Ακολουθία των Οσίων Αυταδέλφων Θεοχάρην και Απόστολο τους εν Άρτη Οσίως Διαλάψαντας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Υμνογράφου της Μεγάλης του Χριστού Εκκλησίας
Ψαλλομένη τῇ Τετάρτῃ τῆς Διακαινησίμου
Ἐὰν κατὰ τὴν Τετάρτην τῆς Διακαινησίμου συμπέσῃ ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ, τότε ἡ ἀκολουθία τῶν Ὁσίων ψάλλεται τὴν ἑπομένην ἡμέραν, ἐὰν δὲ τύχῃ ἡ μνήμη τοῦ Ἀγίου Γεωργίου, ψάλλονται ἀμφότεραι αἱ ἀκουλουθίαι προηγουμένης τῆς Ἀναστασίμου, καὶ τότε λαμβάνομεν ὡς ὁδηγὸν τὴν Γ΄ περίπτωσιν τῆς Τυπικῆς διατάξεως τῆς ἑορτῆς τοῦ Ἀγίου Γεωργίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἰερέως, ψάλλομεν τὸ, Χριστὸς Ἀνέστη, ὡς συνήθως μετὰ τῶν στίχων αὐτοῦ. Μεθ᾿ ὃ Συναπτὴ μεγάλη.
Εἶτα τὸ Κύριε ἐκέκραξα, εἰς ἦχον δ΄, ἐν ᾧ ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Ἀναστάσιμα τροπάρια δ΄, ἦχου δ΄ καὶ στ΄ τῶν Ἀγίων.
Ἀναστάσιμα. Ἦχος δ΄
Τὸν Ζωοποιόν σου Σταυρὸν, ἀπαύστως προσκυνοῦντες, Χριστὲ ὁ Θεὸς, τὴν τριήμερον σου Ἀνάστασιν, δοξάζομεν· δι᾽ αὐτῆς γὰρ ἀνεκαίνισας τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καθυπέδειξας ἡμῖν, ὡς μόνος Ἀγαθὸς, καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτὴρ, τῷ ξύλῳ τοῦ Σταυροῦ, ἑκουσίως προσηλωθεὶς· καὶ εἰς ᾅδου κατελθὼν Δυνατὲ, τοῦ θανάτου τὰ δεσμὰ, ὡς Θεὸς διέῤῥηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σοὺ Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.
Πύλας ᾄδου συνέτριψας Κύριε, καὶ τῷ Σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας· γένος δὲ τὸ ἀνθρώπινον ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος καὶ τὸ μέγα ἔλεος.
Δεῦτε ἀνυμνήσωμεν λαοὶ, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι᾽ ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾅδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστὰς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σοὺ μόνε Φιλάνθρωπε.
Εἶτα τῶν Αγίων
Ἦχος δ΄. Ὡς γεναῖον ἐν Μάρτυσι.
Τῶν Οσίων ἰσότιμοι, ἀρετῶν τελειότητι, ὅσιε Θεόχαρες καὶ Ἀπόστολε, ὡς ἀληθῶς ἀνεδείχθητε, ζωὴν ἀκηλίδωτον, διελθόντες εὐσεβῶς, καὶ Θεὸν θεραπεύσαντες, θείαις πράξεσι· διὰ τοῦτο τῆς ἄνω Βασιλείας, κληρονόμοι καὶ πολῖται θεουργικῶς ἀπεδείχθητε.
Ὠς αὐτάδελφοι ἕνθεοι, ἀδελφὰ συμφρονήσαντες, μίαν γνώμην ἔσχετε οὐρανόφρονα, καὶ τοῦ Κυρίου τὸ θέλημα, ἀμέμπτως τελέσαντες, ἄμεμπτοι θεοειδεὶς, καὶ ἀκέραιοι ὥφθητε, βίῳ κρείττονι διὰ τοῦτο συμμέτοχοι Ἀγίων, ἄνεδείχθητε ἀξίως, Ἄρτης τὰ θεῖα βλαστήματα.
Ὠς Φῶτὸς υἱὸς ἔνθεος, θεοφόρε Θεόχαρες, τῷ φωτὶ τῆς Χάριτος ἠκολούθησας, ὡς Ἀποστόλων τὴν κλῆσιν δέ, πλουτήσας Ἀπόστολε, καταλλήλως καὶ τὸ ζῆν, διελήλυθας Ὅσιε ὅθεν σήμερον, ἐν αἰνέσει ὑμᾶς ἀνευφημοῦντες, τῶν ὑμῶν προτερημάτων, τὰς ἐκδηλώσεις ἀγάμεθα.
Ἒτερα Προσόμοια.
Ἦχος ὁ αὐτός. Ὁ ἐξ ὑψίστου κληθεὶς.
Οἱ ἀπό ρίζης βλαστήσαντες ἁγίας, ὡς δένδρα κατάκαρπα, βίου σεμνότητος, ὁ Θεοχάρης ὁ ὅσιος, σὺν Ἀποστόλῳ, ᾧδαῖς ἀσμάτων μακαριζέσθωσαν· οὗτοι πτερωθέντες γὰρ τῷ θείῳ ἔρωτι, ἅπαντα κόσμον ἠρνήσαντο, καὶ μέσον κόσμου, ὡς ὑπερκόσμιοι διεβίωσαν, δικαιοσύνην, ὁσιότητα, καὶ ἁγνείαν ψυχῆς τε καὶ σώματος, κατορθώσαντες πίστει· διὰ τοῦτο μακαρίζονται.
Οἱ τοῦ Σωτῆρος θεράποντες καὶ φίλοι, ὅτε τοῖς προστάγμᾶσι καὶ τοῖς ἐντάλμασι, τοῖς ἱεροῖς ἐρρυθμίσατε, ἐν εὐσεβείᾳ, τὴν πολιτείαν ὑμῶν τὴν σώφρονα, τότε ἐν ἰσότητι Ἀγίων χάριτος, ἁγιασθέντες τῷ Πνεύματι, καὶ θεωθέντες, κρίσει ἐνθέῳ ἐμεγαλύνθητε, μάκαρ Θεόχαρες θεόληπτε, καὶ θεόφρον Ἀπόστολε ὅσιε, ἀδελφοί θεοφόροι, πρεσβευταὶ ἡμῶν πρὸς Κύριον.
Τῆν ἱερὰν σοὺ ζωὴν καὶ μακαρίαν, δοξάζων ὁ Κύριος, σοφὲ Θεόχαρες, τῇ αὐτομάτῳ ἐδήλωσε, τῇ σῇ κηδείᾳ, τοῦ πολυφώτου ἀνάψει Ὅσιε τὴν σὴν δὲ χρηστότητα καὶ καθαρότητα, τῇ ἐκβλαστήσει Ἀπόστολε, ἐκ τοῦ σοῦ τάφου, ὁ Ζῳοδότης πᾶσιν ἐξέφηνεν, τοῦ μυριπνόου ἄνθους ἔνδοξε, τὴν τερπνὴν εὐωδίαν τῶν τρόπων σου, διαπνέοντος ὄντως, τοῖς ἐνθέως εὐφημοῦσί τε.
Δόξα. Ἤχος δ΄.
Ἀδελφικῇ συνημμένοι ἑνώσει, πνευματικῇ συμφυΐᾳ ἐδοξάσθητε, αὐτάδελφοι Ὅσιοι, κατὰ Χριστὸν σοφῶς βουλευσάμενοι· τὸ γὰρ θεῖον βούλημα, καλῶς κατανοήσαντες, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, ἅπαν ὑμῶν ἰθύνατε κίνημα· ὅθεν τὴν ἀγαθήν μερίδα ἐκλεξάμενοι, εὐαγγελικῶς ἐπολιτεύσασθε σωφρόνως καὶ δικαίως, ἐν τῷ παρόντι ζήσαντες αἰῶνι. Ἀλλ᾽ ὡς τοῖς τῶν Ἀγίων οἰκοῦντες σκηνώμασι, Θεόχαρες καὶ Ἀπόστολε, τὸν τῆς δικαιοσύνης ἐνεδύσασθε στέφανον παρὰ Χριστοῦ τοῦ Παντοκράτορος.
Καὶ νῦν. Ἦχος ὁ αὐτὸς. Θεοτοκίον.
Ο διὰ σὲ Θεοπάτωρ Προφήτης Δαβὶδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλείᾳ σοι ποιήσαντι· παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ, ἐνανθρωπῆσαι εὐδοκήσας Θεὸς· ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτονεὑρὼν, πρόβατον τοῖς ὦμοις ἀναλαβὼν, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι· καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος, Φῶς ἱλαρὸν, Προκείμενον μέγα.
Ἦχος πλ. δ΄.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μοὺ πρὸς τὸν Θεὸν καὶ προσέσχε μοι.
Στίχ. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.
Στίχ. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου…
Στίχ. Ὁ Θεὸς ἐν τῷ ἁγίῳ ἡ ὁδός σου…
Καὶ τὰ ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄, 1 – 9)
Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄, 15 – 23, στ΄ 1 – 3).
Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπί σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου,
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄, 7 – 15).
Δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς, ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Εὶς τὴν Λιτὴν Ἰδιόμελα
Ἦχος α΄.
Δαβιτικὴν ἀναλαβόντες ῥῆσιν, τοῖς θεοφόροις αὐταδέλφοις, ὁμοφώνως βοήσωμεν· Μακάριοι ἐστὲ, παμμακάριστοι Ὅσιοι, καὶ καλῶς ὑμῖν ἔσται, τὸν καλὸν τετελεκόσιν ἀγῶνα· ἐν γὰρ Νόμῳ Κυρίου, ἡμέρας μελετήσαντες καὶ νυκτὸς, καθαρότητα σώματος, καὶ ψυχῆς ἁγιασμὸν, ἁγιοπρεπῶς ἐκληρώσασθε. Ἀλλ᾽ ὦ Θεόχαρες θεόληπτε, καὶ Ἀπόστολε σεπτὲ, τῶν μακαρίων ἐπιλαβόμενοι ἐλπίδων, τὰ ἄνω φρονεῖν ἡμᾶς διεγείρατε, δυσωποῦντες Χριστὸν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τῶν αὐταδέλφων τὴν ὁσίαν δυάδα, Θεοχάρην καὶ Ἀπόστολον, ἀσματικῷς μακαρίσωμεν· οὗτοι γὰρ οἱ τρισμάκαρες, σύμψυχοι τελοῦντες ἐν ἅπασι, τὴν κεκρυμμένην ἐν Χριστῷ ζωὴν, διαλαθόντες κόσμον καὶ κοσμοκράτορα, ἐν μέσῳ κόσμου, ὁμοφρόνως κατώρθωσαν· ἐν γὰρ νηστείαις καὶ δεήσεσι, τὸν Θεὸν ἐκζητήσαντες, ἐπιτηδείως τῆς ἐφέσεως ἔτυχον, σκεύη γεγονότες τῆς Χάριτος ἐντεῦθεν συνήφθησαν, ταῖς τῶν Ἀγίων ὁμηγύρεσιν.
Ἦχος γ΄.
Υἰοθεσίας τῆς κρείττονος, γεωργοῦντες τὰς χάριτας, ἐναρέτων πράξεων, πεπληρωμένοι ὥφθητε· τῶν γὰρ χαμαὶ συρομένων, νουνεχῶς μακρύναντες, τῷ Ζωοδότῃ Λόγῳ ὁλοσχερῶς ὠκειώθητε· ὄθεν ὡς τέκνα Θεοῦ ἀμώμητα, Ἀποστολικῶς ἐδείχθητε, ἐν μέσω γενεᾶς σκολιᾶς, τρισμακάριστοι Αὐτἀδελφοι· ἐν ὑμῖν γὰρ ἔζη Χριστὸς, ὁ ἐν Ἁγίοις ὑμᾶς καταλεξάμενος.
Ἦχος δ΄.
Τῇ συνέσει ἐμπρέπων, θεόφρον Θεόχαρες, τῆς θείας χάρῖτος φερωνύμως, τὰ ἀγαθά εἰσεποιήσω, ἐναρέτως γὰρ βιῶσαι, ἐν ἀληθείᾳ καὶ σεμνότητι, προέκρινας ἀοίδιμε· ὅθεν συνεργάτην ἰσόψυχον, ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι, τὸν σὸν συνέκτροφον ἐκτήσω ὁμαίμονα, Ἀπόστολον τὸν Ὅσιον· μεθ᾽ οὗ τὴν στενὴν καὶ τεθλιμμένην ἀνύσας τρίβον, τῷ οὐρανίῳ εἰσελάσατε νυμφῶνι, ὑμνοῦντες ἀπαύστως, Τριάδα τὴν Ὑπέρθεον.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Ἀναστάσεως μελλούσης, δι᾽ ἐναρέτου πολιτείας, Θεοχάρης καὶ Ἀπόστολος φαίνουσι τὰς αὐγάς, καὶ τῇ τοῦ Χριστοῦ χορεύουσιν ἐγέρσει, βοῶντες σὺν ἡμῖν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασιν, ζωὴν χαρισάμενος.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Πρῶτον τὸ Ἀναστάσιμον. Ἦχος δ΄.
Κύριε ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας· καὶ κατελθὼν ἐν τῷ ᾅδη, τοὺς ἀπ᾽ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσὶαν δωρούμενος, τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Εἶτα τῶν Ἀγίων τὰ ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Βίον προελόμενοι σεπτὸν, πίστει καὶ ἀγάπη τελείᾳ καὶ διαθέσει λαμπρᾷ, Ὅσιοι Αὐτάδελφοι, ἠθῶν χρηστότητος, καὶ καρπῶν τῶν τοῦ Πνεύματος, τὴν ἐπικαρπίαν, ὄντως ἐξηνέγκατε, ἐνθέοις σκάμμασιν· ὧνπερ τῇ μεθέξει τρυφῶντες, ἐν ἀγαλλιάσει τελοῦμεν, τὸ πανευαγὲς ὑμῶν μνημόσυνον.
Στίχος. Ἰδοὺ δὴ τὶ καλὸν ἢ τὶ τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτὸ.
Πάσχα τοῦ Χριστοῦ τὸ μυστικὸν, ἔργοις ἐναρέτοις ὑμνοῦντες, καὶ μεγαλύνοντες, Πάσχα τὸ αἰώνιον, διετέλεσατε, ἐκ φθορᾶς πρὸς ἀθάνατον, ζωὴν μεταστάντες, καὶ πρὸς τὴν κατάπαυσιν Θεοῦ σκηνώσαντες· ἔνθα ᾧ Θεόχαρες μάκαρ, σὺν τῷ εὐκλεεῖ Ἀποστόλῳ δόξης ἰσαγγέλου ἠξιώθητε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Πόλις τῶν Ἀρταίων εὐφημεῖ, τῆς θεοφιλοῦς πολιτείας, ὑμῶν τὰς χάριτας ταύτης γὰρ βλαστήματα, τερπνὰ ἐδείχθητε, καὶ Χριστοῦ τὴν Ἀνάστασιν δοξάζουσα πόθῳ ἄγει ὑμῖν χαίρουσα, μνήμην ἑόρτιον, χαίρετε βοῶσα συμφώνως, ὅσιε Θεόχαρες ἅμα, σὺν τῷ Ἀποστόλῳ τῷ ὁμαίμονι.
Εἶτα τὰ τοῦ Ἀγίου Πάσχα.
Ἦχος πλ. α΄.
Στίχος. Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν…
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀνεδέδεικται· Πάσχα καινὸν, Ἅγιον· Πάσχα μυστικὸν· Πάσχα πανσεβάσμιον· Πάσχα Χριστὸς ὁ Λυτρωτὴς· Πάσχα ἄμωμον· Πάσχα Μέγα· Πάσχα τῶν πιστῶν· Πάσχα τὸ πύλας ἡμῖν τοῦ παραδείσου ἀνοῖξαν· Πάσχα πάντας ἁγιάζον πιστοὺς.
Στίχος. Ως ἐκλείπει καπνὸς ἐκλιπέτωσαν..
Δεῦτε ἀπὸ θέας γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ᾽ ἡμῶν, χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἰερουσαλήμ, τὸν Βασιλέα Χριστὸν, θεασαμένη ἐκ τοῦ μνήματος, ᾧς νυμφίον προερχόμενον.
Στίχος. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ…
Αἱ μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζῳοδότου, εὗρον Αγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; Ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχος. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν..
Πάσχα τὸ τερπνόν· Πάσχα Κυρίου Πάσχα· Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε· Πάσχα ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα· ᾧ Πάσχα λύτρον λύπης καὶ γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστὸς, τὰ Γὕναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε ἀποστόλοις.
Δόξα. Ἦχος πλ. δ΄.
Ὠς αὐτάδελφοι σύμφυτοι, ἐν ἰσότητι γνώμης, τὴν πρὸς Χριστὸν εὐθεῖαν τρίβον, ἰσοσθενῶς ὡδεύσατε· τὴν τῶν Ἁγίων γὰρ ἅμιλλαν, ἐν μέσω κόσμου ὡς θεόφρονες, ἀληθῶς ἐχαρακτηρίσατε. Δι᾿ ὅ ὁ τῶν Ἁγίων Ἅγιος, ἐν ὑμῖν ἀναπαυσάμενος, τῇ τῶν Ἁγίων χορείᾳ, ὁμοταγεῖς ὑμᾶς ἀνέδειξεν. Μεθ’ ὧν πρεσβεύσατε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Πάσχα. Ἦχος πλ. α΄.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Τὸ, Χριστὸς ἀνέστη, τρὶς, καὶ εὐθὺς τὰ Ἀπολυτίκια τῶν Ἁγίων.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν κλεινῶν αὐταδέλφων τὴν δυάδα τιμήσωμεν, τὸν θεοεἰδὴ Θεοχάρην καὶ τὸν σύμπνουν Ἀπόστολον· ὁσίαν γὰρ ἀνύσαντες ζωὴν, Ἁγίων ἠριθμήθησαν χοροῖς, καὶ πρεσβεύουσιν ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐκβοώντων πάντοτε· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ δοξασθέντι δι᾽ ὑμῶν, ἐσχάτοις ἔτεσιν.
Ἕτερον ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θεῖα θρέμματα ὥφθητε Ἄρτης, καὶ κειμήλια ἠθῶν ὁσίων, ὦ Θεόχαρες σοφὲ καὶ Ἀπόστολε· ἐν ἀρεταῖς γὰρ ἐνθέοις ἐμπρέψαντες, τῆς τῶν Ἁγίων τιμῆς ἠξιώθητε· ἀλλ᾽ αἰτήσασθε, Αὐτάδελφοι παμμακάριστοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μεθ᾿ ὅ τὸ Χριστὸς Ἀνέστη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Χριστός ἀνέστη δεκάκις καὶ Συνὰπτὴ μεγάλη καὶ εἴτα εὐθὺς ὁ Πολυέλαιος τῶν Ὀσίων, μεθ᾽ ὅν ψάλλομεν τὸ ἑξῆς Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ.
Ζωὴν θεοφιλῆ, ἐν ἁπάσῃ ἀγνείᾳ, καὶ τρόποις ἱεροῖς, ὑπελθόντες ὁσίως, Θεοῦ φίλοι ὥφθητε, θεοφόροι αὖτάδελφοι. Ὅθεν χαίροντες, πρὸς οὐρανίους σκηνώσεις, μετετέθητε, ὑπὲρ ἡμῶν δυσωποῦντες, Χριστὸν τὸν Φιλάνθρωπον.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μιμηταὶ τῶν Ἀγίων καὶ ὁμοιότροποι, ὡς ἐρασταὶ τῶν κρειττόνων καὶ τῶν καλῶν ζηλωταὶ, ἀνεδείχθητε ἡμῖν θεῖοι αὐτάδελφοι, ὅθεν Χριστὸς ὁ Βασιλεὺς, κατεκόσμησεν ὑμᾶς, στεφάνοις ἁγιωσύνης, καὶ τῆς αὐτοῦ βασιλείας, συγκληρονόμους, πειργάσατο.
Καὶ νῦν. Ὅμοιον.
Ἀναστὰς ἐκ τοῦ τάφου Σῶτερ τριήμερος ἐκ τῶν κευθμώνων τοῦ ᾄδου τὸν πεπτωκότα Ἀδάμ, δυανέστησας Χριστὲ ὡς ὑπέραγαθος, καὶ τὴν τεκοῦσάν δὲ Ἀγνήν, χαρᾶς ἔπλησας πολλῆς, ὡς ταύτῃ ἐνεφανίσθης, ἧς ταῖς πρεσβείαις Οἰκτίρμων, σῶσον τοὺς πίστει προσκυνοῦντας Σε.
Τό α΄. ᾿Αντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοί παρεδόθη…
Ζήτει αὐτὸ ἐν τῇ Λειτουργίᾳ τοῦ Αγ. Σάββα.
Ὀ Ν΄ Ψαλμὸς οὐ λέγεταί, ἀλλ᾽ εὐθύς τὸ, Ἀνάστασιν Χριστοῦ θεασάμενοι.
Εἶτα, Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων….
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου….
Στίχ.Ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου…
Ἧχος β΄. Πρὸς τὸ Ἀναστὰς ὃ Ἰησοῦς.
Ἀφθαρσίας λαμπρυθέντες ταῖς ἀκτῖσιν, ὡς θεῖα σκεύη, ῥύσασθε ἡμᾶς παθημάτων ζοφερῶν θεῖοι Αὐτάδελφοι.
Ὁ Ἱερεὺς. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Εἶτα οἱ Κανόνες τοῦ Πάσχα καὶ τῶν Ἀγίων.
Κανὼν τοῦ Πάσχα.
ᾨδὴ α΄. Ἦχος α΄ Ὃ Εἰρμὸς.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοὶ· Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωὴν καὶ ἐκ γῆς πρὸς Οὐρανὸν, Χριστὸς ὁ Θεὸς, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καὶ χαίρετε φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.
Οὐ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Κανὼν τῶν Ἀγίων ἔχων τὴν ἑξῆς ἀκροστιχίδα ἐν τοῖς θεοτοκίοις· Γερασίμου.
ᾨδὴ α΄. Ἤχος α΄. ᾿Αναστάσεως ἡμέρα.
Ἀστάσεως Κυρίου τῷ ἀΰλῳ φωτὶ, ἤδη λελαμπρυσμένοι, οἷα θεράποντες Χριστοῦ, Θεόχαρες σὺν τῷ κλεινῷ, Ἀποστόλῳ ὁμοῦ, τὸν νοῦν μοὺ λαμπρύνατε, εὐσεβῶς ὑμᾶς μέλποντος.
Καθαρθέντες τὰς αἰσθήσεις, καθαρᾷ βιοτῇ, πάντα Θεοῦ εἰς δόξαν, καθαροτάτης ἐκ ψυχῆς, ἐκτελοῦντες νουνεχῶς, τῆς δόξης Χριστοῦ, αὐτάδελφοι ἔνδοξοι, ἐρασταὶ ἀνεδείχθητε.
Οὑρανῷ μὲν τὰς ἐλπίδας ἀναθέμενοι, κόσμου δὲ τὴν ἀπάτην, ἀπαναινόμενοι σοφῶς, οὐρανόφρονες ἐν γῇ, καὶ τύποι λαμπροὶ, Ἀγίων ἐδείχθητε, θεοφόροι αὐτάδελφοι.
Θεοτοκίον.
Γηθομένη κατιδοῦσα τὸν Υἱόν σου Ἀγνὴ, λάμψαντα ἐκ τοῦ τάφου, οἴαπερ Ἥλιον· ζωῆς, ταῖς αὐτοῦ μαρμαρυγαῖς, ηὐγάσθης λαμπρῶς, καὶ τούτου ἀνυμνήσας, τὴν τριήμερον ἔγερσιν.
Καταβασία. Ἀναστάσεως ἡμέρα… Τὸ Χριστὸς ἀνέστη γ΄. ᾿Αναστὰς ὁ Ἰησοῦς ἅπαξ. Συναπτὴ μικρὰ. Οὕτω ποιοῦμεν εἰς ἑκάστην ᾠδὴν, ὡς συνήθως ἐν τῇ Διακαινησίμῳ Ἐβδομάδι.
ᾨδὴ γ΄. Ὁ εἰρμὸς.
Δεῦτε πόμα πίωμεν καινὸν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾽ ἀφθαρσίας πηγὴν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτὸς, οὐρανὸς τε καί γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν ἔγερσιν Χριστοῦ, ἐν ἧ ἑστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστὲ, συνεγείρομαι. Σήμερον ἀναστάντι σοι συνεσταυρούμην σοι χθὲς, αὐτὸς μὲ συνδόξασον Σωτὴρ, ἐν τῇ βασιλείᾳ σου.
Τῶν Ἀγίων, ὁ αὐτὸς.
Δεῦτε μακαρίσωμεν φαιδρῶς, τοὺς ἂν βίῳ ἀμέμπτῳ ἄρτι ἐκλάψαντας, σὺν Θεοχάρει ὁμοῦ, Ἀπόστολον τὸν θεοειδῆ, φωτὸς τὰ κειμήλια.
Νῦν χαίρει Ἀρταίων ἡ πληθὺς, τῆς ὑμῶν πολιτείας τὰ προτερήματα, καὶ τῶν ἠθῶν τῶν χρηστῶν, τιμῶσα τὰς θείας ἀρετὰς, αὐτάδελφοι Ὅσιοι.
Χθές συνεσταυρώθητε Χριστῷ, νεκρωθέντες τοῦ κόσμου ταῖς ἀπολαύσεσι, σήμερον δὲ σὺν αὐτῷ, δοξάζεσθε ἐν τοῖς οὐρανοῖς, Αὐτάδελφοι ἔνδοξοι.
Θεοτοκίον.
Ἐπέστης τῷ μνήματι Ἀγνὴ, τῆς μιᾶς τῶν Σαββάτων πρωί ὧς γέγραπται, καὶ ἐθεάσω τὸν σὸν, Υἱὸν ἀναστάντὰ ἐκ νεκρῶν, καὶ κόσμον ἐγείραντα.
Καταβασία. Δεῦτε πόμα πίωμεν καινὸν.
Μετὰ δὲ τὴν ἐκφώνησιν λέγομεν τὸ Κοντάκιον τοῦ Πάσχα χῦμα.
Ἦχος πλα. δ΄.
Εἷ καὶ ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλὰ τοῦ ᾄδου καθεῖλες τὴν δύναμιν καὶ ἀνέστης ὡς νικητὴς Χριστὲ ὁ Θεὸς, γυναιξὶ μυροφόροις φθεγξάμενος χαίρετε καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὃ ὁ τοῖς πεσοῦσιν παρέχων ἀνάστασιν.
Εἶτα ψάλλομεν τὸ Κάθισμα τῶν Ἀγίων.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσαντες, τῶν ἀγαθῶν τὴν πηγὴν, ζωὴν ἀνεπίληπτον, ὁμοφωνίᾳ ψυχῆς, πιστῶς ἐβιώσατε· ὅθεν τῷ οὐρανίῳ μεταστάντες νυμφῶνι, Θεόχαρες θεοφόρε, καὶ Ἀπόστολε μάκαρ πρεσβεύσατε ἡμῖν δοῦναι, χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Τὸ μνῆμα σοὺ Κύριε, αἱ περὶ τὴν Μαριὰμ, σπουδῇ ὡς κατέλαβον, ἐξεθαμβήθησαν, Ἀγγέλων ταῖς ὄψεσιν· ὅθεν καὶ σὲ ἰδοῦσαι, ἀναστάντα ἐκ τάφου, ἤγγειλαν Ἀποστόλοις, τὴν σὴν ἔγερσιν Σῶτερ. Αὐτῶν ταῖς παρακλήσεσι, σῶσον τὸν κόσμον σου.
ᾨδὴ δ΄. Ὁ Εἰρμὸς.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακοὺμ, στήτω μεθ᾽ ἡμῶν, καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ ὅτι ἀνέστη Χριστὸς ὡς Παντοδύναμος.
Ἀρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδὺν, πέφηνε Χριστὸς· ὡς βροτὸς δὲ ἀμνὸς προσηγόρευται· ἄμῶμος δὲ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθὴς, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνὸς, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν Ἥλιος.
Ὁ Θεοπάτωρ μὲν Δαβίδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἤλατὸ σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς Παντοδύναμος.
Τῶν Ἀγίων ὁ αὐτὸς.
Επὶ τῆς θείας φυλακῆς, τῆς ἐναρέτου ἀγωγῆς, ὅλην τὴν ροπὴν τῆς καρδίας, ἐμμελῶς ἰθύναντες, ψυχῆς μὲν καθαρότητα, ἀπάθειαν δὲ σώματος θείαν, θεοπρεπῶς ἐπλουτήσατε μακάριοι.
Ἄρσεν ὁ Χριστὸς. ἐκλήθη, σωματωθεὶς, ὑπὲρ ἡμῶν, οὗ τὴν ἐπὶ γῆς πολιτείαν, ὅσιοι αὐτάδελφοι, ὡς ἐφικτὸν μιμούμενοι, θεράποντες καὶ σύμμορφοι τούτου, τοῦ ἐν σαρκὶ ὁμοιώματος ὡράθητε.
Ὠς ἀκηλίδωτοι ἀμνοὶ, ἀκολουθοῦντες τῇ φωνῇ, καὶ τῇ Ζωηφόρῳ προσκλήσει, Χριστοῦ τοῦ Ἀρχιποίμενος, πρὸς μάνδραν τὴν οὐράνιον, εἰσήλθετε αὐτάδελφοι θεῖοι, καὶ πρωτοτόκων συνήφθητε ταῖς τάξεσιν.
Ὁ Θεοπάτωρ ψαλμωδὸς, ὑμῶν προγράφων τὴν ζωὴν, ἐν ψαλμοῖς ἁγίοις κραυγάζει· Μακάριοι οἱ ἄμωμοι, οἱ νόμοις πορευόμενοι, καὶ θείαις ἐντολαῖς τοῦ Σωτῆρος, ὅτι αὐτοὶ εἷς αἰῶνας εὐφρανθήσονται.
Θεοτόκιον.
Ῥημάτων τῶν χαροποιῶν, ἐξαναστάντος ἐκ νεκρῶν, Ἂχραντε Ἀγνὴ τοῦ Υἱοῦ σου, ἐν χαρᾷ ἀκούσασα, ἔνθους ὅλῃ γεγένησαι, καὶ τούτου τὴν Ἀνάστασιν Κόρη, σὺν Μυροφόροις ἁγίαις ἐμεγάλυνας.
Καταβασία. ᾿Επὶ τῆς θείας φυλακῆς.
ᾨδὴ ε΄. Ὁ Εἰρμὸς.
Ὀρθρίσωμεν ὅρθρου βαθέος καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης Ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τῆν ἄμετρόν σου εὐσπλαχνίαν, οἱ ταῖς τοῦ ᾄδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστὲ, ἀγαλλομένῳ ποδὶ, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ, ἐκ τοῦ μνήματος ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῶν Ἀγίων. ὁ αὐτὸς.
Ὀρθρίσαντες ωυκτὶ τῇ τοῦ βίου, τῷ φωτοδότῃ Σωτῆρι, τῷ λάμψαντι ἐκ τοῦ τάφου, ζωὴν ἡμῖν ἀΐδιον, αὐτοῦ τῶν ἐπιλάμψεων, πλήρεις ὡράθητε ἔνδοξοι.
Τῆν ἄμεμπτον ζωὴν ποθοῦντες, ὁμοφροσύνῃ τελείᾳ, νηστείᾳ καὶ ἀγρυπνίᾳ τὰ τῆς σαρκὸς φρονήματα, νεκρώσᾶντες μακάριοϊ, Πνεύματος Ἀγίου ἐπλήσθητε.
Προσέλθωμεν λαμπαδηφόροι αἱ τῶν Ἀρταίων χορεῖαι, τοῦ Λόγου τῇ Ἀναστάσει, Θεοχάρην μέλποντες, καὶ τὸν σεπτὸν Ἀπόστολον, τὰ κλεινὰ τῆς Ἄρτης καυχήματα.
Θεοτοκίον.
Ἀΰλῳ ἀστράπτων ἐκλάμψει, ἐξαναστὰς ἐκ τοῦ τάφου, ἐπέστης τῇ σὲ τεκούσῃ, Λόγε Θεοῦ συνάναρχε, τερπνῆς δ᾽ ἀγαλλιάσεως, ταύτην τῇ δόξη σου ἔπλησας.
Καταβασία. Ὀρθρίσωμεν ὄρθρου.
ᾨδὴ στ΄. Ὁ Εἰρμὸς.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστὲ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας, τὰ σήμαντρα σῷα Χριστὲ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτερ μου, τὸ ζῶν τε καί ἄθυτον ἱερεῖον, ὡς Θεὸς σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδὰμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῶν Ἁγίων ὃ αὐτὸς.
Κατῆλθες, Λόγε ἐπὶ γῆς σαρκωθείς, καὶ ὑπέδειξας ζωῆς τὰς εἰσόδους, ἃς ἤδη ἐν ὁλοτρόπῳ σπουδῇ, διοδεύσασα, τῶν Οσίων ἡ δυὰς, θείας ἔτυχεν δόξης.
Φυλάξας, πάσης κοινωνίας φθαρτῶν, τὴν ψυχὴν σου ἀμιγῆ͵ θεοφόρε, Θεόχαρες, δοχεῖον ὥφθης φωτὸς, καὶ τερπνότατος, ἁγιάσματος ναὸς, καὶ Χριστοῦ κληρονόμος.
Σὥτερ μου, τῇ σῇ προσταγῇ πειθαρχῶν, ὁ Ἀπόστολος, ὁ σὸς ὑπηρέτης, προθύμως τὴν πρὸς σὲ θείαν ὁδὸν, διελήλυθε, καὶ κατέπαυσε φαιδρῶς, τῷ φωτὶ τῆς σῆς δόξης.
Θεοτοκίον.
Σταυρῷ σοῦ, Λόγε τὸν ἐχθρὸν καθελὼν, ἐξανέστησας Ἀδὰμ ἐκ τοῦ ᾄδου, καὶ ὥφθης τῇ σῇ Ἀχράντῳ Μητρὶ, τὴν τριήμερον, ἀνυμνούσῃ σοὺ σεπτὴν, ἐξανάστασιν Σῷτερ.
Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν αὐταδέλφων τὴν ὁσίαν δυάδα, ἀνευφημήσωμεν ἐν ὕμνοις ἐνθέοις, σὺν Θεοχάρει τὸν κλεινὸν Ἀπόστολον· οὗτοι γάρ βιώσαντες, τῶν Ἀγίων τὸν βίον Ἅγιοι ἐδείχθησαν, καὶ Χριστοῦ κληρονόμοι οἷς καὶ βοῶντες εἴπωμεν πιστοὶ· χαίρετε Ἄρτης, βλαστοὶ εὐθαλέστατοι.
Ὁ Οἶκος.
Εὑαγγελίου τοῦ Χριστοῦ, τοὺς νόμους ἐκπληροῦντες, ἁγίαν ἔζησαν ζωὴν, ἐν μέσῳ τύρβης κοσμικῆς, αὐτάδελφοι οἱ θεῖοι· τὸ ἐν γὰρ φρονήσαντες μιᾷ προθέσει ἀληθεῖ, ὅσα εὔφημα καὶ σεμνὰ, ὅσα δίκαια καὶ ἁγνὰ, ἐνεκολπώθησαν προθύμως. ἅπαν πρόσυλον καὶ γεῶδες νόημα ἀποβάλλοντες· ἐντεῦθεν ἐν νηστείᾳ διηνεκεῖ, καὶ ἀγρυπνίᾳ συντόνῳ καὶ εὐχῇ ἀκαταπαύστῳ, ἡσύχως διαβιοῦντες, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ἁγιοπρεπῶς ἐδόξασαν Λόγο· ᾧ καὶ πρεσβεύουσιν ὑπέρ ἡμῶν τῶν βοώντων αὐτοῖς συμφώνως χαίρετε Ἄρτης βλαστοὶ εὐθαλέστατοι.
Συναξάριον
Πρῶτον τὸ τοῦ μηναίου. καὶ εἶτα τὸ ἑξῆς·
Τῇ Τετάρτῃ τῆς Διακαινησίμου, μνήμην ἐπιτελοῦμεν τῶν ὁσίων καὶ θεοφόρων καὶ μακαρίων αὐταδέλφων Θεοχάρους καὶ Ἀποστόλου, ἐν ὁσιότι καὶ δικαιοσύνῃ ἐν Ἄρτῃ διαπρεψόντων.
Στίχοι·
Ἀδελφὰ Θεόχαρες σὺν Ἀποστόλῳ
Ἐν γῇ ἐν πόλῳ τε φρονεῖτε σωφρόνως
Ἕτερος·
Θεόχαρες τέρφθητι χαρὰν τὴν θείαν
Σὺν Ἀποστόλῳ ἐν πόλῳ σελασφόρῳ
Θεοχάρους τε Ἀποστόλοιο ἀθλοσύνην ἀείδω.
Οὗτοι οἱ θεοφόροι καὶ μακαριστοὶ αὐτάδελφοι, ἤκμασαν περὶ τὰ τέλη, τοῦ δεκάτου ὀγδόου αἰῶνος, ἕως, τὸ μέσον περίπου τοῦ δεκάτου ἐνάτου ᾿Εγεννήθησαν ἐν Ἄρτῃ, ἐκ πατρὸς ἱερέως, φέροντος τὸν τίτλον τοῦ Σακελλαρίου, Γεωργίου Ντούϊα, καλουμένου, καὶ μητρὸς Φωτεινῆς, ἔχοντες καὶ ἕτερον ἀδελφὸν Κωνσταντῖνον ὀνόματι. Ὃ πατήρ αὐτῶν ἐφημερεύων ἐν τῷ ναῷ τῆς Ἀγίας Σοφίας, ἀνέτρεφε τὰ τέκνα αὐτοῦ ἐν παιδείᾳ καὶ νουθεσία Κυρίου, διδάσκων αὐτὰ τὸν θεῖον φόβον καὶ τὸ θέλημα τοῦ Σωτῆρος τὸ ἀγαθὸν καὶ τέλειον, κατὰ τὸν θεῖον Ἀπόστολον.
Συμφωνήσαντες ἐπὶ τὸ αὐτὸ οἱ δύο οὗτοι ἱεροὶ αὐτάδελφοι, ἠγάπησαν τὴν κατὰ Χριστὸν ἀγαμίαν, τὸν ἁγνὸν καὶ παρθενικὸν βίον ποθοῦντες, διὸ καὶ ἀφιερώθησαν ἐξ ὁλοκλήρου εἰς τὸν Θεὸν ἐν μιᾷ ψυχῇ καὶ ὃν ἐνὶ φρονήματι, τὴν ἐνάρετον καὶ θεοφιλῆ πολιτείαν ἐκ νεότητος ἀσπασάμενοι. ᾿Εγκλεισθέντες σχεδὸν εἷς τὴν μικρὰν καὶ πενιχρὰν αὐτῶν οἰκίαν ὡς ἄλλαι δύο μέλισσαι ἐν νοητῷ συμβλίῳ εἰργάζοντο μελιτουργοῦντες ἡσύχως καὶ ἀθορύβως τὸ γλυκύτατον τῆς ἀρετῆς μέλι ἀγρυπνοῦντες καὶ προσευχόμενοι καὶ νηστεύοντες μετελάμβανον τροφῆς δὶς, ἤ καὶ τρὶς τῆς ἐβδομάδος, καὶ λαμβάνοντες ὃν καιρῷ νυκτὸς τὸ ἀναγκαιοῦν ὕδωρ ἐκ τοῦ φρέατος τῆς Ἀγίας Σοφίας.
Ἐξήρχοντο τῆς οἰκίας τῶν ὁσάκις ἤθελον ἐκκλησιασθῆ, ἐκκλησιάζοντο δὲ, ἔν τινὶ κατηρειπωμένῃ ἤδη ᾿Εκκλησίᾳ τῆς Θεοτόκου «Κασσιόπης» ὀνομαζομένης, κειμένῃ ἐν τῇ συνοικίᾳ «Ἔβραϊκά», ἔνθα καὶ ἐγνωρίσθησαν μὲ τὸν ἀοίδιμον Νικόλαον Σκουφᾶν, πρωτεργάτην τῆς «Φιλικῆς ᾿Εταιρείας», μάλιστα δὲ ὁ ὅσιος Θεοχάρης ἐχρημάτισεν καὶ διδάσκαλος τοῦ Νικολάου Σκουφᾶ, παραδίδων εἰς αὐτὸν μαθήματα ἐντός τοῦ ἐν λόγῳ ᾿Εκκλησιδρίου τῆς Κασσιόπης. (Ἄναστ. Ν. Γούδας. Τόμος Ε΄. σελὶς 9).
Οὕτω σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς, κατὰ τὸν θεῖον Παῦλον, πολιτευόμενοι καὶ ἐν ὁσιότητι καὶ δικαιοσύνη τὸν Θεὸν θεραπεύοντες, καὶ διὰ τῶν θείων ἐντολῶν καὶ θεουργῶν ἀρετῶν ἑαυτοὺς καθαίροντες, ἐγένοντο σκεύῃ πολύτιμα, δεκτικὰ τῆς ἁγιαστικῆς τοῦ ζωοποιοῦ Πνεύματος χάριτος καὶ δωρεᾶς, ὡς γνήσιοι καὶ δόκιμοι ἐργάται τοῦ ἀμπελῶνος τοῦ Κυρίου. Διελθόντες δὲ ἐν τῇ ἀνωτέρῳ ἀσκήσει καὶ θεοφιλεῖ καὶ ὁσίᾳ ζωῇ τριακονταετῆ βίον, ἔφθασαν εἰς τὸ πεποθημένον αὐτοῖς τέλος, ὑπερβάντες τὸ ἑβδομηκοστόν ἤδη ἔτος τῆς ἡλικίας αὐτῶν. Καὶ προειδῶς ὁ Ὅσιος Θεοχάρης τὴν ἑαυτοῦ κοίμησιν, προσεκάλεσε τὸν ἀδελφὸν αὐτοῦ Ἀπόστολον, καὶ πρῶτον μὲν, διετάξατο ἵνα. ἄχρι τέλους ἀκολουθήσῃ τὴν αὐτήν θείαν ζωὴν, ἥν ἀμφότεροι ἤρξαντο καὶ ἐπολιτεύθησαν. Δεύτερον δὲ, μετὰ θάνατον μὴ ἐνταφιᾳσθῶσιν ὃ μοῦ, παραγγείλας μετὰ φρικτῶν ἐπιτιμίων ἵνα μὴ γίνῃ ἀνακομιδὴ αὐτοῦ ποτὲ, καὶ οὕτω παρέδωκεν ἐν ἀγαλιάσει τὸ πνεῦμα αὐτοῦ εἰς χεῖρας Θεοῦ ζῶντος, ὅν ἐκ νεότητος ἠγάπησε τῇ 23η Μαρτίου, τῇ ἁγίᾳ καί Μεγάλῃ Παρασκευῇ τοῦ ἔτους 1828.
Τὴν κηδείαν αὐτοῦ ἐτίμησεν ὁ τότε ἀρχιερατεύων, ὁ ἀπὸ Παραμυθίας Μητροπολίτης Ἄρτης ἀοίδιμος Νεόφυτος, ἐνταφιάσας τὸ σκῆνος αὐτοῦ, μετὰ τῆς ἀπαιτουμένης πομπῆς καὶ κατανύξεως, ἐν τῷ ναῷ τῶν Ἀγίων ᾿Αναργύρων, (οὗτος τυγχάνει μετόχιον τῆς ἐν ᾿Αγίῳ Ὅρει τοῦ Ἄθω Μονῆς τοῦ Ὀσίου Γρηγορίου), ὑποκάτω τῆς πετρίνης κλίμακος, ἔναντι τῆς κυρίως πύλης τοῦ ἐν λόγῳ ναοῦ, ἐκφωνήσας καὶ ἐπιτάφιον λόγον, ἁπλοῦν μὲν, ἀλλὰ λίαν τιμητικὸν ὁ ἐνάρετος οὗτος ᾿Ιεράρχης παρακαλέσας τὸν Θεὸν, ἵνα καὶ αὐτὸς τύχῃ νὰ ἀποθάνῃ ἐν τοιαύτῃ ἡμέρᾳ τῆς Ἀγίας και Μεγάλης Παρασκευῆς ὅπερ καὶ ἐγένετο κατὰ τὸ ἑπόμενον ἔτος 1829, μεταστὰς τῇ Ἀγίᾳ καὶ Μεγάλη Παρασκευῇ. (Τὰ τίμια ὀστὰ τοῦ ἐν λόγῳ εὐσεβοῦς Ἰεράρχου Νεοφύτου φυλάσσονται ἤδη κάτωθι τῆς Ἀγίας Τραπέζης τοῦ Ἱεροῦ Ναοῦ τῆς Ἀγίας Σοφίας Ἄρτης. Κατὰ τὴν ὥραν καθ᾽ ἥν ἐψάλετο ἡ Νεκρώσιμος ἀκολουθία εἰς τὸν νεκρὸν τοῦ Ὀσίου Θεοχάρους, ἤναψε μόνος καὶ αὖτομάτως ὁ μικρὸς τοῦ Ναοῦ πολυέλαιος πρὸς ἔκπληξιν πάντων, δοξάζοντος οὕτω τοῦ Θεοῦ τὸν ὅσιον καὶ μακαριστὸν αὐτοῦ θεράποντὰ Θεοχάρην.
Τὸ ἔτος 1δ66, ὁ τὸτε ἡγουμενεύων ἐν τῷ εἰρημένῳ Μονυδρίῳ τῶν Ἀγίων Ἀναργύρων Ἰερομόναχος Κορνήλιος. ἀποσταλεὶς παρὰ τῆς Μονῆς τοῦ Οσίου Γρηγορίου, μετατοπίσας τὴν λιθίνην κλίμακα ἐκ τῆς πρώτης αὐτῆς θέσεως, καὶ ποιήσας ἀνασκαφὴν, εὗρεν ἐν τῷ θεμελίῳ ταύτης, κεκαλυμένην διὰ πλακὸς, τὴν χαριτόβρυτον τοῦ ᾿Οσίου κάραν, πνέουσαν ἄρρητον εὐωδίαν ἀλλ᾽ ἐκάλυψεν αὐτὴν αὐθωρεὶ διὰ τῆς πλακὸς, οὕτω τηρουμένης μέχρι σήμερον.
Ὁ δέ ὅσιος καὶ θεοφόρος Ἀπόστολος, μετὰ τὸν θάνατον τοῦ ἱεροῦ αὐτοῦ αὐταδέλφου, διελθὼν τὸ ὑπόλοιπον τῆς ζωῆς αὐτοῦ ὡς καὶ πρότερον, ἐν πάσῃ ἐγκρατείᾳ καὶ ἀρετῇ, καὶ προειδὼς καὶ οὗτος τὴν ὥραν τῆς πρὸς θεὸν ἐκδημίας τοῦ διέταξε τὸν μικρότερον ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον, ἔγγαμον ὄντα, ἵνα μὴ ποιήσῃ πρὸς αὐτὸν ἐκφορὰν μετὰ πομπῆς… ἀλλὰ νὰ ἐνταφιασθῆ λιτῶς ἐν τῷ νεκροταφείῳ τοῦ ναοῦ τῆς Ἀγίας, Σοφίας, ὅπερ καὶ ἐγένετο.Ἐκοιμήθη ὁ θεῖος Ἀπόστολος ἐν ἔτει 1846, ἤτοι 18 ἔτη μετὰ τὴν κοίμησιν τοῦ Οσίου Θεοχάρους.
Τῇ τρίτῃ ἡμέρᾳ ἀπό τοῦ θανάτου τοῦ Ὁσίου Ἀποστόλου, συγγενής τῆς οἰκογενείας Ντούϊα, Μαρία καλουμένη, σύζυγος Γεωργίου Μπιτσάρῃ, ἀπῆλθε μετ᾽ ἄλλων γυναικῶν ἵνα καλλωπίσῃ τόν τάφον τοῦ ᾿Οσίου ἀλλ᾽ εὑρέθησαν πρὸ ἐκπληκτικοῦ θεάματος, εὗρον ἐκφυὲν ἐν μέσῳ τοῦ τάφου πρωτοφανὲς θαυμάσιον ἄνθος, ἐκπέμπον ἄρρητον εὐωδίαν. Τοῦτο δὲ ἐσήμαινε τὴν καθαρότητα καὶ τὴν εὐωδίαν τῆς ζωῆς τοῦ Ὀσίου, καὶ τὴν Ἀγιαστικὴν χὰριν, ἥν παρὰ Θεοῦ ἔλαβεν.
Τοιουτοτρόπως πολιτευθέντες οἱ μακαριστοὶ αὐτάδελφοι Θεοχάρης καὶ Ἀπόστολος, καὶ δοξάσαντες τὸν Θεὸν διὰ τῆς ἐναρέτοῦ καὶ καθαρᾶς αὐτῶν ζωῆς, κατ᾽ ἀξίαν παρ᾽ αὐτοῦ ἐδοξάσθησαν, καὶ ἴσοι τῶν πάλαι Ἀγίων ἀνεδείχθησαν, μεθ᾽ ὦν καὶ συναγάλλονται ἐν οὐρανίοις σκηνώμασιν, ἔνθα ἦχος καθαρὸς ἑορταζόντῶν, ἐν τῷ ἀφθάρτω νυμφῶνι τῆς χαρᾶς τοῦ Κυρίου, οὗ καὶ ἡμεῖς ἀξιωθείημεν ταῖς πρὸς Θεὸν πρεσβείαις καὶ ἱκεσίαις αὐτῶν. Ἀμὴν.
Σημείωσις: Τὸ παρὸν βιογραφικὸν ὑπόμνημα τῶν Ὁσίων, ἐγράφη βάσει τῶν εἰδήσεων, ἃς ὁ ἀείμνηστος Μητροπολίτης Ἄρτης κ α. Σεραφεὶμ ἐν σελ. 202-203 τοῦ «Δοκιμίου» αὐτοῦ διέσωσεν, ἐκδοθέντος τῷ 1884, καὶ τῶν βιογραφικῶν σημειώσεων, τὰς ὁποίας ἐξ Ἄρτης μοὶ ἀπέστειλεν ὁ αἰδεσιμώτατος ἐν Ἱερεῦσι
Σταῦρος Παπαχρήστου, Οἰκονόμος καὶ Ἀρχιερατικὸς Ἐπίτροπος, οὗτινος τῇ αἰτήσει συνετάγη ἡ παροῦσα ἀκολουθία.
Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμὴν.
Εἶτα Ἀνάστασιν Χριστοῦ θεασάμενοι… ἐκ γ΄. ᾿Αναστὰς ὁ
Ἰησοῦς… ἐκ γ΄ καὶ τάς λοιπὰς ῷδὰς.
ᾨδὴ ζ΄. Ὁ Εἱρμὸς.
Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητὸς, καὶ διὰ πάθους τὸ θνητὸν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.
Γὑναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητὸν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεὸν, καὶ Πάσχα τὸ μυστικὸν, σοῖς Χριστὲ μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν ᾄδου τὴν καθαίρεσιν ἄλλης βιοτῆς τῆς αἰωνίου ἀπαρχὴν καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγὴς, τῆς λαμπροφόρου ἡμέρας, τῆς ἐγέρσεως οὖσα προάγγελος, ἐν ἧ τὸ ἄχρονον φῶς ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψε.
Τῶν Ἀγίων. Ὁ αὐτὸς
Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, φλογὸς ὑμᾶς ῥύεται, σχέσεως φθαρτῶν καὶ τῶν προσκαίρων ἠδονῶν, καὶ φωτὶ καταυγάζει τῆς χάριτος, ὑμῶν τὰς διανοίας θεόφρονες, Θεὸς ὁ ὑπερένδοξος.
Γυναῖκες ἐν τῷ τάφῳ σοὺ ἔδραμον, Ἀπόστολε Ὅσιε, καὶ τὸ ἐν οὐτῷ ἄνθος φυὲν ὑπερφυῶς, κατιδοῦσαι ὁσμῆς ἐπληρώθησαν, τῆς ἁγιαστικῆς δωρεᾶς σου, καὶ εὐαγῶν χαρίτων σου.
Θανάτω πρὸς ζωὴν τὴν ἀθάνατον, μετέβης Θεόχαρες, τέλος δὲ τὸ σὸν, Θεὸς δοξάζων θαυμαστῶς, τῷ καιρῷ τῆς κηδείας σοὺ ἤναψεν, ἀῤῥήτῳ τὸ πολύφωτον τρόπῳ ἐκφαῖνόν σου τὴν ἔλλαμψιν.
Ὡς ὄντως θαυμαστὸν καὶ ἀρίζηλον, ὑμῶν τὸ πολίτευμα! γνῶμη γὰρ μιᾷ, καὶ συμφωνίᾳ ἀρραγεῖ, τοῦ Σωτῆρος τοῖς λόγοις ἑπόμενοι, πρὸς δόξαν ἐχωρήσατε θείαν, τῆς ἄνω καταπαύσεως.
Θεοτόκιον.
Ἰδοῦσα τὸν Υἱόν σου ὡς ἥλιον, ἐκ τάφου ἐκλάμψαντα, πλήρης χαρμονῆς, πλήρης φωτὸς θεαρχικοῦ, τὴν τριήμερον τούτου ἀνάστασιν, ἀνύμνεις σὺν σεπταῖς Μυροφόροις, Παρθένε Ἀπειρόγαμε.
Καταβασία, Ὁ Παῖδας ἐκ καμίνου.
ᾨδὴ η΄. Ὁ Εἰρμὸς.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή καὶ πανήγυρις. ἐστι πανηγύρεων, ἐν ἦ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεος, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τούς αἰῶνας.
Ἂρον κύκλῳ τοὺς ὀφθαλμοὺς σοὺ Σιὼν, καὶ ἴδε ἰδοὺ γὰρ ἥκασί σοι Θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καί βορρᾶ, καί θαλάσσης καί ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ Παντοκράτωρ, καὶ Λόγε καὶ Πνεῦμα, τρισὶν ἕνιζομένη, ἐν ὑποστάσεσι φύσις ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Ἀγίων ὁ αὐτὸς.
Αὕτη ἡ καινὴ, ἑβδομὰς καὶ ἁγίᾳ, ἐν ἡ τὴν τοῦ Σωτῆρος, ἔγερσιν ἀνυμνοῦμεν, προσεπεῖδεν ὑμῶν, τὸ μνημόσυνον αὐτάδελφοι Ὅσιοι, ὅπερ ἐκτελοῦμεν, ψυχῆς ἐν εὐφροσύνῃ.
Δεῦτε τὴν καινὴν τῶν Ἀρταίων τὰ πλήθη, καὶ φωτοφόρον μνήμην, αἰνέσωμεν συμφώνως, τῶν σεπτῶν ἀδελφῶν, Θεοχάρους Ἀποστόλου τε κράζοντες· Ταῖς αὐτῶν πρεσβείαις, σῶσον ἡμᾶς Οἰκτίρμων.
Ἂρον πρὸς Θεὸν τὰς ὁσίας σοὺ χεῖρας, ὦ ξυνωρὶς ἁγία, τῶν ἱερῶν αὐταδέλφων δυσωποῦσα θερμῶς, δωρηθῆναι ἱλασμὸν τε καὶ ἄφεσιν, τοῖς ὑμνολογοῦσιν, ὑμῶν τὴν πολιτείαν.
Πἅτερ Παντουργὲ καὶ Υἱὲ καὶ τὸ Πνεῦμα, Ὑπέρθεε Θεότης, ἣ τριφαὴς Θεαρχία, ἱεραῖς προσευχαῖς, τῶν ὁσίων Ἀδελφῶν ἡμᾶς οἴκτειρον, τοὺς ὑπερυψοῦντας, τὴν σὴν κυριαρχίαν.
Θεοτοκίον.
Μῦροις σὺν σεπταῖς Μυροφόροις Παρθένε σπεύδουσα μυρίσαι, τοῦ Υἱοῦ σου τὸ σῶμα, καθ᾽ ὁδὸν ἐκ νεκρῶν, ἀναστάντα αὐτὸν προσυπήντησας, ἀνυμνολογοῦσα, αὐτοῦ τὴν δυναστείαν.
Καταβασία. Αὕτη ἡ κλητή.
ᾨδὴ θ΄. Ὁ Εἰρμὸς.
Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένη. Ἀγνὴ Παρθένε χαῖρε, καὶ πάλιν ἐρῶ χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
Φὠτίζου φωτίζου, ἣ νέα Ἱερουσαλὴμ, ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε· χόρευς νῦν καὶ ἀγάλλου Σιὼν σὺ δὲ Ἀγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Δὶς.
Μεγάλυνον ψυχὴ μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν Ζωοδότην.
Θείας, ὦ φίλης! ὦ γλυκυτάτης σου φωνῆς, μεθ᾽ ἡμῶν ἀψευδος γὰρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων, αἰῶνος Χριστὲ, ἣν οἱ πιστοὶ, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Θείας, ὦ φίλης! ὦ γλυκυτάτης σου φωνῆς, μεθ᾽ ἡμῶν ἀψευδος γὰρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων, αἰῶνος Χριστὲ, ἣν οἱ πιστοὶ, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Μαγδαλινή Μαρία, προσέδραμε τῷ τάφῳ καὶ τὸν Χριστὸν ἰδοῦσα, ὡς κηπουρὸν ἠρώτα.
Ὠ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστὲ, ὦ Σοφία και λόγε, τοῦ Θεοῦ καὶ Δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς Ἀνέστη καὶ ᾄδης ἐσκυλεύθη.
Ὠ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστὲ, ὦ Σοφία και λόγε, τοῦ Θεοῦ καὶ Δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
Τῶν Ἀγίων. ὁ αὐτὸς.
ᾨδὴ θ΄. Φωτίζου φωτίζου.
Μεγάλυνον ψυχή μου, τὴν λαμπρὰν δυάδα, τῶν θείων αὐταδέλφων.
Φαιδρύνου ἀγάλλου, ἅπας τῆς Ἄρτης ὁ λαὸς, τὸ σωτὴριον Πάσχα, ἑορτάζων σήμερον, καὶ τὴν σεπτὴν, ἐκτελῶν ἑορτὴν, τῶν εὐκλεῶν, ὄντως αὐταδέλφων, καὶ πρεσβευτῶν σοὺ πρὸς Κύριον.
Μεγάλυνον ψυχὴ μου, τὸν θεῖον Θεοχάρην, ὁμοῦ σὺν Ἀποστόλῳ, τοὺς τοῦ Κυρίου φίλους.
Ὦ θέας ἐκπάγλου! ὦ χαρμονῆς ὑπερφυοῦς! ἧς τανῦν ἐντρυφᾶτε, Ὅσιοι αὐτάδελφοι· ἐν γάρ φωτὶ, τοῦ νυμφῶνος Χριστοῦ, ὡς καθαροὶ, πάντων τῶν Ἀγίων, μέτοχοι ὥφθητε καὶ σύμμορφοι.
Μεγάλυνον ψυχὴ μου, τοὺς ἐν δικαιοσύνη, βιώσαντας ὁσίως, ἐν Ἂρτῃ αὐταδέλφους.
Ὦ Πάσχα τοῦ θείου! ὦ διαβάσεως τερπνῆς! ἧς ἐν δόξῃ ἀύλῳ, ὄντως ἠξιώθητε· ἐκ γὰρ φθορᾶς, πρὸς ἀφθάρτους μονὰς, περιφανῶς, μετέστητε Πατέρες, καὶ θέσει θείᾳ ἐθεώθητε.
Δόξα. Τριαδικὸν.
Μεγάλυνον ψυχὴ μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Ὀμότιμε φύσις, ὁμοβασίλειε Τριὰς, Πάτερ Λόγε καὶ Πνεῦμα, κράτος ἀδιαίρετον, σῶσον ἡμᾶς, εὐπροσδέκτοις λιταῖς, τῶν εὐκλεῶν, διττῶν τε ὁμαιμόνων, καὶ ἱερῶν θεραπόντων σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαἷρε Παρθένε χαῖρε· χαῖρε Εὐλογημένη· χαῖρε δεδοξασμένῃ· σὸς, γάρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.
Ὑψίστου καθέδρα, Παντοβασίλισσα Ἀγνή, Θεοτόκε Παρθένε, τῶν Ὀσίων στέφανε, σκέπε ἡμᾶς, ἐκ δεινῶν συμφορῶν καὶ τοῦ τερπνοῦ, αἰωνίου Πάσχα, ἡμᾶς ἀξίωσον τοὺς δούλους σου.
Καταβασία
Ὁ Ἂγγελος ἐβόα τῇ Κεχαριτωμένη Ἀγνὴ Παρθένε χαῖρε, καὶ πάλιν ἐρῶ χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη, τριήμερος ἒκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε· χόρευε νῦν καὶ ἀγάλλου Σιῶν· σὺ δὲ Ἀγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Χριστὸς Ἀνέστη ἐκ γ΄. Ἀναστάς ἅπαξ.
Ἐξαποστειλάριον τοῦ Πάσχα.
Σαρκὶ ὑπνώσας ὡς θνητὸς, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον. Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σῶτήριον.
Τῶν Ἀγίων ὅμοιον.
Σαρκί βιώσαντες ὁμοῦ, ἐν ἀρετῶν ἀσκήσεσι, Θεόχαρες Θεοφόρε, σὺν Ἀποστόλῳ τῷ σεπτῷ, πρὸς τὸν Χριστὸν μετέστητε, τὸ Πάσχα τῆς ἀφθαρσίας, ἐνδόξως τελέσαντες.
Καὶ αὖθις τὸ τοῦ Πᾶσχα.
Σαρκὶ ὑπνώσας ὡς θνητὸς, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον. Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σῶτήριον.
Εἰς τοὺς Αἵνους
Ἰστῶμεν στίχους η΄ καὶ ψάλλομεν δ΄.
Ἀναστάσιμα τροπάρια καὶ δ΄ τῶν Ἀγίων.
Ἦχος δ΄.
Στίχος. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον…
Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ὃκ τῶν νεκρῶν, Παντοδύναμε Κύριε, δοξάζομέν σοὺ τὴν Ἀνάστασιν.
Στίχος. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἀγίοις αὐτοῦ…
Ἐν τῷ Σταυρῷ σου Χριστὲ, τῆς ἀρχαίας κατάρας ἡλευθέρωσας ἡμᾶς καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας. Ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· Διὸ βοῶμέν σοι. Ὁ Ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Στίχος. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὑτοῦ…
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτὴρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἀγίων σου.
Στίχος. Αἰνεῖτε αὐτὸν ἐν ἦχῳ σάλπιγγος…
Τῶν πατρικῶν σοὺ κόλπων μὴ χωρισθεῖς, Μονογενές Λόγε τόῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρῶπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκὶ, ὁ ἀπαθὴς τῇ Θεότητι ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος Παντοδύναμος.
Τῶν Ἀγιῶν.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Στίχος. Αἰνεῖτε αὐτὸν ἂν τυμπάνῳ καὶ χορῷ…
Δεῦτε Ἀρταίων τὰ στίφη πανηγυρίζοντες ὃν τῇ λαμπρᾷ ἐγέρσει, τοῦ Δεσπότου τῶν ὅλων, τῶν θείων Αὐταδέλφων τὴν εὐαγῆ, ἑορτάσωμεν κοίμησιν· ὅτι μεσίτας καὶ πρέσβεις πρὸς τὸν Χριστὸν, εὐμενεῖς τούτους ἐσχήκαμεν.
Στίχος. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις.
Τῆς θείας χάριτος σκεῦος ὤφθης Θεόχαρες, τοῖς ἔργοις σοὺ τὴν κλῆσιν, ἀληθῆ ἀποδείξας, καὶ φίλος καὶ θεράπων θεοειδὴς, τοῦ Σωτῆρος γενόμενος, μὴ διαλείπης πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε μακάριε.
Στίχος. Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ…
Ἐν ὁσιότητι πάσῃ καὶ καθαρότητι, τὴν σὴν ζωὴν τελέσας, ὡς Χριστὸν ἀγαπήσας, Ἀπόστολε θεόφρον ἂν τῷ φωτὶ τοῦ Κυρίου ἐσκήνωσας, καὶ τῶν Ἀγίων ἰσότιμος γεγονὼς, ἡμῖν αἴτει τὰ σωτήρια.
Στίχος. Ψάλλατε τῷ Κυρίῳ οἱ Ὅσιοι Αὐτοῦ..
Πάσχα τὸ θεῖον καὶ πλῆρες δόξης τῆς κρείττονος, τελέσαντες ἐνθέως, πρὸς ἀφθάρτους σκηνώσεις, ἐκ γῆς καὶ τῶν γηΐνων χαρμονικῶς, μετετέθητε Ὅσιοι· καὶ νῦν τὸν ὕμνον προσάδετε τὸν καινὸν, ἐν πρᾳέων γῇ ὡς γέγραπται.
Εἶτα τὰ τοῦ Ἀγίου Πάσχα.
Ἦχος πλ. α΄.
Στίχος. Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν…
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀνεδέδεικται· Πάσχα καινὸν, Ἅγιον· Πάσχα μυστικὸν· Πάσχα πανσεβάσμιον· Πάσχα Χριστὸς ὁ Λυτρωτὴς Πάσχα ἄμωμον· Πάσχα Μέγα· Πάσχα τῶν πιστῶν· Πάσχα τὸ πύλας ἡμῖν τοῦ παραδείσου ἀνοῖξαν· Πάσχα πάντας ἁγιάζον πιστοὺς.
Στίχος. Ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν…
Δεῦτε ἀπὸ θέας γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε. Δέχου παρ᾽ ἡμῶν, χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἰερουσαλήμ, τὸν Βασιλέα Χριστὸν, θεασαμένη ἐκ. τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχος. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ…
Οἱ μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζῳοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχος. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν…
Πάσχα τὸ τερπνόν Πάσχα Κυρίου Πάσχα· Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε· Πάσχα ὃν χαρᾷ ἀλλήλους περιπτυξώμεθα· ὦ Πάσχα λύτρον λύπης καὶ γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστὸς, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε ἀποστόλοις.
Δόξα. Ἤχος πλ. α΄.
Ὦ μακαρία ξυνωρὶς, ὦ ἰσόψυχοι αὐτάδελφοι, ὑμῶν ἡ πολιτεία, τῶν εὐσεβῶν ρυθμίζει τὰς καρδίας· ὅτι ἐν μέσῳ τοῦ κόσμου, ὡς ἔξῳ σαρκὸς καὶ αἵματος ἐβιώσατε, ἐν πνεύματι καὶ ἀληθείᾳ Θεῷ λατρεύσαντες· ὅθεν ἐν ἁγίοις ὃ κλῆρος ὑμῶν γέγονεν, καὶ τῆς τοῦ Κυρίου δόξης, κληρονόμοι ἐδείχθητε· Θεόχαρες σοφὲ, καὶ Ἀπόστολε Ὅσιε, ἀδελφοὶ ποθεινότατοι, μὴ ἐπιλάθησθε καί ἡμῶν ἐν τῇ μετοχῇ τῶν ἄνω ἀπολαύσεων.
Καὶ νῦν. Ὁ αὐτός.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. ἐκ γ΄.
Καὶ ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ ἀντίφωνα τοῦ Πάσχα κλπ. ὡσαύτως καὶ εἰσοδικὸν, μεθ᾽ ὅ τὸ Χριστὸς Ἀνέστη ἐκ γ΄. Ἡ ὑπακοὴ τοῦ Πάσχα, τὸ ἀπολυτίκιον καὶ τὸ κοντάκιον τῶν Ἀγίων καὶ τὸ κοντάκιον τοῦ Πάσχα. Ὅσοι εἰς Χριστὸν. Ἀπόστολος τῆς ἡμέρας (Τετάρτης Διακαινησίμου). Εὐαγγέλιον τῶν Ὁσίων, ὅπερ ζήτει τῇ ιγ΄. ᾿Οκτωβρίου, κατά Ματθαῖον.
Εἶπεν ὁ Κύριος. Πάντα ὅσα ἄν θέλητε…
Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ……
Μεγαλυνάριον.
Σύμψυχοι ὁμότροποι ἀδελφοὶ, Θεόχαρες μάκαρ καὶ Ἀπόστολε ἀληθῶς, ὥφθητε ἐν Ἄρτῃ, βιώσαντες ὁσίως· διὸ τῆς τῶν Ἀγίων δόξης ἐτύχετξε.
Δίστιχον·
Δέχου ξυνωρὶς αὐταδέλφων συμφρώνων
Ὃν ὑμῖν ἔπλεξε Γεράσιμος ὕμνον.
Εὐχαριστῶ θερμά τὸν ἐν Χριστῷ Ἀδελφῷ Ευθύμιο
που μου ἀπέστειλε τὴν Ἀκολουθία τῶν Ἁγίων