Χαιρετισμοί εις τον Όσιο Γερμανό ο εν Αλάσκα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τήν φλόγα ἔχων ἀνημμένην θείας πίστεως, καὶ θερμαινόμενος πυρὶ τῆς τοῦ Παντάνακτος, κοινωνίας ἐν Ἀλάσκᾳ ψυχῶν τοὺς πάγους, Γερμανέ, τῶν νηπτικῶν Πατέρων ἔκτυπον, καὶ κλεινὲ ἱεραπόστολε, διέλυσας· ὅθεν κράζομεν· χαίροις Πάτερ πανόσιε.
Οἱ Οἶκοι.
Ἄγγελε σαρκοφόρε, Γερμανέ, τῆς Ἀλάσκας λαὸν Ὀρθοδοξίας φωτίσας (ἐκ γ΄). ἀστραπαῖς ἐν ἐσχάτοις καιροῖς, τῆς καρδίας ζόφωσιν ἡμῶν σκέδασον, πιστῶς μεγαλυνόντων σε καὶ ᾄσμασι τερπνοῖς βοώντων·
Χαῖρε, ὁ θεῖος Ῥωσίας γόνος·
χαῖρε, ὁ νέος Ὁσίων λύχνος.
Χαῖρε, φωτιστὴς τῆς Ἀλάσκας φαιδρότατος·
χαῖρε, πολιστὴς τοῦ Βορρᾶ ἐνθεώτατος.
Χαῖρε, ἔμψυχον ἀνάκτορον προσευχῆς καρδιακῆς·
χαῖρε, μέλαθρον χρυσότευκτον ἀγωγῆς μοναδικῆς.
Χαῖρε, τοῦ Ναζαρίου μαθητὴς τοῦ Ὁσίου·
χαῖρε, τοῦ γλυκυτάτου ἀσκητὴς Ναζωραίου.
Χαῖρε, λαμπὰς φαιδρὰ ταπεινώσεως·
χαῖρε, ψεκὰς λαῶν ἀναψύξεως·
Χαῖρε, ἀκρότης ἱεραποστόλων·
χαῖρε, φαιδρότης κηρύκων ἐνθέων.
Χαίροις Πάτερ πανόσιε.
Βλάστημα τοῦ Σερπούκωφ, Μόσχας περιοικίδος, ἐξήνθησας ἡδύπνευστα κρίνα φιλοκάλου ζωῆς, Γερμανέ, καὶ Ὁσίων νέων τοῦ βορρᾶ εὔοσμε ἡδύοσμε καὶ ηὔφρανας τοὺς πίστει τῷ Θεῷ βοώντας.
Ἀλληλούϊα.
Γνῶσιν Θεοῦ σοφίας εἰληφὼς παιδιόθεν, προσύλων ὑπερόπτης ἐδείχθης καὶ ἀρρεύστων θερμὸς ζηλωτής, Γερμανέ, Πατέρων νεαυγῶν καύχημα· διό σε μακαρίζοντες κραυγάζομεν ἀξιοχρέως·
Χαῖρε, σοφίας Θεοῦ ταμεῖον·
χαῖρε, ἁγνείας λαμπρὸν δοχεῖον.
Χαῖρε, τοῦ Ὁσίου Σεργίου ὁμόζηλος·
χαῖρε, τοῦ σεπτοῦ Ναζαρίου ὁμότροπος.
Χαῖρε, εὔοσμον λευκάνθεμον φιλοκάλου βιοτῆς·
χαῖρε, πάγκαλον ἀνάκτορον ἀκραιφνοῦς διαγωγῆς.
Χαῖρε, ὅτι τῶν Ῥώσων γῆν ἡγίασας πόνοις·
χαῖρε, ὅτι Ὁσίων συναγάλλῃ νῦν δήμοις.
Χαῖρε, στρουθὸς ἀγάπης φιλέρημος·
χαῖρε, σκηπτὸς τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, ῥεόντων σαφὴς οἰκονόμος·
χαῖρε, ἀρρεύστων σεπτὸς κληρονόμος.
Χαίροις Πάτερ πανόσιε.
Δύναμιν οὐρανόθεν εἰληφὼς παιδιόθεν, κατέστειλας σαρκὸς τὰς ὀρέξεις καὶ ἐλθὼν εἰς Σεργίου Μονὴν τοῦ Ὁσίου, πᾶσαν κοσμικὴν μέριμναν ἀπεξεδύσω, πάνσοφε, καὶ πίστει, Γερμανέ, ἐλάλεις·
Ἀλληλούϊα.
Ἔμπροσθεν τῆς εἰκόνος τῆς ἁγνῆς Θεοτόκου εὐχόμενος, ἐδέξω τὴν χάριν τῆς ἰάσεως ἐκ ζοφεροῦ, Γερμανέ, καρκίνου· καὶ χαρᾶς ἔμπλεως ἀνύμνεις σὴν ἰάτειραν καὶ ἔπειθες πιστοὺς βοᾶν σοι·
Χαῖρε, Ὁσίων ὁ μαργαρίτης·
χαῖρε, ἀγώνων ἀρίστων μύστης.
Χαῖρε, παμφαῶν ἀσκητῶν ὑποτύπωσις·
χαῖρε, ἱερῶν Ἀποστόλων ἐγκαύχησις.
Χαῖρε, ὅτι ἔσχες πρέσβειραν Θεοτόκον τὴν ἁγνὴν·
χαῖρε, ὅτι πᾶσιν ἔδειξας σὴν ὁσίαν ἀγωγήν.
Χαῖρε, ὁ τῆς Ῥωσίας εὐθαλεστατος γόνος·
χαῖρε, τῆς Ἐκκλησίας ὁ πυρσὸς ὁ φωσφόρος.
Χαῖρε, εὐχῆς θερμῆς ἐργαστήριον·
χαῖρε, σιγῆς λαμπρὸν οἰκητήριον.
Χαῖρε, εἰκὼν τῆς Χριστοῦ συμπαθείας·
χαῖρε, λειμὼν σωστικῆς ἀπαθείας.
Χαίροις Πάτερ πανόσιε.
Ζήλῳ σεπτῶν καμάτων, Γερμανέ, καὶ ἀγώνων ἀσκήσεως τρωθεὶς θεαρέστων, τὴν περίλαμπρον τοῦ Βαλαὰμ ἐν Λαντόγκᾳ λίμνῃ, θαυμαστέ, ᾤκησας, ἐν ᾗ ὥσπερ ἰσάγγελος ἐβίωσας Θεῷ κραυγάζων·
Ἀλληλούϊα.
ᾜσχυνας τὸν τοῦ σκότους ἀρχηγὸν σοῖς ἀγῶσι καὶ σῇ ὑπακοῇ Ναζαρίῳ, Προεστῶτι Ὁσίῳ Μονῆς Βαλαάμ, θέοφρον ἀσκητά· ὅθεν σε ἀξίως μεγαλύνοντες βοῶμέν σοι ἀξιοχρέως·
Χαῖρε, ἀζύγων ὁ ὑποφήτης·
χαῖρε, μερόπων ὁ ὁδοδείκτης.
Χαῖρε, μαθητὴς Ναζαρίου τοῦ ἔμφρονος·
χαῖρε, φωτιστὴς τῆς Ἀλάσκας θεόσδοτος.
Χαῖρε, ἔνοικος θειότατος τοῦ σεμνείου Βαλαάμ·
χαῖρε, πάνσεμνος ἀπόγονος Πατριάρχου Ἀβραάμ.
Χαῖρε, ὅτι λαμπρύνεις τοὺς χοροὺς μονοτρόπων·
χαῖρε, ὅτι φαιδρύνεις τάξεις τῶν Ἀποστόλων.
Χαῖρε, φωστὴρ Ἀλάσκας πολύφωτος·
χαῖρε, λαμπτὴρ σοφίας τῆς κρείττονος.
Χαῖρε, ὁδὸς ἀγωγῆς φιλοκάλου·
χαῖρε, σκηπτὸς μυσαροῦ βροτοκτόνου.
Χαίροις Πάτερ πανόσιε.
Θέλων Χριστοῦ κηρῦξαι τὴν ἀλήθειαν πάσῃ τῇ κτίσει, Γερμανέ, Ἀποστόλων ἠκολούθησας ταῖς ἀτραποῖς καὶ λιπὼν Ῥωσίαν ἀχανῆ, τρόπαιον Ὀρθοδοξίας ἔστησας εἰς νήσους Ἀλεούτων κράζων·
Ἀλληλούϊα.
Ἵνα Χριστοῦ τὴν πίστιν, Γερμανέ, ἑδραίωσῃς αὐτόχθοσι λαοῖς τῆς Ἀλάσκας, ἐκοπίασας νυχθημερὸν καὶ σκληραγωγίαν ὡς τρυφήν, πάνσοφε, οἰόμενος, διήγειρες αὐτούς σοι ἐν χαρᾷ κραυγάζειν·
Χαῖρε, ὁ λόγος τῆς ἀληθείας·
χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας.
Χαῖρε, Ἀλεούτων Πατὴρ ὁ φιλόστοργος·
χαῖρε, τῶν δαιμόνων πρηστὴρ ὁ δριμύτατος.
Χαῖρε, δῶμα οὐρανότευκτον προσευχῆς καρδιακῆς·
χαῖρε, πόμα τὸ ἡδύτατον εὐγενείας ψυχικῆς.
Χαῖρε, τῶν αὐτοχθόνων τῆς Ἀλάσκας προστάτης·
χαῖρε, τῶν πενομένων καὶ καμνόντων ὁ ῥύστης.
Χαῖρε, γλυκὺς ἀκέστωρ νεότητος·
χαῖρε, πραῢς τοῖς τρόποις καὶ πάνσοφος.
Χαῖρε, κρατὴρ μυστικῆς εὐωδίας·
χαῖρε, λυτὴρ Ἀλεούτων σκοτίας.
Χαίροις Πάτερ πανόσιε.
Κόντιακ νῆσον, Πάτερ Γερμανέ, σῶν ἀγώνων ἐπέλεξας ὡς κέντρον, ἐν ᾧπερ σπόρον ἔσπειρας τὸν σωστικὸν καὶ πολύχουν στάχυν τῆς Χριστοῦ πίστεως ἐβλάστησας, Ὀρθόδοξον ἱδρύσας καλιὰν βοῶσαν·
Ἀλληλούϊα.
Λάμπων τῶν ἀρετῶν σου τῷ φωτὶ καὶ σῶν πόνων ἀσκήσεως πυρσεύμασι, πάντας κατεφώτισας τοὺς γηγενεῖς, Γερμανέ, Ἀλάσκας, ὧν ταχὺ ἔλυσας τῆς ἀμαθείας ζόφωσιν καὶ ἤνοιξας τὰ χείλη κράζειν·
Χαῖρε, τὸ σέλας τῆς εὐσεβείας·
χαῖρε, τὸ κέρας Ὀρθοδοξίας.
Χαῖρε, ὁ φωτίσας Ἀλάσκας τὸ πλήρωμα·
χαῖρε, ὁ πατήσας ἐχθίστου τὸ φρύαγμα.
Χαῖρε, φέγγος ταπεινώσεως καὶ ἀγάπης χρυσαυγή·
χαῖρε, μένος τοῦ ἀλάστορος καὶ Ἀγγέλων χαρμονή.
Χαῖρε, τῆς παλιρροίας ὁ τὸ κῦμα κοπάζων·
χαῖρε, τῆς σωτηρίας ὁ τὸν δρόμον δεικνύων.
Χαῖρε, λαοῦ καθεύδοντος ἔγερσις·
χαῖρε, Χριστοῦ ἀγάπης ἐκτύπωσις.
Χαῖρε, διδάσκαλος τῶν Ἀλεούτων·
χαῖρε, ὑπέρμαχος τῶν ἀδυνάτων.
Χαίροις Πάτερ πανόσιε.
Μένων ἐν τῇ ἀγάπῃ, Γερμανέ, τοῦ Κυρίου, μετέσχες τῆς θεώσεως, μάκαρ, καὶ ἀνέστειλας παλιρροϊκὸν σῇ ἐντεύξει κῦμα θαυμαστῶς, Ὅσιε, προβάλλων θεῖον ἔκτυπον Παρθένου τῆς ἁγνῆς καὶ ψάλλων·
Ἀλληλούϊα.
Νάμασι καταρδεύσας τῶν σῶν λόγων καρδίας ξηρὰς τῶν Ἀλεούτων, ἐφάνης ὀμβροτόκος ὡς νέφος λαοῖς, Γερμανέ, τοῦ πόλου τοῦ βορρᾶ, Κύριον ὧν χείλη τάχος ἤνοιξας δοξάζειν καὶ βοᾶν σοι ταῦτα·
Χαῖρε, τὸ ἔαρ φιλοκαλίας·
χαῖρε, τὸ φρέαρ χρηστοηθείας.
Χαῖρε, τῶν ἡδέων τοῦ βίου στερούμενος·
χαῖρε, τῶν Ὁσίων Πατέρων ἐφάμιλλος.
Χαῖρε, ὅτι διεσκέδασας Ἀλεούτων τὴν ἀχλὺν·
χαῖρε, ὅτι κατεκάλλυνας σοῖς ἀγῶσι τὴν ψυχήν.
Χαῖρε, ὁ κατατήξας σαῖς εὐχαῖς τὸ σαρκίον·
χαῖρε, ὁ καταπτύσας σοῖς καμάτοις τὸν πλάνον.
Χαῖρε, πιστῶν τοῦ βίου ὑπόδειγμα·
χαῖρε, σοφῶν Πατέρων ἐκσφράγισμα.
Χαῖρε, κρηπὶς τῶν ἱεραποστόλων·
χαῖρε, βαλβὶς ἀσκητῶν θεοσόφων.
Χαίροις Πάτερ πανόσιε.
Ξένως πυρὸς τὴν φλόγα καταπαύσας, ὃ εἶχες πῦρ φλέγων, Γερμανέ, ἐν καρδίᾳ πᾶσιν ἔδειξας, τὴν τῶν παθῶν κατακαίων ὕλην ὡς ξηρὰν ἄκανθαν· διό σου τὴν ἐγκράτειαν γεραίροντες Θεῷ βοῶμεν·
Ἀλληλούϊα.
Ὄρος τῆς ἐνάρετου ἀναβὰς πολιτείας, ἀπείληφας θαυμάτων τὴν χάριν· καὶ παιδίων προστάτης φανείς, Γερμανέ, τῇ τούτων προκοπῇ βίου σου ἰκμάδα κατηνάλωσας καὶ ἔπειθες βοᾶν σοι πίστει·
Χαῖρε, τῶν παίδων ὁ ποδηγέτης·
χαῖρε, τῶν νέων θερμὸς προστάτης.
Χαῖρε, Ἀλεούτων ὁ θεῖος διδάσκαλος·
χαῖρε, Ἀποστόλων ἀόκνων ἀκόλουθος.
Χαῖρε, εὔχαρις, φιλόστοργος καὶ φιλόκαλος ἀνήρ·
χαῖρε, πρύτανις σεμνότητος καὶ χρηστότητος Πατήρ.
Χαῖρε, κακουχουμένων ἀσκητῶν ἡ ἀκρότης·
χαῖρε, ὑφηγητόρων Ὀρθοδόξων σεμνότης.
Χαῖρε, λαμπρὸν ἀσκήσεως ἔσοπτρον·
χαῖρε, τερπνὸν ἀγάπης κιννάμωμον.
Χαίρε, πολλῶν ὀρφανῶν ὁ προστάτης·
χαῖρε, ἐχθρῶν νοητῶν ὁ ὀλέτης.
Χαίροις Πάτερ πανόσιε.
Πράξεις τῶν Ἀποστόλων μιμησάμενος, Πάτερ, καὶ νῆσον Σπροὺς σαφῶς ἁγιάσας τοῖς ἱδρῶσί σου, ἣν Βαλαὰμ Νέον, θεοφόρε, Γερμανὲ Ὅσιε, ὠνόμασας, ἀνέδραμες Χριστῷ προϋπαντῆσαι ψάλλων·
Ἀλληλούϊα.
Ῥέοντος ὑπερόπτα, Γερμανέ, καὶ ματαίου φρονήματος, φωτὸς τοῦ ἀκτίστου ὅλος ἔμπλεως ὤφθης, σαφῶς ἐν τῇ σῇ κοιμήσει, ἀσκητὰ ἔνθεε, δεικνύοντος σὴν εὔκλειαν τὴν ἄρρευστον· διὸ βοῶμεν·
Χαῖρε, τὸ φρέαρ τῆς εὐσεβείας·
χαῖρε, τὸ ἔαρ τῆς ἀπαθείας.
Χαῖρε, τῶν Ἀγγέλων εὐκλείας ὁμόσκηνος·
χαῖρε, θεοφόρων Ὁσίων ἰσότιμος.
Χαῖρε, ἅπαντα τὰ ῥέοντα λογιζόμενος φθαρτὰ·
χαῖρε, σκύβαλα ἐγκόσμια ὁ οἰόμενος τερπνά.
Χαῖρε, ἄστρον πυρφόρον τὴν Ἄλάσκαν φωτίσαν·
χαῖρε, ῥόδον τάς νήσους Ἀλεούτων ἡδῦναν.
Χαῖρε, φρουρὸς νεότητος ἄγρυπνος·
χαῖρε, φανὸς τῆς Πίστεως πάμφωτος.
Χαῖρε, ἡμῶν ἐν κινδύνοις ἀκέστωρ·
χαῖρε, πιστῶν ταχινὸς ἀντιλήπτωρ.
Χαίροις Πάτερ πανόσιε.
Σπροὺς ὀρφανὰ τῆς νήσου, Γερμανὲ θεοφόρε, κατέσκαψαν χερσὶ ταῖς ἰδίαις σοῦ τὸν τάφον, τὸν εἶτα πηγὴν ἐποφθέντα, Πάτερ, καὶ κρουνὸν ἄφθονον ἰάσεων, πανθαύμαστε, ἀεὶ ὁ σὺν Ἀγγέλοις ψάλλων·
Ἀλληλούϊα.
Τύπος ὀφθεὶς Πατέρων νηπτικῶν, φιλοκάλων, τρισμάκαρ Γερμανέ, καὶ Ὁσίων, ταπεινώσει τε ὑπομονῇ, νήψει, ἀπαθείᾳ καὶ εὐχῇ, Κτίσαντι Κυρίῳ εὐηρέστησας καὶ ἔπειθες λαοὺς κραυγάζειν·
Χαῖρε, ὁ σύνοικος τῆς σοφίας·
χαῖρε, ὁ γόνος λαμπρὸς Ῥωσίας.
Χαῖρε, ἀρετῆς ἱερὸν καταγώγιον·
χαῖρε, προσευχῆς νοερᾶς ἀνακτόριον.
Χαῖρε, πρῶτος καὶ ὑπέρλαμπρος φωτιστὴς Ἀμερικὴς·
χαῖρε, εὖχος πολυτίμητον ἐν Χριστῷ καινῆς ζωῆς.
Χαῖρε, ῥεῖθρον χαρίτων ἱεροῦ Παρακλήτου·
χαῖρε, κρίνον εὐῶδες τοῦ ἀγροῦ τοῦ Κυρίου.
Χαῖρε, Χριστοῦ ὁ φίλος ὁ ἔνθερμος·
χαῖρε, λαοῦ ὁ στῦλος ὁ ἄσειστος.
Χαῖρε, κρουνὸς ἰαμάτων ἀφθόνων·
χαῖρε, σκηπτὸς φθονερῶν δαιμονίων.
Χαίροις Πάτερ πανόσιε.
Ὕμνοις σε καθ’ ἕκαστην, Γερμανέ, εὐφημοῦντες ὡς κήρυκα Χριστοῦ ἀληθείας καὶ δογμάτων ὀρθῶν τηρητήν, τῆς ἠπείρου ἄρτι παμφαῶς πέρατα Ἀμερικῆς φωτίσαντα, Χριστῷ πανευλαβῶς φωνοῦμεν·
Ἀλληλούϊα.
Φλόγα τῆς ἀληθείας, ὡς δρομεὺς περιφέρων Ὀρθόδοξον εἰς γῆν Ἀλεούτων κατεφώτισας τοὺς ἐν σκιᾷ ἀγνωσίας, Πάτερ, καὶ παθῶν, πάντιμε, καθεύδοντας καὶ ἤνοιξας τὰ χείλη αὐτοχθόνων κράζειν·
Χαῖρε, ἡ φαῦσις τῆς εὐποιΐας·
χαῖρε, ἡ σβέσις τῆς ἀγνωσίας.
Χαῖρε, ὁ κηρύξας Ὀρθόδοξον φρόνημα·
χαῖρε, ὁ μισήσας γεώδη καὶ πρόσκαιρα.
Χαῖρε, νέον ἀγαλλίαμα παμφαοῦς ἀσκητισμοῦ·
χαῖρε, βάθρον ἀδιάσειστον ἀγαπήσεως Θεοῦ.
Χαῖρε, ὅτι παρέσχες Ἀλεούτοις σὴν χάριν·
χαῖρε, ὅτι συντρίβεις παμβεβήλου τὴν μῆνιν.
Χαῖρε, ἀγώνων θείων τὸ στάδιον·
χαῖρε, ἐνθέων μόχθων κυάθιον.
Χαῖρε, θαλάττης κυμάτων ἡ στῆσις·
χαῖρε, ἀπάτης ἐχθίστου ἡ παῦσις.
Χαίροις Πάτερ πανόσιε.
Χαῖρε, ἰσαποστόλων, Γερμανέ, κοσμιότης, Ἀλάσκας φωτιστὰ καὶ προστάτα ὀρφανῶν καὶ καμνόντων· τρανῶς σοὶ βοῶντες θείας σου εὐχὰς πάντοτε δεχόμεθα καὶ ἄσμενοι βοῶμεν τῷ δοξάσαντί σε·
Ἀλληλούϊα.
Ψάλλειν ἐν κατανύξει τῷ Σωτῆρι τῶν ὅλων, ἀξίωσον θερμούς σου ἱκέτας, Ἀποστόλων φανέ, Γερμανέ, νηπτικῶν Πατέρων τιμαλφὲς μάργαρον καὶ πίστεως θησαύρισμα, τοὺς νῦν περιχαρῶς βοῶντας·
Χαῖρε, ἡ στήλη τῆς εὐψυχίας·
χαῖρε, ἡ πύλη χρηστοηθείας.
Χαῖρε, τῆς Ῥωσίας θειότατον βλάστημα·
χαῖρε, εὐσεβείας περίβλεπτον σέμνωμα.
Χαῖρε, ῥίζα ὁσιότητος δένδρου τῆς Ἀμερικῆς·
χαῖρε, αὔρα πανευφρόσυνος Ὀρθοδόξου διδαχῆς.
Χαῖρε, Φιλοκαλίας ἡ σφραγὶς καὶ ὁ στῦλος·
χαῖρε, ὀρθοπραξίας ἀκραιφνοῦς ὄντως κλέος.
Χαῖρε, πηγὴ ἰάσεις βλυστάνουσα·
χαῖρε, αὐγὴ δεικνύουσα κρείττονα.
Χαῖρε, λαοῖς ἀρετὴν ὁ διδάξας·
χαῖρε, πιστοῖς ὁ σὴν χάριν βραβεύσας.
Χαίροις Πάτερ πανόσιε.
Ὦ φωστὴρ Ἀλεούτων, Γερμανὲ θεοφόρε, φιλόκαλε καὶ τίμιε Πάτερ, (ἐκ γ΄). ὁ φωτίσας ταῖς σαῖς διδαχαῖς τοὺς ἐν ἀγνωσίας τῇ σκιᾷ, Ὅσιε, καθεύδοντας, διάλυσον τὴν ζόφωσιν ἡμῶν ψαλλόντων·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν φλόγα ἔχων ἀνημμένην θείας πίστεως, καὶ θερμαινόμενος πυρὶ τῆς τοῦ Παντάνακτος, κοινωνίας ἐν Ἀλάσκᾳ ψυχῶν τοὺς πάγους, Γερμανέ, τῶν νηπτικῶν Πατέρων ἔκτυπον καὶ κλεινὲ ἱεραπόστολε, διέλυσας· ὅθεν κράζομεν· χαίροις Πάτερ πανόσιε.
Δίστιχον·
Χαῖρε, ἱερῶν Ἀποστόλων κλέϊσμα,
Γερμανέ, Χαραλάμπης ἔκραξε πόθῳ.

