Χαιρετισμοί εις τον Άγιο Πατέρα ημών Διονύσιο Αρχιεπίσκοπο Αιγίνης τον Θαυματουργό και Προστάτη Ζακύνθου
Ποίημα Αγγέλου Κονιδάρη Λευκαδίου

Τροπάριον. Ἦχος πλ, δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Διονυσίῳ, τῷ σοφῷ καὶ ἀντιλήπτορι, ἐν ταπεινώσει Λάρνακί σου παριστάμενος, ἀπετόλμησα ὁ δοῦλός σου μετὰ ζήλου, προσκομίσαι σοι τοὺς οἴκους τούτους Ἀγιε, πλὴν παντοίων με κινδύνων ἐλευθέρωσον· ἵνα κράζω σοι· χαῖρε Πάτερ θεόσοφε.
Ἀνθρωπος ἀγγελόφρων, ἐν τῷ κόσμῳ ἐδείχθης, Ἰεράρχα σοφὲ τε καὶ μάκαρ· (ἐκ γ΄), καὶ σὺν τῇ παναφθάρτῳ σαρκί, ἀθανατούμενον σε θεωρῶν Ἅγιε, ἐξίσταμαι· καὶ ἰσταμαι ἀνακράζων πρὸς σὲ τοιαῦτα·
Χαῖρε, δι οὗ ἡ χαρὰ ἐκλάμπει·
χαῖρε, δι᾽ οὗ ἡ ζωὴ ἐφάνη.
Χαῖρε, πλανωμένων πολλῶν ἡ ανάκλησις·
χαῖρε, θλιβομένων ταχεῖα παράκλησις.
Χαῖρε, σκῆνος θαυματόβρουτον ἰαμάτων τοῖς πολλοῖς·
χαῖρε, σῶμα θεοδόξαστον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι τυγχάνεις τῆς Τριάδος οἰκία·
χαῖρε, ὅτι πρεσβεύεις τῷ ποιήσαντι πάντα.
Χαῖρε, ἀστὴρ περιλάμπων τὸν Ἤλιον·
χαῖρε, λαμπτὴρ τῆς θείας ἐλλάμψεως.
Χαῖρε, δι οὗ ἐξεπλάγη ἡ φύσις·
χαῖρε, δι’ οὗ ἐλαμπρύνθη ἡ Πίστις.
Χαῖρε, μάκαρ Διονύσιε.
Βλέπουσα ἡ πατρίς σου, τὸ σὸν ἔνθεον σκῆνος, ᾠδὰς πρὸς τὸν Θεὸν ἀναπέμπει, καὶ γεραίρουσά σε πανδημεὶ, θαυματόβρυτόν σου περικυκλοῖ Λάρνακα· πόδας δετοὺς σεπτούς σου ἐν πίστει ἀσπαζομένῃ κράζει·
Ἀλληλούια.
Γνῶσιν λαβὼν τῶν προσκαίρων, ὦ σοφὲ Ἰεράρχα, ἐγκατέλιπες κόσμου τὰ πάντα· καὶ Ἀγγέλων βίον βοῶν· τοῦ ποιεῖν κατηξίωσαι τεράστια, πρὸς ὃν ἡμεῖς προσπέλομεν ἐν πίστει, συμβοῶντες οὕτως·
Χαῖρε, ἀρετῆς ὁ λαμπρὸς τύπος·
χαῖρε, Πνεύματος πέλων ὁ οἶκος.
Χαῖρε, θαυμάτων πολυειδῶν τὸ πέλαγος·
χαῖρε, νοσημάτων δραστήριον φάρμακον.
Χαῖρε, μεσιτεία, δι’ ἧς φιλιούμεθα με τὸν Θεόν·
χαῖρε, ἀντίληψις ἡ σκέπουσα τοὺς ὑπὸ τὸν Οὐρανόν.
Χαῖρε, τοῖς Ἀγγέλοις συνομιλῶν ὁσημέραι·
χαῖρε, ὁ τοὺς δαίμονας τραυματίσας καιρίως.
Χαῖρε, λαμπρὸν Ζακύνθου τὸ καὐχημα·
χαῖρε, πολλῶν γηγενῶν ὑπόδειγμα.
Χαῖρε, αἱρετικῶν ἐλέγχων κακίαν·
χαῖρε, πιστῶν κατευφραίνων καρδίαν.
Χαῖρε, Πάτερ θεόσοφε.
Δεῦτε ἐν τῇ Ζακύνθῳ, σύλλογος Ὀρθοδόξων, προς θέαν σώματος ἀκηράτου· ὁ εὐωδίαν χέει πὸλλὴν καὶ ἴασιν νόσων χαλεπῶν ἅπασι, τοῖς ἐν ζεούσῃ πίστει προσιοῦσιν, ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούια.
Ἔχουσα ἡ πατρίς σου, σὸν πανάγιον σκῆνος, περιτείχισμα παντὸς κινδύνου, καὶ ὅπλον ἀήττητον πολύ, κατ᾽ ἐχθρῶν ταύτης δυσμενῶν, χαίρεται· καὶ ᾄσμασιν ἐν δάκρυσι βοᾷ πρὸς σὲ τὸν Ἱεράρχην·
Χαῖρε, νεκρὸν ἀναστήσας βρέφος·
χαῖρε, γονέων λύσας τὸ πένθος.
Χαῖρε, Ὁσίων ἀγλαώτατον δώρημα·
χαῖρε, Ὀρθοδόξων πανθαύμαστον ἔρεισμα.
Χαῖρε, θάλασσα προχέουσα ἰατρείαν τῶν παθῶν·
χαῖρε, πηγὴ ἀνεξάντλητος τῶν θαυμάτων τῶν πολλῶν.
Χαῖρε, ὅτι προστάτης Ζακυνθίων τυγχάνεις·
χαῖρε, ὅτι τῷ Σωτῆρι Χριστῷ προσπελάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·
χαῖρε, πολλῶν πιπτόντων ἐξίλασμα.
Χαῖρε, Στροφάδων δόξα ἡ κυρία·
χαῖρε, ἡμῶν πρὸς Θεὸν παῤῥησία.
Χαῖρε, μάκαρ Διονύσιε.
Ζάλιν ἐνδοθεν ἔχων, λογισμῶν ψυχοφθόρων, σπεύδω σοι συνεχῶς ὡς οἰκέτης, ἵνα ῥύσης με ἀντιβολῶ, ἀπὸ παγίδων τοῦ πονηροῦ Ἅγιε· καὶ χάριν δός μοι ταῖς λιταῖς σου Πνεύματος Ἁγίου, λέγων·
Ἀλληλούια.
Ἤκουσαν καὶ οἱ ξένοι, θαύματα σου ποικίλα τήν τε σὴν πρὸς Χριστὸν παῤῥησία· καὶ δραμόντες εἰς τὸν Ναόν σου, θεωρούσι σε ὄντως ὡς νεκρὸν ζῶντα, πόθῳ δὲ καρδίας προσκυνοῦντες, ὑμνοῦν σε ὡς ᾧδε·
Χαῖρε, Μονῆς Στροφάδων ὁ ῥύστης·
χαῖρε, Χριστοῦ ῥημάτων ὁ μύστης.
Χαῖρε, τῶν βαρθάρων ἐχθρῶν ἀμυντήριον·
χαῖρε, τῶν Θαυμάτων Χριστοῦ τὸ μαρτύριον.
Χαῖρε, ὅτι σὺν Ἀγίοις τὰ ἐπουράνια οἰκεῖς·
χαῖρε, ὅτι τὰ νοσήματα ἰατρεύεις ἀμισθί.
Χαῖρε, τῶν Ζακυνθίων τὸ ἀκοίμητον ὄμμα·
χαῖρε, Ἀρχιερέων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στεῤῥὸν ἀγάπης ὑπόδειγμα·
χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι οὗ ἐπικράνθη ὁ ᾅδης·
χαῖρε, δι οὗ κατεπόθη κακία.
Χαῖρε, Πάτερ θεόσοφε.
Θαυματέμφορα, μέγαν, σὲ εἰδότες οἱ πάντες, τῇ σορῷ σου προστρέχουσι πίστει καὶ ἰατρὸν σὲ γνῶντες σοφόν, διὰ σοῦ αἰτήσεις αὐτῶν λαμβάνουσι· καὶ σὺμψάλλοντες τὸν ὕμνον χαίρουσι, Θεῷ βοῶντες·
Ἀλληλούια.
Ἴδον πλήθη μερόπων, τὸν πιστὸν Παναγιώτην, τὸν τυφλώττοντα πρὶν ἀνιάτως· καὶ βλέποντα ὁρῶντες αὐτὸν, ὡς ἐκπλαγέντες ἐπὶ πολὺ, ἔσπευσαν τοῖς ᾄσμασι δοξάσαι καὶ βοῆσαί σοι τῷ Ἰεράρχῃ·
Χαῖρε, τυφλοῦ τὴν βλέψιν δωρήσας·
χαῖρε, μισθὸν οὐρανοῦ ὁ λήψας.
Χαῖρε, ὁ τῶν ἀνθρώπων πάντων σοφώτατος·
χαῖρε, τῶν ἀπόρων φύλαξ προθυμότατος.
Χαῖρε, ἄνθρωπον παράλυτον ἀνορθώσας παρευθὺς·
χαῖρε, ἰσαγγέλου νηστείας ὁ σοφὸς καθηγητής.
Χαῖρε, ἄσειστε κίων Ὀρθοδόξου θρησκείας·
χαῖρε, ἐραστὰ Ἀβραμιαίας συμπαθείας.
Χαῖρε, στεῤῥὸν παθῶν ἀποτρόπαιον·
χαῖρε, Θεοῦ ὁ φέρων τὸ τρόπαιον.
Χαῖρε, ὑπογραμμὲ τῆς σωφροσύνης·
χαῖρε, ὑπόδειγμα ἁγιωσύνης.
Χαῖρε, μάκαρ Διονύσιε.
Κύρηκες σῶν θαυμάτων, γεγονότες οἱ πάντες, εὐχριστοῦμεν Θεὸν τὸν μέγαν, ἐν δοξολογίαις καὶ ὠδαῖς, ὡς δεδωκότα σε ἰατρὸν ἅπασι· τιμῶντές δε σοῦ τὴν μνήμην τρισμάκαρ, οὐ παύομεν ψάλλειν·
Ἀλληλούια.
Λάμψας ἐν τῇ Αἰγίνῃ, ὡς φωστὴρ ὑπερλάμπων, ἐδίδαξας αὐτὴν θείοις λόγοις· τὰ γὰρ λογικὰ πρόβατά σου, πνευματικῇ τε θείᾳ τροφῇ, ἐθρεψας, ἐν ἔργοις τε καὶ λόγοις, δι ὃ κραυγάζουν πρὸς σὲ τάδε·
Χαῖρε, κραταίωσις Ὀρθοδόξων·
χαῖρε, κατάπτωσις κακοδόξων.
Χαῖρε, ὁ οἰκῆσας οὐράνια δώματα·
χαῖρε, ὁ συγχίσας δαιμόνων φρυάγματα.
Χαῖρε, λύχνε τηλαυγέστατε ἀπαστράπτων ἐμφανῶς·
χαῖρε, ἄστρον ἡλιόφωτον διαλάμπων τηλαυγῶς.
Χαῖρε, ὁ συνεδριάζων ἁγίοις Ἀγγέλοις·
χαῖρε, σκέπη Ζακύνθου πλατυτέρα νεφέλης.
Χαῖρε, λαμπρὸν Ὀσίων τὸ καύχημα·
χαῖρε, πληγῆς καιρίας τὸ ἴαμα.
Χαῖρε, ὁ κῆρυξ τῆς ἀληθείας·
χαῖρε, ἐξ οὗ ῥέει ἄῤῥητος εὐωδία.
Χαῖρε, Πάτερ θεόσοφε.
Μένοντες ἐν πλοίῳ, πάντες ἔκθαμβοι λίαν, θεωροῦσί σε αὐτοψεὶ φόβῳ· ὤφθης γὰρ ὡς μονάζων αὐτοῖς, καὶ ἐκ τοῦ σάλου τῶν κυμάτων ἔσωσας· διόπερ συνεδόξασαν τὸν Ὕψιστον βοῶντες· οὕτως·
Ἀλληλούια.
Νέος Ἤρως ἐφάνης, τῇ Χριστοῦ Ἐκκλησίᾳ· ἐλέγχων γὰρ στίφη αἱρετικῶν, φράττεις κακοδόξων τὰ χείλη, τῶν φασκόντων σε μὴ τυνχάνειν Ἅγιον ἡμεῖς δὲ σὲ γεραίροντες, συνάδομεν πρὸς σὲ, βοῶντες·
Χαῖρε, ὁ τύπος τῆς ἀφθαρσίας·
χαῖρε, ἡ στάθμη τῆς ἐγκρατείας.
Χαῖρε, Μοναζόντων ἁπάντων τὸ κάτοπτρον·
χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος,
Χαῖρε, σῶμα πολυθαύμαστον, ἐξ οὗ σώζονται πιστοί·
χαῖρε, ἰατρεῖον ἄμισθον, εἰς ὃ τρέχουσι πολλοί.
Χαῖρε, Ἀρχιερέων ἡ κρηπὶς καὶ λαμπρότης·
χαῖρε, Ἰησοῦ ὁ νηφάλιος στρατιώτης.
Χαῖρε, πολλῶν πτωχῶν ἀνακούφισις·
χαῖρε, ὀρφανῶν πάντων περίθαλψις.
Χαῖρε, πὴγὴ τῶν παθῶν θεραπείας·
χαῖρε, κανὼν βιωτῆς τῆς ἁγίας.
Χαῖρε, μάκαρ Διονύσιε.
Ξένον θαῦμα ὁρῶμεν, Διονύσιον θεῖον, νεκρὸν ὡς ζῶντα θήκῃ τελοῦντα· διὰ τούτου γὰρ ὁ ὑψηλὸς Θεὸς, ἐπὶ γῆς, βοηθεῖ ἡμῖν ὡς ἐὐσπλαγχνός· βουλόμενος ἐλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας·
Ἀλληλούια.
Ὅλος πέλει ἐνθάδε, καὶ τοῖς ἄνω ἐπίσης ἐστὶν, Ἰεράρχῆς ὁ μάκαρ· Ζάκυνθος γὰρ σῶμα κατέχει, Πνεῦμα δὲ αὐτοῦ ἐν οὐρανοῖς ὑπάρχει, δι ὃ ἐν ᾄσμασιν αὐτὸν τιμῶντες προσβοῶμεν ταῦτα·
Χαῖρε, σεπτῶν Ὁσίων ἀκρότης·
χαῖρε, σεμνῶν βροτῶν ἡ λαμπρότης.
Χαῖρε, τῶν ἀπίστων πικρότατος ἔλεγχος·
χαῖρε, τῶν πιστῶν θησαυρὸς ὁ ἐξαίρετος.
Χαῖρε, Ἰεράρχα πάνσοφε τὸν Χριστὸν ὁ καθορῶν·
χαῖρε, προστάτα πάντων κράτιστε τῶν εὐσεβῶν ἐθνῶν.
Χαῖρε, ὁ τῇ Τριάδι ὑπὲρ ἡμῶν πρεσβεύων·
χαῖρε, ὁ σοῖς οἰκέταις πᾶσιν ἴασιν νέμων.
Χαῖρε, δι᾿ οὗ διῴκονται δαίμονες·
χαῖρε, δι᾿ οὗ ἐδοξάσθη Ζάκυνθος.
Χαῖρε, λαμπρὲ λύχνε τῆς εὐσεύβίας·
χαῖρε, στεῤῤὲ τύπε, τῆς παρθενίας.
Χαῖρε, Πάτερ θεόσοφε.
Πᾶσαν χάριν ἐδέξω, ἐκ Θεοῦ ὦ Τρισμάκαρ, τὰ ὑπερφυῆ πράττειν σημεῖα· βιώσας γὰρ ὡς σάρκα μὴ σχῶν, ἐφάνης πᾶσιν ὄντως βροτοῖς Ἀγγελος· πάντες δὲ σὲ εὐφημοῦντες, ψάλλομεν πρὸς Θεὸν ἐν πίστει οὔτως·
Ἀλληλούια.
Ῥείθρω τῶν σῶν δακρύων, σὴν ψυχὴν ἐκλαμπρύνας, ὦ Διονύσιε ἱεράρχα· ἐδείχθης ὑπογραμιμὸς πᾶσι τοῖς θέλουσι φθάσαι, ἐκ γῆς εἰς τὰ ἄνω, ἡμεῖς δὲ ἐν ὕμνοις πολλοῖς γεραίροντες, σαφῶς βοῶμεν·
Χαῖρε, τύπε ἀρετῶν παντοίων·
χαῖρε, χάριτος Θεοῦ δοχεῖον.
Χοῖρε, Ἰεραρχῶν θεῖον ἐγκαλλώπισμα·
χαῖρε, Χριστιανῶν θαυμαστὸν διάσωσμα.
Χαῖρε, ὅτι ἰατρεύθησαν οὐκ ὀλίγοι ἀσθενεῖς·
χαῖρε, ὅτι διεσώθησαν κινδυνεύσαντες πολλοί.
Χαῖρε, ὁ ἐκ Στροφάδων τὰς ἀκρίδας διώξας·
χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληρώσας.
Χαῖρε, πιστοῖς ἰατρεῖον ἄμισθον·
χαῖρε, πηγὴ τεραστίων ἄῤῥητος.
Χαῖρε, φωνὰς κακουχούντων ἀκούων·
χαῖρε, πληγὰς τῶν ψυχῶν θεραπεύων.
Χαῖρε, μάκαρ Διονύσιε.
Σεισμοῦ προβλέπων τὸν τρόμον, ὦ πιστῶν ἀντιλήπτωρ πρὸς Ματθαῖον καθ᾿ ὕπνον ἐφάνης καὶ Μονὴν φυλάξας ὡς φρουρὸς, μοναχὸν ἐκ πύργου πεσόντα ἔσωσας· οὕτος δὲ τὸ θαῦμα ὄντως γνωρίσας, ὡς πιστὸς ἐβόα·
Ἀλληλούια.
Τεῖχος εἶ τῆς Ζακύνθου, Ἰεράρχα παμμάκαρ, καὶ πάντων τῶν εἰς σε προσφευγόντων· ὁ γὰρ τοῦ Οὐρανοῦ καὶ τῆς γῆς, πανεδόξαστε σε Ποιητὴς Ἅγιε, ἀφθαρτίσας σου τὸ σκῆνος, καὶ πάντας σοι προσβοᾷν διδάξας·
Χαῖρε, ὁ κανὼν τῆς ἀγρυπνίας·
χαῖρε, ἡ εἰκὼν τῆς εὐσπλαγχνίας,
Χαῖρε, κηδεμὼν ἐνδεῶν ἑτοιμότατος:
χαῖρε, ἀσθενῶν ἰατρὸς προθυμότατος,
Χαῖρε, σὺ γὰρ ἠλευθέρωσας ἐκ τοῦ θανάτου πιστούς·
χαῖρε, σὺ γὰρ διέσωσας ἐκ τῆς θαλάσσης πολλούς.
Χαῖρε, θνητῶν πασχόντων ὁ ἀκάματος ῥύστης·
χαῖρε, ὁ θείας Τριάδος πιστότατος λάτρις.
Χαῖρε, εὐῶδες Ζακύνθου τὸ βλάστημα·
χαῖρε, εὐκλεὲς Αἰγίνης τὸ καύχημα.
Χαῖρε, ὁ μύστης τῶν Θεοῦ Μυστηρίων·
χαῖρε, ἀκρότης πανευλαβῶν Ὁσίων.
Χαῖρε, Πάτερ θεόσοφε.
Ὓμνον δέξαι ὦ Πάτερ, σοῦ δεόμενοι ζήλῳ, τῷ πλήθει τῶν πολλῶν πρεσβειῶν σου· ἐξάλειψον ἡμῶν πάθη δεινὰ, καὶ ἐχθρικῶν σῶσον προσβολῶν Ἅγιε, ἵνα ὐμνοῦμεν ἅπαντες, τὸν Ὕψιστον Θεὸν, σὺν σοὶ βοῶντες·
Ἀλληλούια.
Φωτὸς τοῦ Οὐρανίου, ἐρασθεὶς Ἰεράρχα, σὴν ψυχὴν ταπεινώσει ἐκόσμεις, νηστείαις δε σῶμα ἁγνίσας, ἄφθαρτον καὶ σῶον ἡμῖν ἀνεφάνη· δι’ ὃν αὐτὸ ἀσπάζοντες, ὠδάς σοι μελῳδοῦμεν τούτας·
Χαῖρε, ὁδηγὲ λογικοῦ ποιμνίου·
χαῖρε, ὦ πιστὲ θεράπων Κυρίου.
Χαῖρε, εὐσεβῶν πανευφρόσυνον ὄραμα·
χαῖρε, τῶν πιστῶν εὐκλεέστατον δώρημα.
Χαῖρε, ὅτι νοσημάτων ἀνεδείχθης ἰατρός·
χαῖρε, ὅτι δεομένων ἀνεφάνης ἀρωγός.
Χαῖρε, τῆς Ὀρθοδοξίας δεικνύων τὸ ὕψος·
χαῖρε, Μονῆς τῶν Στροφάδων τυγχάνων τὸ τεῖχος.
Χαῖρε, ἀστὴρ διαχέων ἁγνότητα·
χαῖρε, Ποιμὴν ἐρῶν ἀγθρωπότητα.
Χαῖρε, κρηπὶς τῆς Χριστού Εκκλησίας·
χαῖρε, βροντὴ κατ’ ἐχθρῶν συμμορίας.
Χαῖρε, μάκαρ Διονῦσιε.
Χάριν πλείστων θαυμάτων, εἰληφὼς Ποιμενάρχα, ἐδόθης εὐεργέτης Ζακύνθου, καὶ παντῶν ὁ προστάτης ἀνθρώπων, τῶν δεομένων σου εὐλαβὼς, πρὸς οὕς ἀενάως δίδεις ἰάματα, ἀρδευὼν δὲ τοῖς θαύμασιν, ἀκούεις παρὰ πάτων οὕτως·
Ἀλληλούια.
Ψαλλοντές σου τὸν ὕμνον, εὐφημοῦμέν σε πάντες, θιασώτην πιστὸν τοῦ Σωτῆρος· σοὶ γὰρ χάριν δωρήσας πολλὴν, ὁ δεσπόζων πάντων ἐσαεὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξεν βοᾷν σοι πάντας·
Χαῖρε, πηγὴ πολυτίμου μύρου·
χαῖρε, Ἀγίων πάντων ὁ φίλος.
Χαῖρε, ὁ περιθεὶς τὴν χάριν τοῦ Πνεύματος·
χαῖρε, ὁ δοξασθεὶς τοῦ Θεοῦ τῇ χάριτι.
Χαῖρε, ἄῤῥηκτον διάσωσμα βασιλέων εὐσεβῶν·
χαῖρε, καύχημα σεβάσμιον Ἱερέων εὐλαβῶν.
Χαῖρε, ἀθανασίας ὁ ἀκήρατος οἴκος·
χαῖρε, τῆς ἀφθαρσίας ἀναμφίβολος τύπος.
Χαῖρε, δι᾿ οὗ ἐθαύμασαν Ἄγγελοι·
χαῖρε, δι οὗ ἐσώθησαν ἄνθρωποι.
Χαῖρε, χρωτὸς σταθερὰ θεραπεία·
χαῖρε, πιστῶν πρὸς Θεὸν ἡ πρεσβεία.
Χαῖρε, πάτερ θεόσοφε.
Ὦ Τρισόλβιον σῶμα, τὸ θαυματοπάροχον ὄντως καὶ ἁγιώτατον πάντῃ· (ἐκ γ΄), προσφέροντές σοι τὴν δὲ λιτὴν, αἰτοῦμεν θεῖε τῶν κακῶν τὴν ἄφεσιν, καὶ αἰωνίου λύτρώσιν κολάσεως, Θεῷ βοῶντες·
Ἀλληλούια.
Καὶ αὖθυς τὸ Τροπάριον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Διονυσίῳ, τῷ σοφῷ καὶ ἀντιλήπτορι, ἐν ταπεινώσει Λάρνακί σου παριστάμενος, ἀπετόλμησα ὁ δοῦλός σου μετὰ ζήλου, προσκομίσαι σοι τοὺς οἴκους τούτους Ἅγιε, πλὴν παντοίων με κινδύνων ἐλευθέρωσον· ἵνα κράζω σοι· χαῖρε, Πάτερ θεόσοφε.

