Παρακλητικός Κανών εις τον Όσιο Γερμανό ο εν Αλάσκα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 15 Νοεμβρίου η κοίμηση και 9 Αυγούστου ημέρα της ανακηρύξεως του ως αγίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱεραπόστολον σεπτὸν τῆς Ἀλάσκας, καρδιακῆς ὡς προσευχῆς καὶ ἀγάπης, πρὸς πάντας ἐνδιαίτημα ψαλμοῖς ἱεροῖς, Γερμανὸν τὸν ὅσιον, εὐφημήσωμεν πόθῳ, εὐσεβῶν συστήματα, ἐκ μυχίων καρδίας, καὶ τὰς αὐτοῦ πρὸς Κύριον εὐχὰς, τάς διαθέρμους, πιστῶς αἰτησώμεθα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γερμανέ, νήφειν καὶ ἀγαπᾶν ἀξίωσόν με. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γερμανέ πάτερ ὁ θεαυγῶς, ἐκλάμψας συνέσει, ἐν ασκήσει καὶ προσφορᾷ, πρὸς πάντας καθεύδοντας ἐν σκότει, τῆς ἀγνωσίας, κἀμοῦ ζόφον σκέδασον.

Ἐκβλάστημα τίμιον, Γερμανέ, Ῥωσίας ὁ ῥόδα, ἐξανθήσας ἡδυτερπῆ Χριστοῦ ἀγαπήσεως παθῶν μου, τὴν δυσωδίαν λιταῖς σου διάλυσον.

Ῥανίσιν ἱδρώτων σου Γερμανέ, Ἀλάσκας τὴν χθόνα, ὁ ἀρδεύσας σῶν ἱκετῶν, κατάρδευσον χεύμασι καρδίας, ἁμαρτιῶν τὰς αὐχμώσας ἐκ καύματος.

Θεοτοκίον.
Μυράλειπτρον εὔοσμον Μαριάμ, ἁγνείας σοὺς δούλους, τοὺς ἀσώτους καὶ μυσαρούς, ὑπάλειψον μύρῳ σῆς ἀγάπης, τοῦ Γερμανοῦ τοῦ σεπτοῦ παρακλήσεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπαθείας πυξίον, τοῦ Βαλαὰμ καύχημα, τῆς Μονῆς καὶ νήψεως στῦλε, ῥάβδῳ δεήσεων, θεοπειθῶν Γερμανέ, τῶν σῶν χοροὺς ἱκετῶν σου, στήριζε ἀείποτε, Πάτερ παγκόσμιε.

Νήσων Ἀλεουτίων, θεοειδὲς ἔνοικε, Γερμανέ πτωχῶν αὐτοχθόνων, ἄγρυπνε πρόμαχε, ὑπερμαχεῖν εὐσεβῶν, μὴ διαλίπῃς στενόντων, ἐν τοῦ βίου κλύδωσι, καὶ περιστάσεσι.

Ἑτοιμότατε ῥῦστα, ἐξ ἐχθρικῆς μήνιος, Γερμανέ τῶν σοὶ προστρεχόντων, σκέπε ἀείποτε, τοὺς μελῳδοῦντας φαιδρῶς, σοὺς ἐν Ἀλάσκᾳ καμάτους, πρὸς Χριστοῦ τῆς πίστεως, Πάτερ, διάδοσιν.

Θεοτοκίον.
Νεκρωθέντα με, Μῆτερ, ταῖς ἠδοναῖς ζώωσον, Κεχαριτωμένη παρθένε, αὔρᾳ δεήσεων, σῶν μητρικῶν πρὸς Χριστόν, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον, ὃν ἀφράστως ἔτεκες, Θεογεννήτρια.

Ἀνάτειλον, τοῖς ἐν τῷ σκότει καθεύδουσιν ἁμαρτίας, φωτοπάροχε Γερμανέ, τὸ φῶς ἐπιγνώσεως, εἰρήνης, συνέσεως καὶ ἀγάπης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σεργίου Μονῆς, ἁγίου Σάρωφ Ὄπτινα, καὶ τοῦ Βαλαὰμ πατέρων ἰσοστάσιε, Γερμανὲ ἱερώτατε, Ἀποστόλων τῶν θείων ἑπόμενε, ἀκολουθῆσαι τρίβοις σου σεπτοῖς, ἡμᾶς πρὸς τελείωσιν ἀξίωσον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἡ Ῥωσία σεμνύνεται, Γερμανὲ θεόσοφε, τοῖς σπαργάνοις σου, ἡ Ἀλάσκα τοῖς ἀγῶσί σου, καὶ ἡμεῖς τῇ θείᾳ ἀντιλήψει σου.

Φυτοκόμε χρηστότητος, Γερμανέ, δρεπάνῃ σῆς θείας χάριτος, ἁμαρτάδων τὰ ζιζάνια, σύγκοψον ἡμῶν, μακαριζόντων σε.

Εὐσεβῶν καταφύγιον, Γερμανέ, ἀκέστορ καὶ παραμύθιον, ὀρφανῶν, ἐκδυσωποῦμέν σε· φύλαξ ἴσθι πάντων τῶν τιμώντων σε.

Θεοτοκίον.
Ἴθυνόν με, Μητρόθεε, πρὸς ὁδὸν ἀπάγουσαν εἰς τὴν ἄληκτον, σὺν Χριστῷ μακαριότητα, τῷ μονογενεῖ, Παρθένε, Τόκῳ σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νίκας κατ’ ἐχθρῶν, Γερμανὲ πνευματοφόρητε, νοητῶν τῶν πτερνιζόντων εὐσεβεῖς, δίδου πᾶσιν ἀκλινῶς σε μεγαλύνουσι.

Κόπασον παθῶν, τρικυμίας τῶν προσφύγων σου, Γερμανὲ ἱεραπόστολε σεμνέ, τῆς Ἀλάσκας καὶ διάκοσμε τῆς πίστεως.

Αἴρων τοῦ Χριστοῦ, Γερμανὲ Σταυρὸν κατήντησας, εἰς ἐπάλξεις θεϊκάς, ἔνθα Αὐτὸν, δυσωπεῖς ὑπὲρ ἡμῶν ἀνευφημούντων σε.

Θεοτοκίον.
Ἵλεων ἡμῖν, σὸν μονογενῆ ἀπέργασαι, Τόκον, ἄχραντε Παρθένε τοῖς λαμπρῶς, μεγαλύνουσι πληθὺν τῶν θαυμασίων σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀσθένειαν, τὴν ἡμῶν ἐπίσκεψαι, Γερμανὲ καὶ πρεσβειῶν σου φαρμάκῳ, κούφισον ἄλγη δυσίατα πάντων, τῶν μελῳδούντων ἀόκνους καμάτους σου, πρὸς φωτισμὸν τῶν ἐν σκιᾷ, ἀγνωσίας κειμένων, θειότατε.

Γηθόμενοι, καθ’ ἑκάστην μέλποντες, Γερμανὲ ἱεραπόστολε, πόνους, τοὺς νυχθημέρους σου πρὸς ἀπαθείας, καὶ τελειώσεως κτῆσιν κραυγάζομεν· νήψεως δεῖξον σωστικὴν, ἀτραπὸν τοῖς ζητοῦσι σὴν εὔνοιαν.

Αἰτούμενοι, Γερμανὲ πρεσβείας σου, ἵνα κλίμακα καλῶς ἀναβῶμεν, τῶν ἀρετῶν ἀσκητὰ θεοφόρε, ἀνευφημοῦμεν ᾠδαῖς πανευσχήμοσι, τὴν ἀκραιφνῆ σου βιοτὴν, καὶ ἀγάπην πρὸς πάντας τοὺς στένοντας.

Θεοτοκίον.
Πανύμνητε, θεοτόκε Δέσποινα, γλυκασμὲ τῶν φωτομόρφων Ἀγγέλων, καὶ χαρμονὴ μεροπείου τοῦ γένους, τοῦ Γερμανοῦ τοῦ σεπτοῦ παρακλήσεσιν, ἡμῶν ζωῆς τῶν λυπηρῶν, τὴν πικρίαν σῇ χάριτι γλύκανον.

Ἀνάτειλον, τοῖς ἐν τῷ σκότει καθεύδουσιν ἁμαρτίας, φωτοπάροχε Γερμανέ, τὸ φῶς ἐπιγνώσεως, εἰρήνης, συνέσεως καὶ ἀγάπης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τῶν Ἀποστόλων βαδίζων τὰ βήματα, εἰς τὴν Ἀλάσκαν Χριστοῦ πίστιν σῴζουσαν, ἐκ τῆς φθορᾶς, Γερμανέ, διεκήρυξας, ὁ νῦν Αὐτὸν δυσωπῶν δοῦναι ἅπασιν, ἰσχὺν σοῖς ἱκέταις καὶ δύναμιν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάκαρ ἰσαπόστολε, ὁ φωτιστὴς Ἀλεούτων, Γερμανὲ ἀοίδιμε, γῆς Ῥωσίδος βλάστημα, εὐκλεέστατον, σθένει δεήσεως, σῆς ὁ καταπαύσας, τρικυμίαν τὴν πανώλεθρον, καὶ τὴν ἀγέλην σου, σώσας, θεοφόρε, τὴν ἔλλογον, ἡμῶν παθῶν κατάστειλον, δίνην χαμαιζήλων σῇ χάριτι, καὶ τὴν σὴν εἰρήνην, κατάπεμψον ἡμῖν τοῖς εὐλαβῶς, ἐπιτελοῦσι τὴν μνήμην σου, Πάτερ, τὴν πανσέβαστον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ιουδαίας.
Ἀλεούτων τοὺς δήμους, Γερμανέ, ὁ φωτίσας, αὐγαῖς ῥημάτων σου, τῶν ὀρθοδόξων σκότη, ἑξάλειψόν μου τάχος, ἐγκλημάτων καὶ θλίψεων, καὶ πρὸς ὁδὸν ἀρετῆς, εὐθεῖαν ἴθυνόν με.

Ναζαρίου ὁσίου, Βαλαὰμ προεστῶτος, Μονῆς τοῦ ἔμφρονος, ὁ μαθητὴς ὁ σώφρων, τοὺς σὲ ὑμνολογοῦντας, Γερμανὲ θεῖε δίδαξον, τηρεῖν πιστῶς ἐντολὰς, τὰς σωστικὰς Κυρίου.

Ἀσκητῶν φιλοκάλων, Γερμανέ, Παϊσίου, σοφοῦ ἀκόλουθε, τοῖς τρόποις, σοῖς ἱκέταις, ἀπάθειαν καὶ νῆψιν, ἐπιβράβευσον ᾄσμασι, καὶ μελιῤῥύτοις ᾠδαῖς, νῦν μακαρίζουσί σε.

Θεοτοκίον.
Ξύλου ἐπαπολαύειν, τῆς ζωῆς Θεοτόκε, ἡμᾶς ἀξίωσον, ἐν κήπῳ οὐρανίῳ, τοὺς σὲ ὑμνολογοῦντας, ὥσπερ ξύλον ἀθάνατον, φέρων τῷ κόσμῳ καρπόν, τὸν Κύριον τῆς δόξης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱδρώτων ῥείθροις, ὁ καταρδεύσας τὰς νήσους, Γερμανὲ Ἀλεούτων ψυχῆς μου, βόρβορον ὑσσώπῳ, τῶν πρεσβειῶν σου πλῦνον.

Ὡς Παρακλήτου, τοῦ πανσθενοῦς σκεῦος πάτερ, Γερμανέ χαρμονῆς τὰς καρδίας, πλῆσον ἱκετῶν σου, τὰς δυσθυμίας πλήρεις.

Σοῦ τοὺς καμάτους, ὑπομονὴν ἐν τῷ ψύχει, Γερμανὲ καὶ τῇ πείνῃ τιμῶντες, πίστει ἐκζητοῦμεν, τὰς πρὸς Θεὸν λιτάς σου.

Θεοτοκίον.
Οἱ νῦν τιμῶντες, τοῦ Γερμανοῦ θείους ἄθλους, δυσωποῦμέν σε Θεογεννῆτορ, πλῆσον εὐλογίας, ἡμᾶς τῆς τοῦ Υἱοῦ σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νῦν δῆμοι χριστωνύμων, Γερμανὲ σὴν μνήμην, ἐπιτελοῦντες πιστῶς, ἐκδεχόμεθα, τὰς πρὸς Θεὸν ἱκεσίας, τὰς ἀσιγήτους σου.

Μετὰ τοῦ Ναζαρίου, Σεραφεὶμ τοῦ Σάρωφ, Σεργίου νῦν Γερμανὲ καὶ τῆς Ὄπτινα, Ὁσίων σὲ ἀνυμνοῦμεν, ἡμῶν ὡς ἔφορον.

Εὐλόγει οὐρανόθεν, σὲ τοὺς ἀνυμνοῦντας, νῦν Γερμανὲ καὶ τὰ ἔργα ἁγίαζε, τῶν προστρεχόντων ἐν πίστει, τῇ προστασίᾳ σου.

Θεοτοκίον.
Χριστοῦ τοῦ Ζωοδότου, πέμψον οὐρανόθεν, καὶ σοῦ Υἱοῦ ἐφ’ ἡμᾶς, Μητροπάρθενε, τῶν οἰκτιρμῶν καὶ ἐλέους, πλοῦτον τὸν ἄμετρον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ἄνθος Μάνδρας τοῦ Βαλαάμ, τὸ ἐν τῇ Ἀλάσκᾳ, ἐξανθῆσαν ἀσκητικῶς, Γερμανέ, καὶ πᾶσαν, μυρίσαν οἰκουμένην, ὀδμαῖς σεπτῶν καμάτων, καὶ θείων λόγων σου.

Χαίροις, τῶν πενήτων καὶ ὀρφανῶν, ταχινὸς προστάτης, καὶ ἁπάντων ὁ ἀρωγὸς, τῶν δεινῶς στενόντων, ὑπὸ ζυγὸν δουλείας, ὦ Γερμανέ, Πατέρων, θείων καλλώπισμα.

Χαίροις, θεοφώτιστε Γερμανέ, τῆς φιλοκαλίας και τῆς νήψεως ζηλωτά· χαίροις, ἀκτησίας, λιτότητος, ἁγνείας, καὶ ταπεινοφροσύνης εὖχος ἀτίμητον.

Σκέπε καὶ ἁγιάζε, Γερμανέ, δήμους Ἀλεούτων, καὶ χορείας τῶν εὐσεβῶν, πάσης οἰκουμένης τῇ σῇ ἐπιστασίᾳ, Σταυροῦ σεπτοῦ δυνάμει, ἱεραπόστολε.

Γόνε τῆς Ῥωσίας περιφανές, ὁ Χριστὸν φιλήσας, ἡλικίας ἐξ ἁπαλῆς, καὶ Αὐτοῦ κηρύξας, ὦ Γερμανέ, τὴν κλῆσιν, τὴν θείαν ἐν Ἀλάσκᾳ, ὄντως δεδόξασαι.

Παῦσον τρικυμίας ἡμῶν παθῶν, σαῖς θερμαῖς πρεσβείαις, πρὸς τὸν Ὕψιστον, Γερμανέ, ὁ τὴν τρικυμίαν, μετὰ σεισμὸν θαλάσσης, εὐχαῖς σου καταστείλας, Πάτερ ἰσάγγελε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀνατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως, ἐν Βαλαὰμ τῷ Σεμνείῳ, Εὐαγγελίου τὸ φῶς, εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας, ἀκολουθήσας ταῖς ὁδοῖς, Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ· καὶ νῦν Κυρὶῳ πρεσβεύεις, παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥῦσαι τρικυμίας τῶν παθῶν, καὶ τῆς δίνης ἀμπλακημάτων, θεοειδὲς Γερμανέ, τὸν θερμῶς προσφεύγοντα τῇ ἀντιλήψει σου, καὶ βοῶντα ἐκ πίστεως· Ἱεραποστόλων, τῆς Ἀλάσκας κλέισμα, ὁ λυτρωσάμενος, νῆσον Ἀλεούτων ἐκ δίνης, παλλιροϊκῆς, οὐρανόθεν, σπεῦσον βοηθῆσαι τοῖς τιμῶσί σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Γερμανέ, ῥῦσαι θανατηφόρου δίνης,
τὸν σοὶ προσπίπτοντα θερμῶς Χαραλάμπη.