Ακολουθία του Οσίου Πατρός Θεοδώρου του εν τη Νήσω Κυθήρων Ασκήσαντα

Ποίημα Ὁσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου τῆς Αγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας

Ἐορτάζεται στις 12 Μαΐου.

ἘΝ Τῼ ΜΙΚΡῼ ἘΣΠΕΡΙΝῼ
Ἰστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε στειρευούσης ἐκ γαστρός, ἤνθησας ὡς εὔκαρπον δένδρον, τῇ ἐπινεύσει Θεοῦ, τότε ἐκ νεότητος ἐκαρποφόρησας, δωρεῶν τῶν τοῦ Πνεύματος, τοὺς καρποὺς πλουσίως, Ὅσιε Θεόδωρε, ὡς ἐραστὴς τῶν καλῶν· σὺ γὰρ ἐκ παιδὸς πρὸς τὴν ἄνω, ἴθυνας πορείαν τὸν βίον, θείοις ῥυθμιζόμενος προστάγμασιν.

Ὅτε τῶν ἐν Ῥώμῃ ἱερῶν, ἔτυχες, Θεόδωρε Πάτερ, ἁγιασμάτων πιστῶς, τότε ἐνθεώτατος ὤφθης τῷ πνεύματι, καὶ ῥωσθεὶς θείᾳ χάριτι, ἁγίων Πατέρων, τὸν βίον ἐζήλωσας, ἐν ἐγκρατείᾳ πολλῇ· ὅθεν ὡς ἀστὴρ διαλάμπεις, ἐν Μονεμβασίᾳ ὁσίως, ἐναρέτοις πράξεσι κοσμούμενος.

Ὅτε ἐπτερώθης τὴν ψυχήν, ἔρωτι ἁγίῳ τελείως, κόσμου τὴν σχέσιν λιπών, τότε παραγέγονας ὡς ἄλλος ἄγγελος, εἰς Κυθήρων τὴν ἔρημον, τότε νῆσον Πάτερ, ἔνθα ὑπερέλαμψας, πόνοις ἀσκήσεως· ὅθεν δωρεαῖς θεοσδότοις, παρά τοῦ Χριστοῦ ἐπαξίως, Ὅσιε Θεόδωρε, δεδόξασαι.

Ὅτε τὸν ἀγῶνα τὸν καλόν, Πάτερ διανύσας μετέστης, πρὸς οὐρανίους μονάς, τότε καταλέλοιπας τὸ θεῖον σκῆνός σου, θησαυρὸν ὡς πολύτιμον, τῇ νήσῳ Κυθήρων, νέμον τοῖς αἴτοῦσί σε, θεῖα δωρήματα· ὅθεν τὴν ἁγίαν σου Κάραν, ἔχοντες Θεόδωρε Μάκαρ, πᾶσαν ἐξ αὐτῆς χάριν καρπούμεθα.

Δόξα.
Ἦχος β΄.
Ἀσκητικῶς πολιτευσάμενος, τὴν κλῆσιν τοῖς ἔργοις ἐκόσμησας, θεοφόρε Θεόδωρε· ὡς δῶρα γὰρ θεῖα προσήγαγες, τῷ Παντάνακτι Θεῷ, τῶν ἀρετῶν σου τοὺς καμάτους, καθαρωτάτῃ καρδίᾳ καὶ ζέοντι πνεύματι· ὅθεν παρ᾿ αὐτοῦ ἐδοξάσθης, θεϊκαῖς δωρεαῖς, καὶ πλουσίοις χαρίσμασι, δι᾿ ὦν πᾶσι παρέχεις, τὰ πρὸς σωτηρίαν αἴτήματα.

Καὶ νῦν. Τῆς ῾Εορτῆς.

Ἀπόστιχα.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄγγελος ἐν σαρκί, Θεόδωρε, ὡράθης, ἀγγελικῶς βιώσας, καὶ ἰσαγγέλου δόξης, ἰσότιμος γενόμενος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίρει ἡ σῇ πατρίς, Κορώνη τῇ σῇ δόξῃ, πλέον δὲ ταύτης, Πάτερ, ἡ τῶν Κυθήρων νῆσος, γάννυται τῇ ἀσκήσει σου.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Κάρα σου ἡ σεπτή, τῇ θείᾳ χορηγίᾳ, Θεόδωρε, πηγάζει, τοῖς πίστει προσιοῦσι, πλουτοποιὰ δωρήματα.

Δόξα.
Τριαδικόν.
Σὑνθρονε Παντουργέ, ὁμόδοξε Θεότης, Τριὰς Ὑπεραγία, λιταῖς τοῦ Θεοδώρου, ἐλέησον τὸν κόσμον σου.

Καὶ νῦν.
Θεοτοκίον.
Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ὁ Λόγος, λαβὼν ἀναλλοιώτως, διπλοῦς ὤφθη τῷ κόσμῳ, Παρθένε, ὁ Φιλάνθρωπος.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον. Τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ καὶ Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακὸν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ, Κύριε, ἐκέκραξα, ἰστῶμεν στίχους στ΄, και ψάλλομεν τὰ ἐξῆς Προσόμοια τοῦ Ὀσίου.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ Θεόδωρε, βλαστός, ὥφθης θεοδώρητος, στειρωτικῶν ὡς προέδραμες, ὠδίνων, Ὅσιε, καὶ καρποφορίαν, δαψιλῆ ἐξήνεγκας, Θεῷ τῆς καθαρᾶς σου ἀσκήσεως, τὰ κατορθώματα· διά τοῦτο πλήρης γέγονας, δωρημάτων, τοῦ Ἀγίου Πνεύματος.

Πάτερ Θεόδωρε, Θεοῦ, πτερωθεὶς τῷ ἔρωτι, συζύγου πόθον παρέδραμες, καὶ τέκνων, Οσιε, καὶ Χριστοῦ τοῖς θείοις, ἴχνεσιν, ἐβάδισας, βιώσας ἐν τῷ κόσμῳ ὡς ἄγγελος, στεῤῥᾷ ἀσκήσει σου· διὰ τοῦτο ἰσαγγέλου σε, ὁ Δεσπότης, χάριτος ἠξίωσε.

Πάτερ Θεόδωρε, ἡ σῇ, ἔλευσις ἐφαίδρυνε, τὴν τῶν Κυθήρων, Μακάριε νῆσον τοῖς πόνοις σου, καὶ ἡ τοῦ σοῦ σκήνους, ἱερὰ κατάθεσις, ἡγίασεν αὐτὴν ταῖς σαῖς χάρισι· διὸ τὴν Κάραν σου, κεκτημένη ὡς ἁγίασμα, ἑορτάζει, τὴν ἁγίαν μνήμην σου.

Προσόμοια ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς Κορώνης καλλώπισμα, καὶ Κυθήρων ἀγλαΐσμα, Ὅσιε Θεόδωρε, ἀναδέδειξαι, τῶν δωρημάτων τῆς χάριτος, δοχεῖον ὑπέρλαμπρον, ἀρετῶν ὑπογραμμός, ἀρωγὸς δὲ θερμότατος, τῶν ἐν θλίψεσι· διὰ τοῦτο τελοῦμέν σου τὴν μνήμην, τοὺς ὁσίους σου καμάτους, χρεωστικῶς μακαρίζοντες.

Καὶ ἐν Ρώμῃ διέλαμψας, ἔναρετοις σου πράξεσι, ἐν Μονεμβασίᾳ δὲ ὥσπερ ἄσαρκος, μετὰ σαρκὸς ὤφθης, Ἅγιε, πολλῷ πλεῖον τούτων δέ, ἰσαγγέλῳ σου ζωῇ, ἐν τῇ νήσῳ, Θεόδωρε, διετέλεσας, τῶν Κυθήρων ἐρήμῳ τότε οὔσῃ, ἔνθα, Πάτερ, παραδόξως, θαυματουργεῖς τοῖς προστρέχουσιν.

Ὥσπερ δῶρον πολύτιμον, τὴν ὕπέρτιμον Καραν σου, ἐν Κυθήροις, Ἅγιε, καταλέλοιπας, ἁγιασμὸν ἀναβλύζουσαν, τοῖς πίστει προστρέχουσι· καὶ τοῖς πόῤῥω θαυμαστῶς, καὶ τοῖς πλέουσιν. Οσιε, ὡς φιλάγαθος, ἐν φωτὶ τὴν σὴν χάριν διεκφαίνεις, καὶ παρέχεις τοῖς αἰτοῦσι, τὴν σὴν ταχεῖαν βοήθειαν.

Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον λαμπρὰ ἐξέλαμψεν, ἐν τῇ τῶν Κυθήρων νήσῳ, ἡ τοῦ Ὁσίου Θεοδώρου μνήμη, θείων δωρεῶν τὸ φῶς ἁπλοῦσα· δεῦτε οὗν, οἱ τὴν νῆσον οἰκοῦντες, φωτὶ φῶς προσλάβωμεν, πρὸς αὐτὸν βοῶντες· χαίροις ὁ τῆς φωνῆς τοῦ Κυρίου πληρωτὴς ἀκριβέστατος, καὶ τῆς ἀγγελικῆς ζωῆς, μιμητὴς πανάριστος· χαίροις τῶν θείων δωρεῶν ἡγιασμένον σκεῦος, ὁ πᾶσι τοῖς χρήζουσι διδούς, τὰς θείας δόσεις πρὸς σωτηρίαν· χαίροις ὁ τῆς Κορώνης περιφανὴς βλαστός, καὶ τῶν Κυθήρων θεοειδὴς οἰκητής, καὶ πρὸς Θεὸν μεσίτης θερμότατος· ᾧ πρέσβευε, Θεόδωρε, πάσης ἀνάγκης ῥύεσθαι, τοὺς ἑορτάζοντας τὴν μνήμη σου.

Και νῦν. Τῆς Εορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα εἰς Ὅσιον.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάται, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς, ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίω, ἡ τῶν Κυθήρων νῆσος, Θεοδώρου τοῦ Ὁσίου, ἀγιαζομένη ταῖς δωρεαῖς· ὡς γὰρ ἄγγελος Θεοῦ, ἐπὶ σὲ ἐλήλυθεν, ἀγγελικήν ζωὴν ἐπαγόμενος, καὶ τῶν ἐκ ταύτης ἀγαθῶν, τὸν θησαυρὸν περιποιούμενος, τοῖς ἐν ἀληθείᾳ Θεόν ἐκζητοῦσιν· ὅθεν τῶν καλῶν αὐτοῦ δεχομένη τὰς διαδόσεις, τοὺς ἀγῶνας αὐτοῦ ὕμνησον, καὶ τὴν διδομένην σοι χάριν, εὐσήμως κήρυττε βοῶσα, Κύριε δόξα σοι.

Ἦχος β΄.
Τὸ θεῖον πῦρ ἐν καρδίᾳ δεξάμενος, ὁ ἦλθε βαλεῖν Χριστὸς ἐπὶ γῆς, τῶν γηίνων τὸν νοῦν ἐμάκρυνας, καὶ τῷ θείῳ ἡνώθης ἔρωτι, ἀνενδότῳ ἐφέσει, Πάτερ Θεόδωρε· καὶ χαίρειν πᾶσιν εἰπών, Χριστοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, σταυρωθεὶς τοῖς ἐν κόσμῳ· οὗ νοερῶς ἐκδημῶν, τόπον ἐκ τόπων ἠμείβου, ὁλοσχερῶς ἐκζητῶν, τῶν ἐφετῶν τὸ ἀκρότατον, ὁ εὑρὼν δι’ ἐγκρατείας πολλῆς καὶ συντόμου ἀσκήσεως εὐφράνθης τῷ πνεύματι, καὶ ἐθεώθης κατὰ μέθεξιν, ἐν ἀγαλλιάσει βοῶν τῷ σὲ δοξάσαντι, Κύριε δόξα σοι.

Ἦχος γ΄.
Τοῖς ἀσκητικοῖς διαπρέπων σκάμμασιν τοῖς θεοδότοις ἐδοξάσθης χαρίσμασι, θεοφόρε Θεόδωρε, ὑπερφυῶς γὰρ ἠγωνίσω, καὶ ἔξω κόσμου καὶ σαρκός, μετὰ σώματος γέγονας· καὶ ἑνωθεὶς εἰς ὑπὲρ φύσιν, οὐδόλως ἐκάμφθης, τῆς συμβίου τοῖς ῥήμασιν, οὐδὲ ἐστράφης εἰς τὰ ὀπίσω, οὐρανίῳ φρονήματι, τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος. Ὅθεν Ῥώμη καὶ Μανεμβασία τοὺς ἀγῶνας σου κηρύττουσι, καὶ ἡ Κυθήρων νῆσος, κατατρυφᾷ τῶν θαυμάτων σου· ἐν αὐτῇ γὰρ τὸ θεῖον τέλος ἐδέξω, καὶ τής ἀτελευτήτου ζωῆς, ἠξιώθης βοῶν, Κύριε δόξα σοι.

Ἦχος δ΄.
Θείων δωρεῶν θησαυρὸς ὑπάρχων, οὐρανίοις ῥήμασι, καὶ ποικίλων θαυμάτων ταῖς δόσεσι, πᾶσαν πλουτίζεις Κυθήρων τὴν νήσον, ἡγιασμένε Πάτερ Θεόδωρε· ἁγιασμοῦ γὰρ παρεκτική, καὶ εὐλογίας θείας, ἡ ἐν αὐτῇ κατάπαυσίς σου γέγονεν, εὐδοκίᾳ κρείττονι. Ὅθεν τὴν ἱεράν σου σεβομένη Κάραν, ὀσμὴν ζωῆς ἀΰλου ἐξ αὐτῆς καρποῦται, καὶ τοὺς ἀσκητικούς σου ἀγῶνας γεραίρει, τὴν σὴν μνήμην χαρμοσύνως ἄγιε, τῷ σὲ θαυμαστώσαντι βοῶσα, Κύριε δόξα σοι.

Δόξα.
Ἦχος ὁ αὐτός.
Ἐξ ἐπαγγελίας τεχθείς, καὶ θείων δωρεῶν εἰκότως, προσηγορίᾳ λαμπρυνθείς, ὡς βλαστὸς θεόσδοτος, ταῖς ἐπηγγελμέναις δωρεαῖς, κατάλληλον πολιτείαν ἐπεδείξω, ἀπὸ νεότητος Χριστῷ εὐαρεστήσας, θεοφόρε Θεόδωρε· ἐν αὐτῷ γὰρ ἔζησας, ἐν ἁγίαις ἀναστροφαῖς, ξένος καὶ πάροικος, τῶν γηίνων γενόμενος. Καὶ νῦν τοῦ πόθου σου εὐρὼν τὸ πέρας, ἀνακεκαλυμμένῳ προσώπῳ, Χριστοῦ ὁρᾷς τὴν λαμπρότητα. Αὐτῆς καὶ ἡμᾶς ἱκέτευε, τοὺς πόθῳ ἑορτάζοντας, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις τῶν θεϊκῶν δωρεῶν, ἐπωνυμίᾳ ἀληθῶς θεοτύπωτος· θεόθεν δοθείς γὰρ, Πάτερ, τῇ στειρευούσῃ μητρί, καταλλήλῳ κλήσει κεκαλλώπισαι· ἐντεῦθεν τοῖς ἔργοις σου, ἐκ νεότητος, Ὅσιε, τὸ τυπωθέν σοι, μεγαλύνων, Θεόδωρε, πᾶσαν δέδωκας, τῷ Θεῷ τὴν σὴν ἔφεσιν, βίου μεν καθαρότητα, ἠθῶν δὲ σεμνότητα, καὶ πολιτείας ἀρίστης, καρποφορῶν τὴν λαμπρότητα, δι᾽ ἧς τής ἀλήκτου, σὺν ἀγγέλοις ἠξιώθης μακαριότητος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίροις ὁ τῆς ἀγάπης Χριστοῦ, τρωθεὶς τῷ βελει τὴν καρδίαν, Θεόδωρε, καὶ κόσμον πάντα μισήσας, καὶ τῆς σαρκὸς ἡδονάς, ἀνενδότῳ γνώμῃ βδελυξάμενος· ἐντεῦθεν ἀνώτερος, ἀληθῶς ἐχρημάτισας, ἀγάπης τέκνον, καὶ συμβίον σου, Ὅσιε, πρὸς τὰ κρείττονα ὁλικῶς ἐπειγόμενος· ὅθεν καθάπερ ἄσαρκος, ἐν κόσμῳ ἐβίωσας, καταπαλαίσας ἀνδρείὡς τὸν πονηρὸν κοσμοκράτορα· οὗ νῦν τῆς κακίας, ἀνωτέρους ἡμᾶς σῷζε, τῇ προστασίᾳ σου.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίρει ἡ Κυθηρίων νησίς, καὶ τῇ ἀσκήσει σου καυχᾶται, Θεόδωρε· ἐν ταύτῃ γὰρ ἦλθες, Πάτερ, ὁδηγηθεὶς ἐκ Θεοῦ, εὐλογίαν θείαν παρεχόμενος, καὶ ταύτην ἡγίασας, τοῖς ἁγίοις λειψάνοις σου, καὶ ἐγεργείας, τῶν θαυμάτων σου, Ὅσιε, ὀπτανόμενος θαυμαστῶς τοῖς καλοῦσί σε· ὅθεν φωτὶ τὴν χάριν σου, ἐκφαίνεις ἑκάστοτε, τοῖς ἐν θαλάσσῃ καὶ πόῤῥῶ, ἐκπληττόμενος τῷ θαύματι. Καὶ νῦν ἡμῖν δίδου ἰλασμὸν παρὰ Κυρίῳ καὶ μέγα ἔλεος.

Δόξα.
Ἦχος πλ. δ΄.
Ἀσκητικῶς ἀγωνισάμενος, τής σαρκὸς τὸ φρόνημα, ὑπέταξας τῷ πνεύματι, ὑποταγεὶς Κυρίῳ, θεοφόρε Θεόδωρε. Τὶς οὖν ἀξίως λαλήσει, τοὺς ἐν Κυθήροις καμάτους σου, καὶ τῆς ἰσαγγέλου σου ζωῆς, τὰς ἀκροτάτας ἀναβάσεις; Ὡς γὰρ ἄσαρκος, Μακάριε, μικροῦ δεῖν ἀναίμων, ἠγωνίσω μετὰ σώματος. Καὶ νῦν ἀγγέλοις συνών, καὶ τῆς μακαρίας ἀπολαύων δόξης, ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς Ἐρήμου πολίτης.
Τῆς Κορώνης τὸν γόνον καὶ Κυθήρων τὸ καυχῇμα, θείων δωρεῶν τὸ δοχεῖον, θεοφόρον Θεόδωρον, τιμήσωμεν ἐν ὕμνοις ἱεροῖς· ἀπαύστως γὰρ δωρεῖται τοῖς πιστοῖς, πᾶσαν δόσιν καὶ πᾶν δώρημα ἀγαθόν, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον δώρημα, Κυθήρων νῆσος, τὴν ἁγίαν σου, κέκτηται Κάραν, θεοφόρε παμμάκαρ Θεόδωρε· καὶ ἐξ αὐτῆς τὰς ἰάσεις λαμβάνουσα, ἀνακηρύττει εὐσήμως τὴν χάριν σου. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ΄. Θεῖας πίστεως.
Πλοῦτον ἄσυλον ἡ νῆσος ἔχει, τὴν κατάθεσιν τῶν σῶν λειψάνων, ἐξ ὧν καὶ χάριν θαυμάτων ἀρύεται, ἐκλυτρουμένη παθῶν καὶ κακώσεων· διὸ καὶ χαίρει τιμῶσα τὴν μνήμην σου. Πάτερ Ὅσιε Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κορώνης τὸν γόνον και Κυθήρων τὸ καυχημα, καὶ τῶν ἐκ Θεοῦ δωρημάτων, θησαυρὸν τὸν ἀκένωτον, Θεόδωρον τιμήσωμεν πιστοί· Ὁσίως γὰρ ἐν γῇ πολιτευθείς, ὡς ἐκ κρήνης χαρισμάτων τὰς δωρεὰς δωρεῖται τοῖς κραυγάζουσι· Δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ τὸ Ἀπολυτίκιον τῆς ᾿Εορτῆς.
Ἀπόλυσις.

ἘΝ Τῼ ὈΡΘΡῼ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα.
Ἦχος α΄. Τὸν Τάφο Σου Σωτήρ.
Ὡς ἔαρ νοητόν, ἣ ἁγία σου μνήμη, ἀνέτειλε, Σοφέ, ἐν τῇ νήσῳ Κυθήρων, Θεόδωρε Ὅσιε, δωρεῶν σου τοῖς ἄνθεσι, κατευφραίνουσα, τῶν Κυθηοίων καρδίας· ἥν γεραίροντες, Χριστὸν δοξάζομεν, Πάτερ, τὸν σὲ θαυμαστώσαντα.

Καὶ τὸ τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καθαρότητα τῆς πολιτείας σου, καὶ τὴν ἐπίδοσιν τῆς σῆς ἀσκήσεως, Μονεμβασίας οἱ πιστοί, ἐθαύμασαν καθορῶντες· σὺ γὰρ ὡς ἀσώματος διετελεσας, Ὅσιε, θλίβων τὸ σαρκίον σου, ἐγκρατείας τοῖς σκάμμασιν· ἐντεύθεν δωρεῶν οὐρανίων σκεῦος, Θεόδωρε, ἐγένου.

Καὶ τὸ τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος πλ. δ΄. Την σοφίαν καὶ λόγον.
Τῆς συμβίου τὸν πόθον ὑπεριδών, καὶ οἰκείων τὴν σχέσιν καταλιπών, θερμῶς ἠκολούθησας τοῦ Σωτῆρος τοῖς ῥήμασι, καὶ ξένος τῶν ἐν κόσμῳ, καὶ πάροικος γέγονας, πρὸς τὸν σκοπὸν τής ἄνω στελλόμενος πόλεως. Ὅθεν ἐν Κυθήροις, καταπαύσας ὁσίως, τῶν πόνων τὰ ἔπαθλα οὐρανόθεν εἰσδέδεξαι, θεοφόρε Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ τὸ τῆς Ἐορτῆς.
Τὸ πρῶτον Ἀντίφωνον τοῦ δ΄ Ἦχου, καὶ τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Οσίου αὐτοῦ.
Στίχος. Μακάριος ἄνηρ ὁ φοβοῦμενος τὸν Κύριον.

Εὐαγγέλιον Ὄρθρου, τὸ τοῦ Αγ. Σάββα, τὸ ἐν τῇ Λειτουργία.

Ὁ Ν΄ Ψαλμός.

Δόξα…
Ταῖς τοῦ σοῦ Οσίου…

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου…

Στίχος. Ἐλέησόν με ὁ Θεος κ.λ.π.

Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ Θεόδωρε, τῆς ἀσκητικῆς σου ζωῆς τὰ σκάμματα, ὡς δῶρα ἐκλεκτὰ καὶ εὐπρόσδεκτα, Θεῷ προσενήνοχας, ὁλοτρόπῳ σπουδῇ· ὅθεν παρ᾽ αὐτοῦ, ἀξίως ἐτιμήθης, καὶ τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης, τῶν ὑπὲρ νοῦν ἀξιούμενος. Ἀλλὰ πρέσβευε, δεόμεθα, Ἅγιε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Σῶσον ὁ Θεὸς τον λαόν σου…

Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀχροστιχὶς·
ἐν τοῖς Θεοτοκίοις· Γερασίμου.

ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως μελλούσης προεκφαίνων σαφῶς, κόσμῷ τὰς ἀντιδόσεις, Θεόδωρος ὁ ἱερός, ἀκτῖνας θείων δωρεῶν, ἐκλάμπει ἡμῖν· αὐτῷ οὗν προσέλθωμεν μυστικῶς αὐγαζόμενοι.

Καθαρθεῖς σου τὴν καρδίαν ἐγκρατείᾳ πολλῇ, ὁλοτρόπως, πρὸς φῶς τῆς δόξης τοῦ Χριστοῦ, καὶ τὸ σκότος τῶν παθῶν, μισήσας, Σοφέ, ἀσκήσεως ἔλαμψας, ἐν τοῖς ἔργοις, Θεόδωρε.

Οὐρανοὶ μὲν τὸ σὸν πνεῦμα, Πάτερ, φέρουσι, λάμπον φωτὶ ἀΰλῳ, τὸ Σκῆνος δὲ σου τὸ σεπτὸν ἔχει Κυθήρων ἡ νησίς, ὡς πλοῦτον ζωῆς· διὸ καὶ γεραίρει σε χαρμοσύνως, Θεόδωρε.

Θεοτοκίον.
Γεὠργησασα ἀσπόρως τὸν Θεὸν τοῦ παντός, ἔτεκες ὑπὲρ λόγον, δίχα τροπῆς τε καὶ φυρμοῦ, ἐν δύο φύσεσιν, Ἁγνή, ὡς οἶδεν αὐτός, ὡς μόνος φιλάνθρωπος, Θεοτόκε Πανύμνητε.

Καταβασία.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν, λαοί· Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωὴν καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεὸς ἡμᾶς διεβίβασεν, ἐπινίκειον ᾄδοντας.

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Δεῦτε Κυθηρίων οἱ χοροί, δωρεῶν οὐρανίων νᾶμα δεξώμεθα, ὅπερ πηγάζει ἡμῖν, Θεόδωρος ὁ θεοεἰδὴς ἐκ κρήνης τῆς χάριτος.

Νῦν πᾶσα πληροῦται χαρμονῆς, τῶν Κυθήρων ἡ νῆσος, Πάτερ, τῇ μνήμῃ σου, καὶ ἑορτάζει φαιδρῶς, πλουτοῦσα ὡς θεῖον θησαυρόν, τὴν πάντιμον Κάραν σου.

Χθὲς μὲν συνεσταύρωσαι Χριστῷ, τὸν Σταυρὸν αὐτοῦ ἄρας, Πάτερ, ἐπ’ ὥμων σου, σήμερον δὲ σὺν αὐτῷ, δοξάζῃ ἐν δόξῃ ἀληθεῖ, Θεόδωρε Ὅσιε.

Θεοτοκίον.
Ἔλαμψεν ἐκ σοῦ ὑπερφυῶς, ὁ ὕπερθεος Λόγος σαρκὸς παχύτητι, καὶ τοῦ Ἀδὰμ τὴν ἀράν, ἀνεῖλεν ὡς μόνος ἀγαθός, Παρθένε Πανάμωμε.

Καταβασία.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἁγόνου τερατουργούμενον, ἀλλ᾽ ἀφθαρσίας πηγήν, ἐκ Τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν και λόγον.
Καταλείψας ἐμφρόνως τὰ ἐπὶ γῆς, καὶ σαυτὸν ἀρνησάμενος νουνεχῶς, τὸ χεῖρον τῷ κρείττονι, ὁλικῶς καθυπέταξας, καὶ δωρεῶν ἀύλων, ἐπλήσθης, Μακάριε, δοχεῖον τὴν ψυχὴν σου τελέσας τοῦ Πνεύματος. Ὅθεν καὶ πᾶσιν ἐφαπλῶν τὴν σὴν χάριν, τὰ θεῖα δωρήματα, διανέμεις τοῖς χρήζουσι, θεοφόρε Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτῶν ἄφεσιν δωρήσασθαι, τοῖς ἑξορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ τὸ τῆς Ἐορτῆς.
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ τῆς θείας φυλακῆς, στᾶσα τῶν θείων ἐντολῶν, τὸν Θεὸν ἱκέτευε, Πάτερ, ἡ ἁγία μήτηρ σου· ἐντεῦθέν σε κομίζεται, ὡς ἄλλον Σαμουὴλ θεοσδότως, τὴν ἐσομένην μηνύοντα λαμπρότητα.

Ἄρσεν μὲν Χριστὸς ἐκλήθη, ὑπὲρ ἡμῶν ὡς ἀγαθός σὺ δὲ ἐκ νεότητος τοῦτον ἀγάπησας, Ὅσιε, ὤφθης ἀνὴρ μακάριος· καὶ σύμμορφος αὐτοῦ τῆς εἰκόνος, ὡς ἀληθῶς ἐχρημάτισας, Θεόδωρε.

Ὡς ἐνιαύσιος ἄμνός, πάτερ, Χριστῷ ἀκολουθῶν, ἔλιπες προθύμῳ καρδίᾳ κόσμου τὴν τερπνότητα, καὶ τούτου θείῳ ἔρωτι· συμβίου καὶ τῶν τέκνων οὐδόλως, τῇ ἀγαπήσει ἐκάμφθης ὡς ἀσώματος.

Ὁ προφητάναξ μὲν Δαβιδ, πρὸ τής τοῦ νόμου κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τῶν Κυθήρων, Ἅγιε, πρὸ τῶν σεπτῶν λειψάνων σου, παρίσταται πολλῇ εὐλαβείᾳ, ἁγιασμὸν ἀρυόμενος καὶ ἔλεος.

Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων τε καὶ ἀναγκῶν, καὶ τῶν ἐν τῷ βίῳ σκανδάλων, Κόρη Παντευλόγητε, εἰρήνην ἀστασίαστον, καὶ πᾶσαν ἀγαθῶν εὐπορίαν, τῇ συμπαθεῖ σου προνοίᾳ ἡμῖν νέμουσα.

Καταβασία.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακοῦμ, στήτω μεθ᾽ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον ἄγγελον, διαπρυσίως λέγοντα· σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ᾨδὴ ε΄. Ορθρίσωμεν ὄρθρου βαθέος.
Ὀρθρίζων Χριστῷ τῷ Σωτῆρι, ἐν προσευχαῖς καὶ νηστείαις, ἐν πόλει Μονεμβασίας, θείαις ἐπιλάμψεσι, κατηύγασαι, Θεόδωρε, ἄϋλον ζωὴν ἐνδεικνύμενος.

Τὴν ἄμετρόν σου καρτερίαν, τὴν ἐν ἄσκήσεως πόνοις, ἐθαυμασαν ἐν τῇ Ρώμῃ· ἐν αὐτῇ γάρ, Ὅσιε ἐν ἔτεσι τέσσαρσι, ἄσαρκος ἐν σώματι πέφηνας.

Προσέλθωμεν λευχειμονοῦντες, φῶτος ἐν ἔργοις ἁγίοις, τὰ στίφη τῶν Κυθηρίων, τῇ παλαίστρᾳ σήμερον, τοῦ Θεοδώρου χαίροντες, τούτου τοὺς ἀγῶνας γεραίροντες.

Θεοτοκίον.
Ἁγία Θεόνυμφε Κόρη, ἡ τὸν Πανάγιον Λόγον, τεκοῦσα ἀνερμηνεύτως, μεμολυσμένην πάθεσιν, ἁγίασον καὶ λάμπρυνον, τὴν ψυχὴν αἴγλῃ σῆς χάριτος.

Καταβασία.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψώμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ᾨδὴ ς΄. Κατῆλθες, ἐν τοῖς κατωτάτοις.
Κατῆλθες, θείᾳ κυβερνήσει, Σοφέ, πρὸς τὴν νῆσον τῶν Κυθήρων προθύμως, καὶ ταύτην τῇ ἐπελεύσει τῇ σῇ, καθηγίασας, καὶ θαυμάτων δωρεαῖς, καταλάμπεις καὶ σῴζεις.

Φυλάξας, σοῦ τὸ θεῖον σκήνος, Σοφέ, ἀσινὲς τρισίν ἐν ἔτεσιν ὅλοις, ὦ θαῦμα! μετὰ τὴν σὴν τελευτήν, ἐξεθάμβησας, τοὺς ἐλθόντας εὐλαβῶς, καὶ κηδεύσαντας τοῦτο.

Σῶτέρ μου, δέξαι μου τὸ πνεῦμα νυνί, ἀνεβόησας Χριστῷ, Θεοφόρε, τελέσας τὸν σὸν ἀγῶνα, καλῶς, καὶ ἀνέδραμες, προπομπαῖς ἀγγελικαῖς, πρὸς μονὰς οὐρανίους.

Θεοτοκίον.
Σαρκός μου, παῦσον τὴν ὀδύνην, Ἁγνή, ἡ ὠδίνων δίχα τέξασα, Κόρη, τὸν Λόγον τὸν τὰς ὠδῖνας ἡμῶν ἰασάμενον, καὶ παράσχου ἀληθῆ, φωτισμὸν τῇ ψυχῇ μου.

Καταβασία.
Κατήλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων, Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἑξανέστης τοῦ τάφου.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν Κυθήροις, Ἅγιε, στεῤῥῶς ἀσκήσας, ἐν Ἁγιῷ Πνεύματι, θείων χαρίτων δωρεαῖς, ἀεὶ παρέχεις τοῖς κράζουσι· χαίροις, Παμμάκαρ Θεόδωρε Ὅσιε.

Ὁ Οἶκος.
Συζύγου πόθον παριδῶν, καὶ τέκνων λιπὼν φίλτρον, πλεῖον ἁπάντων τὸν Χριστόν, ἡγάπησας ὁλοσχερῶς ἐφέσει ἀνενδότῳ. Ὅθεν τὸν Σταυρὸν αὐτοῦ ἄρας, ἐξενώθης τῶν γεηρῶν, καὶ ἐνεκρώθης τῶν ἐν τῷ κόσμῳ, ἀσκητικοῖς καμάτοις σεαυτὸν ὑποδάλλων, καὶ ἀγγέλων τὸν βίον, ἐν σώματι ἐπιδεικνύμενος· τίς σου τοὺς ἀγῶνας ἐξείπει, ὦ Πάτερ; τὴν ἄμετρον ἐγκράτειαν, τὴν παννύχιον στάσιν, τὴν σύντονον νηστείαν, τὴν διηνεκῆ προσευχήν, καὶ τὰς λοιπὰς κακουχίας τῆς κατὰ Χριστὸν ζωῆς; Μονεμβασία καὶ Ῥώμη, καὶ πολλῷ πλεῖον τούτων τὰ Κύθηρα κηρύττουσι τοὺς ἄθλους σου, καὶ τὰς πλουσίας δωρεάς σου, δι᾽ ὧν παρὰ Χριστοῦ ἐδοξάσθης, Παμμάκαρ Θεόδωρε Ὅσιε.

Συναξάριον.

Τῇ ιβ΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρους Πατρός, ἡμῶν Θεοδώρου, τοῦ ἐν τῇ νήσῳ τῶν Κυθήρων ἀσκήσαντος.

Στίχοι.
Θεοῦ δωρεῶν ἐπωνυμίαν φέρων
Βροτοῖς ἴασιν ἀεὶ πηγάζεις, Πάτερ.

Τῇ ιβ΄ τοῦ αὑτοῦ μηνός, μνήμη τοῦ ἕν Ἅγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας τής Κύπρου.

Στίχοι·
Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,
Κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα.

Τῇ δυοκαιδεκάτῃ Ἐπιφάνιος μόρον εἷλε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἅγιοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι·
Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον,
Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλεπων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς. ᾿Αμήν.

ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου.
Ὁ παῖδας τοὺς οἰκείους καὶ σύνευνον, λιπῶν πόθῳ κρείττονι, θείων δωρεῶν, ἀγγελικὴν διαγωγήν, ἐπεδείξω, Παμμάκαρ Θεόδωρε, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν δοξάζων ἔνδοξε.

Γυναῖκες εὐλαβεῖς καὶ θεόφρονες, Θεόδωρε Ὅσιε, σπεύδουσι πιστῶς, τῷ τάφῳ σου τῷ ἱερῷ καὶ ὑγιείαν ψυχῆς τε καὶ σώματος, λαμβάνουσιν ἐκ τούτου ταχέως, σεπτῇ ἐπισκιάσει σου.

Θανάτου ἐκ βεβαίου ἐξήρπασας, τὸν παῖδα, Θεοδωρε, τὸν φθόνω ἐχθροῦ, ἔνδον τοῦ φρέατος, Σοφὲ, πεπτωκότα ὡς τοῦτον διέσωσας, βιαίου ἐκ πνιγμοῦ παραδόξως, φανεὶς ἐπὶ τοῦ ὕδατος.

Ὡς ὄντως θαυμαστή καὶ σωτηριος, ἡ σῇ προς τὴν νῆσόν σου, πέλει ἀρωγή· Σὺ γὰρ ἐχθρῶν ἐπιδρομῆς, καὶ χειρώσεως ταύτην διέσωσας, ὀλέθρῳ καὶ φυγῇ δειματώσας, τοῦ Ἰσμαὴλ τὰ στρατεύματα.

Θεοτοκίον.
Ἰλέωσαι τὸν μόνον φιλάγαθον, Χριστὸν τὸν Θεὸν ἡμῶν, Δέσποινα Ἁγνή, ἡμῖν τοῖς πταίσασι πολλά, ὡς ἄν εὕρωμεν χάριν καὶ ἔλεος, οἱ μόνην σε θερμὴν προστασίαν, πλουτοῦντες καὶ βοήθειαν.

Καταβασία.
Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Αὕτη ἡ σεπτή, καὶ ἁγία σου μνήμη, ὡς ἥλιος ἐκλάμπει, τῶν Κυθηρίων τῇ νήσῳ, καὶ παθῶν τὴν ἀχλύν, καὶ δαιμόνων ἀπελαύνει σκοτόμαιναν, ἐν ἧ σε τιμῶμεν, Θεόδωρε Τρισμάκαρ.

Δεῦτε τῶν καινῶν, θαυμασίων τὴν χάριν, τοῦ θείου Θεοδώρου, ἴδωμεν πίστει τελείᾳ· θαυμαστῶς γὰρ φανείς, τὸν αὐτοῦ τάφον φωτὶ ἀπεκάλυψε, τοῖς πιστῶς ἐλθοῦσιν, αὐτῷ μετ᾽ εὐλαβείας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, Πάτερ, καὶ ἴδε, τὰ τέκνα σου ἐλθόντα, ἐν τῷ ἁγίῳ Ναῷ σου, ἐκ περάτων πιστῶς, σὺν τῇ νήσῳ ἑορτάσαι τὴν μνήμη σου, καὶ δίδου ἑκάστῳ, τὴν πατρικήν σοὺ χάριν.

Πάτερ Παντουργέ, καὶ Υἱὲ καὶ τὸ Πνεῦμα, Ὑπέρθεε Θεότης, ὁμοβασίλειον κράτος, πᾶσι δίδου ἡμῖν, ἱλασμὸν ἁμαρτημάτων καὶ ἔλεος, ταὶς τοῦ Θεδώρου, προσβείαις ὡς οἰκτίρμων.

Θεοτοκίον.
Μήτηρ ἀληθής, καὶ Παρθένος τυγχάνεις, τεκοῦσα ὑπὲρ λόγον, τὸν Ὑπερούσιον Λόγον, Θεοτόκε Ἁγνή, ὅν δυσώπει τῶν ἀλόγων με πράξεων, ῥύσασθαί με Κόρη, εὐσπλαγχνίᾳ.

Καταβασία.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανηγυρίς ἔστι πανηγύρεων, ἐν ἧ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Λαμπρύνου, ἀγάλλου, νῆσος Κυθήρων ἐν Χριστῷ. Δωρεὰς γὰρ ἁγίας ἧκέ σοι δωρούμενος, ὁ θαυμαστῶς, ἀριστεύσας ἐν σοί, ἀσκητικῶς, Θεόδωρος ὁ μέγας, τῶν οὗ θαυμάτων ἀπόλαυε.

Ὤ θείας φωνῆς σου! ἧς ἀπεφθέγξω συμπαθῶς, τοῖς ὁδεύουσι, Πάτερ, πρὸς τὸν θεῖον τάφον σου, καὶ ἀσφαλῶς ὁδηγήσας αὐτοὺς, ἐπιφανεὶς τούτοις ὡς ὁδίτης, χαρᾶς ἐπλήρωσας, Θεόδωρε.

Ὤ δόξης ἀῤῥήτου! ἧς ἠξιώθης μετασχεῖν· ὤ πολλῶν δωρημάτων! ὥν ἐπλήσθης, Ἅγιε· ἀλλ᾽ ὡς πολλήν, παῤῥησίαν πλουτῶν, δίδου ἡμῖν, Θεόδωρε πάτερ, τῆς σῆς εὐνοίας τὰ δωρήματα.

Ὁ μέγας προστάτης, καὶ ἀντιλήπτωρ καὶ φρουρός, Κυθηρίων ἁπάντων, Ὅσιε Θεόδωρε, δέξαι θερμῶς,τὴν παρούσαν μολπήν, καὶ δωρεάν, οἴκτειρόν με, Πάτερ, τὸν ἀνυμνήσαντα τὸν βίον σου

Θεοτοκίον.
Ὑπέρθεον Λόγον, δι’ἀγαθότητα πολλήν, ὧ τὰ πάντα ὑπείκει, συλλαβοῦσα Παρθένε ὑπερφιῶς, καὶ τεκοῦσα σαρκί, πάντων βροτῶν, ὤφθης σωτηρία, καὶ τῶν πταιόντων ἰλαστήριον.

Καταβασία.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τερπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.
Σαρκὶ βιώσας ἐπὶ γῆς, ὡς ἄγγελος Θεόδωρε, ἀξίως ἐμεγαλύνθης, ταῖς θεοσδότοις δωρεαῖς, καὶ διανέμεις ἅπασιν, ὡς τοῦ Χριστοῦ θεράπων, πλουσίως τὴν χάριν σου.

Καὶ τὸ τῆς Ἑορτῆς.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Κυθήρων ἡ νῆσος, χορεύει, σήμερον, τὴν μνήμην σου τελοῦσα τὴν ἁγίαν προφρόνως, Θεόδωρε παμμάκαρ, καὶ τοὺς λαμπρούς, μακαρίζει ἀγῶνάς σου, δι᾿ ὧν ἐλάμπρυνας ταύτην καὶ τῶν πολλῶν δωρεῶν σου, κατηξίωσας.

Τῇ τοῦ Θεοῦ ὁδηγίᾳ κατευθυνόμενος, ἐκ τῆς Μονεμβασίας, πρὸς τὴν νῆσον Κυθήρων, κατῆρας, Θεοφόρε, καὶ ἐν αὐτῇ, τὸν ἐχθρὸν ἐθριάμβευσας, ἀσκητικοῖς σου καμάτοις καταβαλών, τὴν αὐτοῦ ἅπασαν δύναμιν.

Ἐπιφανεὶς παραδόξως, Πάτερ, τοῖς πλέουσι, τοῦ θαλασσίου τούτους, κλύδωνος ἐλυτρώσω, καὶ ἔσωσας τὴν νήσον βαρβαρικῆς, ἀπειλῆς καὶ χειρώσεως ὅθεν κηρύττομεν πάντες τὴν πρὸς ἡμᾶς, προστασίαν σου, Θεόδωρε.

Φωτὶ ἀΰλῳ τοῖς πόῤῥω καὶ τοῖς ἐγγὺς θαυμαστῶς, τὴν χάριν σου ἐκφαίνεις, τὴν σκηνοῦσαν σῷ τάφῳ, φλογὶ δὲ καταπλήττεις τοὺς τὸ σεπτόν, λαβεῖν σκήνος θελήσαντας. Ἀλλ ἡμεῖς, Πάτερ, σὴν Κάραν ὡς θησαυρόν, θεοδώρητον κεκτήμεθα.

Δόξα.
Ἦχος πλ. α΄.
Τῇ φερωνύμῳ προσηγορίᾳ σύμφωνον βίον δεικνύμενος, ἀπὸ νεότητος Πάτερ, οἷα δῶρα ἔκλεκτα, τῷ Θεῷ προσενήνοχας, τῆς ἀσκητικῆς σου πολιτειας τὰς ἀρετὰς· τῷ θείῳ γὰρ θελήματι, τὰ σὰ ἀναθέμενος, σαρκὸς πρόνοιαν ἀπέῤῥίψας, καὶ μετάρσιος ὥφθης τῷ πνεύματι, ζῶν ὑπὲρ τὰ ὁρώμενα. Ὅθεν Κυθήρων ἡ νῆσος, ἁγιασθεῖσα τοῖς ἀγῶσί σου, ταῖς τῶν σῶν θαυμάτων δωρεαῖς καυχᾶται· καὶ τὴν σὴν γεραίρουσα μνήμην, ἐκ μυχίων βοᾷ σοι· Πρέσβευε ἀεὶ πρὸς Κύριον, ῥύεσθαὶ με πάσης θλίψεως, θεοφόρε Θεόδωρε.

Καὶ νῦν.
Τῆς Εορτῆς ἤ τὸ τοῦ Πάσχα.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν, ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω, βοήσωμεν· Χριστός, Ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ
τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Δοξολογία μεγάλη.
Ἀπολύσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ ς ᾨδή.

Ἀποστολος.
Προκείμενον. Ἦχος βαρύς.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Οσίου αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων.

Πρὸς Ἐβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Κεφ. ιγ΄. 17-21)
Ἀδελφοί, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

Αλληλούϊα.
Ἦχος β΄.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στίχος. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-22)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Μεγαλυνάριον.
Χαίροις τῶν Πατέρων ἡ καλλονὴ, χαίροις τῶν Ὁσίων, ἡ σεμνότης καὶ ἀσκητῶν· χαίροις τῶν Κυθήρων, ἀγλάϊσμα καὶ κλέος, διώκτα τῶν δαιμόνων, χαίροις Θεόδωρε.

Κοινωνικόν.
Εἰς Μνημόσυνον αἰώνιον ἕσται δίκαιος.

Δίστιχον·
Ἄδω σοι καινὸν ὡς δῶρον, Πάτερ, ὕμνον
Γεράσιμος μέλψας σου τὰς ἀριστείας.

 

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Θεόδωρο τον εν Κυθήροις ασκήσαντα

Χαιρετισμοί εις τον Όσιο Θεοφόρο Πατέρα ημών Θεόδωρο τον εν Κυθήροις ασκήσαντα