Τέσσερις Παρακλητικοί Κανόνες εις τον Άγιο Διονύσιο Αιγίνης
Παρακλητικός και Λιτανευτικός Κανών εις τον Άγιο Ιεράρχη Διονύσιο εκ Ζακύνθου Αρχιεπίσκοπο Αιγίνης
Συντεθείς παρά τίνος ἀνωνύμου χάριν ευλαβείας
†Εορτάζεται στις 17 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Διονυσίου ἱεραῖς μεσιτείαις, παθῶν ποικίλων πειρασμῶν καὶ κινδύνων, τοὺς σοὺς ἱκέτας λύτρωσαι Χριστὲ ὁ Θεός, οἴκτειρον τὸ πλάσμα σου, ὡς Θεὸς ἐλεήμων, σῶσον τοὺς ὑμνοῦντάς σε, ἀπὸ βλάβης παντοίας, σοὶ γὰρ βοῶμεν πάντες ἐκτενῶς· μὴ ὑπερόψη ἠμᾶς πολυεύσπλαγχνε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὲ πανοικτίρμων καὶ λυτρωτά, ταῖς Διονυσίου, ἱκεσίαις λύσιν δεινῶν, παράσχου μοι, μόνε ἐλεήμων, καὶ βασιλείας τῆς σῆς μὲ ἀξίωσον. (δίς)
Ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός, ὁ τοὺς σοὺς Ἁγίους, θαυμαστώσας ἐπὶ τῆς γῆς, οἰκτείρησον πάντα τὸν λαόν σου, Διονύσιον λιταῖς πολυέλεε.
Θεοτοκίον.
Πρεσβείαις Χριστέ μου τῆς σῆς Μητρός, καὶ Διονυσίου, κατοικτείρησον σὸν λαόν, καὶ θάττον παράσχου τὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου μόνε φιλάνθρωπε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ Σωτὴρ τῶν ἁπάντων, καὶ ποιητὴς Κύριος, ὁ ἐνδοξαζόμενος μόνος ἐν τοῖς Ἁγίοις σου, τοῦ ἄδου θεράποντος, πανευπροσδέκτοις πρεσβείαις, πᾶσι τὰ ἐλέη σου ἡμῖν κατάπεμψον. (δίς)
Ἱεραῖς μεσιτείαις, πατρὸς Θεὲ εὔσπλαγχνε, λύτρωσαι κινδύνων παντοίων, τοὺς σοὶ προστρέχοντας, πίστει καὶ δάκρυσι, καὶ οὐρανῶν βασιλείας, πάντας καταξίωσον, πιστοὺς ὡς εὔσπλαχνος.
Θεοτοκίον.
Ὁ ἐν μήτρᾳ οἰκήσας παρθενικῇ Κύριος, δέχου τὰς αὐτῆς ἱκεσίας, Διονυσίου τε, καὶ σῶσον ἅπαντας, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῆς βασιλείας σου Σῶτερ ἀξίωσον.
Διάσωσον ἡμᾶς κινδύνων πρεσβείαις Διονυσίου, ὅτι πάντες εἰς σὲ ἐλπίζομεν, καὶ βοῶμέν σοι φιλάνθρωπε, ἀπάλλαξον βλάβης τοὺς σοὺς ἱκέτας.
Ἐπίσκεψαι τοὺς σοὺς ἱκέτας πρεσβείαις τοῦ Ἱεράρχου, χορηγῶν ἡμῖν τὰ ἐλέη σου, φιλάνθρωπε καὶ Θεὲ πανοικτίρμον.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὲ Ἰησοῦ ἐλέησον τοὺς δούλους σου, πρεσβεύει θερμῶς ὁ μέγας Διονύσιος, ταῖς αὐτοῦ δεήσεσι, ψυχικῶν κινδύνων ἡμᾶς ἀπάλλαξον, καὶ θείας δόξης δεῖξον κοινωνούς, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ Θεὸς ὁ πανάγαθος, ταῖς τοῦ Ἱεράρχου λιταῖς ἐλέησον, τοὺς ἰκέτας σου μακρόθυμε, ὅπως εὐχαρίστως σε δοξάζωμεν. (δίς).
Παντοδύναμε Κύριε, πλούσια ἐλέη ἡμῖν κατάπεμψον, τοῖς ὑμνοῦσί σε φιλάνθρωπε, ταῖς Διονυσίου παρακλήσεσι.
Θεοτοκίον.
Ἡ πανάμωμος Δέσποινα, σὺν τῷ Διονυσίω, καθικετεύει σε τοῦ δωρήσασθαι τοῖς δούλοις σου, ἱλασμὸν πταισμάτων Πολυέλεε.
ᾨδὴ ε΄.Ἵνα τί με ἀπώσω.
Ὁ Θεὸς ὁ Θεός μου, ὁ ἐνδοξαζόμενος ἐν τοῖς Ἁγίοις σου, ταῖς Διονυσίου ἱκεσίαις ἡμᾶς διαφύλαξον, θλίψεων ἀτρώτους, καὶ τῆς τρυφῆς τοῦ Παραδείσου, ἀπολαῦσαι σοὺς δούλους ἀξίωσον. (δίς).
Ὥσπερ στύλῳ νεφέλης, πάλαι τοῖς Ἁγίοις σου ἐλάλεις Κύριε, Σαμουὴλ Μωσή τε, τῶν τηρούντων σὰ θεῖα προστάγματα, οὕτω νῦν παράσχου, Διονυσίου ταῖς πρεσβείαις, ἡμῖν πᾶσι πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Κύριε τοῦ ἐλέους καὶ τῆς εὐσπλαγχνίας ἡ ἄπειρος ἄβυσσος, ταῖς τῆς σὲ τεκούσης ἱκεσίαις ἡμᾶς διαφύλαξον, καὶ τοῦ ἱεράρχου Διονυσίου ἵνα πάντες, εὐχαρίστως ἀεί σε δοξάζωμεν.
ᾨδὴ ς΄. Ἰλάσθητί μοι Σωτήρ.
Ἰλάσθητί μοι Σωτήρ, τῷ σὲ πολλὰ παροργίσαντι, καὶ ῥῦσαί με τοῦ πυρὸς τοῦ διαιωνίζοντος, φιλάνθρωπε Κύριε, ταῖς Διονυσίου, ἱκεσίαις καὶ δεήσεσι.
Ἐπάκουσον ὁ Θεός, τῆς προσευχῆς τοῦ ἰκέτου σου, καὶ αἰωνίου πυρὸς φλογίζοντος λύτρωσαι, τὸν σὲ παροργίσαντα, ταῖς Διονυσίου, εὐπροσδέκτοις παρακλήσεσι.
Διονυσίου λιτᾶς, προσδέχου ὦ πολυεύσπλαγχνε, καὶ βασιλείας τῆς σῆς τυχεῖν καταξίωσον, ἡμᾶς τοὺς ἱκέτας σου, τοὺς προστρέχοντάς σοι, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Οἰκτεῖρμον παμβασιλεῦ, οἰκτείρησον τοὺς ἱκέτας σου, τῆς σῆς ἀχράντου Μητρὸς πρεσβείαις ὡς εὔσπλαγχνος, καὶ τοῦ σοῦ θεράποντος, ὅπως εὐχαρίστως, μεγαλύνωμεν τὸ κράτος σου.
Διάσωσον ἡμᾶς κινδύνων πρεσβείαις Διονυσίου, ὅτι πάντες εἰς σὲ ἐλπίζομεν, καὶ βοῶμέν σοι φιλάνθρωπε, ἁπάλλαξον βλάβης τοὺς σοὺς ἱκέτας.
Ἐπίσκεψαι τοὺς σοὺς ἱκέτας πρεσβείαις τοῦ Ἱεράρχου, χορηγῶν ἡμῖν τὰ ἐλέη σου, φιλάνθρωπε καὶ Θεὲ πανοικτίρμων.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας Ἀειπάρθενον.
Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καί οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ια΄. 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τροπάριον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Προσπίπτομέν σοι Κύριε, βοῶντες τὸ ἡμάρτομεν μὴ παρίδης, ἀλλ’ οἰκτείρησον ἡμᾶς, πιστῶς προσπεφευγόντας, τῇ σκέπῃ σου καὶ σῶσον, Διονυσίου παρακλήσεσι.
Ἕτερον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέσποτα φιλάνθρωπε, ὁ θαυμαστὸς ἐν Ἁγίοις, αὐτὸς τὰ ἐλέη σου, ἐν ἐμοὶ θαυμάστωσας ἀνεξίκακε, καὶ δεινῶν λύτρωσαι, ὡς Θεὸς δώρησαι, καὶ τυχεῖν με καταξίωσον τῆς θείας δόξης σου, θείαις τῆς Μητρός σου δεήσεσι, καὶ λύτρωσαι τὸν δοῦλόν σου, τῆς ἀτελευτήτου κολάσεως, ταῖς τοῦ Ἱεράρχου, σεπτοῦ Διονυσίου προσευχαῖς, ἵνα ὑμνῶ καὶ δοξάζω σε, τὸν Θεὸν καὶ πλάστην μου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Προσάγομέν σοι πρέσβυν, Ἱεράρχην τὸν μέγαν Διονύσιον Δέσποτα, ταῖς τούτου ἱκεσίαις, ἐλέησον καὶ σῶσον, τοὺς ἐν πίστει σοι κράζοντας· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θαυμάστωσαν Θεέ μου, ἐν ἐμοὶ τὰ ἐλέη ταῖς παρακλήσεσι, πατρὸς Διονυσίου, ἡμᾶς ὑπερασπίζων τοὺς ἐν πίστει βοῶντάς σοι· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἰ.
Θελητὰ τοῦ ἐλέους, ἡμᾶς οἴκτειρον πάντας τοὺς ἀνυμνοῦντάς σε, λιταῖς Διονυσίου, καὶ δόξης σου τῆς θείας κοινωνούς, ἡμᾶς ποίησον· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Μητρός σου ἰκεσίαις, ἀνεξίκακε λόγε κινδύνων ῥῦσαι ἡμᾶς, τοὺς πόθῳ σὲ τιμῶντας, καὶ ταῖς Διονυσίου ἰσχυραῖς παρακλήσεσιν· ὁ τῶν πατέρων ἠμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Διονυσίου, ταῖς ἱεραῖς μεσιτείαις, κινδύνων ῥῦσαι τοὺς σοὺς ἱκέτας, σὲ ὑπερυψοῦντας Χριστὲ εἰς τοὺς αἰώνας.
Ἱκετηρίαις, τοὺς ἐκτενῶς σε ὑμνοῦντας, τῆς τρυφῆς τῆς ἀφράστου σου Λόγε, ταῖς Διονυσίου ἀνάδειξον μετόχους.
Τὸν λυτρωτήν σε, καὶ Βασιλέα τῆς δόξης, ὁ κλεινὸς δυσωπεῖ Ἱεράρχης, τοῦ καταξιῶσαι ἡμᾶς τῆς ἄνω δόξης.
Θεοτοκίον.
Ταῖς ἱκεσίαις, Χριστὲ σωτὴρ τῆς Μητρός σου, καὶ Διονυσίου σῶσον πάντας, τοὺς ὑπερυψοῦντας σὸν κράτος εἰς αἰώνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ μέγας Ἱεράρχης, σὲ καθικετεύει, Χριστὲ τοῦ δοῦναι πταισμάτων τὴν ἄφεσιν, τοῖς ἀνυμνοῦσί σε πίστει καὶ μεγαλύνουσι.
Λιταῖς Διονυσίου, Κύριε προσδέχου, καὶ Ζακυνθίων τὴν νῆσον περίζωσε, τὴν ἀνυμνοῦσάν σε πόθῳ καὶ μεγαλύνουσαν.
Χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον σοὺς δούλους, Διονυσίου πρεσβείαις φιλάνθρωπε, τοὺς σὲ δοξάζοντας πόθῳ καὶ μεγαλύνοντας.
Θεοτοκίον.
Ἡ πάναγνός σου Μήτηρ, σὺν Διονυσίῳ, ἐκδυσωπεῖ σε τὸν μόνον μακρόθυμον, κινδύνων σῶσαι τοὺς πίστει σὲ μεγαλύνοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δέσποτα Χριστὲ ὁ Θεὸς ἡμῶν, οἰκτείρησον πάντας, καὶ ἐλέησον σὸν λαόν, ταῖς Διονυσίου θερμαῖς ἱκετηρίαις, καὶ σοῦ τῆς θείας δόξης, τυχεῖν ἀξίωσον.
Δέσποινα Παρθένε μήτηρ Θεοῦ, σὺν Διονυσίῳ ἐκδυσώπει τὸν σὸν Υἱόν, ἡμᾶς ἀπαλλάξαι κινδύνων πολυτρόπων, καὶ θλίψεων παντοίων τοὺς εὐφημοῦντάς σε.
(Ποίημα Ἱεροδιακόνου Γεωργίου Συπάνδρου)
Χαίροις ὁ Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης καὶ Στροφάδων μέγας φρουρός, χαίροις Ἐκκλησίας φωστὴρ νέος τρισμάκαρ, Ἀρχιερέων κλέος, ὧ Διονύσιε.
(Ποίημα Αγγέλου Συμμαχίου)
Μένων ἐν ἀγάπῃ ἐν τῷ Θεῷ ἔμεινας θεόφρον, καὶ σὸν κτείναντος ἀδελφόν, ἐνθέως ἐφείσω, τῇ πρὸς Θεὸν ἀγάπη, διὸ Χριστῷ συγχαίρεις, νῦν Διονύσιε.
Χαίροις ὁ Ζακύνθου θεῖος βλαστός, καὶ Μονῆς Στροφάδων, ὁ ἀκοίμητος ὀφθαλμός, χαίροις τῆς Αἰγίνης ὁ μέγας ἀντιλήπτωρ ἀρχιθυτῶν ἡ δόξα, ὧ Διονύσιε.
(Ποίημα Γεωργίου Ιωαννούλη)
Χαίροις σελασφόρε θεῖε φωστήρ, ὁ φωτί σου στίλβων, τὸν ὁρίζοντα εὐσεβῶν, χαίροις ὁ σοῦ σκῆνος θαύμασι καταρδεύων τὴν Ἐκκλησίαν πᾶσαν, ὧ Διονύσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἰ βούλει ὁ ψάλτης, ψαλέτω καὶ τὰ ἐξαποστειλάρια πρὸς τὸ Ἀπόστολοι ἐκ περάτων.
Τοῦ Ἱεράρχου πρεσβείαις, καὶ τῆς ἀχράντου Μητρός σου, ἐλέησον σοὺς ἱκέτας, Χριστὲ σωτὴρ τῶν ἁπάντων, καὶ θείας σου βασιλείας, ἀναδεῖξον κληρονόμους.
Ὅμοιον.
Ῥῦσαι παντοίων κινδύνων, νῆσον Ζακύνθου οἰκτείρμων, δεήσεσιν Ἱεράρχου, τοῦ θείου Διονυσίου, ὅπως δοξάζωμεν πίστει, τὴν ἄκραν σου εὐσπλαγχνίαν.
Ὅμοιον.
Δεήσεσι τῆς Μητρός σου, καὶ τοῦ σεπτοῦ Ἱεράρχου, ἐλέησον Θεὲ Λόγε, ἡμᾶς τοὺς προσπεφευγότας, τῇ τῶν πτερύγων σου σκέπῃ, καὶ σῶσον ὡς ἐλεήμων.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος. ( Ποίημα Ἱερέως Νικολάου Γαβριηλοπούλου)
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν Πρόεδρον, τὸν φρουρὸν Μονῆς τῶν Στροφάδων, Διονύσιε ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτῶν εἰλικρινῶς, σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας, σῶζε καὶ βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένω σὲ ἡμῖν πρέσβυν ἀκοίμητον.
Ὁ ἱερεύς μνημονεύει ὡς σύνηθες καὶ ἀπόλυσις.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου. ( Ποίημα ἱεροδιακόνου Γεωργίου Συπάνδρου)
Ὕμνον παναρμόνιον ἰδού, ἡ τῶν σῶν πιστῶν συνηγμένη, χορεία ψάλλει σοί, μνήμη τῇ πανσέπτῳ σου, καὶ τῷ τεμένει τῷ σῷ, ἱερῶς προστιβάζεται, ψυχῇ καὶ καρδίᾳ, σοῦ τὸ θαυματόβρυτον Σκῆνος ἀσπάσασθαι, πάντας ἀβλαβεῖς περιφρούρει, θλίψεως παντοίας καὶ βλάβης, πάτερ Διονύσιε πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Πατέρα ημών Διονύσιο Αρχιεπίσκοπο Αιγίνης τον Θαυματουργό και Προστάτη Ζακύνθου
†Εορτάζεται στις 17 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὰ ἐξῇς τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Διονυσίου ἱεραῖς μεσιτείαις, παθῶν ποικίλων πειρασμῶν καὶ κινδύνων, τοὺς σοὺς ἱκέτας λύτρωσαι Χριστὲ ὁ Θεός, οἴκτειρον τὸ πλάσμα σου, ὡς Θεὸς ἐλεήμων, σῶσον τοὺς ὑμνοῦντάς σε, ἀπὸ βλάβης παντοίας· σοι γὰρ βοῶμεν πάντες ἐκτενῶς· μὴ ὑπερόψῃ ἡμᾶς πολυεύσπλαγχνε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ.
Γλωττοστροφοῦντας ἀφυεῖς ἀπέδειξας, ἐν τῷ ὑμνῆσαι τὰ σά· ὑλικῶν γὰρ φύσιν, πᾶσαν ὑπερέβαλες, τῇ τῆς ζωῆς λαμπρότητι, οὐρανῶν ὅθεν νόες, ἄφθαρτα στέφη σε ἔθηκαν, ἄσαρκον ὁρῶντές σε ἄνθρωπον.
Ἰχθυοβόλους τῇ καινῇ ἐξέπληξας, ἄγρα πεισθέντας ἐν σοί, ψυχοβλαβῆ πλάνην, μετὰ τοῦτο ἔπαυσας, ἀνδρῶν τοιούτων θαύματι, ἱερέων παρόντων, ἀποτυγχάνειν τοῦ πράγματος, τούτους νουθετῶν Διονύσιε.
Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέθηκας, ἀπὸ νεότητος, καὶ τοῦ κόσμου πάντα, τὰ ἡδέα πάνσοφε, καὶ τῆς σαρκὸς προσπάθειαν, βδελυξάμενος ὄντως, ἐγένου ὅλος οὐράνιος, καὶ κατοικητήριον πνεύματος.
Θεοτοκίον.
Ἀνάρχου Μῆτερ ἐξειπεῖν τὰ τέρατα, τίς ἐξισχύει ποτέ; Ὅσα περ εἰργάσω, τὸν Θεὸν βαστάσασα, ἐν τῇ γαστρί σου ἔμβρυον, ἄπαρχὴ σωτηρίας, τῆς τῶν ἀνθρώπων ὑπάρξασα, τέλος καὶ τῶν τούτοις κακώσεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς ψυχῆς καθορῶν σου, τὸ νουνεχὲς ἔνδοξε, ἅπας τῆς Αἰγίνης ὁ Δῆμος, σε προχειρίζεται, Ποιμένα ἄριστον, καὶ Ἱεράρχην φωσφόρον, νεύσει τοῦ Παντάνακτος καθοδηγούμενος.
Σὲ προβάλλεται πρέσβυν, ἡ σῇ πατρὶς Ζάκυνθος, ἔχουσα ἐν κόλποις σὸν σκῆνος, τὸ θαυματόβρυτον, ἐξ οὗ προχέονται, τοῖς προσιοῦσιν ἐν πίστει, νάμματα σωτήρια ὧ Διονύσιε.
Συμπληροῖς τὰς αἰτήσεις, τερατουργὲ ἅπασιν, ἐπὶ σοὶ γὰρ χάρις θεόθεν, πᾶσα κεκένωται, καὶ τῶν θαυμάτων τῶν σῶν, οὐκ ἔστι πέρας ἀντλήσαι, τῆς Ζακύνθου γέννημα, ὧ Διονύσιε.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, ἡ σῇ γαστὴρ δείκνυται, πάναγνε παρθένε Μαρία, θεοχαρίτωτε, ὁ γὰρ ἀχώρητος, παντὶ τῷ κόσμῳ ἐδείχθη, χωρητὸς ἐν μήτρᾳ σου, καθὼς ηὐδόκησε.
Ναυάγησον, τῶν πολεμίων τὴν ἔφοδον Ἱεράρχα, πάντας σκέπων ἀεὶ θερμῶς, τοὺς εἰς σὲ καταφεύγοντας, καὶ φάνηθι δούλοις σου προστασία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὲ Ἰησοῦ ἐλέησον τοὺς δούλους σου, πρεσβεύει θερμῶς, ὁ μέγας Διονύσιος, ταῖς αὐτοῦ δεήσεσι, ψυχικῶν κινδύνων ἡμᾶς ἀπάλλαξον, καὶ θείας δόξης δεῖξον κοινωνούς, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ὅλον τὸν νοῦν, πρὸς οὐρανὸν ἀνεπτέρωσας, καὶ ψυχήν σου, Πάτερ κατελάμπρυνας, τῇ ποικιλίᾳ τῶν ἀρετῶν, γενόμενος ὅλος, κατοικητήριον πνεύματος, διὸ τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, ἰατρὸς ἀνεδείχθης πανάριστος.
Οἱ ἐν δεινοῖς, κατατηκόμενοι πάθεσι, καὶ παντοίαις νόσοις πιεζόμενοι τῷ σῷ τεμένει μετὰ σπουδῆς, πίστει προσελθόντες, καὶ σκῆνος σὸν ἀσπαζόμενοι, τρυγῶσι τὰς ἰάσεις, τῶν ψυχῶν καὶ σωμάτων, σαῖς λιταῖς πρὸς Θεὸν Διονύσιε.
Σὲ βοηθόν, κέκτηται ὄντως καὶ πρόμαχον, τῶν Στροφάδων, Μονὴ ἡ σεβάσμιος, καὶ οἱ μακάριοι ἐν αὐτῇ, ἀσκοῦντες πατέρες, τῇ σκέπῃ σου ἐναβρύνονται, λυτρούμενοι παντοίων, πειρασμῶν τε καὶ νόσων, καὶ ποικίλων βελῶν τοῦ ἀλάστορος.
Θεοτοκίον.
Τῶν οὐρανῶν, αἱ τάξεις πᾶσαι ἐξέστησαν, θεωροῦσαι, ὡς βροτὸν γενόμενον, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ἀῤῥεύστως τεχθέντα, καὶ κόσμον δημιουργήσαντα, διὸ μεγαλοφώνως, οὐρανόθεν ἐβόων, τῇ δυνάμει σου, δόξα φιλάνθρωπε.
ᾨδὴ ε΄. Ἵνα τι με ἀπώσω.
Ὤσπερ στύλῳ νεφέλης, πάλαι τοῖς Ἁγίοις σου ἐλάλεις Κύριε, Σαμουὴλ Μωσή τε, τοῖς τηροῦσι τὰ θεῖα προστάγματα, οὕτω νῦν παράσχου, Διονυσίου ταῖς πρεσβείαις, ἡμῖν πᾶσι πταισμάτων τὴν ἄφεσιν.
Ὅρμος πᾶσιν ἐδείχθης, θαλαττοποροῦσι, μεγάλω ἐν κλύδωνι, καὶ ἐπικαλοῦσι, τὸ σὸν ὄνομα Πάτερ τὸ ἅγιον, φθάνεις γὰρ ταχέως, καὶ τοῖς στοιχείοις ἐπιτάττεις, ἀοράτως πράυναι τὴν ἔφοδον.
Δανιὴλ ἐξεπλάγη, παραδόξως ὀρῶν σε, λαμπρῶς ἱστάμενον, θυτῶν ἀνάμεσον, λευκοφόρων σεπτῶς λειτουργούντων σοι, ὅθεν προσεφώνει, σὺ ἀληθῶς μετὰ Ἁγίων, καὶ Ἀγγέλων συμψάλλεις τῷ Κτίστῃ σου.
Θεοτοκίον.
Ὡς πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον πάλιν, Παρθένος διέμεινας, Κεχαριτωμένη, διὰ σοῦ γὰρ ὁ Λόγος ὁ Ἄναρχος, εἰσελθὼν ὡς οἶδε, καὶ ἐξελθὼν Θεοκυῆτωρ, παραδόξως ἁγνήν σε ἐτήρησεν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἱκέτευε, ἐκτενῶς πανάριστε, πρὸς Θεὸν ἐν πειρασμοῖς καὶ κινδύνοις, ὅτι φρουρὸν προσκαλεῖ σε πατρίς σου, καὶ ἀλλοφύλοις καυχᾶσθαι ὡς εὔρηκε σε πρύτανιν καὶ βοηθόν, καὶ τὴν ἧτταν ἐν πᾶσι δωρούμενον.
Τὸν Κτίστην, ἐπὶ Σταυροῦ μιμούμενος, ὑπεδέξω τὸν συγγόνου φονέα, ἐπιεικῶς, τοῦτον ἐναποκρύψας, τοῖς γλυκυτάτοις σου τρόποις ἀείμνηστε, καὶ δίωξιν τὴν ἐπ’ αὐτόν, ἀντηλλάξω τῇ δείξει ἀλλότριον.
Τὴν θείαν, περικυκλοῦντες λάρνακα, τοῦ σοῦ σκήνους Διονύσιε πάτερ, ὅλη ψυχὴ καὶ καρδία βοῶμεν, σῶσον ἡμᾶς, ταῖς πρεσβείαις σου Ἅγιε, καὶ λύτρωσαι παντοδαπῶν, συμφορῶν τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Συμφώνως, οἱ διὰ σοῦ σωζόμενοι, θεομῆτορ τὴν φωνήν σοι βοῶμεν, τοῦ Γαβριήλ, χαῖρε Δέσποινα κόσμου, χαῖρε Ἀδὰμ καὶ τῆς Εὔας ἡ λύτρωσις, τοῦ Λόγου χαῖρε καὶ Θεοῦ, τὸ εὐρύχωρον ὄντως παλάτιον.
Ναυάγησον, τῶν πολεμίων τὴν ἔφοδον Ἱεράρχα, πάντας σκέπων ἀεὶ θερμῶς, τοὺς εἰς σὲ καταφεύγοντας, καὶ φάνηθι δούλοις σου προστασία.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον.
Τὴν σὴν Μητέρα, προσάγομεν εἰς πρεσβείαν, ὡς προστασίαν, καὶ κραταίωμα καὶ σκέπην, πάντων καὶ καύχημα καὶ ἀντίληψιν, αὐτῆς ταῖς ἱκεσίαις πάντας ἡμᾶς ἐλέησον, ὁ μόνος ὑπάρχων πολυέλεος.
Προκείμενον.
Οἱ ἱερεὶς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄. 9- 16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέσποτα φιλάνθρωπε, ὁ θαυμαστὸς ἐν ἁγίοις, αὐτὸς τὰ ἐλέη σου, ἐν ἐμοὶ θαυμάστωσον ἀνεξίκακε, καὶ δεινῶν λύτρωσαι, ὡς Θεὸς δωρῆσαι, καὶ τυχεῖν με καταξίωσον, τῆς θείας δόξης σου, θείαις τῆς Μητρός σου ἐντεύξεσιν, ὡς καὶ ἀπολυτρώσεως, τῆς ἀτελευτήτου κολάσεως, ταῖς τοῦ Ἱεράρχου σεπτοῦ Διονυσίου προσευχαῖς, ἵνα ὑμνῶ καὶ δοξάζω σε, τὸν Θεὸν καὶ πλάστην μου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου ….
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Κόσμου μισήσας τὰ ἡδέα, τὰ οὐράνια ἐπόθησας τρισμάκαρ, καὶ βιώσας ἐν γῇ ὡς ἄσαρκος τὰ γέρα, εἰς οὐρανοὺς ἀπείληφας, παρὰ τοῦ μισθαποδότου.
Πηγὴ ἀνεξάντλητος ὑπάρχει, τὸ πανσέβαστον καὶ Ἅγιον σου σκῆνος, ἀεννάως καὶ γάρ, τοῖς κάμνουσι παρέχει, ἰάματα σωτήρια, Διονύσιε λιταῖς σου.
Δέξαι τοὺς ὕμνους Ἱεράρχα, οὓς προσφέρει σοι λαὸς τῶν Ζακυνθίων, ἀσιγήτοις φωναῖς, καὶ τοῦτον ἐκ παντοίων, κινδύνων ἐλευθέρωσον, τῇ θερμῇ σου προστασίᾳ.
Θεοτοκίον.
Ὑμνῶ σου τὸν τόκον Θεοτόκε, καὶ ὃν ἔτεκες ἀσπόρως καὶ ἐν χρόνῳ, ὡς Θεὸς ἀληθῶς καὶ ἄνθρωπον δοξάζω, διπλοῦς γὰρ πεφανέρωται, τοῖς ἀνθρώποις ἐν τῷ κόσμῳ.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ἱκετεύειν, μὴ παύσῃ ταῖς λιταῖς σου, τῶν ἁπάντων Κτίστην τροφέα καὶ ποιμένα, σὲ πρέσβυν γὰρ καλούμεθα ἀείποτε, χρείαις τε καὶ νόσοις, ὅτι σοῦ ἀκούει, προθύμως εἰς αἰῶνας.
Ἡνωμένος, τῷ Κτίστῃ ἀπὸ βρέφους, διεπράξω ἔργα ὡς οὐρανοπολίτης, τὴν ἐπὶ γῆς εὐπάθειαν μισούμενος, δόξαν τε καὶ πλοῦτον, ἄνω νῦν χορεύεις, συνάμα τοῖς Ἀγγέλοις.
Τίς προσῆλθε, πιστῶς τῷ σῷ τεμένει, ἔνθα βρύει πηγὴ ἡ τῶν θαυμάτων, καὶ τοῦ σοῦ πανσέπτου σκήνους σου ἁψάμενος, τὰς αἰτήσεις πάσας, καὶ τὰς ἰατρείας, οὐκ εἴληφεν εὐθέως;
Θεοτοκίον.
Παραδείσου, ἀνοίγονται αἱ πύλαι, καὶ φλογίνη παραχωρεῖ ῥομφαία, καὶ τῶν ἀνθρώπων γένος διασώζεται, τοῦ Θεοῦ καὶ Λόγου, σάρκα εἰληφότος, ἐξ ἀπειράνδρου Κόρης.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Τὸ ἄκρον ἀγαπήσας τῶν ἐφετῶν, καὶ δουλεύσας ἐν βίῳ Μακάριε, πᾶσι πιστοῖς, ὤφθης θαυματόβρυτος ποταμός, καὶ ὡς ἀγάπης ἄγαλμα, ἄφθαρτος διέμεινας ἐπὶ γῆς, τῆς ὄντως θεαρέστου, διόπερ σε δικαίως, ὑμνολογοῦμεν Διονύσιε.
Αἱ τάξεις τῶν Ἀγγέλων ἐξ οὐρανοῦ, κατελθοῦσαι βουλὴ τοῦ ποιήσαντος, σου τὸ σεπτόν, πνεῦμα Ἱεράρχα περιχαρῶς, δεξάμεναι προσέφερον, τούτῳ ἔνθα χαίρουσιν αἱ ψυχαί, ἁπάντων τῶν Ἁγίων, καὶ ψάλλουσι τῷ Κτίστῃ, δοξολογίαν τὴν τρισάγιον.
Ψυχήν σου τὴν ἁγίαν εἰς οὐρανούς, μετὰ δόξης ὁ Κτίστης κατέθετο, τὸ δὲ σεπτόν, σῶμά σου καὶ πάντιμον ἐν τῇ γῇ, ἄφθορον διετήρησεν, ὅπερ ἐν τοῖς κόλποις ὡς θησαυρόν, ἡ Ζάκυνθος κατέχει, ἣν φρούρει σαῖς πρεσβείαις, ὧ ἱεράρχα Διονύσιε.
Θεοτοκίον.
Ἡ μήτρα σου ἐδείχθη τῶν Οὐρανῶν, πλατυτέρα πανάμωμε Δέσποινα, τὸν γὰρ Θεόν, ἔτεκες ἀσπόρως ὑπερφυῶς, καὶ διὰ σοῦ ἐῤῥύσθημεν, πάντες τῆς δουλείας τοῦ πονηροῦ, διὸ Παρθενομῆτορ, τοὺς σὲ ὑμνολογοῦντας, ῥῦσαι ἐκ κινδύνων ταῖς πρεσβείαις σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης καὶ Στροφάδων μέγας φρουρός, χαίροις Ἐκκλησίας φωστὴρ νέος τρισμάκαρ, Ἀρχιερέων κλέος, ὧ Διονύσιε.
Μένων ἐν ἀγάπῃ ἐν τῷ Θεῷ ἔμεινας θεόφρον, καὶ σὸν κτείναντος ἀδελφόν, ἐνθέως ἐφείσω, τῇ πρὸς Θεὸν ἀγάπῃ, διὸ Χριστῷ συγχαίρεις, νῦν Διονύσιε.
Δέσποτα Χριστὲ ὁ Θεὸς ἡμῶν, οἰκτείρησον πάντας, καὶ ἐλέησον σὸν λαόν, ταῖς Διονυσίου θερμαῖς ἱκετηρίαις, καὶ σοῦ τῆς θείας δόξης, τυχεῖν ἀξίωσον.
Χαίροις σελασφόρε θεῖε φωστήρ, ὁ φωτί σου στίλβων, τὸν ὁρίζοντα εὐσεβῶν, χαίροις ὁ σοῦ σκῆνος θαύμασι καταρδεύων, τὴν Ἐκκλησίαν πᾶσαν ὧ Διονύσιε.
Ἱερέων σύλλογος ἱερός, καὶ ἅπαν τὸ πλῆθος Ζακυνθίων περιδεῶς, τὸ πάνσεπτον σκῆνος ἀσπαζώμεθα ὅπως, ταῖς τούτου ἱκεσίαις ῥυσθῶμεν θλίψεων.
Χαίροις ὁ Ζακύνθου θεῖος βλαστός, καὶ Μονῆς Στροφάδων, ὁ ἀκοίμητος ὀφθαλμός, χαίροις τῆς Αἰγίνης ὁ μέγας ἀντιλήπτωρ ἀρχιθυτῶν ἡ δόξα, ὧ Διονύσιε.
Δέσποινα Παρθένε Μήτηρ Θεοῦ, σὺν Διονυσίῳ, ἐκδυσώπει τὸν σὸν Υἱόν, ἡμᾶς ἀπαλλάξαι κινδύνων πολυτρόπων καὶ θλίψεων παντοίων, τοὺς εὐφημοῦντάς σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος. (Ποίημα Ἱερέως Νικολάου Γαβριηλοπούλου)
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν Πρόεδρον, τὸν φρουρὸν Μονῆς τῶν Στροφάδων, Διονύσιε ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὑτῶν εἰλικρινῶς, σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας, σῶζε καὶ βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῶ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖν πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν. ( Ποίημα ἱεροδιακόνου Γεωργίου Συπάνδρου)
Ὕμνον παναρμόνιον ἰδού, ἡ τῶν σῶν πιστῶν συνηγμένη, χορεία ψάλλει σοι, μνήμη τῇ πανσέπτῳ σου, καὶ τῷ τεμένει τῷ σῷ, ἱερῶς προστιβάζεται, ψυχὴ καὶ καρδία, σοῦ τὸ θαυματόβρυτον σκῆνος ἀσπάσασθαι, πάντας ἀβλαβεῖς περιφρούρει, θλίψεως παντοίας καὶ βλάβης, πάτερ Διονύσιε πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Κανών Παρακλητικός εις τον Άγιο Διονύσιο
Ποίημα Αντωνίου Μαρτελάου του Ζακυνθίου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ.
Γλωττοστροφοῦντας ἀφυεῖς ἀπέδειξας, ἐν τῷ ὑμνῆσαι τὰ σά· ὑλικῶν γὰρ φύσιν, πᾶσαν ὑπερέβαλες, τῇ τῆς ζωῆς λαμπρότητι, οὐρανῶν ὅθεν νόες, ἄφθαρτα στέφη σε ἔθηκαν, ἄσαρκον ὁρῶντες σε ἄνθρωπον.
Ἀντεκδραμόντων τῷ φονεῖ ὁμαίμονος, ἀνδροκτονία τοῦ σοῦ, συγγενῶν σοι Μάκαρ, τοῦτον ἐναπέκρυψας προσπεφευγότα σκέπῃ σου, ἀδελφὸν μὴ εἰδότα ἀποκτανθέντος ὑπάρχειν σε, σῶον τ’ ἀλλαχοῦ ἐναπέστειλας.
Ἰχθυοβόλους τῇ καινῇ ἐξέπληξας, ἄγρα πεισθέντας ἐν σοί, ψυχοβλαβῆ πλάνην, μετὰ τοῦτο ἔπαυσας, ἀνδρῶν τοιούτων θαύματι, ἱερέων παρόντων, ἀποτυγχάνειν τοῦ πράγματος, τούτους νουθετῶν Διονύσιε.
Τὴν ἐρυθρὰν ὁ Ἰσραὴλ διώδευσεν, ἐν ἀβροχίᾳ ποδῶν, ἀλλὰ καὶ σὺ Μάκαρ, συναντήσας ῥεύμασιν, ἐν ποταμῷ χειμάζοντι, ὑετῷ τε ῥαγδαίῳ, ποσὶν ἁβρόχοις διέδραμες, οὔτε δὴ ψεκὰς σοῦ καθήψατο.
Θεοτοκίον.
Ἀνάρχου Μῆτερ ἐξειπεῖν τὰ τέρατα, τις ἐξισχύει ποτέ; Ὅσα περ εἰργάσω, τὸν Θεὸν βαστάσασα, ἐν τῇ γαστρί σου ἔμβρυον, ἀπαρχὴ σωτηρίας, τῆς τῶν ἀνθρώπων ὑπάρξασα, τέλος καὶ τῶν τούτοις κακώσεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συμπληροῖς τὰς αἰτήσεις, τερατουργὲ ἄπασιν, ἐπὶ σοὶ γὰρ χάρις θεόθεν, πᾶσα κεκένωται, καὶ τῶν θαυμάτων τῶν σῶν, οὐκ ἔστι πέρας ἀντλήσαι, τῆς Ζακύνθου γέννημα, ὧ Διονύσιε.
Ἀποδόκιμον δέμας, τὸ γυναικὸς ἔλυσας, ἡ ἀφορισμῷ δεσμευϑεῖσα χρόνοις ἐτύγχανε, πολλοῖς ἐν τάφῳ ποτέ, δίχα ἀρᾶς ἐκλυθῆναι, δεηθεὶς πρὸς Κύριον ὦ Διονύσιε.
Νεοτρόπως τὰ πάντα δουλοπρεπῇ ἔκρινας, τὰ περὶ τὸν κόσμον, καὶ ὥφθης πνεῦμα οὐράνιον, ἐν ἀνθρωπίνῃ μορφῇ, πνευματικῶς βιοτεύσας, καὶ ἐκ γῆς ἀνέπτασο, πρὸς ἀνακτόρια.
Διατάττεις προσέχειν, ἐν τελεταῖς Ἅγιε, ϑείου Παγγαρατίῳ τὴν πτῶσιν Ἄρτου δηλούμενος, ἐκ πληττομένῳ τῆς σῆς, ἀνακαλύψεως δῶρον, ἐκ Θεοῦ πρὸς μέγιστον οὗπερ ἀπείληφας.
Θεοτοκίον.
Ῥυπτικοῦ κατελθόντος, ἀπ᾽ οὐρανῶν Δέσποινα, καὶ ἐκ σοῦ λαβόντος τοῦ λόγου σῶμα ἀνθρώπινον, συνεξυφάνθη ἐν σοί, ἡ τῆς ἀρᾶς ἡμῶν λύσις, καὶ πιστοὶ γεγόναμεν, οὐρανοβάμονες.
Ναυάγησον, τῶν πολεμίων τὴν ἔφοδον Ἱεράρχα πάντας σκέπων ἀεὶ θερμῶς, τοὺς εἰς σὲ καταφεύγοντας, καὶ φάνηθι, δούλοις σου προστασία.
Ὑπόδεξαι τῆς σῆς πατρίδος Αἰγίνης τε καὶ Στροφάδων τὴν εἰς σὲ αὐτῶν ἄκραν δέησιν· γεραίρουσι γὰρ αὐταὶ τὸ σὺν γάνος.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φωσφόρος καινὸς ἑῶθεν ἀνατέταλκας, εἰσρέων φαιδρῶς, τοῖς πᾶσι τὰ σωτήρια, εὐτερπὴ δωρούμενος, Ὀρθοδόξοις θρίαμβον σήμερον, τῶν πολεμούντων αἴσχυνε ἀκμήν, τὰ ὅπλα ἐκείνων ἀμβλυνόμενος.
Ὡδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ἔρκος ἡμῖν, ὕπαρχε ὅπλον καὶ ἄμαχον, εὐσεβέσι πέμπων νικητήρια τὰ κατ᾽ ἐχθρῶν λίαν κραταιῶν, καὶ τὴν εἰλωτείαν, ἀνδρείως ἐκδιωκόμενος· καὶ γὰρ σὺ παῤῥησίαν, βασιλεῖ τῶν ἁπάντων, παρὰ πάντας ἐκτήσω τοῖς ἔργοις σου.
Ὄντως ἀεί, κύριος προσεχὴς πέφυκε, σαῖς πρεσβείαις, ὅθεν ἀποπλήξεως τῇ συγγενεῖ πότμον μετὰ σὸν καὶ τῆς ἀφωνίας τὴν ῥῶσιν ἐπιδωρούμενος; Λειψάνου σου προσψαύσει, λυπηρὸν ἀπετρέψω τῷ ἐν οἴκῳ εἰς ἄκρον εὐφρόσυνον.
Ὑψιτενῶς, Ἅγιε γυνὴ ἐδέετο, ἐνοικοῦσα, δόμον πολυχρόνιον ὅστις σεισμοῖς πλείστοις τὸν κρημνὸν πᾶσιν ὡμολόγει, ἀλλὰ σὺ ἐνοπτανόμενος, κακὸν ἅπαν ἰάσω, προσφυγούσῃ παρέχων, τὸ ἀκράδαντον τούτου καὶ ἄτρωτον.
Ὅλος ποτέ, ἔκθαμθος ὦ Διονύσιε, κατὰ νύχτα, γεγονὼς, ἡγούμενος ὁ Δανιὴλ ἄλλων σε θυτῶν, μέσον ἑστηκότα, πρὸς κτίστην καὶ ἐκπεμπόμενον, δεήσεις ὅτε ἴδε, δισταγμὸν ἀποκρούει, τῆς ψυχῇς ἐκδιώκων τὴν ἐρευνᾶν.
Θεοτοκίον.
Δρόμον παντὸς πταίσματος, γηγενῶν ἄναρχος, ἀνατρέπει εἰσελθὼν νηδύι σου, καὶ σαρκωθεὶς πάντας ἀπὸ γῆς, εἵλκυσεν εἰς ὕψος, τὴν ἔχϑραν διαλυόμενος, ὦ Μῆτερ τοῦ Δεσπότου, καὶ ἀνθῶν στεφηφόρους, ἀμαράντων δεικνὺς τοὺς πιστεύοντας.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Σὸν βίον διῆλθες, τοῖς ἐν ἀσωμάτῳ τῇ φύσει υπάρχουσι, τὰς αἰσθητηρίων, ἐξ ὀργάνων ἰδέας τροπούμενος, καὶ ἁπλαῖς ἐμφύτοις, ταῖς πρὸς Θεοῦ ἐκτυπωθείσαις, τῇ ψυχῇ σου ἑπόμενος ἄριστα.
Ὅρμος πᾶσιν ἐδείχθης, θαλαττοποροῦσι, μεγάλῳ ἐν κλύδωνι, καὶ ἐπικαλοῦσι, τὸ σὸν ὄνομα Πάτερ τὸ ἅγιον, φθάνεις γὰρ ταχέως, καὶ τοῖς στοιχείοις ἐπιτάττεις, ἀοράτως πραΰναι τὴν ἔφοδον.
Νηφαλίως προσέχειν, διὰ τοῦ Ματθαίου κατ᾽ ὀναρ ἐπέταξας, τοῖς ἐν ταῖς Στροφᾶσιν, ὅτι μέλλει γενέσθαι παμμέγιστος, συσεισμὸς ἐν τάχει, καὶ τὸν τοῦ πύργου ἐκπεσόντα, προσφρουρούντα διέσωσας ἕμβιον.
Ὕψος ὄρους ἀνῆλθες, ἵνα τὰ ἐν ὕψει σκοπεύσῃς βαθύτερον, καὶ τῶν ἐπιγείων, περιφάνειαν δόξαν εὐγένειαν, θησαυροὺς ἐπαίνους, σκιὰν ὑπάρχειν πάντα κρίνας, ἀπεδείχθης οὐράνιος ἄνθρωπος.
Θεοτοκίον.
Σωματούμενον ὅτε, ἴδε σου τὸν ἄσαρκον ἐν μήτρα πάναγνε, ὅλος ἐξεπλάγη, σὺν τῷ χαῖρε τῷ δέει ὁ Ἀγγελος· τοιγαροῦν πῶς ἇσαι, ἕξω κἀγὼ σὰ μεγαλεῖα χοϊκός ὧν τῇ γλώττῃ καὶ ἄμουσος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἱκέτευε, ἐκτενῶς πανάριστε, πρὸς Θεὸν ἐν πειρασμοῖς καὶ κινδύνοις, ὅτι φρουρὸν προσκαλεῖ σε πατρίς σου, καὶ ἀλλοφύλοις καυχᾶσθαι ὡς εὕρηκε, σε πρύτανιν καὶ βοηθόν, καὶ τὴν ἧτταν ἐν πᾶσι δωρούμενον.
Ὀξύδρομος γεγονὼς ἐπέδραμες, πρὸς τὴν σὴν ἐκζητουμένην πρεσβείαν, πρὸς τὸν Θεὸν, καὶ υἱὸν ἐδωρήσω, προστεθλημένη τὰ μάλιστα πρότερον, τὴν ἔφεσιν τὴν τῶν καλῶν, αἰτημάτων τελῶν Διονὺσιε.
Στροφάδων σε διακρίνει πρόμαχον, εὐσεβῶν τῶν μοναζόντων ὁ κλῆρος, ὅτι πολλῶν, ἐκ κινδύνων ἐῤῥύσω, προσπεφευγότα τῇ σκεπῃ σοῦ Ἅγιε, καὶ ἔχει σε διὰ παντὸς, ὡς προστάτην καὶ πρέσβυν θερμότατον.
Αἰγίνης συνεχηρύχθης πρόεδρος, παμψηφὶ ἐξ ἀρετῶν σου παντοίων, ὅτι κάνων εὐσεβειας ὑπῆρξας, καὶ ἐντολῶν τὸ παράδειγμα Ἅγιε, καὶ ἔλαμψας ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ φωστὴρ Διονύσιε.
Θεοτοκίον.
Συνήνωσεν ἐν γαστρί σου πάναγνε, ἑκοντὶ τὰ διεστῶτα, ἀλλήλων, ἀπ᾿ οὐρανῶν, καταγόμενος λόγος, ἀμπλακημάτων τὴν λύσιν δωρούμενος, καὶ ἔδειξε τὴν τοῦ Ἀδάμ, οὐρανῶν ἀναβάθραν παράβασιν.
Ναυάγησον, τῶν πολεμίων τὴν ἔφοδον Ἱεράρχα πάντας σκέπων ἀεὶ θερμῶς, τοὺς εἰς σὲ καταρφεύγοντας, καὶ φάνηθι, δούλοις σου προστασία.
Ὑπόδεξαι τῆς σῆς πατρίδος Αἰγίνης τε καὶ Στροφάδων τὴν εἰς σὲ αὐτῶν ἄκραν δέησιν· γεραίρουσι γὰρ αὐταὶ τὸ σὺν γάνος.
Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν σὴν μητέρα, προσάγομεν εἰς πρεσβείαν, ὡς προστασίαν, καὶ κραταίωμα καὶ σκέπην, πάντων καὶ καύχημα καὶ ἀντίληψιν, αὐτῆς ταῖς ἱκεσίαις πάντας ἡμᾶς ἐλέησον, ὁ μόνος ὑπάρχων πολυέλεος.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἅσαι τολμῆσαι τίς ἰσχύσει, Διονύσιε τὸ πέλαγος προσβλέψας, τῶν ϑαυμάτων τῶν σῶν καὶ πάλιν τῶν ἀγώνων, καὶ οὐρανοῦ ὧν ἔτυχες ἀγαθῶν εἰς τοὺς αἰῶνας.
Ἴσος Ἀγγέλοις τίς εὑρέθη τὴν ἀπάθειαν, ἐν σώματι γεῴδει, προσγυμνάζων ἐν γῇ φυούσῃ τοὺς τριβόλους, ἥνπερ αὐτὸς διέδειξας, ἐμβιῶν χριστομιμήτως.
Σῶμα ἐν λάρνακι πρὸς ὕπνον, κατεχούσῃ σου τὸ λείψανον τὸ πάλαι, ἱερεύς τις αὐτοῦ τιθέμενος, ῥιφθῆναι, εἰς ἀμαρτίαν ἥγερται, παρὰ σοῦ προκινδυνεύων.
Ἔσχε τὴν ἰασιν τὰ μῆλα, κτήνη πάντοτε, πωρώσει τυφλωθέντα, τῶν Στροφάδων τοῦ σοῦ λειψάνου τῇ προσψαύσει, ὦ τῶν ἁπάντων ἄριστε, ἰατρὲ ἀσθενημάτων.
Θεοτοκίον.
Κλέος τοῖς πᾶσι γηγενέσιν, ἐδωρήσατο ὁ Κτίστης τῶν αἰώνων, κατελθὼν ἐπὶ γῆς, καὶ σῶμα ἐκ Παρθένου, ἐπιλαβὼν ἀνήγαγεν, οὐρανοῦ ἡμᾶς εἰς δόξαν.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ἱκετεύειν, μὴ παύσῃ ταῖς λιταῖς σου, τῶν ἁπάντων Κτίστην ποιμένα καὶ τροφέα· σὲ πρέσβυν γὰρ καλούμεθα ἀείποτε, χρείαις τε καὶ νόσοις, ὅτι σοῦ ἀκούει, προθύμως εἰς αἰῶνας.
Ἡνωμένος, τῷ Κτίστῃ ἀπὸ βρέφους, διεπράξω ἔργα ὡς οὐρανοπολίτης, τὴν ἐπὶ γῆς εὐπάθειαν μισούμενος, δόξαν τε καὶ πλοῦτον, ἄνω νῦν χορεύεις, συνάμα τοῖς Ἀγγέλοις.
Σέλας φέρεις, φωστὴρ τὸ τῆς Τριάδος, καινοτρόπως, λάμπων ἐπὶ τῆς Ἐκκλησίας, τοῦ μυστικοῦ ὁρίζοντος αἰρέσεων, δόγματα ἐκτρέπων, μὴ ὑπερυψοῦντα τὸν Κτίστην Ὀρθοδόξως.
Θεοτοκίον.
Ἄλλος σῶσαι, τὸν ἄνθρωπον οὐχ εἶχε, συμπαϑείᾳ, ὅμως ἦλθεν ὁ προανάρχου, ἐπὶ τῆς γῆς σάρκωσιν προσείληφε, ἀπὸ σοῦ Παρθένε, τῆς ἀπειροτρόπως, τὸν ἄπειρον τεκούσης.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Τὸ ἄκρον ἀγαπήσας τῶν ἐφετῶν, καὶ δουλεύσας ἐν βίῳ Μακάριε, πᾶσι πιστοῖς, ὤφθης θαυματόβρυτος ποταμός, καὶ ὡς ἀγάπης ἄγαλμα, ἄφθαρτος διέμεινας ἐπὶ γῆς, τῆς ὄντως θεαρέστου, διόπερ σε δικαίως, ὑμνολογοῦμεν Διονύσιε.
Ὠκέως καταφθάσαι τὸν ἀσθενῆ, τῇ ψυχῇ μὴ ἀντείπῃς ὑμνοῦντά σε ἁμαρτιῶν· πλήρης γὰρ ὑπάρχει καὶ ἐνδεὴς, τῶν ἀρετῶν καὶ ἄπειρος· οἶδας γὰρ πρεσβεύειν πρὸς παντουργόν, τὰ πλήθη τῶν πταισμάτων, καθάραι καὶ ὑγίειαν, πνευματικὴν αὐτῷ χαρίσασθαι.
Διάγειν ἐν ἁγίᾳ διαγωγῇ, τὸν εἰς σὲ ἐπώνυμος καλούμενον, εἰρηνικῶς, πόῤῥω ἐφορμήματος πειρασμοῦ, καὶ τῆς μελλούσης πρέσβευε πείρας τῆς κολάσεως πρὸς Θεὸν αὐτὸς σὲ ἱκετεύω, δι’ ὅντα τινα καὶ ὕμνον, τὸν ταπεινὸν τοῦτον σοι ἤγαγον.
Ἱλέως προσδεχόμενος τὴν ᾠδήν, τῶν ἐχθρῶν ἀοράτων τὴν ἔπαρσιν, τῶν κατ’ ἑμοῦ, προσεπεγερθέντων ὁρμητικῶς, καὶ τὰς ἐφόδους ἔκκοψον, τῶν προσμαχομένων μοι ὁρατῶς· καὶ γὰρ οὐκ ἄλλον ἔχω, μεσίτην πρὸς τὸν Πλάστην, ἐν ταῖς δειναῖς μου περιστάσεσι.
Θεοτοκίον.
Ὁ Ἄναξ τῶν ἁπάντων καὶ ποιητὴς, τῶν ἰδίων χειρῶν τὸ πλαστούργημα, βλέπων ποτὲ τῇ φθορᾷ δουλεῦον, καὶ κατελθὼν ἐπὶ τῆς γῆς ὡς εὔσπλαχνος, πάντων ἡλευθέρωσε τῶν δεινῶν, εἰς σὲ κατασκηνώσας, καὶ γήινον φορέσας, σῶμα Παρθένε παναμώμητε.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Πρὸς τὸ Ἀπόστολοι ἐκ περάτων.
Τὸν πτέρυξιν ἐν ἀύλοις, εἰς οὐρανὸν ἀναπτάντα, ὧν ἐγκρατὴς ζῶν ἐδείχϑης ἐν κόποις καὶ χαμευνίαις, πιστῶς σε Διονύσιε, δοξάζομεν ἀεὶ πάντες.
Ἕτερον.
Αἰγίνης ἀρχιερέα, καὶ Ζακυνθίων τὸν γόνον, ὡς ὁδηγὸν καὶ φωστῆρα, ἡμῶν κἀκείνης ὑμνῆσαι, τὸν ϑεῖον Διονύσιον, ἀθροίσθητε κατ’ ἀξίαν.
Τὸ σπήλαιον εὐτρεπίζου, ἀμνὰς γὰρ ἥκει γεννῆσαι, Θεὸν ἡμῶν τὸν Σωτῆρα, οὗ εἰς προσκύνησιν ἦλθον οἱ μάγοι καὶ σὺ χόρευε, ἡ κτίσις ἐλευθερίας.
Κανών Λιτανευτικός ἐν τῇ ἐξόδῳ τοῦ ἱεροῦ Λειψάνου
Ποίημα Ἱερέως Στυλιανού Χαλκωματά Ζακυνθίου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ.
Τῶν ἀρετῶν σου τῶν πολλῶν τὸ μέγεθος μέλψαι βουλόμενος, ὦ ἱερὲ Πάτερ, λόγου χάριν δίδου μοι, ταῖς πρὸς Θεὸν πρεσβείαις σου· καὶ γὰρ ἄμουσος πέλω, τῆς ἀμαθείας τε πέλαγος, καὶ ῥητόρων τέχνης ἀμέτοχος.
Τῶν Ζακυνθίων ἡ πλυθὺς πανήγυριν παμφαεστάτην τελεῖ, ἐπὶ τῇ ἐξόδῳ, πάτερ Διονύσιε τοῦ ἱεροῦ λειψάνου σου, καὶ ὑμνεῖ τερπομένη, μεγαλοφώνως τὸν Κύριον, τὸν δοξάσαντά σε ϑεσπέσιε,
Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέθηκας ἀπὸ νεότητός, καὶ τοῦ κόσμου πάντα, τὰ ἡδέα πάνσοφε, καὶ τῆς σαρκὸς προσπάθειαν, βδελυξάμενος ὄντως, ἐγένου ὅλος οὐράνιος, καὶ κατοικητήριον πνεύματος.
Θέλων ὁ Κτίστης τὸν Ἀδὰμ λυτρώσασθαι ἐκ τῶν τοῦ ἅδου δεσμῶν, ἔρχεται τεχθῆναι, ἐξ ἁγνῆς νεάνιδος ὡς ὁ Πατὴρ ηὐδόκησε, Βηθλεὲμ εὐτρεπίζου, Ἀγγέλων τάξις εὐφράνθητι, καὶ πανηγυρίσατε ἄνθρωποι.
Θεοτοκίον.
Λυτρῶσαι θέλων τὸν Ἀδὰμ ὁ Κύριος ἐκ τῶν τοῦ ἅδου δεσμῶν, ἐν τῇ σῇ νηδύι, ἀπειράνδρως ὤκησε καὶ σάρκα προσελάβετο, ἀειπάρθενε Κόρη, φυλάξας σε ἀδιάφθορον καὶ μετὰ τὸν τόκον ὡς πρότερον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς ψυχῆς καϑορῶν σου τὸ νουνεχὲς ἔνδοξε, ἅπας τῆς Αἰγίνης, ὁ δῆμος σὲ προχειρίζεται, ποιμένα ἄριστον, Ἱεράρχην φωσφόρον, νεύσει τοῦ Παντάνακτος καθοδηγούμενος.
Σὲ προβάλλεται πρέσβυν ἡ σῇ πατρὶς Ζάκυνϑος, ἔχουσα ἐν κόλποις σοῦ σκῆνος τὸ θαυματόβρυτον, ἐξ οὗ προχέονται τοῖς προσιοῦσιν ἐν πίστει, νάματα σωτήρια ὦ Διονύσιε.
Λειτουργῶν τῷ Δεσπότῃ ὡς ἱερεὺς ἔννομος, καὶ τὰς ἀναιμάκτους προσφέρων τῷ πανοικτείρμονι, θυσίας Ἅγιε αἱ τῶν Ἀγγέλων χορεῖαι, ἔχαιρον ὁρῶσαί σου τὴν καθαριότητα.
Ἡ παρθένος Μαρία τὸν τοῦ παντὸς Ἄνακτα, φέρουσα ὡς βρέφος ἐν μήτρα τεκεῖν ἐπείγεται, προεορτάσωμεν βροτοὶ καὶ Ἄγγελοι πάντες, τούτου τὰ γενέθλια ἀγαλλιώμενοι.
Θεοτοκίον.
Οὑρανῶν πλατυτέρα ἡ σῇ γαστὴρ δείκνυται, πάναγνε παρθένε Μαρία ϑεοχαρίτωτε· ὁ γὰρ ἀχώρητος παντὶ τῷ κόσμῳ ἐδείχθη, χωρητὸς ἐν μήτρᾳ σου καθώς ηὐδόκησε.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ὅλον τὸν νοῦν πρὸς Οὐρανὸν ἀνεπτέρωσας, καὶ ψυχήν σου, Πάτερ κατελάμπρυνας τῇ ποικιλίᾳ τῶν ἀρετῶν, γενόμενος ὅλος, κατοικητήριον πνεύματος, διὸ τὴν τῶν ϑαυμάτων, κομισάμενος χάριν, ἰατρὸς ἀνεδείχθης πανάριστος.
Οἱ ἐν δεινοῖς κατατηκόμενοι πάθεσι, καὶ παντοίαις νόσος πιεζόμενοι τῷ σῷ τεμένει μετὰ σπουδῆς, πίστει προσελθόντες, καὶ τὸ σὺν σκῆνος ἀσπάζοντες, τρυγῶσι τὰς ἰάσεις, τῶν ψυχῶν καὶ σωμάτων, σαῖς λιταῖς πρὸς Θεὸν Διονύσιε.
Σὲ βοηθὸν κέκτηται ὄντως καὶ πρόμαχον, τῶν Στροφάδων, Μονὴ ἡ σεβάσμιος, καὶ οἱ μακάριοι ἐν αὐτῇ, ἀσκοῦντες πατέρες, τῇ σκέπῃ σου ἐναβρύνονται, λυτρούμενοι παντοίων, πειρασμῶν τε καὶ νόσων, καὶ ποικίλων βελῶν τοῦ ἀλάστορος.
Εὔα ποτὲ ἀπατηθεῖσα τοῖς ῥήμασιν ἰοβόλου, καὶ δολίου δράκοντος φθορὰν εἰσήγαγε τοῖς βροτοῖς, νῦν δὲ ἡ Παρθένος, Θεὸν ὡς ἔμβρυον φέρουσα, ἐν μήτρα ἀντισάγει σωτηρίαν ἀνθρώποις καὶ τεκεῖν ἐν σπηλαίῳ ἐπείγεται.
Θεοτοκίον.
Τῶν Οὐρανῶν αἱ τάξεις πᾶσαι ἐξέστησαν, θεωροῦσαι, ὡς βροτὸν γενόμενον, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥεύστως τεχθέντα, καὶ κόσμον δημιουργήσαντα διὸ μεγαλοφώνως, οὐρανόθεν ἐβόων τῇ δυνάμει σου δόξα φίλάνθρωπε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Πανυχίους ᾠδάς σοι, ἐκτελεῖ ἡ πατρίς σου Χριστὸν δοξαζοῦσα, τὸν δοξάσαντά σε, καὶ τὸ σὸν ἀφθαρτίσαντα λείψανον, καὶ λελαμπρυσμένη, μέγας ὁ Κύριος κραυγάζει, ὁ δοξάζων τοὺς τοῦτον δοξάζοντας.
Τὴν πληθὺν τῶν ἰχθύων, ἁλιεῖς καθορῶντες οἱ δεισιδαίμονες, τῷ προστάγματί σου, ἀθροισθεῖσαν πατὴρ Διονύσιε, συσχεϑέντες τρόμῳ γονυκλινῶς σοὶ ἐπεβόων, δὸς συγγνώμην τοῖς σὲ παροργίσασι.
Δανιὴλ ἐξεπλάγη παραδόξως ὁρῶν σε λαμπρῶς ἰστάμενον, θυτῶν ἀναμέσον, λευκοφόρων σεπτῶς τὸ λειτουργούντων σοι, ὅθεν προσεφώνει, σὺ ἀληθῶς μετὰ Ἁγίων, καὶ Ἀγγέλων συμψάλλεις τῷ κτίστῃ σου.
Προφητῶν αἱ προῤῥήσεις, τοῦ Χριστοῦ σαρκωθέντος πέρας εἰλήφασι, καὶ σκιὰ παρῆλθεν, ἡ τοῦ Νόμου ἐλθούσης τῆς Χάριτος, δεῦτε οὖν οἱ πάντες προεορτάσωμεν ἐν ὕμνοις τοῦ Σωτῆρος ἡμῶν τὰ γενέθλια.
Θεοτοκίον.
Ὡς πρὸ τόκου Παρθένος, καὶ μετὰ τὸν τόκον Παρθένος διέμεινας, κεχαριτωμένη· τοῦ γὰρ ὁ Λόγος ὁ ἄναρχος εἰσελθὼν ὡς οἶδε, καὶ ἐξελθὼν Θευκυῆτορ, παραδόξως ἁγνήν σε ἐτήρησεν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Τὸν Κτίστην ἐπὶ Σταυροῦ μιμούμενος, ὑπεδέξω τὸν συγγόνου φονέα ἐπιεικῶς, τοῦτον ἐναποκρύψας, τοῖς γλυκυτάτοις σου τρόποις ἀείμνηστε, καὶ δίωξιν τὴν ἐπ᾽ αὐτὸν ἀντηλλάξω τῇ δείξει ἀλλότριον.
Τὴν θείαν περικυκλοῦντες λάρνακα, τοῦ σοῦ σκήνους Διονύσιε πάτερ ὅλῃ ψυχῇ, καὶ καρδίᾳ βοῶμεν, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου Ἅγιε, καὶ λύτρωσαι παντοδαπῶν, συμφορῶν τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
Ἀβρόχως τὸν ποταμὸν διώδευσας, ὡς ὁ πάλαι Ἰσραὴλ παραδόξως τὴν ἐρυϑρᾶν, δεσμευθὲν δὲ τὸ δέμας, ἐκ τῆς ἀρᾶς προσευχῇ σου διέλυσας, ἡ θεία χάρις γὰρ ἐν σοὶ Διονύσιε πάτερ ἐσκήνωσε.
Ἀστέρος ὁδοιπορία χρωμένοι, ἐκ Περσίδος ἐτοιμάζονται μάγοι ἐν βηθλεέμ, προσκυνῆσαι ἐλθόντες ὁ Βαλαὰμ, μυστικῶς προεκύρηξε, κατέχοντες ἐν ταῖς χερσὶ τὸν χρυσὸν τε καὶ σμύρναν καὶ λίβανον.
Θεοτοκίον.
Συμφώνως οἱ διὰ σοῦ σωζόμενοι, Θεομῆτορ τὴν φωνήν σοι βοῶμεν τοῦ Γαβριὴλ χαῖρε, Δέσποινα κόσμου, χαῖρε Ἀδὰμ καὶ τῆς Εὔας ἡ λύτρωσις, τοῦ λόγου χαῖρε καὶ Θεοῦ, τὸ εὐρύχωρον ὄντως παλάτιον.
ᾨδὴ ζ΄. Παῖδες Ἐβραίων ἐν καμίνῳ.
Κόσμου μισήσας τὰ ἡδέα, τὰ οὐράνια ἐπόθησας τρισμάκαρ, καὶ βιώσας ἐν γῆ, ὡς ἄσαρκος τὰ γέρα, εἰς ὀυρανοὺς ἀπείληφας, παρὰ τοῦ μισθαποδότου.
Πηγὴ ἀνεξάντλητος ὑπάρχει, τὸ πανσέβαστον καὶ Ἅγιόν σου σκῆνος· ἀεννάως καὶ γὰρ τοῖς κάμνουσι παρέχει, ἰάματα σωτήρια, Διονύσιε λιταῖς σου.
Δέξαι τοὺς ὕμνους Ἱεράρχα, οὒς προσφέρει σοι λαὸς τῶν Ζακυνθίων, ἀσιγήτοις φωναῖς, καὶ τοῦτον ἐκ παντοίων, κινδύνων ἐλευθέρωσον, τῇ θερμῇ σου προστασίᾳ.
Δόγμα τὸ Καίσαρος ἐξῆλθεν, ἀπογράψασθαι τὴν οἱκουμένην πᾶσαν ὅτε ἦλθε καιρὸς, τεχθῆναι ἐκ Παρθένου, ὁ βασιλεὺς τῆς κτίσεως καὶ Δεσποτὴς τῶν ἁπάντων.
Θεοτοκίον.
Ὑμνῶ σου τὸν τόκον Θεοτόκε, καὶ ὃν ἔτεκες ἀσπόρως καὶ ἐν χρόνῳ, ὡς Θεὸν ἀληθῶς, καὶ ἄνθρωπον δοξάζω· διπλοῦς γὰρ πεφανέρωται τοῖς ἀνθρώποις ἐν τῷ κόσμῳ.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Τῇ δυνάμει, ῥωννύμενος τοῦ Κτίστου, τὰς δαιμόνων, ὁρμὰς οὐκ ἐπτοήθης, ἀλλ᾽ ὥρμησας τῆς πίστεως τοῖς βέλεσι, κατ’ αὐτῶ Παμμάκαρ τροπαιοφόρος, ἀήτητος ἐγένου.
Τίς προσῆλθε, πιστῶς τῷ σῷ τεμένει, ἔνθα βρύει πηγὴ ἡ τῶν ϑαυμάτων, καὶ τοῦ πανσέπτου σκήνους σου ἁψάμενος, τὰς αἰτήσεις πάσας, καὶ τὰς ἰατρείας, οὐκ εἴληφεν εὐθέως;
Τῆς Ζακύνθου, ὑμνήσωμεν τὸν γόνον, τῶν Στροφάδων, τὸν ἄγρυπνον προστάτην, Αἰγίνης τὸν φωστῆρα Διονύσιον, τὸν ἀξιωθέντα σὺν τοῖς ἀσωμάτοις, οἰκεῖν ἐν Παραδείσω.
Αἱ προῤῥήσεις, τῶν προφητῶν πληροῦνται, ἡ Παρθένος καὶ γὰρ ἐν μήτρα φέρει, τὸν οὐρανοὺς καλύπτοντα τοῖς νέφεσιν, ὅπως τῆς ἀρχαίας τύχωσι πατρίδος οἱ πάλαι πεπτοκότες.
Παραδείσου, ἀνοίγονται αἱ πύλαι, καὶ φλογίνη, παραχωρεῖ ῥομφαία, καὶ τῶν ἀνθρώπων γένος διασώζεται, τοῦ Θεοῦ καὶ Λόγου, σάρκα εἰληφότος, ἐξ ἀπειράνδρου Κόρης.
ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
Αἱ τάξεις τῶν Ἀγγέλων ἐξ Οὐρανοῦ, κατελθοῦσαι βουλῇ τοῦ ποιήσαντος σοῦ τὸ σεπτὸν πνεῦμα Ἱεράρχα περιχαρῶς, δεξάμεναι προσέφερον, τούτῳ ἔνθα χαίρουσιν αἱ ψυχαί, ἁπάντων τῶν Ἁγίων, καὶ ψάλλουσι τῷ Κτίστῃ, δοξολογίαν τὴν τρισάγιον.
Καμάτων σου τὸ γέρας εἰς Οὐρανούς, Διονύσιε μάκαρ ἀπείληφας παρὰ Θεοῦ, τοῦ μισθαποδότου παναληθῶς, διὸ σὲ ἱκετεύωμεν, ῥῦσαι ταῖς πρεσβείαις σου τοὺς πιστῶς, τὴν μνήμην σου τιμῶντας, ἐκ τῶν πειρατηρίων, τοῦ ἀοράτου πολεμήτορος.
Ψυχήν σου τὴν ἁγίαν εἰς Οὐρανούς, μετὰ δόξης ὁ Κτίστης κατέθετο τὸ δὲ σεπτὸν σῶμά σου καὶ πάντιμον ἐν τῇ γῇ ἄφθορον διετήρησεν, ὅπερ ἐν τοῖς κόλποις ὡς θησαυρὸν ἡ Ζάκυνθος κατέχει, ἣν φρούρει σαῖς πρεσβείαις, ὦ ἱεράρχα Διονύσιε.
Ἐγγίζει ἡ πανάφθορος τοῦ τεκεῖν, Βηθλεὲμ γῇ Ἰούδα εὐφράνθητι, καὶ πενιχρὰ φάτνη ὑποδέχου τὸν Ποιητὴν Μάγοι σὺν δώροις σπεύσατε, ἐκ Περσίδος ὅπως τὸν τοῦ παντός, Δεσπότην προσκυνῆσαι, τικτόμενον ὡς βρέφος, ἄνευ σπορᾶς διὰ τὸν ἄνθρωπον.
Θεοτοκίον.
Ἡ μήτρα σου ἐδείχθη τῶν Οὐρανῶν πλατυτέρα πανάμωμε Δέσποινα· τὸν γὰρ Θεὸν ἔτεκες ἀσπόρως ὑπερφυῶς, καὶ διὰ σοῦ ἐῤῥύσθημεν, πάντες τῆς δουλείας τοῦ πονηροῦ, διὸ Παρθενομῆτορ, τοὺς σὲ ὑμνολογοῦντας, ῥῦσαι κινδύνων ταῖς πρεσβείαις σου.


