Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Γεράσιμο τον Ιορδανίτη
Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο τον Ιορδανίτη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 4 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικοῖς εὐαρεστήσας καμάτοις, τῷ Λυτρωτῇ καὶ Βασιλεῖ τῶν ἁπάντων, Γεράσιμε τρισόλβιε ἀζύγων φωστήρ, χάριν θείαν εἴληφας, παρ’ Αὐτοῦ ἀπελαύνειν, τῶν ἀνευφημούντων σε, ἀῤῥωστίας παντοίας, καὶ χορηγεῖν κατ’ ἅμφω δαψιλῶς, ὑγίειαν πᾶσι, ψυχῆς τε καὶ σώματος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΓΕΡΑΣ ΙΟΡΔΑΝΟΥ ΓΕΡΑΣΙΜΕ ΠΟΝΩΝ ΡΥΟΥ ΜΕ. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεράσιμε Ὅσιε ἀσκητά, ὁ ἐν Ἰορδάνῃ, ἐνασκήσεως καλιάν, περίκληστον πήξας ῥύου πόνων, τὸν ἐκζητοῦντα σὴν χάριν ἱκέτην σου.
Εὐπόρων γονέων καὶ αὐστηρῶν, τοῖς ἤθεσι τόκε, ἐκ νεότητος τὸν Χριστόν, ποθήσας Γεράσιμε ἐπώφθης, τῆς θείας χάριτος σκεῦος ἀτίμητον.
Ῥυπώδη καὶ ῥάθυμον βιοτήν, μισήσας ἀσκήσει, ᾐναλώθης θεοτερπεῖ, καὶ νῦν τοῦ ἀνῦσαι ῥαθυμοῦντας, Χριστῷ πρεσβεύεις ὁδὸν ἐγρηγόρσεως.
Θεοτοκίον.
Ἀπαύστως ὑμνοῦντές σε οἱ πιστοί, ὡς ἅγιον ὄρος, θεοδάβιστον καὶ τερπνόν, Παρθένε ἁγνὴ σοὶ ἐκβοῶμεν, πρὸς κορυφὰς ἀρετῶν πάντας ἕλκυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σελαγεῖς πολιτείας, τῆς σῆς βολαῖς ἅπαντας, τοὺς ἐν ἐρημίαις βιοῦντας, μάκαρ Γεράσιμε, καὶ τοὺς ἐν κώμαις πιστῶς, σὲ ἀσιγήτως τιμῶντας, ὡς φανὸν ἀσκήσεως, πυριφλεγέστατον.
Ἴσθι πάντων ἀκέστωρ, τῶν τῆς ψυχῆς ἔρημον, πόθῳ ἐκζητούτων πληρῶσαι, ἔργοις χρηστότητος, ὁ ἐν ἐρήμῳ μακράν, τὰς ἀρετὰς γεωργήσας, ἀσκητὰ Γεράσιμε, Πνεύματος χάριτι.
Ὁ τὸν λέοντα ζεύξας, καὶ τὴν αὐτοῦ ἔμφυτον, ὅλβιε ὁρμὴν ὑποτάξας, τοῖς σοῖς προστάγμασι, τὰς ὥσπερ θῆρας ὁρμάς, ἐμοῦ σπαράξαι ζητούσας, τὴν ψυχὴν ὑπόταξον, καὶ τάχος σῶσόν με.
Θεοτοκίον.
Ῥῶσιν δίδου Παρθένε, Μῆτερ Θεοῦ ἄφθορε, τοῖς σὲ γηθοσύνως ὑμνοῦσι, καὶ ἐκβοῶσί σοι· χαῖρε ἡμῶν χαρμονή, καὶ ἱλαστήριον θεῖον, ἡ τὸν Πανοικτίρμονα, Κύριον τέξασα.
Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, κεκτήμεθά σε ἀζύγων ἀκροθίνιον, ἀσκητὰ Γεράσιμε, Ἰορδάνου οἰκῆτορ θεσπέσιε, καὶ ἐκ δεινῶν λυτρούμεθα ταχύ, οἱ ἐν πίστει τὴν μνήμην σου γεραίροντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεαῖς θείου Πνεύματος, προικισθεὶς Γεράσιμε ὤφθης τέμενος, ἐγκρατείας ἱερώτατον, καὶ ταμεῖον πάνσεπτον ἰάσεων.
Ἀπολαύοντες πάντοτε, τῆς πρὸς τὸν Σωτῆρα θερμῆς πρεσβείας σου, χαῖρε Ὅσιε βοῶμέν σοι, Ἰορδάνου οἶκε θεοφρούρητε.
Νίκας δίδου ἑκάστοτε, καθαιρέτα ἔνδοξε τοῦ ἀλάστορος, τοῖς σὲ ὕμνοις ἀναμέλπουσι, κατὰ τῶν ἐκείνου ἐπιθέσεων.
Θεοτοκίον.
Ὄρος ἅγιον σύσκιον, καὶ δασὺ ἐπώφθης Παρθένε ἄχραντε, ὁ Χριστὸς ὁ πάντων Κύριος, καὶ Θεὸς ἡμῶν μόνος διώδευσεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕδωρ ἀσκηταῖς, Ἰορδάνην ὃν ἐκάλεσας, τὸν σὸν λέοντα προσέταξας σοφέ, μεταφέρειν ξένον θαῦμα ὦ Γεράσιμε.
Γέρας ἱερόν, μονοτρόπων οὖς εὐήκοον, καὶ κρηπίδωμα ἁγνείας ἀῤῥαγές, ταῖς λιταῖς τῶν ἱκετῶν σου κλῖνον τάχιστα.
Ἐν ταῖς συμφοραῖς, σὲ θερμὸν προστάτην κέτημαι, ὁ εἰς σὲ θαυμάτων θεῖε ποταμέ, τὰς ἐλπίδας ἀποθέμενος Γεράσιμε.
Θεοτοκίον.
Ῥῦσαι ἐκ δεινῶν, μητροπάρθενε Παντάνασσα, τοὺς τιμῶντάς σε ὡς ῥύακα πιστοῖς, βιοτὴν τὴν αἰωνίζουσαν βλυζάνοντα.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀπέριττον, πολιτείαν ἤνυσας, ἐν ἀγόνῳ καὶ ἀνίκμῳ ἐρήμῳ, καὶ ἀρετῶν ἀνελθὼν τὰς βαθμίδας, πρὸς νοητὸν ὕψος ἤρθης Γεράσιμε, πρὸς ὃ πρεσβεύεις καὶ ἡμᾶς, προσευχῇ καὶ νηστείᾳ ἀνέρχεσθαι.
Συνεῖναί με, τὸν σὲ ἀναμέλποντα, καὶ ποθοῦντά σε εὐδόκησον Πάτερ, σοὶ τῷ ὀφρὺν κατατρώσαντι πλάνου, ταῖς πρὸς Θεὸν προσευχαῖς σου Γεράσιμε, ἀναβοῶ σοι ἐκ βυθοῦ, ἀπωλείας ὁ τάλας ἱκέτης σου.
Ἰδρῶσί σου, τοῖς πολλοῖς Γεράσιμε, ἐγεώργησας τὴν ἄγονον χθόνα, τοῦ Ἰορδάνου καὶ ἔδειξας ταύτην, μεστὴν καρπῶν οὓς Χριστῷ συνεκόμισας, καὶ νῦν Αὐτῷ ὑπὲρ ἡμῶν, ἱκετεύεις τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Μεσίτριαν, θερμοτάτην ἔχομεν, πρὸς τὸν Κύριον σε Μῆτερ ἁγία, ὅτι Αὐτὸν ἐν ταῖς θείαις χερσί σου, ταῖς ἀμωμήτοις ἀκόπως ἐβάστασας, Παρθένε καύχημα βροτῶν, καὶ σεπτὸν οἰκουμένης ὡράισμα.
Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐν Ἰορδάνῃ λιτῶς διαιτώμενος, καὶ μονοτρόπων ἀλείπτης γενόμενος, κατηύγασας πάντας σῇ χάριτι. Διό σοι κράζω· κἀμοῦ ζόφον σκέδασον, ὁσίαις αὐγαῖς σου Γεράσιμε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Γεράσιμε, Ἰορδανῖτα τῷ Κτίστῃ, μόνῳ Παντοκράτορι, βίον τὸν σὸν θέμενος, πρὸς ἀσκήσεως, τρίβους ἐχώρησας, καὶ κατεσκήνωσας, ἐν ἐρήμῳ ἣν ἡγίασας, ὄμβροις δακρύων σου, ὀχετοῖς πανσέπτων ἱδρώτων σου, πόνοις τοῖς νυχθημέροις σου, καὶ ταῖς προσευχαῖς ταῖς ἀδιαλείπτοις, ὅθεν καὶ θαυμάτων, ἐπώφθης πολυχεύμων ποταμός, ἀρδεύων μάκαρ τοὺς στένοντας, καὶ ἐν πόνοις πέλοντας.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἐν τῇ φλογὶ ἀμπλακημάτων, μηδαμῶς σὺ ὦ Γεράσιμε ἐφλέχθης, ἀλλ’ ἡ δρόσος Χριστοῦ, κατήρδευσέ σε ὅλον, ἀπαύστως ἀναμέλποντα, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Πόνοις ζωῆς σου ἐναρέτου, σεαυτὸν καθάρας πάντων τῶν γηίνων, ἐκ Χριστοῦ τοῦ Θεοῦ, ἐδέξω θείαν χάριν, παρέχειν τοῖς τιμῶσί σε, ὦ Γεράσιμε τὰ κρείττω.
Ὅλην τὴν ἔφεσιν ψυχῆς σου, πρὸς τὰ ἄφθαρτα τρισμάκαρ μόνον ἔχων, τοῖς Ὁσίων χοροῖς, ἐπέτυχας συνεῖναι, καί τοῖς σὲ μακαρίζουσι, βίον ἄπονον παρέχειν.
Θεοτοκίον.
Νεῦσον ἡμῶν τὰς ἱκεσίαις, Ὑπερύμνητε δοχεῖον τοῦ Ἀστέκτου, καὶ ἐκ βλάβης δεινῶν, ἀπάλλαξον καὶ πόνων, τοὺς μέλποντας τὸν τόκον σου, εὐλαβῶς εἰς τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἑωσφόρος, ἐν τῇ ἐρήμῳ ἐκλάμψας, τοὺς κειμένους ἐν σκοτείᾳ σοὺς ἱκέτας, ἴθυνον ταχέως, πρὸς φῶς τῆς σωτηρίας.
Νῦν τοῦ Κυρίου, μάκαρ Γεράσιμε δόξαν, καθορῶν σὺν τῶν Ἀγγέλων ταῖς χορείαις, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ῥάβδῳ ἁγίᾳ, τῆς σῆς θερμῆς προστασίας, πρὸς νομὰς ὁδήγει πάντας ὥσπερ ἄρνας, τῆς ἀθανασίας, Γεράσιμε θεόφρον.
Θεοτοκίον.
Ὑμνῶν σε Κόρη, ὡς τοῦ Σωτῆρος Μητέρα, ἀσιγήτως ἀνακράζω σοι τὸ χαῖρε, καὶ ταῖς σαῖς πρεσβείαις, ταῖς ῥυπτικαῖς προστρέχω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁσίοις συγχορεύων, Ἰορδάνου κλέος, ὑπὲρ ἡμῶν θεοφόρε Γεράσιμε, τῶν σὲ τιμώντων δυσώπει τὸν Πολυεύσπλαγχνον.
Ὑμνοῦντες Ἰορδάνου, τοῦ θηρὸς σωτῆρα, τὸν θαυμαστὸν ἐν Ὁσίοις Γεράσιμον, αὐτοῦ ταῖς θείαις πρεσβείαις ἡμεῖς προστρέχομεν.
Μανίας πάσης ῥύου, τοὺς σὲ εὐφημοῦντας, τοῦ παλαμναίου αὐτοῦ τὴν σκοτόμαινα, ὁ ἀγρυπνίαις παννύχοις λύσας καὶ δάκρυσιν.
Ἐφάπλωσον σὴν σκέπην, θεῖε ὑφηγῆτορ, τῶν μοναστῶν ἐφ’ ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ καθοδήγει πρὸς τρίβους μακαριότητος.
Θεοτοκίον.
Χαρᾶς ἀδιαδόχου, πλήρωσόν με Μῆτερ, ἡ τὴν χαρὰν τῶν ἁπάντων κυήσασα, τὸν Ζωοπάροχον Κτίστην, Χριστὸν τὸν Κύριον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰορδάνου ὁ πολιστής· χαίροις τῶν Ὁσίων στῦλος ὄντως φωτοειδής· χαίροις ὁ δαμάσας, ὁρμὴν θηρὸς ἀγρίαν, Γεράσιμε θεόφρον, σκεῦος τῆς χάριτος.
Χαίροις τῆς Λυκίας κλεινὲ βλαστέ, καὶ τῆς Ἰορδάνου, ἐρημίας φῶς τηλαυγές· χαίροις μονοτρόπων, Γεράσιμε ἀλεῖπτα, καὶ βρύσις ἰαμάτων, ὄντως ἀείῤῥοε.
Βίον διανύσας ἀσκητικόν, καὶ τὸν νοῦν καθάρας, τῶν ἡδέων καὶ γεηρῶν, ὤφθης ἐγκρατείας, καὶ σωφροσύνης κέρας, Γεράσιμε ἀζύγων, ἔμπνουν θησαύρισμα.
Γέρας ἐκομίσω τῶν ἀρετῶν, τῇ σῇ θεαρέστῳ, ἐνασκήσει καὶ ἀγωγῇ, σέμνωμα ἐρήμου, καὶ Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον, στῦλε χρηστότητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Λυκίας κοσμῆτορ, μονοτρόπων ὡράισμα, κλέος ἱερὸν τῆς ἐρήμου, Ἰορδάνου καὶ τέμενος, τοῦ Πνεύματος Γεράσιμε σοφέ, ὑμνοῦμέν σε προφρόνως οἱ πιστοί, ὅτι θῆρα παραδόξως, ὡς ὑπηρέτην, ἔσχες προθυμότατον. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ θλιβόμενοι δεινῶς, ἐξ ἀῤῤωστημάτων παντοίων, καὶ ἀλγηδόνων πολλῶν, πίστει προσκυνήσωμεν, σεπτὸν Γεράσιμον, Ἰορδάνου ἀγλάισμα, καὶ γέρας ἀζύγων, πόθῳ δὲ προστρέξωμεν, τῇ ἀντιλήψει αὐτοῦ, ὅτι ῥεῖθρα βλύζει Νειλῷα, καὶ ἰᾶται νόσους ποικίλας, τῶν αὐτὸν μελπόντων θείοις ᾄσμασι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Γεράσιμο τον Ιορδανίτη

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δεῦτε συμφώνως, ἀδελφοί, μετὰ χαρᾶς προσπέσωμεν, ἐν κατανύξει βοῶντες, τῷ σεβασμίῳ ἐκ βάθους ψυχῆς· ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, τάχυνον, ἐλέησον τοὺς πρὸς σὲ καταφεύγοντας. Καὶ εἰρηναίαν αἴτησαι ζωήν, ὅπως σωθέντες σε πόθῳ δοξάσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, ἐπικαλουμένῳ μοι, παμμάκαρ, ἐμαῖς ὀδύναις καμφθείς, ἐπιτάχυνον.
Λύτρωσαι τοὺς δούλους σου τῶν παθῶν, τῶν παρενοχλούντων καθ’ ἑκάστην καὶ πρὸς βυθὸν δεινὸν ἀπωλείας συνελάσας, μελλόντων, πάτερ Γεράσιμε, τῇ πρεσβείᾳ σου.
Κτίστην τὸν τῶν ὅλων, θαυματουργέ, μὴ ἐλλίπῃς, ὅλως ἱκετεύειν ὑπὲρ ἡμῶν, νόσῳ χαλεπῇ συνεχομένων, ἐξ ἧς ὀλέσθαι κινδυνεύομεν.
Θεοτοκίον.
Ἴασαι νοσοῦντας ἡμᾶς δεινῶς, τῆς θανατηφόρου ἀσθενείας τῶν σαρκικῶν, Ἁγνή, ψυχικῶν τε παθημάτων, ὅπως πιστῶς ἀεὶ σε μακαρίζωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατῆρα παντοίων ἐπηρειῶν, Ὅσιε, δόκιμον εἰδότες σὲ ῥύστην, ἐπικαλούμεθα τὴν σὴν ἀντίληψιν, τοῦ θεραπεύσαι καὶ σώσαι, τὴν ποίμνην σου, Γεράσιμε.
Τὰς δεινὰς ἐπινοίας, τῶν ὁρατῶν Ὅσιε, καὶ τῶν ἀοράτων προφθάσας, ἐχθρῶν, ἀπόσβεσον, τῇ μεσιτείᾳ σοῦ, ἐπιστηρίζων τῷ φόβῳ τοῦ Κυρίου, ἔνδοξε, τοὺς ἀνυμνοῦντάς σε, πάτερ Γεράσιμε.
Δεῦτε, ἀδελφοί, μετὰ πίστεως καὶ πόθου, προσέλθωμεν τῷ σεβαστῷ ἡμῶν πατρὶ Γερασίμῳ, ὅπως ῥύσηται ἡμᾶς τῆς τῶν Ἀράβων ἐπιβουλῆς καὶ κακώσεως.
Θεοτοκίον.
Παναγίᾳ Παρθένε, τῶν ἀθλητῶν καύχημα, καὶ τῶν ἱερῶν Ἀποστόλων τὸ σεμνολόγημα, τοὺς ἐν πίστει σὲ χαρμονικῶς ἀνυμνοῦντας, ῥῦσαι ταῖς πρεσβείαις σου, πάσης κακώσεως.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων τοὺς σοὺς δούλους, σὲ γὰρ πάντες φρουρὸν καὶ τεῖχος κεκτήμεθα, ὡς ἄῤῥηκτον, Γεράσιμε ὦ τρισμάκαρ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβείᾳ θερμή.
Ἐν ἐρημίαις ἀεὶ καὶ σπηλαίοις καὶ ὄρεσι πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι ταῖς καλαῖς ἑκάστοτε καὶ μοναστῶν στίφη προσενήνοχας Χριστῷ, σῳζόμενα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Πειρασμοῖς συνεχόμενοι, πάθεσι ποικίλοις τε, παναοίδιμε, σοῦ δεόμεθα οἱ δοῦλοί σου, ἐξαλεῖψαι τούτους τῇ πρεσβείᾳ σου.
Ἰατῆρα εἰδότες σε, ἀλγεινῶν καὶ παθῶν χαλεπῶν, ἱκετεύομέν σε, Γεράσιμε, θεραπεύσαι τοὺς ἀναξίους δούλους σου.
Σοῦ δεόμεθα, Ἅγιε, ἵλεων ποιήσαι Θεὸν ὀργιζόμενον, καθ’ ἡμῶν τῶν παραβατῶν Αὑτοῦ, καὶ ἀτιμασάντων τε τὰ προστάγματα.
Θεοτοκίον.
Τὰς ψυχὰς ἡμῶν αὕγασον, τοὺς ἐσκοτισμένους, τοῖς πλημμελήμασι, ἡ τὸν ἥλιον κυήσασα, τῆς δικαιοσύνης, Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι δεινῶς ἀσθενοῦσαν τὴν ψυχὴν ἡμῶν, καὶ τὸ σῶμα σῇ πρεσβείᾳ, διδοὺς ἡμῖν ὑγίειαν, εἰρήνην καὶ ἔλεος, ὅσιε Γεράσιμε.
Λύτρωσαι ἡμᾶς, τῆς ἐχθρῶν ἐπιβουλῆς καὶ ὁρμῆς ἐπιμόνῳ τῇ δεήσει σου, κακονοίας πάσας ἐξαφάνισον, πάτερ Γεράσιμε.
Λῦσον τὴν ἰσχὺν τῆς δεινῆς καὶ ὀλεθρίου ὀργῆς, τῆς πανώλους καὶ χολέρας, τῇ πρεσβείᾳ σου, διδοὺς ἡμῖν ὑγίειαν καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Ὑπὲρ τῶν εἰς σὲ τὰς ἐλπίδας πάντων, Δέσποινα, κεκτημένων, κόρη, πρέσβευε, ὅπως λυτρωθείημεν πάσης κατακρίσεως.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Συντρίψας τῶν νοητῶν λεόντων μύλας ἐν χάριτι, ὑπέταξας αἰσθητῶς τοὺς θήρας, Γεράσιμε, λέων οὖν ὑπακούει εὐπειθῶς τοῖς σοῖς προστάγμασι.
Τὸν βίον ἀγγελικόν, τὸ φρόνημα, Πάτερ, μέτριος, κτησάμενος, ἐν Χριστῷ πρᾶος ἐχρημάτισας καὶ νῦν κατεσκήνωσας ἐν γῇ τῇ τῶν πραέων, χαρμονῆς θείας πληρούμενος.
Ἐνέκρωσας σαρκὸς ἐπιθυμίας τοῖς πόνοις σου, ἐσταύρωσας σεαυτὸν τῷ κόσμῳ καὶ τοῖς πάθεσι, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ ὕμνοις ἀνενδότοις προσεδρεύων Θεῶ.
Θεοτοκίον.
Ἐσκήνωσεν ἐπὶ σοὶ Πατρός, Ἁγνή, τὸ ἀπαύγασμα, καὶ γεννηθεὶς ἐν σαρκί, τὸν κόσμον ἐφώτισε, καὶ σκότους ἐῤῥύσατο τῆς πολυθεΐας διὰ τοῦτο ἀνυμνοῦμέν σε.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων τοὺς σοὺς δούλους, σε γὰρ πάντες φρουρὸν καὶ τεῖχος κεκτήμεθα, ὡς ἄρρηκτον, Γεράσιμε ὦ τρισμάκαρ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασίᾳ τῶν Χριστιανῶν.
Προστασίᾳ τῶν πιστῶν ἑτοιμότατος, ἱκεσία πρὸς Χριστὸν τὸν Θεὸν ἀκαταίσχυντος, μὴ ὑπερίδῃς δέησιν τῶν δούλων σου οἰκτράν, ἀλλὰ πρόφθασον ὡς συμπαθής, πρὸς ἐξιλέωσιν Θεοῦ, τοῖς πιστῶς προσκυνοῦσί σε, καὶ δοξάζουσιν, ἐρημικώτατε Γεράσιμε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀνατέθηκας τὴν σὴν ζωὴν τῷ Κυρίῳ καὶ θερμῶς ἐχώρησας, ἐν Ἰορδάνῃ, Πάτερ ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον καὶ βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος. Ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας. Οἵδε γὰρ δοξάζειν ὁ Κύριος τοὺς δούλους Ἑαυτοῦ, ὃν παῤῥησίᾳ δυσώπησον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥῦσαι ἐνθέοις σου πρεσβείαις, τῆς κολάσεως, ἡμᾶς τοὺς σοὺς ἱκέτας, εὐφημοῦντας τοὺς σοὺς ἀγῶνας, Γεράσιμε τρισμάκαρ, καὶ τῷ Χριστῷ κραυγάζοντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Στόματι φέρων ὑμνῳδίαν, ἐν μιμήματι ἀπαύστῳ τῶν Ἀγγέλων, ἐν ἀγρύπνῳ νοῒ Γεράσιμε ἐβόας· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Στῆσον δεινῶν τὰς καταιγίδας, ἱκεσίαις σου, τὰς νῦν ἐπερχομένας, ἵνα οἱ δοῦλοί σου βοῶμεν· πρόφθασον τὰ τέκνα σου, Γεράσιμε τρισμάκαρ.
Θεοτοκίον.
Ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, τοῖς οἰκέταις σου παράσχου, Θεοτόκε, πρὸς Χριστὸν τὸν Θεὸν πρεσβείαν ποιουμένη, τὸν σὸν Υἱὸν καὶ Κύριον, τὸν ἰώμενον τὰ πάθη.
ᾨδὴ η΄. Οἱ Θεοῤῥήμονες Παῖδες.
Λελαμπρυσμένος παρέστης τῷ Δεσπότῃ, ἀσκητικαῖς ἀγλαΐαις, θαυματοφόρε Γεράσιμε, καὶ ταῖς τῶν ἀσωμάτων χορείαις ἠρίθμησαι.
Ἐν ἀκακίᾳ τὸν βίον διανύσας, τοῦ πονηροῦ τὴν καθέδραν ὁλοσχερῶς ἀπεμείωσας, ἀσκητῶν ὡραιότης, ἔνδοξε Γεράσιμε.
Καταστολὴν ἀφθαρσίας, ἐνεδύσω τῇ τῶν παθῶν ἀπεκδύσει, πάτερ θεόφρον Γεράσιμε, καὶ νυμφῶνος ἐνθέου ἀξίως ἐπέτυχες.
Θεοτοκίον.
Ὡς εὐωδέστατον ῥόδον, εὑρηκώς σε ἐν ταῖς κοιλάσι τοῦ βίου ὁ Ὑπερούσιος, Πάναγνε, διὰ σοῦ εὐωδίαν τῷ κόσμῳ διέπνευσεν.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Νοσοῦσι τὴν τῶν νόσων ἀπαλλαγήν, θλιβομένοις τὴν θείαν παράκλησιν, δίδου ταῖς σαῖς, ἱεραῖς πρεσβείαις πρὸς τὸν Θεόν, τὸν Ποιητὴν τοῦ σύμπαντος καὶ τῶν ἐν ἀνάγκαις καὶ συμφοραῖς, τὴν λύτρωσιν παράσχου καὶ τὴν τῶν ἐπταισμένων, πᾶσι τὴν ἄφεσιν, Γεράσιμε.
Πρεσβείᾳ σου ἀγρύπνῳ πρὸς τὸν Θεόν, ὅσιε πάτερ Γεράσιμε, σκέπε ἡμᾶς, τοὺς ἀνευφυμούντας σε εὐσεβῶς, καὶ πόθῳ δεομένους καὶ ἐξαιτουμένους σου ἐκ ψυχῆς, τὴν θείαν προστασίαν, ἐν τοῖς δεινοῖς τοῦ βίου, ἵνα σε ὕμνοις μεγαλύνωμεν.
Τὴν δέησιν τῶν δούλων σου εὐμενῶς, θεοφόρε Γεράσιμε πρόσδεξαι, νέμων ἡμῖν πάντα τὰ αἰτήματα συμπαθῶς, ἃ παρὰ σοῦ αἰτούμεθα, τὰ πρὸς σωτηρίαν τὴν ἑαυτῶν, τοῖς θεῖόν σε μεσίτην, θεῷ προσαγαγοῦσι, τῷ Φιλανθρώπῳ Θεῷ καὶ οἰκτίρμονι.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε, χριστιανῶν ἐλπὶς ἡ βεβαίᾳ, περίσῳζε ἐκ πειρασμῶν, τοῦ παρόντος βίου πάντας ἡμᾶς, καὶ τῶν ἐκεῖ κολάσεων, τῶν ἀποκειμένων δίκη Θεοῦ, ἡμῖν τοῖς πλημμελοῦσι, διὰ τῆς μετανοίας, ῥυσθῆναι πρεσβείαις δεόμεθα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν πατέρων ἡ καλλονή, χαίροις τῶν Ὁσίων, κανὼν θεῖος ἐν ἀρετῇ, χαίροις Ἰορδάνου ὡράισμα καὶ κλέος καὶ τῆς σῆς ποίμνης, πάτερ Γεράσιμε.
Ὕψωσον παλάμας σου πρὸς Θεόν, ὑπὲρ τῆς σῆς ποίμνης, τρισμάκαρ, Πάτερ σοφέ, καὶ παράσχου λύσιν πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης φρικτῆς κολάσεως.
Φρούρει τὴν σὴν ποίμνην, πάτερ σοφέ, Γεράσιμε μάκαρ, τὴν τιμῶσάν σε εὐσεβῶς καὶ πανευχαρίστως, καὶ λύων ἐγκλημάτων, τοὺς πόθῳ σε ὑμνοῦντας, ἀξιοθαύμαστε.
Γεράσιμον, τὸν μέγαν ὦ ἀδελφοί, σὺν τῷ Εὐθυμίῳ, Ἰωάννη καὶ Συμεών, Ζωσιμάν, Μαρίαν, Κυριακὸν τὸν θεῖον, καὶ πάντας τοὺς ὁσίους, ὕμνοις τιμήσωμεν.
Ταῖς τῶν Ἀποστόλων σου προσευχαῖς, Προφητῶν Μαρτύρων καὶ ἁπάντων Ἱεραρχῶν, πάντων τῶν Ὁσίων, τῶν ἐν Ἰορδάνῃ, στεῤῥῶς ἀσκητευσάντων, σῶσον τοὺς δούλους σου.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέφος ἀθυμίας σκοτεινὸν καὶ στενοχωρίας ὀμίχλη νυνὶ καλύπτομαι, θλίψεις ἀλλεπάλληλαι διαταράττουσιν, ὁ δὲ φόβος κινδύνων με, δεινῶς περιέχει, δέομαι σου, σῶσόν με, πάτερ Γεράσιμε, σὲ γὰρ ὀνομάζω προστάτην, καὶ σοῦ τὴν βοήθειαν, μάκαρ, ἐπικαλουμένῳ μοι κατάπεμψον.