Εγκώμια εις τον Άγιον Πατέρα ημών Διονύσιο Αρχιεπίσκοπο Αιγίνης τον Θαυματουργό και Προστάτη Ζακύνθου

Ποίημα Γεωργίου Ιωαννούλη

ΣΤΑΣΙΣ Α΄Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε ἐκ βαθέων ψυχῆς, Ἱεράρχα τοῦ Χριστοῦ Διονύσιε, καὶ δοξάζομεν τὴν θείαν σου ταφήν.

Μακαρίζομέν σε καθορῶντες τρανῶς, σκῆνος σοὺ τὸ θεῖον ἀλώβητον, ἐξ οὗ χέονται, ἰάσεων πηγαί.

Ἡ Ακροστιχίς κατ΄Αλφάβητον.

Ἀναβάς εἰς πόλον, μετὰ πότμου σοφὲ, Πνεύματι σκιρτᾶς σὺν τοῖς Πνεύμασι, σῷ Λειψάνῳ δὲ ῥωνύεις τοῖς ἐν γῇ.

Βέλη τοῦ βελίαρ, ἀπαμβλύνας στεῤῥῶς, παννυχίοις προσευχαῖς Διονύσιε, ἔστησας τὸ τρόπαιον κατ᾽ αὐτοῦ.

Γῆς τὴν δόξαν ἀφεὶς, ὡς ψευδῆ νουνεχῶς, εὐκλειαν οὐράνιον ἔλαβες, Διονύσιε χειρὶ τῇ ζωαρχιχῇ.

Δεσμευθέν τὸ δέμας, ταλαιπώρου ἀνδρὸς, τῷ δεσμῷ ἀφορισμοῦ τοῦτο ἔλυσας, ὦ τοῦ θαύματος, εὐχῇ σου τῇ δραστικῇ.

Ἐκπλαγεὶς ἑώρα ἐν ἀβρόχοις ποσί, σε ποτάμια ῥεύματα, Διονύσιε διάκονος Δανιὴλ.

Ζακυνθίων πληθὺς, σῶ τεμένει πιστῶς, ἀθροισθέντες Διονύσιε ὕμνους σοι, χαριστηρίους προφέρομεν καὶ ᾠδάς.

Ἠρθης εἰς τὸ ὕψος, ἀπαθείας Σοφὲ, ἐπὶ γῆς βεβιωκῶς οἷα ἀῦλος, διὰ τοῦτο ἐξήνθησας ψαλμικῶς.

Θύτη Παγκρατίῳ, φανεροῖς τὸ κρυπτὸν ὑπὸ λήθης παρ αὐτου ἀγνοοὺμένον, ὅνπερ ἐνουθέτησας πατρικῶς.

Ἰεράρχην θεῖον, καὶ ποιμένα καλὸν, ἐγνωκυῖα Ἐκκλησία Αἰγίνης σε, Διονύσιε γεραίρει ἀσματικῶς.

Κασιγνήτου μύατα, τὸν φονέα λαβὼν, ἐν μύχοῖς ὦ τῆς ἀγάπης κατέκρυψας, πέμψας ἐφοδίοις εἰς ἀλλοδαπήν.

Λαίλαπος ἐῤῥύσω, καὶ θαλάσσης βυθοῦ, Διονύσιε πλωτῆρας καλούμενος, φϑάνεις γὰρ ὀξύτατα πανταχοῦ.

Μόνη σῇ κελεύσει ἑπομένη πληθὺς, τῶν ἰχϑύων ἰχθυβόλων εἰς πίστωσιν, ἐζωγρήθη ὡς Χριστῷ ἐν Γεννησαρέτ.

Νέμοις τοῖς αἰτοῦσι, δαψιλῶς νάματα θεῖα, ἅτινα ἐκ σκήνους σου Ἅγιε, βλύζεις ὡς ἐκ κρήνης ζωοποιοῦ.

Ξενωθεὶς πατρίδος, καὶ σεμνείοις διδοὺς, σεαυτὸν τὴν γῆν πράεων κεκλήρωσαι, σὺν Ἀγγέλοις τὸν Τρισάγιον μελῳδῶν.

Ὅμβρους τῇ Στροφάδων, σεβασμίῳ Μονῇ, ἐπιῤῥαίνεις ἐν αὐχμοῦ τὸ σὸν Λείψανον, λιτανεύοντες οἱ ἀσκούμενοι εὐλαβῶς.

Παραδόξως Πάτερ, ἐπὶ σοὶ ἐνεργῶν, ὁ Δεσπότης σοὺ γυναίου διέλυσας οἰκτρὸν δέμας, τοῦ δεινοῦ ἀφορισμοῦ.

Ῥαίνεις ἱεράρχα, ἀεννάως πιστοῖς, ἐκ τοῦ ὕψους πάντα τὰ καταθύμια, διὰ τοῦτό σε γεραίρομεν εὐλαβῶς.

Σκῆνος Ἱεράρχου, Ζακυνθίων χοροὶ, ἔχοντες πορείαν εἰς τὴν οὐράνιον, ὁδηγούμεθα ἀπταίστως δι᾿ αὐτοῦ.

Τύμβου σου τῇ κόνει, εὐλαβῶς οἱ πιστοὶ, χρώμενοι  λυτροῦνται παντοδαπῶν, νοσημάτων Διονύσιε σοφέ.

Ὓδρας ἀθεΐας ἔκκοψον διαμπὰξ κεφαλὰς τὰς ἰοβόλους Πανεύφημε, τῇ ῥομφαίᾳ τῇ τοῦ Πνεύματος αἰτῷ.

Φρυκτωρεῖς τὸν κόσμον, τερασίοις φρικτοῖς, ὦ ἀστὴρ νεοφανὲς Διονύσιε, τὴν δὲ Ζάκυνθον φυλάττεις ἀσινῆ.

Χαῖρει νῦν ἀσμένως, σῇ Πατρὶς καὶ τερπνῶς, ἄγει ἑορτὴν πανυπέρλαμπρον, μεταϑέσει Σκήνους σοὺ τοῦ σεπτοῦ.

Ψάλλε μοι ψαλμικῶς, πατρὶς τὶς ἐκεῖνος δίκαιος ὡς φοῖνιξ ἐξήνθησε, Διονύσιος τυγχάνει ὃ ἐμος.

Ὤφθης ἐν πατράσι, καλλονὴ καὶ σεπτῆς Ἐκκλησίας Ἱεράρχα κειμήλιον, Διονύσιε καὶ κλεος τῶν εὐσεβῶν.

Δόξα.
Προσκυνῶ Πατέρα, ἀνυμγῶ τὸν Ὑἱόν, σεβὼ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν οὐσιᾳ καὶ Θεότητι μιᾶ.

Καὶ νῦν.
Ἡ βεβαία ἐλπὶς, εὐσεβῶν καὶ χαρὰ, σὺ ὐπάρχεις Παναγία ϑεόνυμφε, ὡς τεκοῦσα τῶν Σωτῆρα τῶν γηγενῶν.

Καὶ πάλιν τὸ πρῶτον.
Μακαρίζομέν σε ἐκ βαθέων ψυχῆς, Ἱεράρχα τοῦ Χριστοῦ Διονύσιε, καὶ δοξάζομεν τὴν θείαν σου ταφήν.

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.

Ἂξιόν ἐστι, μακαρίζειν σε τὸν Ἱεράρχην, τῆς Αἰγίνῆς μὲν Ποιμένα πανάριστον, τῆς δὲ Ζακύνθου γόνον τε καὶ φρουρὸν.

Ἂξιόν ἐστι, Διονύσιον ὑμνολογῆσαι, τὸν ἐν γῇ ἀύλῳς βιώσαντα, καὶ σὺν τοῖς ἀύλοις σκιρτῶντα νυνί.

Ἡ Ακροστιχίς κατ΄Αλφάβητον.

Ἄπασα πληθὺς αὐτοχθόνων σου ὦ Ἱεράρχα, λάρνακα κυκλοῦντες δέει πολλῷ, ἀσπαζόμεθα σὸν σκῆνος τὸ ἱερόν.

Βλέμματι ναοῦ, βλοσυρῷ θύτην δῆτα καθ᾽ ὕπαρ, ἔξω τὸν Μεθόδιον ἔπεμψας, ῥᾳστώνην τε διορθούμενος τὴν αὑτοῦ.

Γέρας ἐκ Θεοῦ, εἰληφὼς τῶν σῶν καμάτων Πάτερ, βρύεις ἐκ σοῦ σκήνους θεῖα ἰάματα, Διονύσιε ἰωμένος τοὺς πιστούς.

Δῶρον ὀ Θεὸς, τιμαλφέστατον δέδωκε Ζακύνθῳ, λείψανόν σου  θείον Πανάγιε, δὶ οὗ ἐκλυτροῦται παντὸς θλιβεροῦ.

Ἐλυσας σαφῶς, σοῦ δαχτύλου Πάτερ ἐπιθέσει, ἀφωνίαν Ἀγγέλας σοι συγγενοῦς, καὶ ἀποπληξίαν ὦ θαύμα φρικτὸν!

Ζῶσιν ἐν Χριστῷ, εἰς αἰῶνα τῶν Αγίων τάξεις, ὅθεν Διονύσιε θεῖε σαῖς εὐχαῖς, σύναψον αὐταῖς δυσωπῷ ἡμᾶς.

Ἤκεν ἐκ Μονῆς, τῶν Στροφάδων γόνος σου θεῖος Ζάκυνϑε, λαμπρῶς εὐφραίνου τῷ πνεύματι, καὶ γὰρ ἀνεδείχθης περιφανής.

Θάλασσα σοφέ, δεδίττεται καὶ σὲ στοιχεία, οἴδε γὰρ καὶ ἄψυχα ἄκρως πείθεσθαι, Διονύσιε χελεύσματι τῷ σῷ.

Ἵθυνας καλῶς, εἰς οὐράνιον τρίβον σὴν ποίμνην, ὅθεν μακαρίας φωνῆς ἀκήκοας, δεῦρο εἰς τὴν δόξαν μου δοῦλε πιστέ.

Κλίνην σου σοφέ, πορφυρόστρωτον ἔξωθεν εἶχες, ἔνδοθεν δε λίθους περιτραχείς, ἐφ᾿ οἷς ἐκαθεύδου Πάτερ ἀσκητικῶς.

Μέγας ἀληθῶς, Διονύσιε πέλει σὸν κλέος, τέκνον τοιγαροῦν δέδωκας χάριεν, αἰνησάσῃ γυναικὶ πανευλαβεῖ.

Νέμεις τοῖς πιστῶς, προσαϊτοῦσι τὰς ἐντεύξεις Μάκαρ, κάτοπτρον ἀγάπης γὰρ ὠφθης σαφῶς, Διονύσιε καὶ τύπος τῶν ἀρετῶν.

Ξένος γεγονὼς, ἀγχιστῶν Πάτερ καὶ τῆς πατρίδος, οὐρανοπολίτης νῦν ὠφθης συνὼν, Διονύσιε Θεῷ τῷ τερατουργῷ.

Ὄρους τῆς ζωῆς, ἐν Μονῇ τῆς Ἀναφωνητρίας, ἐκτελέσας ἀπέπτης τῷ Πνεύματι, εἰς παστάδα πρωτοτόκων χαρμονικῶς.

Πᾶσης πρσβολὴς ἐναντίας πονηρῶν πνευμάτων, ῥῦσαι τὴν ἐνεγκοῦσάν σου Διονύσιε, ἥτις σὲ δοξάζει ἀσματικῶς.

Ῥύστης μοι γενοῦ, Διονύσιε σαῖς ἰκεσίαις ἵνα άποῤῥίψας αἶσχος τὸ δύσμορφον, περιβάλωμαι χὶτῶνα τὸν φωτεινόν.

Σῶζε πειρασμῶν, ἀνενόχλητον μονήν Στροφάδων, πάντας ἐν αὐτῆ ἀσκούμενος δε, διατήρησον ἐν ὀμόνοια πνευμματικῇ.

Τεῖχος ἀῤῥαγὲς. νῆσος σε σχοῦσα τῶν Ζακυνθίων, οὐ πτοεῖται δυσμενῶν τὴν ἐπήρειαν, Διονύσιε ἀλλ’ ἄγει πάνυ ἀσφαλῶς.

Ὓδωρ ζωηρὸν, νηπιόθεν ἐκροφήσας Πάτερ, ἄνθρακας παθῶν ἄρδην κατέσβεσας, καὶ ἐπήγασας κροῦνους ζωοποιοὺς.

Φῶς νῦν θεωρῶν, τὸ ἀκάματον τριτῆς μοναδός, τὴν ἀχλὺν ψυχῆς μου πρεσβείαις σου, καταλάπρυνον σελασφόροις σου βολαῖς.

Χαῖρε μοι λαμπρὲ Διονύσιε πατέρων κλέος χαῖρε Ζακυνϑίων τὸ καύχημα, εὐσεβῶν ὁ φύλαξ, καὶ χαρὰ ἡ ἐμή.

Ψάλλων ἀπαυστως, σὺν ᾿Αγγέλοις τῷ ἀστέκτῳ θρόνῳ, ὕμνον τὸν Τρισάγιον ἐν χαρᾷ Διονύσιε δυσώπει ὑπὲρ ἡμῶν.

Ὥκησας σκηναῖς, Διονύσιε ταῖς τῶν Μακάρων, ἐν αἷς ἐνοικῆσαι δὴ πάντας ἡμᾶς, ἱκεσίαις σου αἰτοῦμεν ταῖς δραστικαῖς.

Δόξα.
Ἂκτιστε Τριὰς, ἐνιαία μοι Κυριαρχία, ταῖς τοῦ Ἱερἀρχου θείαις δεήσεσι, τῆς γεέννης ῥῦσαι πάντὰς ἡμᾶς.

Καὶ νῦν.
Κλίμαξ Ἰακὼβ, χαῖρε Δέσποινα δὲ ἧς εἰς ὕψος, γένος τῶν βροτῶν ἀνυψώθημεν, διὰ τοῦτο προσκυνοῦμέν σε εὐσεβῶς.

Καὶ πάλιν τὸ πρῶτον.
Ἄξιόν ἐστὶ, μακαρίζειν σε τὸν Ἱεράρχην, τῆς Αἰγίνῆς μὲν Ποιμένα πανάριστον, τῆς δὲ Ζακύνθου γόνον τε καὶ φρουρὸν.

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν μέγαν ἀρχιθύτην.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ζακύνθου τὸν προστάτην.

Ἡ Ακροστιχίς κατ΄Αλφάβητον.

Ἂνω πρωτοτόκων, ὑμνεῖ σε Ἐκκλησία, κάτω δὲ Ζακυνθίῳν.

Βήματι γηΐνῳ, ἁγνῶς ἔθυες κτίστῃ, νῦν δὲ ἐπουρανίῳ.

Γῇ δε σου κατέχει, τὸ σκῆνος Οὐρανὸς δὲ, σὸν πνεῦμα Ἱεράρχα.

Δυνάμεις τῶν Ἀγγέλων, ἤγαγόν σε μύστα, εἰς θρόνον τὸν τῆς δόξης.

Ἒδειξας τῷ ϑύτῃ, Δανιὴλ τὴν σὴν δόξαν, τὴν πρὸς Χριστοῦ δοϑεῖσαν.

Ζηλώσας τοὺς Ἀγγέλους, ἐπάτησας τὴν πτέρναν, σατᾶν ἐν τῷ σεμνείῳ.

Ἡ λαίλαψ τῆς ϑαλάσσης, σὸν νεῦμα αἰσϑομένη ἐτράπη εἰς γαλήνην.

Θήρας αἰμοβόρους, ποιμαντικῆ σου ῥάβδω, δίωξον τῆς σὴς Μάνδρας.

Ἰλέωσον τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ὑμνούντων, ὡς ἔχων παῤῥησίαν.

Κύμα ἐμφυλίου, πολέμου ἐνεγκούσης, στόρευσον Ἱεράρχα.

Λύει ἀνομβρίαν, τὸ Λείψανόν σου μάκαρ, παρὸν τοῖς εὺσεβέσι.

Μερίδι σωζομένων, ποίησον γραφθῆναι, κἀμὲ ἐκδυσωπῶ σε.

Νέφος ἁμαρτίας, δίωξον ψυχῆς μου, κάλλος ἴδειν τὸ Θεῖον.

Ξένος ὡς βιώσας, ξενοπρεπῶς ὁ Κτίστης, ἀφθάρτισε σὸν σκῆνος.

Ὅμβρους οὐρανίους, ῥάνον εἰς ἀκάρπους, καρδίας ἡμετέρας,

Πῶς σὲ ἀνυμνήσω, ὃν ἀῤῥήτῳ δόξῃ, ἔστεψεν ὁ Παντάναξ

Ῥήματι καρδίαν, σῶμα δὲ τῷ ἄρτῳ, ἔτρεφες σοῦ ποιμνίου.

Σῶμά σου τὸ θεῖον, πλουτοῦσα Ἐκκλησία, γάγνυται Ζακυνϑίων.

Τυφλοὺς σὺ δαιμονῶντας, χωλοὺς καὶ νόσον πᾶσαν, ἰᾶσαι ὁσημέραι.

Ὑπὸ πολλοῦ τοῦ πόθου, τολμήσας ἐπαινέτης, γενέσθαι σύγνωϑί μοι.

Φαιδρὸς, ὧν τὸ Πνεῦμα, ὁρίζοντα δὴ στίλψον τοῦ Χριστωνύμων γένους.

Χάριν σοι κατ ἄμφω, ὁμολογοῦντες μύστα, ὑμνοῦμεν εὐχαρίστως.

Ψάλλομεν συμφώνως, ᾠδάς σοι Ἱεράρχα, τὰς εὐχαριστηρίους.

Ὣφθης ἐκμαγεῖον, κανὼν γνώμων καὶ τύπος, Πάτερ ἀγιωσυνὴς.

Δόξα.
Τρισάγιε Θεέ μου, συντήρησον τὸν Κόσμον, πρεσβείαις Ἱεράρχου.

Καὶ νῦν.
Χαρμόνη τῶν νόων, καὶ βροτῶν Παρϑένε, δός μοι πταισμάτων λύσιν.

Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν μέγαν ἀρχιθύτην.

Εὐλογητάρια.

Ἦχος πλ. ά.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με. Διονύσιον μέλψαι.

Τῶν Ἀγγέλων αἱ τάξεις, καὶ μερόπων χορεῖαι, ἐκπλαγεῖσαι βοῶσι, τοῦ θανάτου τὴν φθορὰν Διονύσιος εἷλε· καὶ γὰρ ἀληθῶς ὡς φοῖνιξ ἐξήνθησε, καὶ σὺν τοῖς Ἁγίοις Θεῷ νῦν παρίσταται.

Εὐλογητὸς εἶ Κύριε.
Τὶ δακρύεις, εὐσεβῶν συστήματα, τελευτῆς σοῦ ιεράρχου; οὐρανόθεν τῶν Ἀγγέλων τάγματα, πρὸς ἐφθέγγετο τοῖς Ζακυνθίοις, ἴδετε ὑμεῖς αὐτόν τε καὶ ἠσθητε· οἷα ζῶν νῦν γὰρ ὁρᾶται τῇ λάρνακι.

Εὐλογητὸς εἰ Κύριε.
Λίαν πιστῶς, ἐπὶ ὤμων ἔλαβε Διονύσιος Σταυρὸν Κυρίου, καὶ παλαίστραν Μοναστῶν κατέλαβε, καὶ ἦρε κατὰ τῶν παϑῶν, τρόπαιον τοῦ Πνεύματος, τοῦ Ἁγίου τῇ πανοπλίᾳ ῥωννύμενος.

Εὐλογητὸς εἰ Κύριε.
Μυροθήκη σοῦ σκήνους, ὑπὲρ νάρδον καὶ μῦρον Διονύσιε κατευωδιάζει· Ἀγγελοι γὰρ πρὸς αὐτὸ λειτουργοῦσι· τὶ οὖν ὡς νεκρὸν τὸν ζῶντα λογίζεσθε; οὐ νέκυς δὴ, ἀλλὰ ζῶν ἡμῖν δείκνυται.

Δόξα.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν σύνθρονον Λόγον ἐξ αὐτοῦ γεννηθέντα, καὶ τὸ Ἅγιον Πνεῦμα, προελθὸν ἐκ τοῦ φύντος, καὶ σὺν τοῖς Ἀγγέλοις κράξωμεν, τὸ Ἃγιος, Ἃγιος Ἅγιος εἶ τρίφωτε.

Καὶ νῦν.
Θεοτοκίον.
Ζωοδότην γαστρί σου, Παναγία παρθένε, τὸν Υἱὸν καὶ Θεόν σου, συλλαβοῦσα ἀῤῥήτως, καὶ τεκοῦσα ἀφράστως, ῥεύσαντας ἡμᾶς, ἴθυνον πρὸς εὔκλειαν· ἔχεις γὰρ τότε ϑέλειν καὶ τὸ δύνασθαι.