Χαιρετισμοί εις τους Οσίους Αυταδέλφους Θεοχάρην και Απόστολο τους εν Άρτη Οσίως Διαλάψαντας

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. Ἤχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τοὺς ἐν τῇ Ἄρτῃ θεοφρόνως διαπρέψαντας ἀνευφημήσωμεν πιστοὶ ἐνθέοις ᾄσμασι Θεοχάρην καὶ Ἀπόστολον τοὺς Ὀσίους. Τῷ Σωτῆρι γὰρ ἀμέμπτως ἠκολούθησαν καὶ Ἁγίων ἰσοστάσιοι ἐδείχθησαν· τούτοις λέγοντες· πρεσβευταὶ ἡμῶν χαίρετε.

Ἀμεμπτον πολιτείαν, διήλθετε ἐν τῷ κόσμῳ, Θεόχαρες σὺν τῷ Ἀποστόλῳ (ἐκ γ΄)· καὶ μετὰ τέλος τὸ ἱερόν, τῆς τῶν Ἁγίων στάσεως ἐτύχετε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῶν ἐκβοώντων ὑμῖν ταῦτα·

Χαῖρε, δυὰς ἀδελφῶν Ὁσίων·
Χαῖρε, ἰσότιμε τῶν Ἀγίων.
Χαῖρε, ξυνωρὶς τῶν Ὀσίων αὐτάδελφε·
Χαῖρε, ἐν τῷ βίῳ ἐν πᾶσιν ἰσάγγελε.
Χαῖρε, ὅσιε Θεόχαρες τῶν Ἀγγέλων μιμητὰ·
Χαῖρε, πάντιμε Ἀπόστολε θεοφόρε ἀσκητὰ.
Χαῖρε, ξυνωρὶς θεία ἀρετῶν τὰ δοχεῖα·
Χαῖρε, τῶν ἐν τῇ Ἄρτῃ μυστικῇ δαδουχία.
Χαῖρε, Χριστοῦ δυὰς ἡ ἀκόλουθος·
Χαῖρε, χοροῦ Ὀσίων ὁμότροπος.
Χαῖρε, δυὰς ἱερῶν ὁμαιμόνων·
Χαῖρε, λαμπὰς νοητὴ θεοφρόνων.

Χαῖρετε αὐτάδελφοι Ὅσιοι.

Βἴον ἔχοντες θεῖον, ἐκ παιδὸς θεοφόροι, ἐν πάσῃ ψυχικῇ συμφωνίᾳ, ὑπήλθετε Χριστοῦ τὸν ζυγόν, καὶ αὐτῷ ὁσίως ἠκολουθήσατε, Θεόχαρες καὶ Ἀπόστολε, ὁμοφρόνως ἐκβοῶντες·

Ἀλληλούια.

Γνώμῃ τελειοτάτῃ, Θεόχαρες ἡρετίσω, ζωὴν τὴν ἐν Χριστῷ μακαρίαν· καὶ ἐν μέσῳ τοῦ κόσμου βιῶν, ὑπερκοσμίους ἐννοίας ἐπλούτησας· διό σου τὴν λαμπρότητα, ἀγάμενοι ἀναβοῶμεν·

Χαῖρε, Χριστὸν ἐκ παιδὸς φιλήσας·
Χαῖρε, φθαρτῶν τὴν σχέσιν μισήσας.
Χαῖρε, οὐρανίου ἀγάπης θησαύρησις·
Χαῖρε, ἐπιγείου ἀπάτης ἀπάρνησις.
Χαῖρε, ἔρωτος τοῦ κρείττονος ὁ δεξάμενος τὸ πῦρ·
Χαῖρε, τρίβον ὁ ἑλόμενος ὁδηγοῦσαν πρὸς ζωὴν.
Χαῖρε, ὅτι ἐκτήσω τοῦ Σωτῆρος τὴν χάριν·
Χαῖρε, ὅτι ἀπώσω τῶν ματαίων τὴν ζάλην.
Χαῖρε, ζωὴν ποθήσας ἐνάρετον·
Χαῖρε, τρυφὴν εὑρὼν τὴν ἰσάγγελον.
Χαῖρε, παθῶν κατευνάσας τὸν σάλον·
Χαῖρε, σοφῶς ἀποῤῥίψας πᾶν φαῦλον.

Χαίροις μάκαρ Θεόχαρες.

Δόξαν τὴν τοῦ Σωτῆρος, ὁλικῶς ἀγαπήσας, ἠρνήσω τὰ ἐν κόσμῳ ἠδέα, καὶ ἀσκητικὴν θείαν ζωήν, ἐπεπόθησας ἐμφρόνως Θεόχαρες· τοῖς θείοις γὰρ προστάγμασιν, ἐντρυφῶν τῷ Χριστῷ ἐβόας·

Ἀλληλούια.

Ἐχῶν ἐν τῇ ψυχῇ σου, Ἀπόστολε τοῦ Κυρίου, ὡς φλόγα τὸ ζωήῤῥυτον φίλτρον, ἠνάλωσας ὡς ὕλην σαθράν, τὰ τῆς ματαιότητος φρονήματα διό σε μακαρίζοντες, βοῶμέν σοι ἐν συμφωνίᾳ·

Χαῖρε, πὺρὸς ἀύλου δοχεῖον·
Χαῖρε, φωτὸς τοῦ θείου ταμεῖον.
Χαῖρε, ἐπιγείων ἁπάντων ὑπέρτερε·
Χαῖρε, οὐρανίων ἐλπίδων συνέκτροφε.
Χαῖρε, θείας ἀγαπήσεως ἐντρυφῶν ἀπὸ παιδὸς·
Χαῖρε, πᾶσαν ἡδυπάθειαν θανατώσας τῆς σαρκὸς.
Χαῖρε, ὅτι διῆλθες τῶν Ὀσίων τὸν βίον·
Χαῖρε, ὅτι ἐδέξω τὸν οὐράνιον ζῆλον.
Χαῖρε, Χριστοῦ πληρώσας τὰ ρήματα·
Χαῖρε, σαρκὸς λιπὼν τὰ φρονήματα.
Χαῖρε, ζωῆς μακαρίας ἐργάτης·
Χαῖρε, βλαστὸς θεοφόρος τῆς Ἄρτης.

Χαίροις μάκαρ Ἀπόστολε.

Ζήσας ζωὴν ὁσίαν, ἐγκρατείᾳ συντόνῳ, καὶ πάσῃ προσευχῇ καὶ νηστείᾳ, τοῦ θείου ἐπλήσθης φωτισμοῦ, τῶν προσύλων καθαρθεὶς τὴν διάνοιαν, Ἀπόστολε μακάριε, καὶ ἔνθους ἀνεβόας Κυρίῳ·

Ἀλληλούια.

Ἤλιον τὸν τῆς δόξης, Ἰησοῦν τὸν Σωτῆρα, Θεόχαρες τῇ σῇ πολιτείᾳ, θεραπεύσας ἐν πίστει θερμῇ, παρ᾽ αὐτοῦ ἐδέξω φῶς τὸ ὑπέρφωτον, δι᾽ οὗ φωτίζεις ἅπαντας, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, λαμπὰς φωτοφόρων ἔργων·
Χαῖρε, χαρὰν τὴν ἁγίαν χαίρων.
Χαῖρε, τοῦ Σωτῆρος τὴν χάριν δεξάμενος·
Χαῖρε, τὸν τοῦ σκότους προστάτην τρεψάμενος.
Χαῖρε, τέκνον τὸ φωτόμορφον Ἐκκλησίας τοῦ Χριστοῦ·
Χαῖρε, ξῖφος τὸ τομώτατον κατ᾽ ἐχθροῦ τοῦ νοητοῦ.
Χαῖρε, ὅτι ἐδέξω φῶς τὸ θεῖον ἀύλως·
Χαῖρε, ὅτι διῆλθες τὴν ζωὴν σου ἁγίως.
Χαῖρε, φωτὸς ἀύλου κειμήλιον·
Χαῖρε, σοβῶν ἐχθρὸν ἀπατήλιον.
Χαῖρε, ψυχὴν τῶν παθῶν ἐκκαθάρας·
Χαῖρε, πιστοὺς μυστικῶς καταυγάσας.

Χαίροις μάκαρ Θεόχαρες.

Θεοφόρων Πατέρων, μιμητὴς ἀνεδείχθης, νεκρώσας σου τὴν σάρκα τοῖς πόνοις, Θεόχαρες καὶ θείας ζωῆς, τοὺς καρποὺς πλουσίως ἐκαρποφόρησας, δι᾽ ὧν ἐκτρέφεις ἅπαντας, τοὺς τῷ Σωτῆρι ἐκβοῶντας·

Ἀλληλούια.

Ἳσχυσας ἐν τῇ θείᾳ, τοῦ Σωτῆρος δυνάμει, κατισχύσαι Ἀπόστολε ὄντως, ἐν ἀσθενείᾳ τῇ φυσικῇ τῶν ἀναγκῶν ἐν τῇ ζωῇ τῆς φύσεως, ὑπερφυῶς γὰρ ἔζησας, ἀκούων παρ᾽ ἡμῶν τοιαῦτα·

Χαῖρε, ὁ ζήσας ζωὴν ἁγίαν·
Χαῖρε, ὁ λύσας ἐχθροῦ μανίαν.
Χαῖρε, ὁ αἰσχύνας ἐχθρῶν τὰ φρυάγματα·
Χαῖρε, ὁ πληρώσας Χριστοῦ τὰ προστάγματα.
Χαῖρε, γεωργὸς πανάριστος ἐναρέτου ἀγωγῆς·
Χαῖρε, μετοχὴν δεξάμενος Τρισηλίου ἀστραπῆς.
Χαῖρε, ὅτι καθεῖλες τοῦ ἐχθροῦ τὰς δυνάμεις·
Χαῖρε, ὅτι ἐκφαίνεις τῶν Ἁγίων τὰς πράξεις.
Χαῖρε, Χριστῷ δουλεύσας ὡς ἄσαρκος·
Χαῖρε, φανεὶς ἐν ὕλῃ ἰσάγγελος.
Χαῖρε, θερμὸς θιασώτης Ὁσίων·
Χαῖρε, σεπτῶν ἀρετῶν τὸ ταμεῖον.

Χαίροις μάκαρ Ἀπόστολε.

Κόσμου ἐντὸς βιώσας, ὑπερκοσμίῳ πόθῳ, ὡς ἔξω κόσμου πολλοῖς ἀγῶσι, τῶν ὑπερκοσμίων ἀγαθῶν, κληρονόμος μετὰ τέλος τὸ ἅγιον, γεγένησαι Ἀπόστολε, καὶ ψάλλεις Χριστῷ σὺν Ἀγγέλοις·

Ἀλληλούια.

Λάμπων βίῳ ἀμέμπτῳ, ὡς θεράπων Κυρίου, Θεόχαρες συντόνῳ ἀσκήσει, ἐνεργείας τῆς θεϊκῆς, σκεῦος πολύτιμον ἐδείχθης Ὅσιε, ἁγιασμὸν αἰτούμενος, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·

Χαῖρε, ἐφάμιλλος τῶν Ὀσίων·
Χαῖρε, ἰσότιμος τῶν Ἁγίων.
Χαῖρε, ὁ νεκρώσας παθῶν τὰ σκιρτήματα·
Χαῖρε, ὁ δεξάμενος θεῖα δωρήματα.
Χαῖρε, τύπος ἀκριβέστατος τῶν ἀρχαίων Ἀσκητῶν·
Χαῖρε, στήλη θεοχάρακτος τῶν σεπτῶν μακαρισμῶν.
Χαῖρε, ὅτι ἐκλάμπεις ἀρετῶν ταῖς ἀκτῖσι·
Χαῖρε, ὅτι ἐπήρθης πρὸς οὐράνιον λῆξιν.
Χαῖρε, ἐχθροῦ πατήσας τὴν δύναμιν·
Χαῖρε, διδοὺς ἡμῖν θείαν σύναρσιν.
Χαῖρε, σαρκὸς τὰς ὀρέξεις νεκρώσας·
Χαῖρε, ψυχῆς τὰς δυνάμεις ζωώσας.

Χαίροις μάκαρ Θεόχαρες.

Μόνον Χριστοῦ τὸ κάλλος, ἐκ ψυχῆς ἀγαπήσας, Θεόχαρες φθαρτῶν συναφείας, ἀπέστης ὁλοτρόπῳ σπουδῇ, καὶ πολιτείαν τῷ πόθῳ κατάλληλον, διέδραμες μακάριε, ἐν εὐλαβείᾳ ἀνακράζων·

Ἀλληλούια.

Νύκτα παθῶν σκεδάσας, ἐγκρατείᾳ συντόνῳ, καὶ πάσῃ τῶν καλῶν ἐργασίᾳ, τὰς νοητὰς ἐδέξω αὐγὰς τῆς ἀπαθείας τῇ ψυχῇ Ἀπόστολε, φαιδρύνων ἐν τοῖς τρόποις σου τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, ὁ ἄνθραξ τῆς ἐγκρατείας·
Χαῖρε, τὸ σκεῦος τῆς ἀπαθείας.
Χαῖρε, ἀγρυπνίας τὸ ὄμμα τὸ σύντονον·
Χαῖρε, ἀενάου εὐχῆς ἐργαστήριον.
Χαῖρε, ὕψος ταπεινώσεως καταράσσον τὸν ἐχθρὸν·
Χαῖρε, βάθος θείων πράξεων μεγαλύνον τὸν Χριστὸν.
Χαῖρε, ὅτι ἐδέξω θεϊκὰς χορηγίας·
Χαῖρε, ὅτι ἐκλάμπεις νοητὰς φωταυγείας.
Χαῖρε, παθῶν νεκρώσας πᾶν κίνημα·
Χαῖρε, πιστῶν θεόσδοτον στήριγμα.
Χαῖρε, Χριστὸν ὁλοτρόπως ποθήσας·
Χαῖρε, σαρκὸς νουνεχῶς ἀλογήσας.

Χαίροις μάκαρ Ἀπόστολε.

Ξένος τῶν ἐν τῷ κόσμῳ, ἀληθῶς ἀνεδείχθης, τῇ ξένῃ σου ζωῆ θεοφόρε, καὶ οἰκειωθεὶς τῷ ποιητῇ, ξενοπρεπῶν χαρισμάτων ἠξίωσαι, Ἁγίων δήμοις συναφθείς, Ἀπόστολε Χριστῷ κραυγάζων·

Ἀλληλούια.

Ὅλος καθηγνισμένος, τῇ ἁγίᾳ ζωῇ σου, προεῖπάς σου τὸ ἅγιον τέλος, Θεόχαρες θεράπων Χριστοῦ, καὶ πρὸς αὐτὸν μετὰ δόξης ἀνέδραμες, Ἀγίοις συναπτόμενος, καὶ παρ᾽ ἡμῶν ἀκούων ταῦτα·

Χαῖρε, Ἀγίων ὁ συμπολίτης·
Χαῖρε, ὁ Ὅσιος στεφανίτης.
Χαῖρε, ὁ τῷ βίῳ φανεὶς ἐνθεώτατος·
Χαῖρε, ὁ τῷ τρόπῳ εὐθὺς καὶ πραότατος.
Χαῖρε, τῆς ἀύλου λάμψεως κοινωνὸς ἐν οὐρανοῖς·
Χαῖρε, θεϊκῆς μεθέξεως μέτοχος θεοειδὴς.
Χαῖρε, ὅτι τὸ γέρας ἐκ Χριστοῦ ἐκομίσω·
Χαῖρε, ὅτι ὡς ὄναρ τὰ ἐν γῇ ἐλογίσω.
Χαῖρε, ὁρῶν Ἀγγέλων λαμπρότητας·
Χαῖρε, σοβῶν δαιμόνων κακότητας.
Χαῖρε, πυρσὲ πολιτείας ὁσίας·
Χαῖρε, λαμπτὴρ τῆς Χριστοῦ Ἐκκλησίας.

Χαίροις μάκαρ Θεόχαρες.

Πρὸς ζωὴν τὴν ἀγήρω, ὡς μετέστης ὁσίως, ὑπέδειξας ἣν ἔσχηκας δόξαν· τὸ γὰρ πολύφωτον τοῦ ναοῦ, ἀοράτως ἠνάφθη ὦ Θεόχαρες, ἐν τῇ σεπτῇ κηδείᾳ σου, καὶ ἐξέστησαν οἱ βοῶντες·

Ἀλληλούια.

Ῥώμῃ τοῦ Παρακλήτου, τὴν ζωὴν σου ἀνύσας, Ἀπόστολε Χριστὸν μεγαλύνων, πρὸς αὐτὸν μετέστης ἐν χαρᾷ, ἀσκητικῶς ἐκτελέσας τὸν δρόμον σου, καὶ ἱκετεύεις πάντοτε, ὑπὲρ ἡμῶν τῶν ἐκβοώντων·

Χαῖρε, συνόμιλος Ἀσωμάτων·
Χαῖρε, συμμέτοχος τῶν ἀφράστων.
Χαῖρε, τοῦ Σωτῆρος ὁρῶν τὴν τερπνότητα·
Χαῖρε, τῶν Ἁγίων λαβὼν τὴν λαμπρότητα.
Χαῖρε, Τρισηλίου χάριτος θεωρὸς καὶ κοινωνὸς·
Χαῖρε, τῆς τῶν Ἀγίων στάσεως μετασχὼν περιφανῶς.
Χαῖρε, ὅτι τοῦ ξύλου τῆς ζωῆς ἀπολαύεις·
Χαῖρε, ὅτι τὰς φρένας τῶν πιστῶν καταυγάζεις.
Χαῖρε, σεπτὸν τοῦ Πνεύματος σκήνωμα·
Χαῖρε, ἠθῶν ὁσίων θυμίαμα.
Χαῖρε, χαρὰν ὁ καρπούμενος θείαν·
Χαῖρε, ζωὴν εἰληφὼς μακαρίαν.

Χαίροις μάκαρ Ἀπόστολε.

Σύσκηνος τῶν Ἁγίων, ἀνεδείχθης ἁπάντων, τελέσας σου τὸν δρόμον ἁγίως, τὸ δὲ σκῆνός σοὺ τὸ ἱερόν, ταφῇ ὁσίᾳ εὐλαβῶς ἐκήδευσαν, Ἀπόστολε μακάριε, τῷ σὲ δοξάσαντι βοῶντες·

Ἀλληλούια.

Τὴν φερώνυμον κλῆσιν, ἐλάμπρυνας τοῖς ἔργοις, Θεόχαρες τῆς σῆς πολιτείας· θείας γὰρ χάριτος ἐραστὴς, ἐκ νεότητος σαφῶς ἐχρημάτισας, καὶ χάριν τε καὶ ἔλεος, πᾶσι παρέχεις τοῖς βοῶσι·

Χαῖρε, τῆς χάριτος δαδουχία·
Χαῖρε, τοῦ κρείττονος εὐωδία.
Χαῖρε, τὴν οὐράνιον χάριν δεξάμενος·
Χαῖρε, ἀφθαρσίας στολὴν ἐνδυσάμενος.
Χαῖρε, χάριτος τοῦ Πνεύματος γεωργῶν τὰς δωρεὰς·
Χαῖρε, θείας ὡραιότητος εἰληφὼς μαρμαρυγὰς .
Χαῖρε, ὅτι μετέστης πρὸς Χριστὸν γηθοσύνως·
Χαῖρε, ὅτι καρδίας χαριτοῖς φερωνύμως.
Χαῖρε, ψυχῶν ἰώμενος τραύματα·
Χαῖρε, ἐχθρῶν ἐλαύνων τὴν φάλαγγα.
Χαῖρε, ζωῆς αἰωνίου μετέχων·
Χαῖρε, ἡμῖν θείαν χάριν παρέχων.

Χαίροις μάκαρ Θεόχαρες.

Ὓμνοις θείοις σχολάζων, καὶ εὐχαῖς καὶ νηστείαις, μετέστης Θεόχαρες Κυρίῳ, πληθὺς δὲ πιστῶν Χριστιανῶν πανευλαβῶς σου τὸ σῶμα ἐκήδευσαν, καὶ ἤνεσαν καὶ ὕμνησαν, τὸν σὲ δοξάσαντα βοῶντες·

Ἀλληλούια.

Φὠτισμοῦ Τρισηλίου, ἐν μεθέξει μετέχων Ἀπόστολε σὺν πᾶσιν Ἁγίοις, ταῖς ἀκτῖσι τῶν σῶν πρεσβειῶν, ἐκ σκοτασμοῦ ἁμαρτιῶν ἀπάλλαξον, τοὺς πόθῳ σε γεραίροντας, καὶ ἐκβοῶντάς σοι θεόφρον·

Χαῖρε, φωτὸς τριφώτου θεάμων·
Χαῖρε, κρουνὸς ἀύλων ναμάτων.
Χαῖρε, διελθὼν πολιτείαν ἀπράγμονα·
Χαῖρε, κατοικῶν ἀσφαλῶς τὰ οὐράνια.
Χαῖρε, Ἄρτης θεῖον βλάστημα καὶ μεσίτης πρὸς Χριστὸν·
Χαῖρε, θεῖον ἐνδιαίτημα οὐρανίων ἀρετῶν.
Χαῖρε, ὅτι ὁσίως τὸν Θεὸν θεραπεύεις·
Χαῖρε, ὅτι ἀπαύστως ὑπὲρ πάντων πρεσβεύεις.
Χαῖρε, χοροῦ Ὅσίων ἰσότιμος·
Χαῖρε, Χριστοῦ θεράπων θερμότατος.
Χαῖρε, ζωῆς, κληρονόμε ἀλήκτου·
Χαῖρε, τρυφῆς κοινωνὲ οὐρανίου.

Χαίροις μάκαρ Ἀπόστολε.
Χαίροις μάκαρ Θεόχαρες.

Χαίρων ἐν τοῖς ὑψίστοις, τὴν χαρὰν τὴν ἀγήρω ἐν τῷ νὺμφῶνι τῷ τοῦ Σωτῆρος, ἐκ πάσης λύπης καὶ συμφορᾶς, ἀνωτέρους ἡμᾶς φύλαττε πάντοτε, Ἀπόστολε μακάριε, τοὺς τῇ Τριάδι ἐκβοῶντας·

Ἀλληλούια.

Ψάλλων σὺν τοῖς Ἀγγέλοις, καὶ τῷ σῷ αὐταδέλφῳ Θεόχαρες τὸν ἅγιον ὕμνον, τῇ Ἀγίᾳ Τριάδι ἀεί, ὑπὲρ ἡμῶν διὰ παντὸς ἱκέτευε, τῶν εὐλαβῶς τιμώντων σε, καὶ ὁμοφώνως ἐκβοώντων·

Χαῖρε, αὐτόπτης τῶν ὑπὲρ λόγον·
Χαῖρε, ἐπόπτης τῶν σὲ τιμώντων.
Χαῖρε, θεωρὲ τρισηλίου ἐλλάμψεως·
Χαῖρε, προμηθεῦ ἡμῖν θείας καθάρσεως.
Χαῖρε, κάλλος τὸ ἀμήχανον ὁ θεώμενος Χριστοῦ·
Χαῖρε, κράτος τὸ ἀνίσχυρον ὁ ἐκτρέπων τοῦ ἐχθροῦ.
Χαῖρε, ὁ τῶν Ἀρταίων θεοφόρος προστάτης·
Χαῖρε, ὁ τοῦ Σωτῆρος καὶ Θεοῦ παραστάτης.
Χαῖρε, δι᾽ οὗ λυτροῦμαι κακώσεως·
Χαῖρε, δι᾽ οὗ πληροῦμαι λαμπρότητος.
Χαῖρε, ζωῆς τῆς ἐμῆς ἀντιλήπτωρ·
Χαῖρε, νοὸς τοῦ ἐμοῦ παρακλήτωρ.

Χαίροις μάκαρ Θεόχαρες.

Ὦ δυὰς μακαρία, τῶν σεπτῶν αὐταδέλφων, Θεόχαρες σὺν τῷ Ἀποστόλῳ, (ἐκ γ΄ )· τὴν παροῦσαν ἡμῶν προσφοράν, εὐμενῶς προσδέξασθε δεόμεθα, καὶ τῶν πταισμάτων ἄφεσιν, ἡμῖν αἰτεῖσθε τοῖς ἐκβοῶσιν·

Ἀλληλούια.

Καὶ αὖθις, τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τοὺς ἐν τῇ Ἄρτῃ θεοφρόνως διαπρέψαντας ἀνευφημήσωμεν πιστοὶ ἐνθέοις ᾄσμασι Θεοχάρην καὶ Ἀπόστολον τοὺς Ὀσίους. Τῷ Σωτῆρι γὰρ ἀμέμπτως ἠκολούθησαν καὶ Ἁγίων ἰσοστάσιοι ἐδείχθησαν· τούτοις λέγοντες· Πρεσβευταὶ ἡμῶν χαίρετε.

Δίστιχον·
Θεόχαρες Ὅσιε σὺν Ἀποστόλῳ
Τὸ χαῖρε προσδέξασθε τοῦ Γερασίμου.

 

 

Εὐχαριστῶ θερμά τὸν ἐν Χριστῷ Ἀδελφῷ Ευθύμιο
που μου ἀπέστειλε τοὺς Χαιρετισμοὺς τῶν Ἁγίων