πάτερ ἔνδοξε Γεράσιμε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, Θεοτόκε, Μητρόϑεε, σῷζε τοὺς σὲ ὑμνοῦντας, καὶ πάσης ἄλλης ζάλης· ἀραβικῆς γὰρ κακώσεως, ὡς ἀγαθὴ ἐκλύτρωσαι, ἡμᾶς τοὺς δούλους σου, ὡς οὖσα προστάτις ἡμῶν.
ΚΑΤΑΒΑΣΙΑ. Τοὺς σοὺς ὑμνολόγους. Κάϑισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος εὔχρηστον τῆς σωτηρίας, πλοῦτος ἄσυλος τῆς μετανοίας, ἀνεδείχϑης, πάτερ Γεράσιμε. Ἐν ἀπαϑείᾳ φαιδρύνας τὸν βίον σου, τοῖς σοῖς τέκνοις ἀντλήσας τὸ ἔλεος, ἀξιομακάριστε.
Δόξα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἐν τοῦ κόσμου ἀπάτην ἀπαρνησάμενος, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβόμενος, ἀσκητικῶς τὸν πονηρόν, κατεπάλαισας, τῆς ἐρήμου πολιστής, φωστὴρ τοῦ κόσμου νοητός, Γεράσιμε, ἀνεδείχθης. Δι’ ὅ πρέσβευε τῷ Σωτῆρι, ἐλεηϑῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἵνα τί ῥαϑυμοῦσα, ψυχή ταλαίπωρε, ἐπελάθου Δεσπότου, τοῦ ἐλεοῦντος σε, καί τῶν προστάξεων Αὐτοῦ κατεφρόνησας, ἐν ἀσελγείᾳ τήν ζωήν, διατελεῖς φρενοβλαβῶς. Ἀπόστηϑη τῆς κακίας, τῇ Θεοτόκῳ βοῶσα, σῶσόν με ταχέως τὴν ταλαίπωρον.
ᾨδὴ δ΄. Ὁ Εἱρμός.
«Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Αββακούμ, ἐξεστηκῶς εβόα· Σύ δυναστῶν διέκοψας κράτος, Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ἅδῃ ὡς Παντοδύναμος».
Ὁ ἁμαρτωλός πρὸς τὴν Θεοτόκον.
Λῦσον με, Παρθένε, τὸν ἄθλιον, εἰ καὶ μετάνοιαν ὅλως θερμήν οὐκ ἔχω. Ἀλλὰ δίδου μοι διόρθωσιν, ταῖς σαῖς ἱκεσίαις, πρὸς τὸν Υἱόν σου, Πανάμωμε.
Ἡ Θεοτόκος πρὸς τὸν Χριστόν.
Θεέ μου, ἐκτενῶς ἐπάκουσον, βοώσης σου Μητρός. Καὶ λύτρωσαι σὸν δοῦλον, εἰ δε καὶ πίστιν οὐ κέκτηται τελείαν, ταύτην ὡς Θεὸς αὐτῷ δώρησαι.
Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον.
Ἐγὼ καιρὸν αὑτῷ δέδωκα σωθῆναι, ἀλλ’ οὐκ ἐᾷ αὐτὸς τὰς ἁμαρτίας, καὶ εἰσῆλθεν ἐν θανάτῳ, ἕως καὶ εἰς πῦρ ἀπελεύσεται τὸ αἰώνιον.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Νῦν ἐπιγινώσκω τὴν σεαυτοῦ, ὡς φησὶν ὁ Θεῖος Υἱός μου καὶ Δεσπότης. Σὺ γὰρ κατάκεισαι τῇ ἁμαρτίᾳ, τίς γὰρ ἐξαναστήσει σε, οὕτω κείμενον;
Τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Ὑπερεκπλήττει πᾶσαν ἔννοιαν, τῶν ᾄθλων τῶν σῶν, ὦ Πάτερ, καρτερίᾳ, ἡ στένωσις τῆς κέλλης σου, καί ὁ συγκλεισμὸς σὺν τῇ πείνῃ καὶ δίψῃ καὶ λύπῃ, Ὅσιε.
Φύλαξ καὶ σκέπη καὶ ὀχύρωμα, καὶ προστάτης θερμός, τῶν μοναχῶν ἐδόθης παρὰ Θεοῦ, Γεράσιμε. Φύλαξον ἐκ κινδύνων καὶ νῦν, τὴν ποίμνην σου, Πάτερ πανθαύμαστε.
Δόξα.
Ἐν πειρασμοῖς καὶ περιστάσεσι, τοὺς σοὺς δούλους ἀεί, τοὺς σὲ προσκαλουμένους μὴ παρίδης, Ὅσιε. Ἀλλ’ ὡς συμπαθής πᾶσι δίδου συνήθως τὰ καταθύμια.
Καὶ νῦν. Θεοτοκίον.
Δεξαμένη ἐν τῇ μήτρᾳ σου τῆς θεότητος πῦρ, Ἁγνή, καὶ μὴ φλεχθείσα, πυρός με, Κόρη, λύτρωσαι. Δέξαι δε ἡμᾶς, καὶ τῆς θείας ἐκείνης ζωῆς ἀξίωσον.
ΚΑΤΑΒΑΣΙΑ. Τὴν ἀνεξιχνίαστον.
ᾨδὴ ε΄. Ὁ Εἱρμός.
«Θεοφανείας σου, Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἠσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας εκραύγαζεν· ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται».
Ὁ ἁμαρτωλὸς πρὸς τὴν Θεοτόκον.
Ἐπὶ τὰς τρίβους ἀγαπῶ πάντοτε διατρίβειν, τὰς φερούσας με πρὸς οὐράνιον καὶ Βασιλείαν ἀτελεύτητον. Ἀλλ’ αὖθις τὰ τῶν δεινῶν δαιμόνων συστήματα, καθέλκουσι με κρημνίσαι τελείως εἰς κρημνὸν καὶ βαθὺ βόρβορον.
Ἡ Θεοτόκος πρὸς τὸν Χριστόν.
Δέξαι δέησιν ἐμήν, σε δυσωπῶ, πανάγαθε Υἱέ μου, καὶ ἐκ δαιμόνων σῶσον τὸν δοῦλόν σου, καὶ παθῶν αὐτὸν ἐλευθέρωσον. Αὐτοὶ γὰρ οὐκ ἐῶσιν οὐδένα πώποτε, ἵνα μετανοήσῃ καὶ κλαύσῃ τὰ πλήθη τῶν πταισμάτων αὐτοῦ.
Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον.
Ἄκουσον, Μῆτερ, σοι βοῶ, τὰ παμπόνηρα πλήθη τῶν δαιμόνων, ἐν προσευχῇ καὶ νηστείᾳ ἐξέρχονται. Ἀλλ’ οὗτος μή καθάρας τὸ σῶμα ἐν ἐγκρατείᾳ, δεήσει καὶ ἁγνεία, φεῦ, γέγονε τῶν δαιμόνων σπήλαιον καὶ παθῶν κατοικητήριον.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Καλῶς ἐνωτίζου τῶν πρὶν ῥημάτων τοῦ Υἱοῦ μου καὶ γνῶθι, ἡνίκα γὰρ οἱ Τούτου μαθηταί, τὸ πνεῦμα διώξαι οὐκ ἴσχυσαν, ἐβόα τοῦτο λέγων· ἐν προσευχῇ καὶ νηστείᾳ ἐξέρχεται τὸ γένος τῶν δαιμόνων. Ποίησον καὶ σὺ οὕτως, ἵνα ῥυσθῆς τῆς αἰωνίου κολάσεως.
Τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Οἰκοδομῶν τὸν ἱερὸν οἶκον τῆς ἀρετῆς, ὦ μακάριε, καὶ ναὸν γάρ, Πάτερ, ὐπερπανθαύμαστον, τῇ μητρὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, λίθους δε τιμίους, τοὺς γὰρ σοῦ μαθητάς, προσανέθου τῇ Λαύρᾳ ξένον κειμήλιον.
Φαεινοτάταις ἀστραπαῖς, τῶν διδαχῶν, Πάτερ, κατεφώτισας, οὐ Λυκίας μέρος τό βραχύτατον, οὐ τοῦ Ἰορδάνου, ὃν ᾤκησας, ἀλλὰ πᾶσαν ὡς ἀληθῶς ἐώαν, Ὅσιε, ἤστραψας τῷ βίῳ, τῷ λόγῳ καὶ τῇ ἀσκήσει ἥν ὑπέμεινας.
Δόξα.
Ὑποπιάζων τῆς σαρκός, καί τά τοῦ νοῦ χαλινῶν σκιρτήματα, τοῦ θηρός τόν πόδα ἐθεράπευσας, καί τόν ἀδελφόν ἐκ νεκρών ἀνέστησας. Καί ἀσπασάμενος αὑτόν, εἶπες αὑτῷ, τέκνον ὡς καί πρίν πάλιν κοιμήθητι.
Καὶ νῦν. Θεοτοκίον.
Ποία γλώσσα ἐξειπεῖν, Παρθένε, τὸ ἐπί σοι μυστήριον. Ὁ τῶν ὅλων Κύριος καὶ Πλάστης μου, πλαστουργείται θέλων νηδύϊ σου. Ὦ τοῦ θαύματος τοῦ καινοῦ! ὁ ἀγαθότητι στήσας τοὺς αἰῶνας, δανείζεται γὰρ ἐκ σοῦ Ἀδὰμ τὸ φύραμα.
ΚΑΤΑΒΑΣΙΑ. Ἐξέστη τὰ σύμπαντα.
ᾨδὴ ς΄. Ὁ Εἱρμός.
«Ἐβόησα ἐν ὄλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσε μου, ἐξ ἅδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθοράς τὴν ζωήν μου».
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον.
Ῥημάτων καὶ ἔργων ἀπορῶ, οὐ γὰρ στέργω ἐκτελεῖν, Θεόνυμφε, προσευχὴν καὶ νηστείαν, καὶ διὰ τοῦτο πρὸς σὲ καταφεύγω.
Ἡ Θεοτόκος πρὸς τὸν Χριστόν.
Υἱέ μου ἐκδυσωπούσης σὴς μητρός, πρόσχες. Ὁ προστρέχων εἰς ἐμέ, ἀπορεῖ ἀρετῶν καὶ διὰ τοῦτο κράζει, οὐκ ἔχω, πλήν σου, Δέσποινα ἁγνή.
Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον.
Ἄκουσον μου, Μῆτερ, καὶ λιτανεύουσα παῦσον τοῦ παρακαλεῖν με θερμῶς. Καὶ γὰρ οὗτος ἀφορῶν, ὅτι εὔσπλαγχνος εἰμί, μολύνεται καὶ καθ’ ἑκάστην με παροργίζει.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Μὴ παύσασα τὸν Υἱόν μου ἕως νῦν, ἱκετεύουσα τοῦ τυχεῖν σε ιλασμού· ἀλλ’ οὗτος πάλιν τοῦ παύσασθαί μοι λέγει καὶ μὴ πρεσβεύειν διὰ τὴν σὴν σωτηρίαν.
Τοῦ Ἁγίου. Ὁ Εἱρμὸς. «Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη…».
Ἐν τῇ θείᾳ μνήμῃ σου, παμμάκαρ, πόθῳ ἀθροισθέντες, ἡμεῖς, πιστῶς σοι ἐξαιτοῦμεν, πάντων πλήρωσον τὰς παρακλήσεις, σβέσον ταῖς πρεσβείαις σου, παρεχόμενος πᾶσι γαλήνην, χάριν καὶ ἔλεος, ῥῦσαί δε ἡμᾶς καὶ ἐκ τῶν πειρασμῶν, πάτερ Γεράσιμε.
Καθηλώσας φόβῳ σου τὰς σάρκας, Πάτερ, θεράπων τοῦ Χριστοῦ, κατέκλεισας ὅλον σεαυτὸν ἐν σμικροτάτῃ κέλλῃ τὸν νοῦν ἐτήρησας, πάτερ Γεράσιμε, τῷ γὰρ κρείττῳ νίκας, ὑποτάξας δε τὸ χεῖρον, Ὅσιε, πνεύματι, λαμπρὸν καί θεῖον ἀνεδείχθης ἐνδιαίτημα.
Δόξα.
Τοῦ θανάτου θέμενος τήν ὤραν, πάτερ, ἡμέρας καί νυκτός, τροφήν ἡγήσω πεῖναν, τήν ταπείνωσιν καί ἀδοξίαν πλοῦτον, δόξαν, γένους τήν ἀφάνειαν, λαμπρότητα τήν σωφροσύνην, στάσιν παννύχιον, γνῶσιν πνευματικήν, φόβος εἰς Θεόν καί καθαρότητα.
Καὶ νυν.
Ὡς λιμένα τῇ θείᾳ σου σκέπῃ, πάντες εἰσέλθωμεν, Ἁγνή, οἱ ἐν βυθῷ πταισμάτων, ἐν τῇ θείᾳ σου μνήμη, Παρθένε, ῥῦσαι κινδύνων χαλεπῶν τοὺς δούλους σου, χεῖρα ἄνοιξον τῆς σῆς πρεσβείας, ἄχραντε Δέσποινα, καὶ πρὸς θείαν ζωήν ἴθυνον ἡμᾶς, τοὺς προσκυνοῦντάς σε.
ΚΑΤΑΒΑΣΙΑ. Τὴν θείαν ταύτην.
ΚΟΝΤΑΚΙΟΝ. Ἦχος πλάγιος δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς Ἰορδάνου οἰκιστὴν καὶ πολιοῦχον, καὶ ἀναχωρητῶν ὑπογραμμὸν καὶ τῶν μιγάδων, εὐφημοῦμέν σε ἡ ποίμνη σου, θεοφόρε. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζωμεν· χαίροις πάτερ Γεράσιμε.
Ὁ Οἶκος.
Στόμα συνέσεως μοι, παράσχου ὁ Προάναρῤχος Λόγος, βούλομαι ὑμνεῖν τὸν σὸν ϑεράποντα Γεράσιμον. Ἔχεις γὰρ πλοῦτον εὐσπλαγχνίας, ἐν ἀπείρῳ Χριστέ μου, πελάγει τῶν σῶν κριμάτων ἵνα κἀγὼ τῆς ψυχῆς τὸ ζοφῶδες καϑαρϑῆ, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα ἀποσμήξας καὶ ναὸς ἁγιάσματος τοῖς ϑείοις ἔργοις γενόμενος, ἐπαξίως βοήσω τῷ σῷ Ὅσίῳ· χαίροις, πάτερ Γεράσιμε.
Ἄγγελος ἐν Ὁσίοις, μετὰ σώματος ὤφθης, Γεράσιμε, ὁσίως βιώσας, καὶ σὺν τῇ ἀγγελικῇ ζωῇ τοὺς τῆς ἀγάπης καρποὺς ἐπλεόνασας, ἐξ ὧν καὶ διατρέφονται, οἱ ἐκβοῶντές σοι ταύτα·
Χαῖρε, Λυκίας ὁ θεῖος γόνος
Χαῖρε, ὁσίων ὁ ἔμπνους ὄρος
Χαῖρε, Ἰορδάνου οἰκήτωρ περίδοξος
Χαῖρε, Παλαιστίνης ὁ θεῖος διάκοσμος
Χαῖρε, μιμητά πανάριστε τοῦ Προδρόμου τοῦ σεπτοῦ
Χαῖρε, οἰκονόμε γνήσιε τῆς ἀγέλης τοῦ Χριστοῦ
Χαῖρε, ὅτι ἐδείχθης ἐραστής ἡσυχίας
Χαῖρε, ὅτι ἐφάνης φυτουργός ἐγκρατείας
Χαῖρε, λαμπρόν ἀγάπης κειμήλιον
Χαῖρε, τερπνόν τοῦ Λόγου ὀσφράδιον
Χαῖρε, δι’ οὐ μονασταί κραταιοῦνται
Χαῖρε, δι’ οὐ τῷ Θεώ οἰκειοῦνται.
Χαίροις, Πάτερ Γεράσιμε.
Τῇ δ’ τοῦ αὑτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν Γερασίμου τοῦ Ιορδανίτου.
Ὑπηρέτης θήρ τῷ Γερασίμῳ γέρας θήρας παθών κτείναντι πρός λῆξιν βίου.
Τῇ δε τετάρτη Γεράσιμος βιότοιο ἀπέπτη.
Τὸ συναξάριο τῆς ἡμέρας.
Ἡ μνήμη τοῦ τιμᾶται τὴν 4ήν Μαρτίου καὶ πάντοτε πίπτει ἐντὸς τῆς Μεγάλης Τεσσαρακοστῆς, τῆς περιόδου τοῦ πένθους καὶ τῆς κατανύξεως, που τόσον ἠγάπα ὁ Ὅσιος καθ’ ὅλον αὐτοῦ τὸν βίον. Πάντοτε δε εἰκονίζεται με ἕνα λέοντα, ὁ ὁποῖος ἀφ’ ὅτου ἐθεραπεύθη ὑπὸ τοῦ Ἁγίου, ἐγένετο πιστὸς καὶ ἀχώριστος ὑποτακτικὸς τοῦ, βοηθῶν εἰς τὰ ἔργα τῆς Μονῆς. Ἔτσι ὁ Θεὸς δοξάζει τοὺς δοξάζοντας Αὐτόν με τὴν ζωὴν τούς.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ Εἱρμός.
«Ἄφραστον θαῦμα, ὁ ἐν καμίνω ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελωδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ».
Ὁ ἁμαρτωλός πρὸς τὴν Θεοτόκον.
Ἐγώ σοι κραυγάζω, πᾶσαν μου τὴν ἐλπίδα, Δέσποινα, ἀνατίθημι ἐν σοι, καὶ μὴ εἰς βυθὸν ἀπώσῃς με τὸν δείλαιον ἀλλ’ ἐπίστρεψόν με τῷ Υἱῷ βοῶσα, μὴ ἀπωλέσης τὸ πλάσμα τῶν χειρῶν σου.
Ἡ Θεοτόκος πρὸς τὸν Χριστόν.
Τῆς εὐσπλαγχνίας ὡς ἔχων ἀμέτρητον πέλαγος, Δέσποτα δέξαι μου δέησιν, καὶ τῶν σῶν χειρῶν τὸ πλάσμα οικτείρησον, ὁ οικτειρήσας ποτέ τὴν Χαναναίαν, Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὁ Χριστός πρὸς τὴν Θεοτόκον.
Ἄκουσον μου, Μῆτερ σῴζω καὶ ἱλάσκομαι τὸν προσερχόμενον θερμῶς. Οὐ γὰρ θέλω τὸ ἐμὸν πλάσμα ἀπωλέσαι πώποτε, εἰς τὸ σώσαι γὰρ ὅλος ἐκ σου ἐτέχθην, ἀλλ’ οὗτος πόῤῥω τῶν ἔργων μου ὑπάρχει.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Νῦν ὁ Υἱός μου εἶπεν αὖθις ὅτι γέγονεν ἄνθρωπος, ἵνα σώσῃ τοὺς τὸ θεῖον Αὐτοῦ φυλάσσοντας Βάπτισμα καθαρώτατον, ἀλλά συ τούτων μιμητής οὐκ ἐγένου καὶ οὐδὲν χρηστὸν ἔπραξας ἔργον.
Τοῦ Ἁγίου. Ὁ Εἱρμός. «Οἱ παῖδες ἐν Βαβυλῶνι».
Ναὸν γὰρ ἐδομήσω καὶ πηγήν ἁγιάσματος, τῇ παρθενομήτορι, ἐν γῇ τῶν δακρύων ἐγκατέσπειρας, Ἅγιε. Καὶ νῦν χαίροις γηθόμενος εἰς αἰῶνα τὸν ἀπέραντον.
Νεώσας διὰ νηστείας, τὴν τῆς καρδίας ἄρουραν, σπόρον θεῖον ἐν γῇ τῶν δακρύων ἐγκατέσπειρας, Ἅγιε. Καὶ νῦν χαίροις γηθόμενος εἰς αἰῶνα τὸν ἀπέραντον.
Δόξα.
Ὑπὸ τὸν γνόφον εἰσῆλθες, διὰ νηστείας, Πάτερ θαυμαστέ, καὶ ἀκούσαι φωνῆς τοῦ Θεοῦ, ὡς Μωυσῆς ὁ πανάριστος, νέου λαοῦ προστίθεσθαι, ἐν Ἰορδάνῃ, Πάτερ ὅσιε.
Καὶ νυν. Θεοτοκίον.
Νόμου λαθούσα, ὦ Κόρη, τοῦ τῆς φύσεως, τέτοκας τὸν Υἱὸν τοῦ Θεοῦ, Ἰησοῦν μου, καὶ τοῦ νόμου τὸν Κύριον, τὸν ποιητὴν τῆς κτίσεως καὶ τῶν Ἀγγέλων ἀρχαιότερον.
ΚΑΤΑΒΑΣΙΑ. Οὐκ ἐλάτρευσαν.
ᾨδὴ η΄. Ὁ Εἱρμός.
«Ἔκστηθι φρίττων, οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς. Ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται ὁ ἐν ὑψίστοις οἰκῶν καὶ τάφῳ σμικρῷ ξενοδοχείται· ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον.
Ὅλην μου θαῤῥήσας ἐν σοι, τὴν ἐλπίδα, Παρθένε, προσῆλθον θεωρῶν, τὸν Υἱόν σου πάλαι σώσαντα, τὸν λῃστὴν καὶ τὴν πόρνην. Αὐτοὶ γὰρ οὐδὲν ἔργον νομίμως ἔπραξαν ἐν τῷ βίῳ, ἀλλ’ ἔτυχον συγγνώμης, καὶ ἠξιώθησαν τῆς Θείας Βασιλείας.
Ἡ Θεοτόκος πρός τόν Χριστόν.
Ἱλάσθητι, Υἱέ μου, δυσωπῶ, καὶ εἰσάκουσον δεομένης σου μητρὸς καὶ ῥῦσαι τοῦτον σου τὸν δοῦλον πυρὸς τοῦ αἰωνίου, ὡς ἐῤῥύσω λῃστὴν καὶ πόρνην, καὶ ἀξίωσον τοῦτον, ὡς εὔσπλαγχνος τῆς Αἰωνίου Βασιλείας.
Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον.
Ἁμαρτωλὸς ἧν ὁ λῃστής, ἀλλ’ ὅμως ἔκραζε τὸ μνήσθητι κἀμοῦ, ἡ πόρνη δὲ έβλυζε πηγὰς δακρύων. Ἀλλ’ οὗτος αὐτοῖς οὐχ ὡμοιώθη, ἀλλὰ πάντοτε κεῖται, ἐν πάθεσι πτῶμα, καὶ τῶν δαιμόνων ἀεὶ παίγνιον ὑπάρχει.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Σέσωκε τὴν πόρνην ὁ Χριστός, κλαίουσαν καὶ δακρύων βλύζουσαν πηγάς, καὶ λῃστὴν κράζοντα, μνήσθητι κἀμού. Εἰ οὖν θέλεις, τυχεῖν εὐσπλαγχνίας, πρόσπεσον τῷ Κυρίῳ, σὺν δάκρυσι καὶ πίστει, καὶ ἵλεώς σοι ἔσται τῶν πολλῶν ἁμαρτιῶν σου.
Κανὼν τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Ὄρος Σιὼν τὸ τοῦ Θεοῦ, ὁ γὰρ κατῴκησας σταλαξάτω γλυκασμόν, ῥηξάτω δε φωνήν ἡ ἔρημος, ἡ οὐκ εὐθύνουσα πρίν, τοῖς τέκνοις τοῖς σοῖς κεκαλλωπισμένη. Χαίρει καὶ Ἰορδάνης ἐν τῇ μνήμῃ σου, Πάτερ, ὁ δε λέων στυγνάζει, καὶ μή ὀρῶν σε θνήσκει.
Φάνηθι πᾶσι βοηθός, τοῖς σὲ αἰτοῦσι, μοναστῶν κορωνίς, παρέχων τοῖς νοσοῦσιν ἴασιν, τοῖς ἀθυμοῦσι χάριν, τοῖς τέκνοις τοῖς σοῖς, Πάτερ, εἰρήνην, τοῖς ἀσκηταῖς γαλήνην, ἀγάπην τοῖς διακονοῦσι καὶ σὴν Λαύραν φύλαξον ἕως τέλους.
Δόξα.
Ἥλιος ἄλλος παμφαής, φωτίζεις ἅπαντα τὰ πληρώματα τῆς γῆς, καὶ ῥῶσιν ἀσθενοῦσιν δίδως, καὶ ἐκδιώκεις παθῶν τὸν ζόφον καὶ ψυχῆς ἀβλεψίαν. Δι’ ὅ ἐκδυσωποῦμεν καὶ ἡμεῖς, τὰ σὰ τέκνα, φώτισον λιταῖς σου, Γεράσιμε παμμάκαρ.
Καὶ νῦν. Θεοτοκίον.
Ἵλεον αἴτησαι ἡμῖν καὶ εὐδιάλλακτον, τὸν Υἱόν σου καὶ Θεὸν γενέσθαι, Ἁγνή, τοῖς ἱκέταις σου, καὶ συντήρησον ἡμᾶς ἀπὸ πάσης προσβολῆς ἐναντίας, καὶ τὸ τῆς Ἄγαρ θράσος, καταβαλεῖν ἐν τάχει, ἵνα σε ὑμνοῦμεν, τὴν Κεχαριτωμένην.
ΚΑΤΑΒΑΣΙΑ. Παῖδας εὐαγεῖς.
ᾨδὴ θ΄. Ὁ Εἱρμός.
«Μὴ ἐποδύρου μου, Μῆτερ, καθορώσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σποράς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σε μεγαλύνοντας».
Ὁ ἁμαρτωλός πρὸς τὴν Θεοτόκον.
Ἀμαρτωλότερος ὤφθην παρὰ πάντας ἀνθρώπους, καὶ διὰ τοῦτο αἰτοῦμαι προσελθεῖν τῷ σῷ Υἱῷ. Ἀλλὰ δυσώπησον Αὐτὸν καὶ ἵλεων ἐν θερμῇ με τῇ πίστει, καὶ ἐν πόθῳ ποίησόν με δέξασθαι, τὸν ταλαίπωρον.
Ἡ Θεοτόκος πρὸς τὸν Χριστόν.
Εἰ γὰρ καὶ ἥμαρτε, Σῶτερ, ὁ προσπίπτων σοι δοῦλος, μὴ μνησθῇς σε δυσωπῶ ἀνομιῶν αὑτοῦ. Ἐπ’ ἐμὲ γὰρ προσπέφευγε καὶ δέομαι, δέξαι τοῦτο δι’ ἐμέ, Υἱέ μου γλυκύτατε, καὶ δώρησαι αὐτῷ τὴν Βασιλείαν σου.
Ὁ Χριστός πρὸς τὴν Θεοτόκον.
Ἰδοὺ ὁ προσφυγῶν σοι, οὐκ ἔστιν ἄξιος, Μῆτερ, τυχεῖν ἐλέους, καὶ γὰρ ἀνθρώπων με οὐδείς, παροργίζει καθ’ ἑκάστην ὡς οὗτος. Ἀλλὰ πρεσβείαις σου σεπταῖς, τοῦ πυρὸς ποιήσω ἀμέτοχον, εἰ καρποὺς μετανοίας προσάξει.
Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Πρόσχης, μὴ ταῖς προτέροις κακίαις ἐμπέσῃς, ἱκεσίαις μου γὰρ πρὸς Υἱόν μου τὸν Εὔσπλαγχνον, ἐν τῷ ἅδῃ ὑπάρχων, ἀνελήλυθας πρὸς ὕψος. Ἀλλ’ ἄπελθε εἰς μετανοίας ὁδούς, ἴνα ῥυσθῆς τῆς αἰωνίου κολάσεως.
Ὁ Κανὼν τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Ἀσκητῶν ἀκρότης καὶ μιγάδων ἡ δόξα, τῶν μοναστῶν κορωνίς, Γεράσιμε σοφέ. Βλέψον ἐξ οὐρανόθεν σὺν τῷ καλῷ μαθητῇ Σαββατίῳ τῷ κλεινῷ, σὺν Νίκωνι καὶ Συμεὼν καὶ Ἰωάννῃ, τὴν λύσιν ἡμῖν αἴτησαι.
Ἐπὶ τῷ ξένω σου βίῳ τῶν Ἀγγέλων αἱ τάξεις καταπλαγεῖσαι, τῇ κοιμήσει κατῆλθον τῇ σῇ καὶ τὴν θείαν ψυχήν σου κατησπάζοντο. Ἐν χερσί δε λαβόντες, Κυρίῳ τῷ Θεῷ ταύτην ἔφερον, τὰ νικητήρια ψάλλοντες.
Δόξα.
Φωτὶ ἀύλῳ τῷ θείῳ παρεστώς, τῇ Τριάδι, τῶν μαθητῶν σου μέμνησο ἀεί, τῶν κατοικούντων ἐν τῷ οἴκῳ σου. Αἴτησαι πταισμάτων τὴν ἄφεσιν, λύτρωσον αὐτοὺς ἐκ τῶν παθῶν, καὶ πειρασμῶν καὶ περιστάσεων.
Καὶ νῦν. Θεοτοκίον.
Φῶς ἡ τεκούσα τὸ θεῖον, τὴν ψυχήν μου τακεῖσαν, ἐν ἡδοναῖς, τὰς σειρὰς διάλυσον, Ἁγνή. Καὶ τοῦ ἐξωτέρου σκότους με λύτρωσαι, πυρὸς τοῦ ἀσβέστου καὶ σκώληκος πικροῦ, ὅπως πιστῶς ὑμνῶ σε, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑ. Ἅπας γηγενής.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν τῇ ἐρήμῳ τῇ θείᾳ, Πάτερ, τοῦ Ἰορδάνου· ὅθεν ὡς ἄυλος ἀνεδείχθης, Γεράσιμε θεοφόρε.
Ἕτερον, ὁμοίως.
Ἐπιφανεὶς Γεράσιμε, ἀνέστησας παραδόξως, τὸν τεθνεῶτα ἀδελφόν, θαῦμα μέγιστον δείξας, καὶ λέοντα ἡμέρωσας, Χριστοῦ θεράπων ὡς μέγας.
Θεοτοκίον, ὁμοίως.
Καί σε μεσίτριαν ἔχω πρὸς τὸν Φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων. Παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους δ΄. καὶ ψάλλομεν τὰ ἐξῇς Προσόμοια τοῦ Ἁγίου·
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος, ὑπὲρ Χριστοῦ καρτερῶν, ὁ γενναῖος Γεράσιμος, τὸν ἐχθρὸν κατήσχυνεν ἐξαισίως ἐν θαύμασιν. Νεκρὸν ἐγείρει καὶ κατασπάζεται, ἄγριον θήρα ἥμερον δείκνυσιν. Ὦ κράτος ἄμαχον, ὦ τεθαυμάστωται ὁ ἀσκητής, ἀλλὰ ταῖς εὐχαῖς αὐτοῦ, σῶσον ἡμᾶς ὁ Θεός.
Αἰνεῖτε Αὐτὸν ἐν ἤχῳ σάλπιγγος…
Ὅσιε πάτερ Γεράσιμε, ἐν Ἰορδάνῃ οἰκῶν, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας, ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ ἄφθαρτα. Τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τὰς ἐκφοβήσεις ἐν τῇ καλύβῃ οἰκῶν· ὦ θείων πράξεων, σου σεπτοῦ θεράποντος, οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστέ, ὡς Εὔσπλαγχνος.
Αἰνεῖτε Αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ…
Ὅσιε πάτερ Γεράσιμε, ἐν Ἰορδάνῃ οἰκῶν, γενναίως ἐβάστασας τὸν ἀφόρητον καύσωνα, τὰς σκνῖπας καὶ τοὺς κώνωπας. Διὰ τὴν μέλλουσαν ἀνταπόδοσιν, ἐθεώρεις ταύτᾳ ὡς ἀνυπόστατα· ὦ ἐγκαλλώπισμα, ἀσκητῶν ἀοίδιμε, σὲ ὁ Χριστός, χαίρων ὑπεδέξατο, εἰς τὰς ἀύλους μονάς.
Αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις ευήχοις…
Ὅσιε πάτερ Γεράσιμε, δι’ ἀρετῆς γεγονώς, θαυμαστός τε καὶ ἔνδοξος, λέοντα ἡμέρωσας καὶ νεκρὸν ἀνέστησας· καὶ ἐν ἐρήμῳ ὥσπερ ἐν πόλει οἰκῶν, τὰς τῶν δαιμόνων ὤλεσας φάλαγγας· ὦ τοῦ χαρίσματος, τοῦ ἐν σοι, μακάριε, δι’ οὗ σαφῶς, πᾶσαν κατεπάτησας τὴν τῶν δαιμόνων ὀφρύν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε πιστῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν Γεράσιμον τὸν ἀεισέβαστον, ἐπὶ τῇ μνήμη αὐτοῦ. Οὗτος γὰρ θεοπρεπώς, τὰ τῆδε καταλιπών, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, τῷ Χριστῷ ἐμφρόνως ἠκολούθησε, τὴν τῶν ἀρετῶν ἐλάσας ἀκρότητα. Ἄγγελοι μετ’ εὐφροσύνης κροτήσαντες, ὕμνον τῷ Δεσπότῃ γηθοσύνως προσήγαγον, τὸν ὅσιον ἐνισχύσαντα, ἀγγελικὸν ἐν γῇ βίον διανύσαι. Πρὸς ὃν βοήσωμεν· Ὑπεράγαθε Κύριε, λιταῖς θεράποντος, οἴκτειρον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν σε, Θεοτόκε παρθένε…
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά καὶ οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ ἡ ς΄ ᾠδή.