Εγκώμια εις τον Όσιο Γερμανό ο εν Αλάσκα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

ΣΤΑΣΙΣ Α΄
Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, ἀσκητὰ Γερμανέ, Ἀλεούτων φωτιστὰ νήσων πάμφωτε, καὶ Ἀπόστολε σοφὲ Ἀμερικῆς.

Μακαρίζομέν σε, Γερμανὲ θεαυγές, τῆς Ῥωσίας εὐθαλέστατον βλάστημα, καὶ Πατέρων νηπτικῶν ὑπογραμμέ.

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα· Χαῖρε, Γερμανέ.
Χαῖρε, Ἀλεούτων, ἀπλανὲς ὁδηγὲ, ἐκ τοῦ σκότους πρὸς τὸ φῶς τὸ ὀρθόδοξον, καὶ τὸ ἄδυτον ἀμέμπτου ἀγωγῆς.

Ἀσκητῶν τῆς Μάνδρας, Βαλαὰμ καλλονή, Ναζαρίου μαθητὰ τοῦ θεόφρονος, Γερμανέ, σοφίας πέφηνας κρατήρ.

Ἱεραποστόλων, θαυμαστῶν κορυφή, Γερμανέ, σαυτὸν ἐκθύμως ἐκένωσας, τῇ ἀγάπῃ τῶν στενόντων ἐν σκιᾷ.

Ῥαντισμῷ εὐχῶν σου, ἁγιάζεις ἡμᾶς, τοὺς τιμῶντας, Γερμανέ, τοὺς καμάτους σου, οὕσπερ ἔτλης τῶν λαῶν πρὸς φωτισμόν.

Ἐν Σερπούχωφ εἶδες, τοῦ ἡλίου τὸ φῶς, Γερμανέ, καὶ ἐν Ἀλάσκᾳ ἀνέτειλας, ὥσπερ ἥλιος βιούντων ἐν νυκτί.

Γερμανὲ τρισμάκαρ, τοῦ Σεργίου σαφῶς, καὶ τοῦ θείου Σεραφεὶμ ἠκολούθησας, ταῖς ὁδοῖς τῆς ἰσαγγέλου βιοτῆς.

Εὖχος φιλοκάλων, καὶ Ὁσίων ἀνδρῶν, Γερμανέ, τῆς Θεομήτορος ἔστησας, τῇ δυνάμει κῦμα παλιρροϊκόν.

Ῥεῖθρα τῆς θαλάσσης, δι’ εὐχῶν σου Θεοῦ, Γερμανέ, φωτοειδέστατοι Ἄγγελοι, καθηγίαζον Ἀλάσκας, θαυμαστέ.

Μονοτρόπων κέρας, Γερμανέ, ὀρφανῶν, Ἀλεούτων πατρικῇ προστασίᾳ σου, περιέβαλλες καὶ θείᾳ ἀρωγῇ.

Ἀσκητὰ θέοφρον, νήφων, κακοπαθῶν, σάρκα τήκων καὶ ἀπαύστως στερούμενος, Γερμανέ, πνεῦμα ἐζώωσας τὸ σόν.

Δόξα. Τριαδικόν.
Νῦν δοξάζοντές σε, Παναγία Τριάς, δυσωποῦμέν σε· κατάπεμψον ἅπασι, σοῦ τὸ ἔλεος καὶ πλῆθος οἰκτιρμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ βυθοῦ κακίας, καὶ παθῶν, Ἀγαθή, ἕλκυσόν με τὸν ἀεὶ μακαρίζοντα, Θεοτόκε, ὑμνῳδίαις σε λαμπραῖς.

Καὶ αὖθις τὸ πρῶτον.
Μακαρίζομέν σε, ἀσκητὰ Γερμανέ, Ἀλεούτων φωτιστὰ νήσων πάμφωτε, καὶ Ἀπόστολε σοφὲ Ἀμερικῆς.

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μακαρίζειν σε τῶν Ἀλεούτων, φωτιστὴν καὶ ἱεραπόστολον, Γερμανέ, Ὁσίων νέων χαρμονή.

Ἄξιόν ἐστι, μακαρίζειν σε τῶν φιλοκάλων, ἀσκητῶν φωστῆρα τὸν πάμφωτον, Γερμανέ, Ἀλάσκας θεῖε φωτιστά.

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα· Φωτιστὰ Ἀλάσκας.
Φλόγα ἱερὰ, Σοῦ κατέκαιε καρδίαν, Πάτερ Γερμανέ, καὶ ὅλον σε ἔδειξε, Ὀρθοδόξου παραδόσεως πυρσόν.

Ὡς τοῦ Βαλαὰμ, ἀσκητὴν τῆς Μάνδρας θεοφόρον, Γερμανέ, τιμῶμέν σε ἅπαντες, καὶ Ὁσίου Ναζαρίου μαθητήν.

Τοὺς φωτοειδεῖς, ἐθεάσω τοῦ Θεοῦ Ἀγγέλους, Γερμανέ, θαλάσσης τὰ ὕδατα, ἁγιάζοντας, θεόφρον ἀσκητά.

Ἴσχυσας πληθὺν, Ἀλεούτων πρὸς Χριστὸν ἑλκῦσαι, Γερμανέ, δυνάμει τῶν λόγων σου, καὶ ἰσχύϊ σῆς ἀμέμπτου ἀγωγῆς.

Σόφισον ἡμᾶς, τοὺς τιμῶντάς σε ὡς τῆς σοφίας, Γερμανέ, Ὑψίστου τὸν σύνοικον, καὶ ὁμόσκηνον ἁπάσης ἀρετῆς.

Τεῖχος ὀρφανῶν, καὶ προπύργιον ἐμπεριστάτων, ὤφθης, Γερμανὲ ἀξιάγαστε, ἐν ταῖς νήσοις Ἀλεούτων τοῦ Βορρᾶ.

Ἄνερ θεαυγές, ἱδρυτὴς ὑπάρχεις Ἐκκλησίας, τῆς Ἀμερικῆς ἐνθεώτατος, Γερμανέ, χριστοκηρύκων λαμπηδών.

Ἄνθος τῆς Χριστοῦ, πανευῶδες ὤφθης ἀληθείας, Γερμανέ, καὶ κρίνον ἡδύπνευστον, Ὀρθοδόξου ἀληθῶς διαγωγῆς.

Λύπης ὀλετὴρ, καὶ κρηπίδωμα χαρᾶς ἀρρήτου, ὤφθης, Γερμανέ, τῶν τιμώντων σε, καὶ τελούντων σου τὴν μνήμην τὴν σεπτὴν.

Ἄστρον τηλαυγὲς, ὁσιότητος, σκληραγωγίας, Γερμανέ, νηστείας καὶ νήψεως, ἀνεφάνης ἐν ἐσχάτοις τοῖς καιροῖς.

Σοῦ τὰ ἱερὰ, κατορθώματα ἐν τῇ Ἀλάσκᾳ, Γερμανέ, τρανῶς μεγαλύνοντες, ὥσπερ ἄνθρωπον τιμῶμέν σε Θεοῦ.

Κόπασον ἡμῶν, Γερμανέ, σαρκὸς ἐπαναστάσεις, τῶν καταφευγόντων σῇ χάριτι, καὶ σὴν κλῆσιν προφερόντων εὐλαβῶς.

Δόξα. Τριαδικόν.
Ἄφεσιν ἡμῶν, ἐγκλημάτων δός, Τριὰς Ἁγία, τῶν δοξολογούντων ἑκάστοτε, σοῦ τὸ κράτος καὶ τὴν ἄρρητον ἰσχύν.

Καὶ νῦν. Θεοτοκίον.
Στῦλος ἀρραγὴς, ἀντιλήψεως, Θεογεννῆτορ, τῶν καταφευγόντων τῇ σκέπῃ σου, καὶ ἀόκνῳ σου ὑπάρχεις ἀρωγῇ.

Καὶ αὖθις τὸ πρῶτον.
Ἄξιόν ἐστι, μακαρίζειν σε τῶν Ἀλεούτων, φωτιστὴν καὶ ἱεραπόστολον, Γερμανέ, Ὁσίων νέων χαρμονή.

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, τιμῶμέν σε, Ἀλάσκας, νῦν, Γερμανέ, κοσμῆτορ.

Αἱ γενεαὶ πᾶσαι, ὡς γέρας ἀνυμνοῦμεν, σέ, Γερμανέ, Ὁσίων.

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα· Ἱεραποστόλων κλέος. Χ.
Ἰσχὺν λαβὼν θεόθεν, ἐβάδισας ἀρτίως, τῶν Ἀποστόλων τρίβους.

Ἐκθύμως σε τιμῶμεν, νῦν, Γερμανὲ θεόφρον, ὡς Ἀλεούτων φέγγος.

Ῥοαῖς θερμῶν δακρύων, κατέτηξας τοὺς πάγους, ὦ Γερμανέ, Ἀλάσκας.

Ἀσύλητον ταμεῖον, ἐδείχθης θαυμασίων, καὶ ἰαμάτων, Πάτερ.

Πατέρων νέων εὖχος, ὦ Γερμανέ, χαρίτων, ἐπλήσθης οὐρανίων.

Ὁ τῆς Ῥωσίας γόνος, ἐξήνθησας σοφίας, Θεοῦ εὐώδη ῥόδα.

Σεμνείου ἀνεδείχθης, τοῦ Βαλαὰμ οἰκήτωρ, ἰσάγγελος, τρισμάκαρ.

Τοῦ θείου Ναζαρίου, ἐφάμιλλος τῶν πόνων, ὦ Γερμανέ, ἐδείχθης.

Ὁδοὺς χριστοκηρύκων, ἐβάδισας Ὁσίων, ὦ Γερμανέ, ἀρτίως.

Λαμπὰς Ὀρθοδοξίας, ὦ Γερμανέ, Ἀλάσκας, ἐφώτισας τὰ πλήθη.

Ὡς ὀρφανῶν πατέρα, καὶ στήριγμα καμνόντων, σὲ ἀνυμνολογοῦμεν.

Νεκρώσας τὸ σαρκίον, συντόνῳ σου ἀσκήσει, ἐζώωσας τὸ πνεῦμα.

Κατέπαυσας τὸ κῦμα, τῆς παλιρροίας, Πάτερ, εὐχῇ τῆς Θεοτόκου.

Λαμπρύνεις τὰς χορείας, ὦ Γερμανέ, Ὁσίων, καὶ ἱεραποστόλων.

Ἐλέησον εὐχαῖς σου, τοὺς μέλποντας ἐν ὕμνοις, σοῦ, Γερμανέ, καμάτους.

Οὐρανοδρόμον, Πάτερ, διήνυσας πορείαν, ἐν νήσοις Ἀλεούτων.

Δόξα. Τριαδικόν.
Συνέτισον σοὺς δούλους, τοὺς ἀσυνέτους, οἴμοι, Τριὰς Ὑπεραγία.

Καὶ νῦν. Θεοτοκίον.
Χαρίτωσον οἰκέτας, τῆς χάριτός σου, Μῆτερ, ἁγνὴ Θεοκυῆτορ.

Καὶ αὖθις τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, τιμῶμέν σε, Ἀλάσκας, νῦν, Γερμανέ, κοσμῆτορ.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με, τὸν Γερμανὸν ὑμνῆσαι.

Τῶν Ἀγγέλων χορεῖαι, κατεπλάγησαν πόνους, ἀγωγῆς ἰσαγγέλου, κατιδόντες, Γερμανέ, φωτιστὰ τῆς Ἀλάσκας, σῶφρον ἀσκητά, φιλόκαλε Ὅσιε, λαμπὰς νηπτικῶν Πατέρων φωτόλαμπρε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με, τὸν Γερμανὸν ὑμνῆσαι.

Ἡδυπνεύστοις μύροις, καταστέφομεν τὴν πανεύφημόν σου μνήμην, Γερμανέ, τῶν Ἀλεούτων στήριγμα, καὶ χειραγωγὲ πρὸς εὐσεβείας, τρίβους σωστικάς, Σερπούχωφ ἐκβλάστημα, καὶ Σεμνείου Βαλαὰμ θησαύρισμα.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με, τὸν Γερμανὸν ὑμνῆσαι.

Λίαν καλῶς, τὴν ὁδὸν διήνυσας τῆς ἀσκήσεως, καὶ ἀπαθείας ἀνεδείχθης ἀκρεμών, ὁ Βαλαὰμ τὸ Νέον ἐν τῇ νήσῳ Σπροὺς ἱδρύσας, ἰσάγγελε, ἐν ᾧ ταπεινῶς τὸν σὸν βίον ἐτέλεσας.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με, τὸν Γερμανὸν ὑμνῆσαι.

Μυροφόροι ὡς ἄλλοι, οἱ πιστοὶ Ἀλεοῦτοι, τῶν λειψάνων σου ῥαίνουσι, τὴν θήκην μύροις ὑμνῳδιῶν, καὶ τιμῶντες σὴν μνήμην, μάκαρ Γερμανέ, βοῶσιν· ἀείποτε περιφρούρει, τοὺς εἰς σὲ καταφεύγοντας.

Δόξα. Τριαδικόν.
Μίαν δύναμιν πάντες, μίαν σύνταξιν πόθῳ, καὶ προσκύνησιν μίαν, προσκυνοῦντες βοῶμεν· Πάτερ, Λόγε καὶ Πνεῦμα, ὦ Τριὰς σεπτή, τοὺς δούλους Σου φύλαττε, τῆς μανίας τοῦ πλάνου ἀπήμονας.

Καὶ νῦν. Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ, τοῦ Θεοῦ θείου Λόγου, Παναγία Παρθένε, οἰκτιρμοὺς τοῦ Υἱοῦ Σου, δαψιλῶς καὶ ἐλέη, πλούσια ἡμῖν κατάπεμψον, Ἄχραντε, εἰς αἰῶνας τοῖς σὲ μακαρίζουσι.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα· δόξα Σοι, ὁ Θεός.

Δίστιχον·
Γερμανὸν ἔστεψεν ἐγκωμίων κρίνοις,
φωτιστὴν Ἀλάσκας σοφόν, Χαραλάμπης.

ΕΥΧΗ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΓΕΡΜΑΝΟΝ ΤΟΝ ΕΝ ΑΛΑΣΚᾼ
Πνευματοφόρε ἀσκητὰ καὶ ἄνερ θεοείκελε, Ἀποστόλων ὁ τρίβους ζηλώσας καὶ ὡς φῶς ἐκ Φωτὸς τοῦ ἀληθινοῦ φωτίσας Ἀλεούτων τὴν χώραν καὶ δι’ αὐτῆς σύμπασαν τὴν τῆς Ἀμερικῆς ἤπειρον, Γερμανὲ πανσεβάσμιε· ὁ τῆς Ῥωσίας εὐθαλέστατος γόνος, Σεραφεὶμ τοῦ Σάρωφ ὁμότροπος καὶ Βαλαὰμ τοῦ σεμνείου οἰκῆτορ καὶ μοναστὴς ἱερώτατος· ὁ τοῦ ἐν Ὁσίοις Πατράσι Ναζαρίου ὑποτακτικὸς καὶ τῆς Ἐκκλησίας Χριστοῦ ἀδάμας ὁ πολύεδρος· ὁ παιδιόθεν σύνοικος ὀφθεὶς τῆς τοῦ Θεοῦ σοφίας καὶ ἀρετῶν τῶν ψυχοτρόφων τὸ σκεῦος τῆς ἐκλογῆς τοῦ Παρακλήτου Πνεύματος καὶ τὸ εὔχρηστον κυάθιον τῆς ὑπακοῆς, τῆς ταπεινώσεως καὶ τῆς νήψεως· ὁ τῆς Ἀλάσκας Πατὴρ καὶ διδάσκαλος καὶ σκεπαστὴς καὶ ἀρωγὸς καὶ πολιοῦχος· τὸ τῆς προσευχῆς ἐργαστήριον καὶ τῆς προσφορᾶς φρέαρ τὸ ἀκεσώδυνον· ὁ ἐπιμόνῳ σαρκὸς σκληραγωγίᾳ καταμαράνας πάθη τὰ χαμαίζηλα καὶ τὸν νοῦν πτερώσας πρὸς Κύριον· ὁ ἰσαγγέλως πολιτευσάμενος καὶ Ἀγγέλων δήμοις ἀξιωθεὶς συγχορεύειν ἐν τῇ ἀλήκτῳ μακαριότητι· ὁ τὸ βραβεῖον λαβὼν τῆς ἄνω κλήσεως καὶ θαυματουργικῇ ἐμπλησθεὶς χάριτι· ὁ τάχιστος ἰατρὸς τῶν νοσούντων καὶ πάντων τῶν πιστῶς δεομένων σου προστάτης ἑτοιμότατος· ὁ τῶν προσφύγων σου πληρῶν τὰ δίκαια αἰτήματα ὡς ἀγαθός, εὐΐλατος καὶ εὐσυμπάθητος.
Αὐτός, Ἅγιε τοῦ Θεοῦ, πρόσδεξαι καὶ ἡμῶν ταύτην τὴν ἱκετήριον φωνὴν καὶ ἑνὸς ἑκάστου πλήρωσον χαρᾶς καὶ ἀενάου ἀγαλλιάσεως τὰς καρδίας· ἴασαι τοὺς ἀλγεινῶς καὶ ἀνιάτως νοσοῦντας ταῖς θεοπειθέσι πρεσβείαις σου· ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς νομὰς σωτηρίας καὶ δόμους ἀφθαρσίας παμφώτους, ἔνθα ἀνεσπέρου ἤμαρος ἀπολαύουσιν ἐκλεκτῶν καὶ δικαίων οἱ δῆμοι· τῶν Ὀρθοδόξων τὴν Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν κραταίωσον καὶ πάντων τῶν κοπιαζόντων διὰ τὴν ἐξάπλωσιν καὶ ἑδραίωσιν τῆς ἀληθείας, ἐν τῇ τε ἡμεδαπῇ καὶ ἀλλοδαπῇ, ἔσο φωστὴρ ἀπλανέστατος καὶ βάκτρον στηρίξεως ἀσάλευτον, τῇ δαψιλῶς δοθείσῃ σοι χάριτι.
Ναί, Ἅγιε Γερμανέ, σημειοφόρε, διάλυσον τὰ νέφη τῆς ἀγνωσίας τοῦ κόσμου καὶ ἐφάπλωσον ἐπὶ τὸν κόσμον ἅπαντα τὸ φῶς τῆς τοῦ Θεοῦ ἐπιγνώσεως, ἵνα ἐν αὐτῷ πορευόμενοι μὴ σαλευθῶμεν, οὐδὲ προσκόψωμεν πρὸς λίθους τοὺς πόδας ἡμῶν· σύγκοψον ἐκ τῶν τριβῶν ἡμῶν τάς ἀκάνθας καὶ τὰς τριβόλους τῶν παθῶν, τῆς ἐπηρείας τοῦ πονηροῦ, τῶν φαύλων καὶ ἐπωδύνων ἡμῶν συνηθειῶν καὶ πάσης θλίψεως, συνοχῆς καρδίας καὶ ὀδυνηρᾶς ἐπελθούσης ἀσθενείας τῇ ἀοράτῳ ἐπισκιάσει σου.
Ἐπάκουσον οὖν τῆς δεήσεως ἡμῶν, Γερμανὲ ἀξιάγαστε, καὶ ῥῦσαι τὸν δοῦλόν σου (δεῖνα) πειρασμῶν καὶ κακώσεως, τὸν ἀπεκδεχόμενον τὴν σὴν μεσιτείαν καὶ ἀντίληψιν, ἵνα ἐλευθέρως καὶ ὁλοθύμως καὶ φωνῇ στεντορείᾳ μακαρίζει σε ὡς ἰατρὸν τάχιστον καὶ ἀνάργυρον καὶ δοξολογεῖ τὸν ἐν Τριάδι Θεὸν ἡμῶν τὸν φιλάνθρωπον, τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ὁμοούσιον καὶ ἀδιαίρετον καὶ ὁμόθρονον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.