Εγκώμια εις τον Όσιο Ιγνάτιο ο Αγαλλιανός Επίσκοπο Μηθύμνης ο Θαυματουργός

Ποίημα Ιακώβου Μητροπολίτου Μηθύμνης

Ὧν ἡ ἀκροστιχὶς πλὴν τοῦ πρώτου τροπαρίου ἑκάστης στάσεως.

Τὸν Ἰγνάτιον ποιμενάρχην Μηθύμνης ἐπιταφίοις ὕμνοις σεμνῶς μέλπει τῷ τάφῳ παρεστὼς σὺν Μηθυμναίοις ὁ ταπεινὸς Μήθ’. Ι.

Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Ἡ ζωὴ ἐν τάφῳ καταβὰς ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο τοῖς πιστεύουσιν αὐτῷ πανευσεβῶς.

Τὰ τροπάρια·
Τῶν Λεσβίων δῆμοι, Μηθυμναίων πληθὺς Ἰγνατίου νῦν τῷ τάφῳ προσέλθετε ἀπαντλοῦντες εὐλογίαν δαψιλῶς.

Οὐρανόθεν πρόσχες, Ἱεράρχα Χριστοῦ καὶ παράσχου φωτισμόν τε καὶ δύναμιν ἀνυμνήσαι ἑορτήν σου εὐσεβῶς.

Νοεραί σε τάξεις καθορῶσαι σεμνῶς ἐν Λειμῶνι λιτανεύοντα Κύριον ἐξεπλήττοντο δοξάζουσαι Χριστόν.

Ἰατρὸς ἐφάνης ἐν ὑστέροις καιροῖς τῶν ψυχῶν τε καὶ σωμάτων πανθαύμαστε, τοῖς προστρέχουσιν ἐν πίστει σῷ ναῷ.

Γενεαί σε εὗρον Μηθυμναίων, σοφέ, αἱ τὸν Κύριον θερμῶς ἀγαπήσασαι καταφύγιον ἐν θλίψεσι στεῤῥόν.

Νεανίας ἔτι τῷ πατρί σου συνὼν Μανουήλ, ἐφημερίῳ τοῦ Φάραγγος διηκόνεις μετὰ πόθου ἱεροῦ.

Ἀρεταί σε πάσαι κατεκόσμουν σοφέ, ἡ ἀγάπη καὶ ἐλπὶς μετὰ πίστεως ἃς κατέπεμψον ἡμῖν τοῖς ταπεινοῖς.

Τὸν Χριστὸν ποθήσας ἐκ παιδός, ἀγαθέ, καὶ Μητέρα τὴν αὐτοῦ ἀφιέρωσας τὴν ζωήν σου διὰ δόξαν Ἰησοῦ.

Ἰωάννης πρῶτον ἀπεκλήθης καλῶς ἐνσάρκων τοῦ Βαπτιστοῦ τὸ ἐνάρετον ὡς τὴν ἔρημον ποθήσας ζωηρῶς.

Ὁ λαὸς Μηθύμνης κατιδών σου καλῶς βιοτὴν σὺν τῇ ἀσκήσει, πανάριστε, τὸν Χριστόν δοξολογεί μετὰ ψαλμῶν.

Ναυτιῶντας πάντας προσεδέξω θερμῶς ἐν λιμένι τοῦ Λειμῶνος πανάγιε, κατευθύνας πατρικῶς πρὸς οὐρανούς.

Πανοικί ἀνῆλθες ἐν Λειμῶνι, σοφέ, σὺν πατρί τε καὶ υἱῶ σου γενόμενος καθηγούμενος αὐτῶν καὶ ὁδηγός.

Ὁρατῶς ἑστῶτες πρὸ τοῦ τάφου σου νῦν ἀοράτως παρεστάναι νομίζομεν κατενώπιόν σου, Πάτερ ἀγαθέ.

Ἱλασμὸν παράσχου πεπτωκόσιν ἡμῖν ὦ Ἰγνάτιε, Μηθύμνης ὁ Πρόεδρος παῤῥησίας ὡς τυχὼν παρὰ Θεοῦ.

Μηθυμναίοις ὤφθης σὺ φωστὴρ φαεινὸς ὡς ποιήσας καὶ διδάξας, πανάριστε, τοῦ Κυρίου τὰ ἐντάλματα καλῶς.

Ἐπὶ γῆς ωράθης εὐσεβείας πυρσὸς πρός Λειμῶνα συγκαλῶν μετὰ πίστεως τοὺς προστρέχοντας ἐν πόθῳ ἱερῷ.

Νομοθέτης θείων ἐνταλμάτων φανεὶς Μυρσινιώτισσαν, Λειμῶνα ὠχύρωσας παραγγέλματι Κυρίου πατρικῶς.

Ἀληθῶς ἐφάνης τῆς εἰρήνης κανὼν τὴν πραότητα διδάξας ἐν ἔργοις σου εἰρηνεύων μετὰ πάντων ἐν Χριστῷ.

Ῥερυπότα μέλη ἐκκαθαίρων ἐν γῇ τῶν πταιόντων ἀνεδείχθης διδάσκαλος ἐν ἀγάπῃ καὶ σοφία ὁδηγῶν.

Χαρισμάτων θείων πλουτοφόρος πηγὴ ἀγρυπνίαις καὶ νηστείαις γενόμενος μεταδέδωκας αὐτὰ παναληθῶς.

Ἡ χαρὰ Μηθύμνης, ἡ ἐλπὶς τῶν πιστῶν ἀνεδείχθης, ὦ Ἰγνάτιε ὅσιε, ἐν ὑστέροις τοῖς καιροῖς ὡς θαυμαστός.

Νέαν, Πάτερ, κλῆσιν ἐκδιδάσκων πιστοῖς ἐν Μοναῖς σου προσεδέξω, θαυμάσιε, κατηχῶν αὐτοὺς ὁδὸν τὴν τοῦ Χριστοῦ.

Μακαρίζομεν σε, Ἱεράρχα Χριστοῦ ὡς ἐργάτην ἀνεπαίσχυντον, Ἅγιε, Ὀρθοδόξου Ἐκκλησίας ἀληθῶς.

Ἡ Μονὴ Λειμῶνος ἑορτάζει φαιδρὼς καὶ γεραίρει τὴν σὴν μνήμην ἐν ᾄσμασι Μυρσινιώτισσα συγχαίρουσα θερμῶς.

Θαυμαστὰ εἰργάσω ἐπὶ γῆς, ἀσκητά, ἐν ἑσπέρᾳ καὶ πρωΐα δεόμενος τοῦ Κυρίου καὶ νυκτὶ πανευσεβῶς.

Ὑπὲρ τῶν ὑμνούντων τὴν πανίερον νῦν ἑορτήν σου, ποιμενάρχα, δεήθητι τοῦ τυχεῖν παρὰ Κυρίου ἱλασμοῦ.

Μεγαλύνομεν σε, Ὀρθοδόξων φρουρὸν καὶ διδάσκαλον, Ἰγνάτιε ἔνδοξε ἐν καιροῖς τοῖς χαλεποῖς ὡς ἀληθῶς.

Νεκρωθεὶς τῷ κόσμῳ συνανέστης Χριστῷ ὃν ἐδόξασας ἐν βίῳ σου, Ἅγιε, βασιλεύων σὺν αὐτῷ ἐν οὐρανοῖς.

Ἡ ἐλπὶς Λεσβίων καὶ χαρὰ ἀληθῶς, ὦ Ἰγνάτιε, ἐγένου τῇ ποίμνη σου διαδουχῶν καὶ νουθετῶν καρτερικῶς.

Σὺ ἐφάνης, Πάτερ, ἐν τῇ νήσῳ σαφῶς ὡς πολύφωτος ἀστὴρ Ἱερώτατε, καταυγάζων τὰς ψυχάς τῶν ἐκλεκτῶν.

Ἐπὶ σὲ θαῤῥοῦντες, θεοφόρε Πατήρ, τὴν ὑγίειαν καὶ εἰρήνην, αἰτούμεθα, ὦ Ἰγνάτιε, διδάσκαλε ἡμῶν.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Παναγία Τριάς, νῦν ἐπίσκεψαι τοὺς δούλους σου τάχιστα Ἰγνατίου σου θεράποντος λιταῖς.

Καὶ νῦν.
Ἱλασμὸν πταισμάτων, Θεοτόκε ἀγνὴ Μυρσινιώτισσα, παράσχου δεόμεθα σωτηρίαν τε ἡμῖν τοῖς ταπεινοῖς.

Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.

Ἄξιόν ἐστι τοῦ δοξάζειν σε τὸν Ποιμενάρχην τὸν ἐν Καλλονὴ διαλάμψαντα ἐν τοῖς λόγοις τε καὶ ἔργοις θαυμαστῶς.

Τὰ τροπάρια·
Τάφῳ ἱερῷ, νῦν προσέλθωμεν τοῦ Ἰγνατίου καὶ μελῳδικῶς ἀναμέλψωμεν ἐπὶ μνήμη τοῦ ὁσίου εὐσεβῶς.

Ἄρον σου φωνήν, ἡ Μηθύμνης ἐπαρχία πᾶσα καὶ ἐν τῷ Λειμῶνι ἀθροίσθητι κατὰ μνήμην τοῦ Ἀγίου εὐσεβῶς.

Φῶς τὸ ἐκ φωτὸς ἐπιλάμψαν σῇ καρδίᾳ, Πάτερ, λογισμούς ἐνθέως ἐθέωσεν, προσευχὴν τὴν ἀδιάλειπτον ἀσκῶν.

Ἴδετε λαοὶ καὶθαυμάσατε πως ἐν ἐσχάτοις τοῖς καιροῖς ἐφάνη πανάγιος ὁ Ἰγνάτιος τοῦ Φάραγγος βλαστός.

Ὄρη καὶ βουνοί, Καλλονῆς τε καὶ Μυρσινιωτίσσης ὤσπερ τὰ ἀρνία σκιρτήσατε ἐπὶ μνήμη τοῦ Ὁσίου εὐσεβῶς.

Ἴδιον οὐδὲν ἐλογίσω ἐν τῷ βίῳ Πάτερ, κοινοβιακὼς γὰρ θεόληπτε ἐν Μοναῖς σου διὰ βίου θαυμαστώς.

Σῶμά σου σεπτόν, κατετέθη ἐν τῷ τάφῳ ὧδε καὶ μυροβλητοὺν πεφανέρωται παραδόξως, ἐπινεύσει θεϊκή.

Ὕμνον ἱερόν, προσενέγκωμεν τῷ Ἰγνατίῳ οἱ ἐν ταῖς Μοναῖς νῦν ἱστάμενοι ἐπὶ μνήμη τοῦ ἀγίου εὐσεβῶς.

Μνήσθητι ἡμῶν τῶν τιμώντων σου τὴν μνήμην Πάτερ, καὶ ἀκατακρίτως ἀξίωσον ὀφλημάτων τὴν συγχώρησιν εὑρεῖν.

Νέαν σοι ᾠδήν, ἐπιτάφιον νῦν μελῳδοῦμεν οἱ πεφιληκότες σε, Ἅγιε, καὶ προσπίπτοντες τῷ θείῳ σου ναῷ.

Ὄμβρισον ἡμῖν κατανύξεως κρουνοὺς ἁγίας καὶ τὸν νοῦν ἡμῶν κατακόσμησον ἐναρέτοις θεωρίαις ἀψευδῶς.

Ἴδωμεν πιστοί, μεγαλεῖα Ἰγνατίου θεῖα πῶς ἀντιδοξάζει ὁ Κύριος τοὺς δοξάζοντας αὐτὸν ἐπὶ τῆς γῆς.

Στῶμεν εὐλαβῶς, προσευχόμενοι ἐν κατανύξει ἁγιοπρεπῶς μακαρίζοντες Ἰγνατίου τὴν πανήγυριν σεπτῶς.

Σήμερον πιστοί, εὐφρανθῶμεν τῷ νοῒ ἐνθέως ἐν τῇ πανηγύρει τοῦ κτίτορος ἀνυμνοῦντες ἑορτὴν αὐτοῦ φαιδρῶς.

Ἔχοντες ἀεὶ ἐν τῷ βίῳ σε προστάτην μάκαρ ὑπὲρ τῶν νοσούντων δεόμεθα τὴν ὑγίειαν χορηγήσαι δαψιλώς.

Μέγας ἀληθῶς, ἀνεδείχθης κηδεμὼν ἁπάντων τῶν ἐν ἐξορίαις καὶ θλίψεσι καταπέμπων τὴν ἐνίσχυσιν αὑτοῖς.

Νεῦσον ὡς πατήρ, καὶ ἐπίσκεψαι τοὺς ἐν τῇ ξένῇ ἀδελφοὺς ἡμῶν καὶ γεννήτορας καὶ ἀξίωσον ἐλθεῖν μετὰ χαράς.

Ὥσπερ νοσσιά, τὰ τεκνία σου πρόσδεξαι Πάτερ νῦν ἐν κατανύξει προσπίπτοντα καὶ αἰτοῦντα σὴν βοήθειαν θερμῶς.

Σῶμα καὶ ψυχήν, παρατίθημι χειρί σου μάκαρ ὡς πανσθενουργῶ, ἱερώτατε, καταπέμψαι τὴν βοήθειαν αἰτῶν.

Μέγας ὁδηγός, Μηθυμναίων ἀνεδείχθης ὄντως ἐν καιρῷ σκοτίας, πανάγιε, Ὀρθοδόξως γαλουχῶν καὶ νουθετῶν.

Ἔῤῥαναν Χριστοῦ, Μυροφόροι σὺν δακρύοις μύρα τάφον· διὸ πάντες συνήλθομεν τοῦ μυρίσαι σου τὸν τάφον εὐλαβῶς.

Λῦσον τὰ δεσμά, τὰ κυκλοῦντά με ἐν βίῳ Πάτερ, κόπασον τὸν κλύδωνα, Ἅγιε, καὶ εἰρήνευσον τὸν κόσμον ἀγαθέ.

Πάντων ἡ ἐλπίς, Μηθυμναίων σὺ ἐγένου, Πάτερ ἡ μετὰ Θεὸν ἀκαταίσχυντος ὡς νῦν ἔχων παῤῥησίαν πρὸς αὐτόν.

Ἔδραμες πιεῖν, τὸ ἁλλόμενον Κυρίου ὕδωρ καὶ ποιμαντικῶς τοῦτο δέδωκας τοῖς διψῶσιν, ὦ Ἰγνάτιε σοφέ.

Ἵδρυσας Μονάς, τοῦ Λειμῶνος καὶ Μυρσινιωτίσσης ἐπὶ τὴν ἀσάλευτον, Ὅσιε, τοῦ Κυρίου τὴν ἀγίαν ἐντολήν.

Ταύτας ὡς Πατήρ, μὴ ἐλλίπῃς τοῦ φρουρεῖν καὶ σκέπειν ἀπὸ πειρασμῶν τε καὶ θλίψεων διαμένειν εἰς αἰῶνας ἀσινεῖς.

Ὦ τῶν ὑπὲρ νοῦν, παμμακάριστε θείων ἀγώνων οὓς ἐν ταῖς Μοναῖς σου ἀνέλαβες ἐν ἡμέρᾳ καὶ νυκτὶ ἐπαγρυπνῶν.

Τέκνα σου ἡμεῖς, ὦ Ἰγνάτιε, διὸ αἰτούμεν τῶν παραπτωμάτων συγχώρησιν εὐλογίαν τε εἰρήνην παρά σου.

Ἄνω ὡς συνών, Παραδείσῳ καὶ ἁγίοις πᾶσι, τῶν νῦν δεομένων ἐπάκουσον καταπέμπων τὰ αἰτήματα καλῶς.

Φώτισον ἡμῶν, διανοίας καὶ τὸν νοῦν ἁπάντων ὡς τοῦ φωτισμοῦ θείου  ἔμπλεως καταλάμπων ἐν τοῖς πέρασι λαμπρῶς.

Ὥσπερ ἐν τῇ γῇ, ἱερουργεῖς τῷ Κυρίῳ, Πάτερ, καὶ ἐν οὐρανῷ νῦν μνημόνευε τῶν τεκνίων σου, Ἰγνάτιε σοφέ.

Δόξα.
Πάτερ σὺν Υἱῶ, ἄμα Πνεύματι τῷ Παναγίῳ ὦ Τριάς Ἁγία, ἐπάκουσον Ἰγνατίου σου θεράποντος εὐχῶν.

Καὶ νῦν.
Ἄσπιλε ἀμνάς, Μυρσινιώτισσά μου Παναγία σὺν τῷ Ἰγνατίῳ δεήθητι τοῦ εὑρεῖν ἡμᾶς πταισμάτων ἱλασμόν.

Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαί πάσαι Λεσβίων ἐγκωμίοις Ἰγνάτιον τιμᾶτε.

Τὰ τροπάρια·
Ῥανάτω πᾶσαν κτίσιν ἡ μνήμη Ἰγνατίου τὴν θείαν εὐφροσύνην.

Εἰρήνην ταῖς Μοναῖς σου ψυχαῖς ἡμῶν καὶ κόσμῳ, κατάπεμψον ἐξ ὕψους.

Συνὼν σὺν τοῖς Ἀγγέλοις, μνημόνευε παμμάκαρ, τῶν σὲ παρακαλούντων.

Τυχεῖν κατηξιώθης, Ἰγνάτιε θεόφρον, τῆς ἄνω βασιλείας.

Ὦ Πάτερ θεοφόρε, Λειμῶνος ὁ προστάτης, ἁγίασον σὴν ποίμνην.

Σοφίαν τοῦ Κυρίου, προκρίνας τῆς τοῦ κόσμου, αὐτῇ προσεκολλήθης.

Σοφίαν τὴν ἐξ ὕψους, λαβῶν ἐν τοῖς ἀδύτοις, πανσόφως ἐπορεύθης.

Ὑμνοῦμέν σου θεόφρον, ἀγάπην τὴν τελείαν, εὐχὴν καὶ ἀγρυπνίαν.

Ναοὺς Θεοῦ ἐγείρας, Παρθένου καὶ Ἀγγέλων, ἐδόξασας τὸν Κτίστην.

Μαρίαν τὴν Παρθένον, θερμῶς σὺ ἀγαπήσας, χερουβικῶς ἀνύμνεις.

Ἡμᾶς τοὺς σὲ ὑμνοῦντας, Ἰγνάτιε προσδέχου διδοὺς τὴν εὐλογίαν.

Θεὸν ἐν γῇ δοξάσας, Ἰγνάτιε ἀξίως, δοξάζομεν σε μάκαρ.

Ὑμνῶν ἀκαταπαύστως, Τριάδα τὴν Ἁγίαν, ἡμῶν μὴ ἐπιλαθοῦ.

Μονάς σου τὰς ἀγίας, συντήρει εἰς αιώναςᾳπήμονας ἐκ ζάλης.

Νενίκηκας γενναίως, τὰ ἔνεδρα τοῦ πλάνου, Σταυροῦ τῇ πανοπλίᾳ.

Ἀγάπην ἐξασκήσας, ὑπόδειγμα ἐγένου, τῆς Νέας Διαθήκης.

Ἰδεῖν δε εἰς αἰῶνα, τὸ πρόσωπον Κυρίου, ἀξίωσον σὰ τέκνα.

Ὁδὸν τὴν τοῦ Κυρίου, ὁδήγησον βαδίζειν, ὡς σὺ ἐν γῇ θεόφρον.

Ἰδοῦ τὰ σὰ τεκνία, προσπίπτομεν σοι πόθῳ, Ἰγνάτιε ἐν ὕμνοις.

Σωθῆναι νῦν δυσώπει, τοὺς σὲ παρακαλοῦντας, θερμῶς ἐν κατανύξει.

Ὁ κόσμος εὐωδίας, πεπλήρωται τοῖς μύροις, ἐκ Κάρας σου ἀγίας.

Τὰ πλήθη τῶν Λεσβίων, συνῆλθον ἐκ περάτων, τὴν μνήμην σου τιμῶντα.

Ἁγίων ταῖς χορείαις, ἰδοῦ συνεδοξάσθης, Ἰγνάτιε ἐν πόλῳ.

Παράσχου σοῖς ἱκέταις, καλὴν ἀπολογίαν, ἐν βήματι Κυρίου.

Ἐπίβλεψον καὶ ἴδε, τὰ σὰ τεκνία Πάτερ, ὑμνοῦντά σε ἐν πόθῳ.

Ἰγνάτιε μετάδος, τῆς χάριτος ἐξ ὕψους, ἡμῖν τοῖς δεομένοις.

Νοσοῦσι τὴν ὑγίειαν, πτωχοῖς παραμυθίαν, κατάπεμψον πλουσίως.

Ὁμοῦ μετὰ μαρτύρων, Λεσβίων καὶ ὁσίων, δυσώπησον τὸν Κτίστην.

Συνὼν σὺν Ἀσωμάτοις, τὴν ἄϋλον Κυρίῳ, προσφέρεις λειτουργίαν.

Μεσίτην σε καὶ ῥύστην, προσάγομεν σε Πάτερ, ἐν ὥρᾳ τῇ τῆς δίκης.

Ἡμᾶς τοὺς δεομένους, εὐλόγησον ὡς ἔχων, Θεῷ τὴν παῤῥησίαν.

Δόξα.
Θεὸν τὸν ἐν Τριάδι, ὑμνοῦμεν σὺν Υἱῶ τε, Πατέρα καὶ τὸ Πνεῦμα.

Καὶ νῦν.
Ἰδοῦ Παρθενομῆτορ, τὴν χάριν ἐξαιτοῦμεν, εὑρεῖν παρὰ Υἱοῦ σου.

Εἶτα ψάλλομεν τὰ εὐλογητάρια. Ἦχος πλ. α΄.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με ὑμνεῖν τὸν Ποιμενάρχην.

Τῶν Λεσβίων οἱ δῆμοι Ἰγνατίου τῷ τάφῳ παρεστῶτες βοῶμεν· τοῦ Ἁγίου λιταῖς, ὦ Θεὲ πανοικτίρμον τοὺς προσκυνητὰς τῶν Μονῶν εὐλόγησον καταπέμπων πᾶσι τὸ μέγα ἔλεος.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με ὑμνεῖν τὸν Ποιμενάρχην.

Τὶ τῷ Τάφῳ Ἰγνατίου ἔστησε, τήν τε ἄφεσιν αἰτεῖσθε· οἱ ἀφρόνως ἐν τῷ βίῳ πταίσαντες καὶ Κυρίῳ μὴ ὑποταγέντες, παύσασθε ποιεῖν τὰ ἔργα τοῦ ὄφεως ὁ Κριτὴς γὰρ ἐπὶ θύραις πάρεστι.

Εὐλογητὸς εὶ Κύριε, δίδαξόν με ὑμνεῖν τὸν Ποιμενάρχην.

Λίαν πρωῒ Μηθυμναίοι ἔδραμον πρὸς τὸν τάφον σου ἐν κατανύξει, καὶ Κάραν τὴν σὴν ἐπ’ αὐτοῦ καθορῶντες Ἅγιε Θεοῦ, κράζουσι δακρύοντες ἐξελοῦ ἡμᾶς τῶν παγίδων τοῦ ἀλάστορος.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με ὑμνεῖν τὸν Ποιμενάρχην.

Ἰγνατίου τῷ τάφῳ κατανύξει ἐλθόντες πρὸς αὐτὸν ἐκβοῶμεν· τῶν πταισμάτων ἡμῶν τὴν συγγνώμην παράσχου ὡς παρὰ Χριστοῦ ἐξουσίαν εἴληφας· Ἱεράρχης γὰρ πέλεις συμπαθέστατος.

Δόξα.
Προσκυνοῦμεν ἐν φόβῳ τὴν Ἁγίαν Τριάδα, ὦ Ἰγνάτιε πάτερ, ἣν ἐν βίῳ ἀνύμνεις καὶ ἐδόξασας ἔργοις καὶ ὡς ἱερεύς, ἄμα τε Ἐπίσκοπος, ἵνα πᾶσι δωρήσηται τὸ ἔλεος.

Καὶ νῦν.
Μυρσινιώτισσαν ὄντως ἀγαπήσας ἐν βίῳ καὶ Ἀρχάγγελον αὖθις, οἷς Μονάς ἀνεγείρας, μοναχοῖς τε πλουτίσας μεθ’ ὧν εὐσεβῶς ἔψαλλες γηθόμενος, Παναγία, εἰρήνην δὸς καὶ ἄφεσιν.

Ἀλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα σοι ὁ Θεός (ἐκ γ΄).

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.