Ακολουθία της Θαυματουργού Εικόνος της Παναγίας της Ροβέλιστα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Ψαλλομένη τῇ ιγ΄ Σεπτεμβρίου, ἐπὶ τῇ ἀποδόσει τῆς ἑορτῆς τοῦ Γενεϑλίου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρϑένου Μαρίας, μεϑ᾽ ἧς ἑορτάζομεν καὶ μνείαν ποιούμεϑα τῆς εὑρέσεως καὶ τῶν ποικίλων ϑαυμασίων τῆς θαυματουργοῦ αὐτῆς Εἰκόνος, τῆς ἐπονομαζομένης Ῥοβελίστης, ἥτις τεϑησαύρισται ἐν τῇ φερωνύμῳ αὐτῆς ἐν τῇ ἐπαρχίᾳ τοῦ Ἁγίου Ἄρτης γυναικείᾳ Κοινοβιακῇ, Μονῇ.
Σημείωσις. Ἡ τῆς Ἁγίας Εἰκόνος Ἀκολουϑία συμψάλλεται καταλλήλως μετὰ τῆς τοῦ Γενεϑλίου, ὡς ἑξῆς·
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Τῆς Ἑορτῆς.
Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων. (Ἔκ τοῦ Μηναίου)
Ἱωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον· οἷς καὶ ἡμεῖς συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαὶ μακαρίζοντες Παρϑένον ἁγνήν.
Ἐξ Ἄννης σήμερον ῥάβδος, φυτὸν ϑεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία ἀνϑρώπων· ἐξ᾽ ἧς ὁ τῶν ἁπάντων Δημιουργός, γεννηϑεὶς ὑπὲρ ἔννοιαν, τὴν τοῦ Ἀδὰμ ἐκκαϑαίρει ὡς ἀγαϑὸς πᾶσαν λύμην ἀγαϑότητι.
Τῆς Ἁγίας Εἰκόνος. Ὅμοιον.
Τῇ σεβασμίῳ Μονῇ σου, πιστῶς προστρέχοντες καὶ τὴν σεπτὴν μορφήν σου, εὐλαβῶς προσκυνοῦντες λαμβάνομεν ἀφϑόνως ἁγιασμὸν καὶ εἰρήνην, Ῥοβέλιστα, ψυχῶν ὑμνοῦντες τὴν ἄκραν σου πρὸς ἡμᾶς προστασίαν καὶ συμπάϑειαν.
Μοναζουσῶν αἱ χορεῖαι καὶ ἡ ὁμήγυρις τῶν εὐσεβούντων σπεύδει χαριστήριον αἶνον εὐσχήμως ἀναμέλψαι σοι, ϑαυμαστή, Θεοτόκε, Ῥοβέλιστα, καί, ἣν ἐκπέμπεις ἑκάστοτε μυστικῶς εὐωδίαν, ὀσφρανϑῆναί, σου.
Δόξα καὶ νῦν.
Ἦχος β΄. Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Δεῦτε, φιλοπάρϑενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ὑποδέξασϑε πόϑῳ τῆς παρϑενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀὔλου πυρός, τοῦ καϑαίροντος καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραϑᾶ.
Τέρπου Ἰωακεὶμ καὶ Ἄννα καϑορῶντες ὑμῶν τὸ θῆλυ βρέφος, ὃ πάντες ἀνυμνοῦμεν ἐν τοῖς σπαργάνοις κείμενον.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε…
Σήμερον τὰ δεσμὰ θανάτου καταργοῦνται ἐπὶ τῇ ϑείῳ γέννᾳ τῆς ἀπειράνδρου Κόρης ἐξ᾽ ἧς Χριστὸς ἐβλάστησε.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Δεῦτε, τῇ θαυμαστῇ προσπέσωμεν Εἰκόνι τῆς Ῥοβελίστης Κόρης, τῆς χορηγούσης πᾶσι χαρὰν καὶ ἀγαλλίασιν.
Δόξα.
Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ καὶ Πνεύματι τῷ ϑείῳ, τὸ κράτος τῆς σῆς δόξης διὰ τῆς Θεοτόκου γεννήσεως κατέδειξας.
Καὶ νῦν.
Θεοτοκίον.
Σῶσον ἐκ συμφορῶν Θεόπαις Παναγία, Εἰκόνα πτροσκυνοῦντας τὴν σήν, ἣν πανσεβάστως Ῥοβέλισταν κεκλήκαμεν.
Νῦν ἀπολύεις… τὸ Τρισάγιον, τὰ Ἀπολυτίκια τῆς Ἕορτῆς καὶ τῆς ἁγίας Εἰκόνος ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τοῦ Μακάριος ἀνὴρ τὴν α΄ στάσιν. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν ἰδιόμελα τῆς ἑορτῆς γ΄ καὶ προσόμοια τῆς Ἁγίας Εἰκόνος γ΄.
Ἰδιόμελα τῆς Ἑορτῆς. Ἦχος πλ. β΄. (Εκ τοῦ Μηναίου)
Σήμερον, ὁ τοῖς νοεροῖς ϑρόνοις ἐπαναπαυόμενος Θεός, ϑρόνον Ἅγιον ἐπὶ γῆς Ἑαυτῷ προητοίμασεν· ὁ στερεώσας ἐν σοφίᾳ τοὺς Οὐρανοὺς οὐρανὸν ἔμψυχον ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον ἐβλάστησεν ἡμῖν τὴν Μητέρα Αὐτοῦ. Ὁ τῶν Θαυμασίων Θεὸς καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε, δόξα σοι.
Ὁ αὐτός.
Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιᾶσϑε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφὼν καὶ ἡ βίβλος τοῦ Λόγου τῆς ζωῆς ἐκ γαστρὸς προελήλυϑε· καὶ ἡ κατὰ ἀνατολὰς πύλῃ, ἀποκυηϑεῖσα προσμένει τὴν εἴσοδον τοῦ Ἱερέως τοῦ Μεγάλου μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται καὶ πύλιν παρϑενικὴ ϑεία προέρχεται. Σήμερον καρπογονεῖν ἡ χάρις ἀπάρχεται ἐμφανίζουσα τῷ κόσμῳ Θεοῦ Μητέρα, δι᾽ ἧς τὰ ἐπίγεια τοῖς οὐρανοῖς συνάπτεται εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Τῆς Ἁγίας Εἰκόνος.
Ἦχος α΄. Ὢ τοῦ παραδόξου ϑαύματος!
Ὢ τοῦ παραδόξου ϑαύματος! ὥσπερ ἔαρ τερπνὸν ἡ Εἰκών σου, Δέσποινα, μυρίζει ὑπερφυῶς πιστοὺς ἡδύνουσα, τοὺς πόϑῳ τῇ σῇ Μονῇ, Θεοχαρίτωτε Μῆτερ, προστρέχοντας, Ῥοβέλιστα εὐκλεές, καὶ ἐκ μυχίων καρδίας κραυγάζοντας· Κεχαριτωμένῃ, χαῖρε, εὐσεβῶν βοήϑεια, καὶ Μονῆς τῆς τιμώσης τὴν Εἰκόνα σου προσφύγιον.
Βαβαί, τῆς σῆς μυροβόλου ὀσμῆς! Παναγία Μῆτερ τοῦ Χριστοῦ, Ῥοβέλιστα, δι᾽ ἧσπερ χαροποιεῖς πιστῶν ὁμήγυριν· ἐντεῦϑεν πανευλαβῶς, ὡς φρέαρ μύρον βλυστάνον ἀκένωτον Εἰκόνα σου τὴν σεπτὴν ἀποκαλοῦμεν ἡμεῖς Μυροβλύτισσαν ἀρυόμενοι σωμάτων ἐξ αὐτῆς ἐκάστοτε καὶ ψυχῶν εὐρωστίαν οἱ ἀεί σοι, χαῖρε, κράζοντες.
Ὢ τοῦ παραδόξου ϑαύματος! ὡς ἀστέρα λαμπρὸν φαίνοντα τοῖς πέρασιν κατεῖδον ποτὲ βοσκοὶ τὸ σὸν ἐκτύπωμα. Ῥοβέλιστα ϑαυμαστή, ἐν μέσῳ βάτων πυκνῶν καὶ ἀνήγγειλαν χαρίεντες ἐν σπουδῇ τῷ Ἱερεῖ Ἀμβροσίῳ σὴν εὕρεσιν, ὃς λαβὼν τὴν σὴν εἰκόνα μετὰ χεῖρας ἔκραζε· σύ μου πέλεις προστάτις καὶ καρδίας ἀγαλλίαμα.
Δόξα.
Ἦχος πλ. β΄. Τὸ πρῶτον τῶν ὡς ἄνω Ἰδιομέλων.
Καὶ νῦν.
Ὁ αὐτός. Τῆς Ἁγίας Εἰκόνος.
Σήμερον, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῶν γενεϑλίων σου, Παναγία Παρϑένε, τὴν χάριν τῆς σῆς μυροβλυζούσης εἰκόνος προσάπτομεν· συναϑροιζόμενοι ὅϑεν ἐν τῇ ἐν Ῥαδοβυζίοις μάνδρᾳ σου τὰς δωρεὰς ἀπεκδεχόμεϑα, τὰς ἐκ τῆς εἰκόνος σου ἀποῤῥεούσας. Ἀλλ᾽ ὦ Μυροβλύτισσα, μὴ ἐλλίπῃς πρεσβεύειν τῷ παναγίῳ Τόκῳ σου διδόναι ἡμῖν πταισμάτων συγχώρησιν καὶ ζωὴν τὴν αἰώνιον.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη’ 10-17)
Ἐξῆλθεν Ἰακώβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαράν, καὶ ἀπήντησε τόπῳ, καὶ ἔκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῇς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτήν. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾽ αὑτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῇ, ἐφ᾽ ἧς σὺ καθεύδεις ἐπ᾽ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα, καὶ βορρᾶν, καὶ ἐπὶ ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλείπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ· ἐγὼ δὲ οὐχ ἤδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο, ἀλλ᾽ ἤ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὖρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 27 – μδ΄ 4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα καὶ ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὅλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς λέγειν Κύριος Κύριος. Καὶ ἐπέστρεψε κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ Πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθη δι᾽ αὐτῆς· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾽ αὐτής καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾽ αὐτὴν τοῦ φαγεῖν ἄρτον κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄ 1-11)
Σοφία ᾧκοδόμησε ἑαυτῇ οἴον, καὶ ὑπήρεισε στύλους ἑπτὰ. Ἔσφαξε τὰ ἑαυτῆς θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· ὅς ἔστιν ἄφρων ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὃ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν. Ἔλέγχων δὲ τὸν ἀσεβή μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ· Μὴ ἔλεγχε κακοὺς ἵνα μή μισήσωσί σε· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχή σοφίας, φόβος Κυρίου καὶ βουλὴ ἁγίων σύνεσις· τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί, σου ἔτη ζωῆς.
ΕΙΣ ΤῊΝ ΛΙΤῊΝ
Στιχηρὰ Ἰδιόμελα. Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου)
Ἦχος α΄.
Ἡ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοί, σήμερον γέγονεν· ἰδοὺ γὰρ ἧ προορισϑεῖσα ἀπὸ γενεῶν ἀρχαίων Μήτηρ καὶ Παρϑένος καὶ δοχεῖον Θεοῦ ἐκ στείρας γεννηϑῆναι προέρχεται· ἄνϑος ἐκ τοῦ Ἰεσσαὶ καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ ὁ προπάτωρ καὶ ἡ Εὔα ἀγαλλιάσϑω χαίρουσα· ἰδοὺ γὰρ ἡ οἰκοδομηϑεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδὰμ τὴν ϑυγατέρα καὶ ἀπόγονον μακαρίζειν ἐμφανῶς· ἐτέχϑιη μοι γὰρ φησὶ λύτρωσις, δι᾽ ἧς ἐκ τῶν δεσμῶν τοῦ Ἅδου ἐλευϑερωϑήσομαι. Ἀγαλλιάσϑω ὁ Δαυὶδ κρούων τὴν κινύραν καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρϑένος πρόεισιν ἐκ πέτρας ἀγόνου πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε φιλοπάρϑενοι πάντες καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασϑε πόϑῳ τῆς παρϑενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς τὴν πηγὴν τῆς ζωῆς καὶ ἐκ τῆς ἀτεκνούσης τὴν βάτον τοῦ ἀὔλου πυρός, τοῦ καϑαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Τίς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; Ἰωακεὶμ καὶ Ἄννα πανηγυρίζουσι μυστικῶς, Συγχάρητε ἡμῖν λέγοντες, Ἀδὰμ καὶ Εὔα, σήμερον· ὅτι τοῖς πάλαι παραβάσει κλείσασι Παράδεισον, καρπὸς εὐκλεέστατος ἡμῖν ἐδόϑη, ἡ ϑεόπαις Μαρία ἀνοίγουσα τούτοις πᾶσι τὴν εἴσοδον.
Ὁ αὐτός.
Ἡ προορισϑεῖσα Παντάνασσα, Θεοῦ κατοικιτήριον ἐξ ἀκάρπου σήμερον νηδύος προῆκται, τῆς Ἄννης ἠγλαϊσμένης, τῆς ἀϊδίου οὐσίας τὸ ϑεῖον τέμενος, δι᾽ ἧς ἰταμὸς ἄδης καταπεπάτηται· καὶ παγγενῇ Εὔα ἐν ἀσφαλεῖ ζωῇ εἰσοικίζεται· ταύτῃ ἐπαξίως ἐκβοήσωμεν· Μακαρία σὺ ἐν γυναιξὶ καὶ ὁ καρπὸς τῆς κοιλίας σου εὐλογημένος.
Τῆς Ἁγίας Εἰκόνος. Ἦχος α΄.
Σκίρτα καὶ χόρευε μοναζουσῶν ἡ σεπτῆ χορεία, ἡ τῆς Ῥοβελίστης Θεοτόκου τὸ ἔκτυπον ὡς ϑησαυρὸν πολύτιμον φυλάττουσα· ἰδοὺ γὰρ ἡ Μοσχοβίτισσα Κόρη ἐν τῇ αὐτῆς γεννήσει συγκαλεῖ τὴν περίοικον πρὸς αἴνεσιν τοῦ ζῶντος Θεοῦ ἡμῶν καὶ Τόκου αὐτῆς· δεῦτε, οὖν πάντες προσπέσωμεν αὐτῆς τῇ εἰκόνι καὶ τὰς πρεσβείας αὐτῆς ἐκζητήσωμεν, ὡς ἂν εὕρωμεν τῶν πταισμάτων ἡμῶν ἀπολύτρωσιν.
Ἦχος γ΄.
Ὡς πολυτίμιτον ὄλβον ὁ ἱερεὺς Ἀμβρόσιος πάλαι κατεῖχέ σε, Θεοτόκε Ῥοβέλιστα· ὡς ἁγιάσματος φρέαρ ἀκένωτον δὲ ἡμεῖς νῦν σε γιγνώσκομεν, Ῥαδοβυζίων ὡράισμα· σπεύδοντες οὖν τῇ σῇ πανσεβάστῳ εἰκόνι κομιζόμεϑα χάριν καὶ εἰρήνην ἀδιατάρακτον.
Δόξα.
Τῆς Ἑορτῆς. Ἦχος πλ. δ΄. (Ἐκ τοῦ Μηναίου).
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ σήμερον τίκτεται, ἧ Μήτηρ τῆς ζωῆς, τὸ σκότος λύουσα· τοῦ Ἀδάμ ἡ ἀνάπλασις καὶ τῆς Εὔας ἡ ἀνάκλῃησις· τῆς ἀφϑαρσίας ἡ πηγὴ καὶ τῆς φϑορᾶς ἀπαλλαγή, δι᾽ ἧς ἡμεῖς ἐθεώϑημεν καὶ τοῦ ϑανάτου ἐλυτρώϑημεν καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριὴλ οἱ πιστοί· Χαῖρε, Κεχαριτωμένῃ, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν.
Τῆς Ἁγίας Εἰκόνος. Ὁ αὐτός.
Ὁ ποιήσας σοι μεγαλεῖα Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ σάρκα βρότειον φορέσας ἐκ τῶν παρϑενικῶν σου αἱμάτων, δαψιλῆ σον δέδωκε χάριν, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε, Θεοτόκε πανύμνητε· διό σου πάντες τὴν ἀῤῥαγῆ κηδεμονίαν μεγαλοφώνως κηρύττοντες εὐλαβῶς προπτυσσόμεϑα τὴν σὴν ἁγίαν εἰκόνα, ἐξ ἧς νάματα ἰαμάτων, Ῥοβέλιστα Κόρη, ἀφϑόνως ἀρυόμεϑα.
Εἰς τὸν Στίχον.
Στιχηρὸν Ἰδιόμελον τῆς Ἑορτῆς. Ἦχος δ΄. (Ἐκ τοῦ Μηναίου).
Ἡ παγκόσμιος χαρὰ ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνηπτος Παρϑένος, ἥτις δι᾽ ὑπερβολὴν ἀγαϑότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται καὶ μόνη κατὰ ἀλήϑειαν Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις, Χριστέ, ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχος. Ἄκουσον, ϑύγατερ καὶ ἴδε…
Στιχηρά προσόμοια τῆς Ἁγίας Εἰκόνος.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ῥοβελίστης ἡ πάνσεπτος καὶ περίδοξος Μάνδρα σου ἐν τῇ σῇ γεννήσει πανηγυρίζουσα ἀγαλλιᾶται, Παντάνασσα Παρϑένε, τῇ δόξῃ σου καὶ προβάλλει μυστικῶς τὴν ἁγίαν εἰκόνα σου πρὸς προσκύνησιν συγκαλοῦσα πιστοὺς πρὸς μετουσίαν τῶν ἀπείρων σου χαρίτων καὶ τῆς ἀφράστου χρηστότητος.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Μυροβλύτισσα Δέσποινα, τὸ σεπτόν σου ἐκτύπωμα τῶν εὐσεβοφρόνων οἱ δῆμοι σήμερον περιχαρῶς ἀσπαζόμεϑα καὶ μνείαν ποιούμεϑα παραδόξων τῶν πολλῶν, ἃ τελεῖς μετὰ πίστεως τοῖς προστρέχουσι καϑ᾽ ἑκάστην Τεμένει σου τῷ ϑείῳ, τὸ κοσμοῦν Ῥαδοβυζίων δρυμοὺς καὶ πᾶσαν περίοικον.
Δόξα.
Ἦχος πλ. δ΄. Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Δεῦτε ἅπαντες πιστοί, ἣ πρὸς τὴν Παρϑένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται ἡ πρὸ γαστρὸς προορισϑεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρϑενίαξς κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν καὶ ὁ κόσμος σὺν αὐτῇ ἀνακαινίζεται.
Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται. Ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς Θεότητος δοχεῖον, τὸ παρϑενικὸν ὄργανον, ὁ βασιλικὸς ϑάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελϑουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήϑιν μυστήριον· Ὃν προσκυνοῦντες ἀνυμνοῦμεν τὴν τῆς Παρϑένου πανάμωμον γέννησιν.
Καὶ νῦν.
Ὁ αὐτός. Τῆς Ἁγίας Εἰκόνος.
Σήμερον, οὐρανοὶ καὶ γῆ συναγάλλονται ἐν τῇ πανσέπτῳ γεννήσει σου, γλυκυτάτη τῶν Χριστιανῶν μεσίτρια καὶ ἡμῶν βοήϑεια, Δέσποινα· σήμερον καὶ τῶν Ἀρταίων οἱ δῆμοι, τὴν σὴν χαριτόβρυτον εἰκόνα, Ῥοβέλιστα Κυρία, κυκλοῦντες αἶνον ἀπονέμουσί σοι δίκαιον, κράζοντες· Χαῖρε, γλυκοφιλοῦσα Θεοτόκε, χαρὰ καὶ σκέπη τῶν ϑαλαττευόντων ἐν τῷ πελάγει τῶν τοῦ βίου μεριμνῶν καὶ πλείστων ϑλίψεων.
Νῦν ἀπολύεις… τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἡ γέννησίς σου, Θεοτόκε…, καὶ τὸ τῆς Ἁγίας Εἰκόνος.
Ἦχος γ΄. Θείας πίστεως.
Τὴν Πανάχραντον μορφήν σου, Κόρη, ἀτενίζοντες Θεὸν ὑμνοῦμεν, τὸν ἐκ σοῦ ὑπερφυῶς ἐκβλαστήσαντα, καὶ σὲ κρουνὸν ἀναδείξαντα χάριτος, παντοίων δὲ νοσημάτων λυτήριον· ὦ Ῥοβέλιστα, χορήγει ὑγιείαν ἅπασι τοῖς πίστει προσιοῦσι τῷ Τεμένει σου.
Ἀπόλυσις.
ἘΝ Τῼ ΟΡΘΡῼ
Μετά τὸν Ἑξάψαλμον τὰ Ἀπολυτίκια τῆ Ἑορτῆς καὶ τῆς Ἁγίας Εἰκόνος, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετά δὲ τὴν α΄ Στιχολογίαν Κάϑισμα.
Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον, Δαυΐδ, τί ὥμοσέ σου ὁ Θεός; Ἅ μοι ὥμοσε φησὶ καὶ ἐκπτεπλήρωκεν ἰδοὺ ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρϑένον, ἐξ ἧς ὁ Πλαστουργός, Χριστός, ὁ νέος Ἀδάμ, ἐτέχη Βασιλεὺς ἐπὶ τοῦ ϑρόνου μου· καὶ βασιλεύει σήμερον ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον· Ἡ στείρα τίκτει, τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα καὶ νῦν.
Ὅμοιον τῆς Ἁγίας Εἰκόνος.
Ἡ ἁγία σου εἰκὼν τοῖς μετὰ πίστεως αὐτῇ προσιοῦσιν, Ἀγαϑή, πέμπει ῥιπὰς ἡδυτερπεῖς ἀέρος πᾶσι, Ῥοβέλιστα, μυροβόλου τὰς ψυχὰς ἡμῶν τερπνῶς μυρίζουσα· ὅϑεν μυστικῶς σοὶ ἀνακράζομεν· Χαῖρε, ἀνθὼν ἡδύπνευστε, χαῖρε, λειμὼν ϑείας χάριτος ἥδιστε, χαῖρε, ἡ ἄχϑους τὴν δυσωδίαν ἐξ ἡμῶν φυγαδεύουσα.
Μετά τὴν β΄ Στιχολογίαν Κάϑισμα.
Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου)
Ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἐξ ὀσφύος τοῦ Δαυὶδ ἧ Θεόπαις Μαριὰμ τίκτεταν σήμερον ἡμῖν καὶ νεουργεῖται ἡ σύμπασα καὶ ϑεουργεῖται. Συγχάρητε ὁμοῦ ὁ οὐρανός καὶ ἡ γῆ· αἰνέσατε αὐτὴν αἱ στατριαὶ τῶν ἐϑνῶν. Ἰωακεὶμ εὐφραίνεται καὶ Ἄννα πανηγυρίζεν κραυγάζουσα· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα καὶ νῦν.
Ὅμοιον τῆς Ἁγίας Εἰκόνος.
Ῥοβελίστης ἡ Μονὴ ὡσεὶ ἀστείρευτος κρουνὸς ἰαμάτων ϑαυμαστῶς κιρνᾶ τοῖς σπεύδουσιν αὐτῇ, ἀφϑόνως δόσεις ὑγιείας καὶ εὐρωστίας· ὅϑεν τῶν πιστῶν ἀεὶ τὸ σύστημα τρέχει ἐν σπουδῇ αὐτῇ ἑκάστοτε καὶ τὸ σεπτὸν ἐκτύπωμα τῆς εὐκλεοῦς Θεοτόκου ἀσπάζεται κραυγάζον· Χαῖρε, Δεδοξασμένῃ, εὐσεβῶν καταφύγιον.
Μετὰ τὸν Πολυέλεον Κάϑισμα. Τῆς Ἑορτῆς.
Ἦχος πλ. δ΄. Τὸ Προσταχϑὲν μυστικῶς. (Ἐκ τοῦ Μηναίου)
Ἀγαλλιάσϑω Οὐρανός, γῆ εὐφραινέσϑω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανὸς ἐν γῇ ἐτέχϑη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος ϑηλάζειν τὴν Μαριὰμ, καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ, Ῥάβδος λέγων ἐτέχϑη μοι, ἐξ᾽ ἧς τὸ ἄνϑος Χριστὸς ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως ϑαῦμα παράδοξον!
Δόξα καὶ νῦν.
Ὅμοιον. Τῆς Ἁγίας Εἰκόνος.
Ῥαδοβυζίων ἡ περίοικος καυχᾶται καὶ Ῥοβελίστης ἐξαιρέτως τὸ Σεμνεῖον προστασίᾳ σου τῇ θείᾳ, Παρϑενομῆτορ, καὶ πάντες κατασπαζόμενοι τὴν σεσττὴν εἰκόνα ὁμοῦ τὴν σὴν ἐξ ἄλγους δεινοῦ ἀπαλλάτονται κράζοντες· Χαῖρε, ἡμῶν χαρμονὴ καὶ λύπη ὀλετήριον,
θαυμαστὴν Μοσχοβίτισσα.
Οἱ Ἀναβαϑμοί, τὸ Α΄ Ἀντίφωνον τοῦ δ΄ Ἦχου.
Προκείμενον. Ἦχος δ΄.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσιν γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαϑόν…
Τό, Πᾶσα πνοή… Εὐαγγέλιον· κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49 καὶ 56)
Τῷ καιρῷ ἐκείνῳ ἀναστᾶσα Μαριάμ…
Ὁ Ν΄ Ψαλμός.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον…
Καὶ νῦν…
Ταῖς τῆς Ῥοβελίστης πρεσβείαις, Ἐλεῆμον…
Καὶ τὸ Ἰδιόμελον. Ἦχος δ΄.
Ἡ παγκόσμιος χαρά…
(ὅρα εἰς τὰ Ἀπόστιχα τοῦ Ἑσπερινοῦ).
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆϑος τῶν οἰκτιρμῶν Σου ἐξάλευψον τὸ ἀνόμημά μου.
Εἶτα οἱ Κανόνες τῆς Ἑορτῆς ἐκ τοῦ Μηναίου καὶ τῆς Ἁγίας Εἰκόνος ὁ ἑξῆς, οὗ ἡ ἀκροστιχίς·
«Ῥαδοβυζίων, χαῖρε, Ῥοβέλιστα Πάναγνε. Χ.»
Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ῥοβέλιστα Δέσποινα, τῶν θαυμασίων ἀξίωσον, τὰ πλήϑη ὑμνῆσαί σου, ἃ καϑ᾽ ἑκάστην τελεῖς ὑμνηπόλον σου τὸν ἄναγνον, Παρϑένε, τὸν πόϑῳ αἰτούμενον, σκέπην τὴν ϑείαν σου.
Ἀρίζηλον καύχημα ἔσχεν ὁ ϑεῖος Ἀμβρόσιος, καὶ ὄλβον ἀσύληπτον, ἐν τῷ κελλίῳ αὐτοῦ, τὴν εἰκόνα σου, ἣν εὗρεν λελουσμένην φωτὶ ἐν τοῖς ἄλσεσι Μῆτερ Ῥοβέλιστα.
Δρυμοὶ νῦν ἀγάλλονται Ῥαδοβυζίων καὶ χαίρουσι, πλουτοῦντες σὸν ἔκτυττον, Θεοκυῆτορ ἁγνή, θεία χάριτι αὐτῶν ἐν μέσῳ ὅπερ εὑρέϑη, Ῥοβέλιστα, μύρον ἡ χέουσα.
Ὁλόφωτον σκήνωμα τοῦ Ζωοδότου, ἐξίσταμαι, πῶς τόπον ἐπέλεξας στῆσαι Ναόν σου σεπτόν, τὰ δυσπρόσιτα, Ῥαδοβυζίων ἄλση, ὡς ἄλλη φιλέρημος ὄρνις, Ῥοβέλιστα.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Βλυστάνεις πιστοῖς ἀρυομένοις ἐκ σοῦ ὕδωρ ἰαματικὸν ψυχῆς ὁμοῦ καὶ σώματος ὑγιείαν, Μοσχοβίτισσα, καὶ σϑένος τοῦ ἀλάστορος πατῆσαι ἅπαν τὸ φρύαγμα.
Ὑπέρκαλλον Τέμενος ἐκτίσϑη ἐν τόπῳ, ἐν ᾧ ἡ σῇ εἰκὼν εὑρέϑη Μυροβλύτισσα, καὶ ϑεῖον φροντιστήριον πρὸς ἀρετῆς τελείωσιν μοναζουσῶν ὥφϑη σήμερον.
Ζοφώδῃ ἐδίωξας σκοτίαν ταῖς σαῖς φωτειναῖς μαρμαρυγαῖς ἐκ τοῦ βουνοῦ, Ῥοβέλιστα, τοῦ σὲ φιλοξενήσαντος, καὶ ὃ ὧς ϑρόνον πάμφωτον σῆς ϑείας δόξης ἐπέλεξας.
Ἰάσεων χείμαῤῥος ἀείῤῥους ἐξ ὄρους πηγάζων ὑψηλοῦ καὶ κρήνη ἁγιάσματος περικαλλής, Ροβέλιστα, εἰκὼν ἡ σεβασμία σου ἐδείχϑη, Νύμφη ἀνύμφευτε.
Ἡ Ὑπακοή. Ἦχος β΄. Τῆς ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Πύλην ἀδιόδευτον ὁ Προφήτης μόνῳ τῷ Θεῷ ἡμῶν πηρουμένην τὴν ἁγίαν Παρϑένον ἐκάλεσε· δι᾽ αὐτῆς διῆλϑεν ὁ Κύριος, ἐξ᾽ αὐτῆς προῆλϑεν ὁ Ὕψιστος καὶ πάλιν ἐσφραγισμένην κατέλιπε λυτρούμενος ἐκ φϑορᾶς τὴν ζωὴν ἡμῶν.
ᾨδὴ δ΄. Ὁ καϑήμενος ἐν δόξῃ.
Ὡς ϑαυμάτων ξενοτρόπων μυροϑήκην πολύτιμον τῶν Ἀρταίων δῆμοι ἐγνωσάν σε, Μῆτερ Ῥοβέλιστα, καὶ τῷ σεπτῶ σου Τεμένει πάντες σπεύδουσιν οἱ ποντούμενοι ἐν τῷ πελάγει τῶν ϑλίψεων.
Νουνεχῶς αἱ τὰ ἡδέα καὶ τερττνὰ ἀπωσάμεναι τοῦ προσκαίρου βίου καὶ ἀκολουϑῆσαι ποϑήσασαι μοναδικῆς πολιτείας ϑείοις ἴχνεσιν ἀνυμνοῦσί σε ἀτελευτήτως, Ῥοβέλιστα.
Χρυσοστόλιστε καϑέδρα, τοῦ Παντάνακτος, Δέσποινα σωτηρίαν κόσμου τῇ σεπττῇ κυήσει σου ὕφηνας· διὸ χρυσότευκτον ὄντως σοι ἀνήγειραν, Μῆτερ, Τέμενος, οἱ σὲ τιμῶντες, Ῥοβέλιστα.
Ἀπελαύνεις ἀσϑενείας καὶ δεινὰ ἀῤῥωστήματα ἐξ ἡμῶν τῶν πίστει πτροστρεχόντων, Κόρη, ἀείποτε, Γλυκοφιλοῦσα, εἰκόνι τῇ ἁγίᾳ σου ἐκ τῆς Μάνδρας σου τοῖς δασυσκίοις φυλλώμασιν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰϑύνεις, Ῥοβέλιστα, πιστῶν τὰ διαβήματα πρὸς ἀφϑίτου τέρψεως λειμῶνας τῶν προστρεχόντων τῷ σῷ πανσέπτῳ Ναῷ μορφὴν προσκυνῆσαι ταπεινῶς σοῦ καὶ τὰς πρεσβείας σου ἐκζητῆσαι πρὸς Κύριον.
Ῥοβέλιστα κράζομεν, προστάτις ἀσπροσμάχητος πέλεις καὶ φρουρὸς εἰς τοὺς αἰῶνας τῶν ὁλοτρόπῳ ψυχῆς ἐφέσει τὴν σὴν κυκλούντων εἰκόνα, Μαριάμ, θείαις προστασίαις σου ἵνα νέκταρ τρυγήσωσιν.
Ἐλέους γεννήτρια, ἐν τοῖς δυσέκτοις ἔτεσι σκότους καὶ δουλώσεως τοῦ γένους ἡμῶν ἠλέεις τοὺς προσιόντας εἰς σὲ καὶ πάντων ἐγένου ἀρωγὸς πενομένων, Δέσποινα Θεοτόκε Ῥοβέλιστα.
Ῥυπῶδες δερμάτινον ἀποκαϑαίρεις ἔνδυμα πάντων μετασχεῖν ἐπιζητούντων τοῖς μυστηρίοις τῆς Ἐκκλησίας ἡμῶν καὶ ὡς ἐπὶ ὕδατος πηγὰς ἔλαφοι, Ῥοβέλιστα, προστρεχόντων τῇ Μάνδρᾳ σου.
ᾨδὴ στ΄. Τὴν ϑείαν ταύτην.
Ὀλκὰς ἀπόρων, Ῥοβέλιστα, ἀμνάδων εὐσεβῶν ἀναδέδεικται ἡ θεία Μάνδρα σου πλουσίως ἐξασφαλίζουσα αὐταῖς ἐν ὥρᾳ γάμου τὴν προῖκαν, Πάναγνε.
Βεβήλους χεῖρας, Ῥοβέλιστα, ϑελούσας τὴν ὀλβίαν εἰκόνα σου συλῆσαι τάχιστα διώκεις πόῤῥω καὶ ἄτρωτον ἐκ τῶν πειρατηρίων, τηρεῖς σὸν Τέμενος.
Ἐξ ὕψους χέεις σὰς χάριτας, ὡς μύρον πανευῶδες, Ῥοβέλιστα, εὐφραῖνον ἅπαντας, τοὺς σὲ ὑμνοῦντας ἑκάστοτε, καὶ ἀπεκδεχομένους τὴν σὴν συμπάϑειαν.
Λιμὴν ἀχείμαστος πέφηνε σεμνῶν μοναζουσῶν ἡ ἁγία σου Μονή, Ῥοβέλιστα, τῶν ποϑουσῶν βίον κρείττονα, τῆς ἐν Χριστῷ σοφίας καὶ τελειώσεως.
Κοντάκιον. Τῆς Ἁγίας Εἰκόνος.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ῥαδοβυζίων τὸ τερπνότατον κειμήλιον καὶ δωρεῶν παντοίων κῆπον τὸν μυρίπνοον καταστέψωμεν τοῖς ἄνϑεσιν ἐγκωμίων, προσκυνοῦντες ἐν τῇ Μάνδρᾳ τῆς Θεόταιδος τὸ πανσέβαστον αὐτῆς καὶ ϑεῖον ἔκτυπον, ἀνακράζοντες· χαίροις, Μῆτερ Ῥοβέλιστα.
Κοντάκιον τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Ἦχος δ΄. Αὐτόμελον.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φϑορᾶς τοῦ ϑανάτου ἠλευϑερώϑησαν, Ἄχραντε, ἐν τῇ ἁγίῳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου ἐνοχῆς τῶν πταισμάτων λυτρωϑεὶς ἐν τῷ κράζειν σοι· ἡ στεῖρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ὁ Οἶκος. (Ἐκ τοῦ Μηναίου).
Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμὸς τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης εὐπρόσδεκτος καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυϑε καὶ ἐβλάστησε καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν Παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαρᾶς ἡ στείρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Συναξάριον.
Τῇ ιγ΄ τοῦ αὐτοῦ μηνός, τὴν ἀπόδοσιν ἑορτάζομεν τοῦ Γενεϑλίου τῆς Ὑπεραγίας Δεστοίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρϑένου Μαρίας.
Στίχοι. Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Πάσας ἀληϑῶς, Ἄννα νικᾷς μητέρας
Μήτηρ ἕως ἂν σὴν γένηται θυγάτηρ.
Ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα.
Τῇ αὐτῇ ἡμέρᾳ μνείαν ποιούμεϑα τῆς εὑρέσεως καὶ τῶν θαυμασίων τῆς θαυματουργοῦ εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρϑένου Μαρίας, τῆς ἐπικεκλημένης Ῥοβελίστης καὶ εὑρισκομένης ἐν τῇ φερωνύμῳ αὐτῆς Κοινοβιακῇ, Μονῇ ἐν Ῥαδοβυζίοις τῆς Ἄρτης.
Στίχοι. Τῆς ἁγίας Εἰκόνος.
Οἷα ῥοδεὼν ἐν ἔαρι μυρίζει
ἡ τῆς Ῥοβελίστης Εἰκών, τῆς Μητροϑέου.
Ταῖς τῆς Ῥοβελίστης, τῆς Παναχράντου Σου Μητρός,
Χριστέ, ὁ Θεός, πρεσβείαις, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἱκετεύομεν, Ῥαδοβυζίων σέμνωμα, τὴν σὴν ἀνείκαστον φιλανϑρωπίαν ἡμεῖς, οἱ πόϑῳ προστρέχοντες τῇ ϑείᾳ σκέπῃ σου καὶ καυγάζομεν· τοῦ δυσμενοῦς ἀπέλασον ἀφ᾽ ἡμῶν μανίαν πᾶσαν.
Στῦλος ἄσειστος ἀγάπην ἀναδέδεικται πρὸς πάντα στένοντα ἡ σεβασμία Μονή, ἐν ἧ τὸ ἐκτύπωμα τὸ σὸν κατάκειται, Ἀειπάρϑενε, Ῥοβέλιστα πανύμνητε, εὐσεβῶν παραμυϑία.
Τεἰχιζόμενοι ὑπὸ τὴν προστασίαν σου, σεμνὴ Ροβέλιστα, οἱ τῶν Ἀρταίων χοροί, παλαίειν ἰσχύουσιν ἐχϑρὸν τὸν δόλιον· ὅϑεν κράζουσιν· ἡμῶν σὺ πέλεις καύχημα καὶ ἀντίλιψις, Παρϑένε.
Ἄνϑη ἔαρος καϑάπερ ἡ τιμία σου εἰκών, Ῥοβέλιστα, εὐωδιάζει πιστούς, τοὺς πόϑῳ γεραίροντας τὰ σὰ θαυμάσια, Μυροβλύτισσα, μοναζουσῶν νῦν καύχημα καὶ ὀλβία μυροϑήκη.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Πάναγνε, Ἀμβρόσιος ὁ ϑεῖος εἰς τόπον, ὃν ἡ σεμνότης σου ἐπέλεξεν, ἔκστισε περίκλυστον Μάνδραν καὶ ἀπέϑεσε ἐν ταύτῃ τὴν εἰκόνα σου τὴν μυροβλύζουσαν, Ῥοβέλιστα, ἣν πλήϑη μερόπτων προσκυνοῦντα ῥῶσιν λαμβάνουσι καὶ σϑένος.
Ἄφωνοι κατεῖδον οἱ ποιμένες καὶ ἔντρομοι ἐν τοῖς βάτοις τὴν εἰκόνα σου, ἥνπερ ὁ Ἀμβρόσιος εἶχεν ὡς ϑησαύρισμα ἐν τῷ αὐτοῦ ἀσύλητον κελλίον, Ἄχραντε, καὶ πόϑῳ ἀσπασάμενοι ταύτην σε φωναῖς αἰσίαις, Ῥοβέλιστα, ἀνύμνουν.
Νύκτα ζοφερὰν τῆς ἀγνωσίας ἐσκέδαζε τὸ Σεμνεῖόν σου, Ῥοβέλιστα, ἐν δουλείας ἔτεσιν ἐκδιδάσκον γράμματα τὰ νεαρὰ βλαστήματα τῶν περιχώρων σου κρυφίως καὶ ἐλεύϑερον ἦμαρ ἀνατέλλον πᾶσιν ἐν ταῖς αὐτῶν καρδίαις.
Ἄλση καὶ βουνοὶ Ῥαδοβυζίων, ἐν οἷς ἡ εἰκών σου κατεσκήνωσεν, εὐφροσύνην ζώννυνται καὶ χαράν, Ῥοβέλιστα Παρϑένε, ἀνεκλάλητον, πιστοῖς κηρύττοντα τὸ πλῆϑος σῶν ἀπείρων θαυμάτων καὶ τὸ ὑπερβάλλον σῆς ϑείας προστασίας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Γῆϑεν πρὸς νομὰς Ῥοβέλιστα ἕλκυσον αἰωνιότητος τοὺς παρακαλοῦντάς σε καὶ ἀνυμνοῦντας ταὰ σὰ θαυμάσια, ὀσμὰς ἡ διαχέουσα ἀῤῥήτους πάντοτε, καὶ κλίνοντας καρδίας τὸ γόνυ πρὸ τῆς σῆς εἰκόνος, τῆς βλυστανούσῃς μύρον.
Νῦν μοναζουσῶν αἱ χεῖρες κρατοῦσί σε καϑάπερ πάντιμον ὄλβον καὶ ὑμνοῦσί σε αὐτῶν τὰ χείλῃ, ἁγνὴ Ῥοβέλιστα, ἑκάστοτε κραυγάζοντα· ἀνατιϑέμεϑα ἐλπίδας τὰς ἡμῶν εἰς σὲ μόνον, ἀρωγὲ τῆς Μάνδρας ἡμῶν καὶ ἀντιλῆπτορ.
Ἔνθα ἡ εἰκὼν ἐν βάτοις ἡ ϑείᾳ σου εὑρέθη, ἔκτισται νῦν Μονὴ περίδοξος, ἥτις ὧς φάρος πρὸς τὴν μετάνοιαν ποδηγετεῖ, Ῥοβέλιστα, πιστῶν τὰ τάγματα καὶ φαίνει τῆς Ἠπείρου καὶ Βάλτου πλάτη ταῖς βολίσι πληϑῦος σῶν θαυμάτων.
Χαῖρε, γλυκασμὲ τοῦ κόσμου, Ῥοβέλιστα, Θεοχαρίτωτε, χαῖρε, τιμαλφέστατον Ῥαδοβυζίων, ἁγνή, κυάϑιον, κἀμοῦ τοῦ ὑμνηπόλου σου καὶ πολυτλήμονος οἰκέτου ἀκεσώδυνον φρέαρ, χαῖρέ σοι, κραυγάζω, Ὑπερδεδοξασμένη.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσϑητε.
Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Ἀγάλλονταιν τὰ πέρατα τῆς οἰκουμένης σήμερον ἐν τῇ γεννήσει σου, Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ἧ καὶ τῶν φυσάντων σε τὸ λυπηρὸν διέλυσας τῆς ἀτεκνίας ὄνειδος καὶ τῆς προμήτορος Εὔας τὴν ἐν τῷ τίκτειν κατάραν.
Ἕτερον, ὅμοιον ἐκ τοῦ Μηναίου.
Ἀδὰμ ἀνακαινίσϑητι καὶ Εὔα μεγαλύνϑητι· Προφῆται σὺν Ἀποστόλοις χορεύσατε καὶ Δικαίοις· κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων· ἐκ τῶν Δικαίων σήμερον Ἰωακεὶμ καὶ τῆς Ἄννης γεννᾶται ἡ Θεοτόκος.
Τῆς Ἁγίας Εἰκόνος. Ὅμοιον.
Εἰκών σου, ὦ Ῥοβέλιστα, ἡ τοὺς Ἀρταίους τέρπουσα ἀνϑὼν ἐν ἔαρος ὥρᾳ, μυρίπνους δέδεικται πᾶσι δυσώδη ἀῤῥωστήματα διώκουσα καὶ ἅπαντας ὀσμαῖς ὑγιείας σώματος καὶ ψυχικῆς σοὺς οἰκέτας μυρίζουσα, Θεοτόκε.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τῆς Ἁγίας Εἰκόνος.
Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Ἦχος α΄. Ὢ τοῦ Παραδόξου ϑαύματος.
Ὢ τοῦ παραδόξου ϑαύματος! ἡ πηγὴ τῆς ζωῆς ἐκ τῆς στείρας τίκτεται· ἡ χάρις καρπογονεῖν λαμπρῶς ἀπάρχεται. Εὐφραίνου, Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος· οὐκ ἔστιν ἄλλος ὡς σὺ τῶν γηγενῶν γεννητόρων, ϑεόληπτε· ἡ γὰρ ϑεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὄρος, διὰ σοῦ ἡμῖν δεδώρηται.
Ὢ τοῦ παραδόξου ϑαύματος! ὁ ἐκ στείρας καρπὸς ἀναλάμψας νεύματι τοῦ πάντων Δημιουργοῦ καὶ Παντοκράτορος εὐτόνως τὴν κοσμικὴν τῶν ἀγαϑῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρὶ τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη, Χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Στήλη σωφροσύνης ἔμψυχος καὶ λαμπρὸν δοχεῖον ἀποστίλβον χάριτι ἡ Ἄννα ἡ εὐκλεὴς φανεῖσα τέτοκε τὴν πρόβολον ἀληθῶς τῆς παρϑενίας τὸ ϑεῖον ἀπάνϑισμα, τὴν πάσαις παρϑενικαῖς καὶ παρϑενίας ποϑούσα τὸ χάρισμα, τὸ τῆς πταρϑενίας κάλλος ἐμφανῶς βραβεύουσαν καὶ παρέχουσαν πᾶσιν τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Τῆς Ἁγίας Εἰκόνος.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Εἰκών σου, Ῥοβέλιστα σεπτή, μύρον ἡ βλυστάνουσα, φωτὸς ἀκτίστου ἐκπέμπουσα βολάς, Μητρόϑεε, ὥφϑη ἐν τοῖς βάτοις ἔνϑα νῦν ἡ Μάνδρα σου ἡ θείᾳ ὠκοδόμηται φαίνουσα τοὺς ἄρνας βόσκοντας καὶ χαρᾶς ἀῤῥήτου ἔπλησεν ὁμοφώνως τοὺς σὲ μακαρίζοντας.
Εἰκών σου, Ῥοβέλιστα σεπτή, εὖχος ἡ ὑπάρχουσα τοῦ Ἀμβροσίου ἐπέλεξεν ὑπερφυέστατα μετακινουμένῃ, τόπον τὸν δασύσκιον, εἰς ὃν αὐτῆς τὸ θεῖον παλάτιον καὶ μεγαλώνυμον ἐγερϑῆναι τάχος ἔμελλε καὶ δειχϑῆναι ψυχῶν καϑαρτήριον.
Εἰκών σου, Ῥοβέλιστα σεπτή, Κόρη Μοσχοβίτισσα, ἥνπερ κυκλοῦσι μονάζουσαι, σεμνῶς νῦν δέδεικται, πάσης ἀσϑενείας καὶ δεινοῦ νοσήματος, στεῤῥὸν ἀλεξιτήριον, Πάναγνε· διὸ πτροστρέχουσα ταύτῃ πᾶσα ἡ ὁμήγυρις εὐσεβούντων ἀντλεῖ ὕδωρ ῥώσεως.
Δόξα.
Ἦχος πλ β΄. Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Αὕτῃ ἡμέρᾳ Κυρίου, ἀγαλλιᾶσϑε λαοί· ἰδοὺ γὰρ τοῦ φωτός ὁ νυμφὼν καὶ ἡ βίβλος τοῦ Λόγου τῆς ζωῆς ἐκ γαστρὸς προελήλυϑε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηϑεῖσα πτροσμένει τὴν εἴσοδον τοῦ Ἱερέως τοῦ Μεγάλου· μόνῃ καὶ μόνον εἰσάγουσαν Χριστὸν εἰς τὴν οἰκουμένην πρὸς σωτπρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Ὁ αὐτός. Τῆς Ἁγίας Εἰκόνος.
Ὡς πρόξενον τῆς ἡμῶν σωτηρίας μεγαλύνομέν σε, παντάνασσα Θεοτόκε, εἰς αἰῶνας αἰώνων γηγενῶν αἱ χορεῖαν· ὡς προξένου δὲ θαυμάτων ξένων τῇ σῇ ἁγίᾳ εἰκόνι προστρέχομεν, ἣν Ῥοβέλισταν κεκλήκαμεν, καὶ χαρμονικῶς βοῶμέν σοι· Χαῖρε, Μυροβλύτισσα, Μῆτερ πάναγνε, καταφυγὴ τῶν ἐν δίναις στενόντων καὶ πάντων ταχινὴ βοηϑός, ἐν κινδύνοις καὶ ϑλίψεσι.
Δοξολογία Μεγάλῃ, καὶ Ἀπόλυσις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τά συνήϑη, Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Ἑορτῆς.
Μεγαλυνάριον.
Χαίροις Ὀρϑοδόξων ὁ γλυκασμός, καὶ Ῥαδοβυζίων, ὁ ἀκοίμητος ϑησαυρός, τῆς Ἀειπαρϑένου εἰκών, ἡ καϑ᾽ ἑκάστην, Ῥοβέλιστα Κυρία, μύρον προχέουσα.
Δίστιχον·
Εὐλαβῶς τὴν ἀρωγήν σου Χαραλάμπης
ἐξύμνησε, Ῥοβέλιστα Θεοτόκε.
Ευχαριστώ θερμά την Κυρία Ιωάννα για την αποστολή της Ακολουθίας.