Δύο Παρακλητικοί Κανόνες εις τον Όσιον Ιγνάτιο Επίσκοπο Μηθύμνης
Παρακλητικός Κανών εις τον Όσιον Ιγνάτιον ο Αγαλλιανός Επίσκοπον Μηθύμνης ο Θαυματουργός
Ποίημα Ιακώβου Μητροπολίτου Μηθύμνης
†Εορτάζει στις 14 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἲτα τα παρόντα τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Οἱ τῆς ἁγνείας ἐρασταὶ νῦν προσέλθετε, καὶ τῷ λειμῶνι Ἰγνατίου ἀθροίσθητε, ἐν κατανύξει ᾄδοντες καὶ ψάλλοντες Θεῷ· ὅτι ἐθαυμάστωσεν, ἐν ἐσχάταις ἡμέραις, Κάραν τε καὶ Λείψανα εὐωδία ἀῤῥήτῳ· διὸ πρὸ τούτων πάντες ἀδελφοί, τὸν ἐπὶ πάντων Δεσπότην ὑμνήσωμεν.
Δόξα.
Δεῦτε προθύμως οἱ ἐν Λέσβῳ οἰκοῦντες Κάραν τε θείου Ἰγνατίου τιμῶντες μετὰ δακρύων ἅπαντες προσέλθωμεν πιστοί, πίστει λιτανεύοντες καὶ προσπίπτοντες ἄμα ἴασιν αἰτούμενοι τῶν ψυχῶν καὶ σωμάτων, νέμει γὰρ πᾶσι χάριν δαψιλὴ τοῖς μετὰ πόθου αὑτὸν ἱκετεύουσι.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὧ Ἰγνάτιε μου, σκέποις με ἀγρύπνοις λιταῖς σου. Ι.Μ.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ὧ πῶς σοι προσέλθω ὁ ἐναγὴς Τριὰς Παναγία, τὰ ῥυπώδη μέλη κομῶν, ἀλλὰ ταῖς λιταῖς τοῦ Ἰγνατίου, τὸν ὕμνον δέχου κἀμοῦ τοῦ οἰκέτου σου.
Ἰγνάτιε πάτερ ὡς συμπαθὴς δέησιν προσδέχου τοῦ θρηνοῦντός σοι γοερῶς, καὶ ἀσπαζομένου σὴν εἰκόνα, μετὰ δακρύων καὶ πόθου πανόσιε.
Γεννήτορας, τέκνα καταλιπὼν ἅπαντα, ἡδέως ἐπορεύθης τὴν ἀκλινῆ τρίβον τοῦ Κυρίου, ἣν προεῖδον προσκολληθεὶς τοῖς γηίνοις ὁ δείλαιος.
Ναόν με ἀπέργασαι, ὦ Τριὰς καὶ θεῖόν σου οἶκον, ἀποπλύνουσα τῶν παθὼν ὡς καὶ τὸν Ἰγνάτιον τὸν θεῖον, ἀποκαθάρασα ὄντως ἡγίασας.
Θεοτοκίον.
Ἁγία Παρθένε, χριστιανῶν πάντων ἡ προστάτις καὶ βοήθεια τῶν πιστῶς σοι ἐν κατανύξει προσπιπτόντων, ἀντιλαβοῦ ἐν ἡμέρα τῆς κρίσεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοὺς προσπίπτοντας, Πάτερ σοι εὐμενῶς πρόσδεξαι καὶ τὰ παραπτώματα πάντων πάριδε, Ὅσιε, ἀντιδοὺς δαψιλῶς τὴν τοῦ Κυρίου εἰρήνην ἣν καὶ ἐπεπόθησας καὶ καταπήλαυσας.
Ἰγνατίου δεήσεις, θαυματουργὲ Κύριε, τοῦ θερμοῦ ἡμῶν νῦν προστάτου καὶ ἀντιλήπτορος νῦν ἐπακούων, ἡμῖν ἀντικατάπεμψον πᾶσι ἱλασμὸν πταισμάτων τε καὶ ἀπολύτρωσιν.
Εὐωδία σὴς Κάρας, ἁγίων ὦ συμπαθέστατε, τῷ τῶν ψυχικῶν ἡμῶν νόσων καὶ τὰς τοῦ σώματος ἀποκαθάρας τρανῶς νῦν χαλεπὰς ἀσθενείας καὶ τῷ μύρῳ μύρισον καὶ εὐωδίασον.
Μυροβλήτης ἐδείχθης, ὦ Καλλονῆς καύχημα, ὅτι τῇ Τριάδι προσῆλθες ἐν ταπεινότητι μετὰ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πανάγιον Πνεῦμα προσκυνῶν διδάσκων τε πάντας ἐν χάριτι.
Θεοτοκίον.
Ὁ Ἰγνάτιος, Κόρη, χριστιανῶν καύχημα, καὶ τὸν σὸν ναὸν οὗ προεῖδε, ἀλλ’ εἰσῳκίσατο χορὸν παρθένων ὑμνεῖν τὸν σὸν Υἱὸν ἐν ἀγάπη καὶ Μονὴν ἀνέδειξεν, ὦ Ἀειπάρθενε.
Διάσωσον ἀπὸ κινδύνους σοὺς δούλους ὦ Θεοφόρε, ὅτι πάντες ἐν πειρασμοῖς ναῷ σου προστρέχομεν αἰτούμενοι λύσιν ἀμπλακημάτων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμένα θερμὸν κεκτήμεθα, Ἰγνάτιε, λαὸς Καλλονῆς Μηθύμνης τε μακάριε, ἐκτενῶς προσπίπτοντες τῇ σῇ Κάρᾳ πάντοτε δεόμεθα, μὴ ἐλλίπῃς πρεσβεύειν τῷ Θεῷ, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαν προσάγομεν οἱ ταῖς τρικυμίαις νῦν χειμαζόμενοι καὶ ταῖς βίου περιστάσεσι, ἐξελοῦ κινδύνων, ἀξιάγαστε.
Σὺ γενοῦ ἡμῖν πρόμαχος τῶν περικυκλούντων δεινῶν, Ἰγνάτιε, οἱ τῇ Κάρᾳ σου προστρέχοντες καὶ ἐν κατανύξει ἱκετεύοντες.
Καὶ τὸν κόσμον, Ἰγνάτιε, καὶ τὰ ἐν τῷ κόσμῳ τερπνὰ παρείδομεν ταῖς μοναῖς σου δὲ προσήλθομεν προστασίαν ἄμαχον αἰτούμενοι.
Ἐπλανήθην ὡς πρόβατον ταῖς τῆς ἁμαρτίας τρίβοις, πανόσιε, τῆς Τριάδος λάτρην ποίησον ἳν’ ἐν ὕμνοις ταύτην μεγαλύνωμεν.
Θεοτοκίον.
Παναγία θεόνυμφε ταῖς τοῦ Ἰγνατίου θερμαῖς δεήσεσι τοῦ Υἱοῦ σου, Μητροπάρθενε, κληρονόμον ἄξιον ἀνάδειξον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλος ἐν φωτὶ σὺ ὑπάρχων, ὦ Ἰγνάτιε, τοὺς δεομένους φώτισον, ἀγαθέ, ἵνα τοῦ σκότους ἐκφύγωμεν πᾶσαν κάκωσιν.
Ἰλεὸν ἡμῖν τὸν Σωτῆρα νῦν ἀπέργασαι τοῖς καταφεύγουσι πόθῳ τῷ ἱερῷ, καὶ ταῖς σεπταῖς μοναῖς σου διημερεύουσι.
Σῴζεις ὡς πατήρ, τοὺς προστρέχοντας τῇ σκέπῃ σου καὶ νοσημάτων λύσιν πᾶσιν ἡμῖν ὡς ἰατρὸς τῶν σωμάτων βραβεύεις Ὅσιε.
Μέγα ἀληθῶς τὸ μυστήριον σου, Ἅγιε, τρεῖς ὑποστάσεις Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πανάγιον Πνεῦμα ὑμνοῦμεν ἅπαντες.
Θεοτοκίον.
Ἔλεος, Ἁγνή, καὶ εἰρήνην πᾶσι δώρησαι ταῖς Ἰγνατίου μάκαρος ἱεραῖς καὶ εὐπροσδέκτοις δεήσεσι, Παμμακάριστε.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἀρχάγγελε Μιχαὴλ πρωτάγγελε, ἐν Λειμῶνι Ἰγνατίου ἑδρεύων πάντων ἡμῶν ἱκεσίας προσδέχου ταῖς τοῦ Ὁσίου ἐνθέρμοις δεήσεσι· καὶ δίδου πᾶσιν ἀπελθεῖν ἐν χαρᾷ, ἀγαθέ, εἰς τὰ ἴδια.
Γεγόναμεν πεπτωκότων καύχημα ἐναρέτων ἀθυμία καὶ γέλως ὅτι ἀεὶ ταῖς μερίμναις τοῦ βίου ἐκδαπανῶμεν ἡμέρας ζωῆς ἡμῶν, Ἰγνάτιε θαυματουργέ, σὺ ἀνάστησον πάντας δεόμεθα.
Ῥυόμενος σαῖς πρεσβείαις, Ἅγιε, τῶν παγίδων τοῦ ἐχθροῦ καθ’ ἑκάστην, πάλιν ἰδοὺ ἁμαρτίας προσάγω τῷ Λυτρωτῷ μου, Ἰγνάτιε ἔνδοξε, διὸ προσπίπτω ταπεινῶς ἱκετεύων ῥυσθῆναί με πτώσεων.
Ὑμνοῦμέν σε, Παντοκράτορ Κύριε, Τρισυπόστατε, Τριὰς Παναγία, ὅτι ἡμᾶς οὐ παρεῖδες ἐν θλίψει ἀλλ’ Ἰγνατίου λιταῖς, ἠλευθέρωσας ἁπάντων τῶν ἀνιαρῶν διὸ πάντες ὑμνοῦμεν τὸ κράτος σου.
Θεοτοκίον.
Πανύμνητε, Παναγία Δέσποινα, Μυρσινιώτισσα, τοῦ θείου Ποιμένος καύχημα νῦν καὶ ἀεί, Θεομῆτορ, ὅθεν ἡμεῖς ἐν χαρᾷ σοι προσπίπτομεν δεόμενοι πανευλαβῶς Ἰγνατίου δεήσεις ἐκπλήρωσον.
Διάσωσον ἀπὸ κινδύνων σοὺς δούλους, ὦ Θεοφόρε, ὅτι πάντες ἐν πειρασμοῖς ναῷ σου προστρέχομεν αἰτούμενοι λύσιν ἀμπλακημάτων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Παύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν σε οἱ ἐν Μηθύμνῃ κεκτήμεθα καὶ πάντες οἱ ἐν κατανύξει προσφεύγοντες· ἱκετεύοντες μετὰ δακρύων ἅπαντες θερμῶν, ὦ Ἰγνάτιε, ἀντιλαβοῦ καὶ ῥῦσαι ἅπαντα λαὸν ἐκτενῶς δεομένου σου· ῥῦσαι πάσης ἀνάγκης, λιμοῦ, σεισμοῦ καὶ πολέμου, τὸ γένος τῶν χριστιανῶν, μεσιτεύων πρὸς τὸν Κύριον.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιγ΄, 5-9).
Εἶπεν ὁ Κύριος, ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. Κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, πρὸς σὲ τὴν πᾶσαν ἐλπίδα ἡμεῖς οἱ προσπίπτοντες, σὲ καθικετεύομεν, Ὁσιώτατε, ἐξελοῦ ἅπαντας, δυναστείας ὄφεως, τῶν παγίδων καὶ κακώσεων, βλάβης τε θλίψεως, καὶ παντοίας, Πάτερ, κακώσεως, ἵνα εὐγνωμόνως, Ἰγνάτιε, τιμῶμέν σου πιστῶς, τὴν χαριτόβρυτον Κάραν σου, ἣν ἡμῖν ἐδώρησας.
Σῶσον ὁ Θεός τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς Θεοῦ ἐδείχθης, καθαρότητι βίου ἐν τῷ Λειμῶνι ποτέ, Τριάδα τὴν Ἁγίαν λατρεύων ὀρθοδόξως, σὺν Ἀγγέλων τε τάγμασιν, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὀρθρίζοντες ἐν πίστει, ἁγιώτατε Πάτερ, ἐν κατανύξει ψυχῆς, βοῶμεν ἐκ καρδίας, ἱλάσθητι Παμμάκαρ, τῶν πταιόντων νῦν τέκνων σου, Εὐλογητὸς ὁ Θεὸς ᾀδόντων εἰς αἰῶνας.
Ἰσχὺν τὴν τοῦ Κυρίου, προσελάβου ἀξίως παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἰσχὺν κἀμοὶ μετάδος ἐν πίστει δυσωπῶ σε, ὦ Ἰγνάτιε ἔνδοξε, καὶ γόνυ κλίνων βοῶ, Θεὸς εὐλογητὸς εἰ.
Συνέτισον, Οἰκτῖρμον, τὰς καρδίας ἁπάντων τοῦ ἀνυμνεῖν ἐν χαρᾷ, Πατέρα σὺν Υἱῷ τε καὶ Πνεύματι Ἁγίῳ κατανύξει κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λειμὼν ὄντως ἐδείχθης, ἀρετῶν, Παναγία, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, διὸ καὶ τῷ λειμῶνι Ἰγνάτιος προσῆλθε καὶ συμψάλλων ἐκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν βασιλέα τῶν οὐρανῶν.
Ἰγνάτιε μου παρακαλῶ, μὴ παρίδῃς τὴν οἰκτρὰν ἰκεσίαν· ἀλλὰ ἀξίωσον δοξάζειν Χριστὸν εἰς τοὺς αἰῶνας.
Τοὺς δεομένους σοι ἐκτενῶς, καὶ ἐν πόθῳ σωτηρίαν αἰτοῦντας, ἐπάκουσον ἵνα σε τιμῶμεν Χριστὲ εἰς τοὺς αἰῶνας.
Ἀπὸ παντοίας νῦν συμφοράς, καὶ κακώσεως, λιμοῦ καὶ θανάτου, ἐξάρπασον ἵνα σε ἐν ὕμνοις ὑμνῶμεν εἰς αἰῶνας.
Ἰγνάτιος τε καὶ οἱ λοιποί, ἐν Ὁσίων καὶ Μαρτύρων χορείαις, Τριάδι ᾄδουσιν ἀπαύστως εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σὺν τῇ Παρθένῳ νῦν Μαριάμ, Ἰγνατίῳ τε καὶ πᾶσιν Ἁγίοις, Τριάδα ἅπαντες ὀρθοδόξως, ὑμνεῖτε εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίαν τὴν ἐξ ὕψους, ἔλαβες Θεόφρον, καὶ μετεβίβασας ταύτην παντὶ τῷ λαῷ, διακονῶν τοῖς Ἁγίοις ὡς ἐνθεώτατος.
Ὀρῶν τοῦ Ἰγνατίου ὁ πιστὸς λαός σου τὴν βιοτὴν καὶ τὸν ζῆλον, Χριστὲ ὁ Θεός, ἐδοξολόγει ἀπαύστως σου θείαν δύναμιν.
Ἡμᾶς τοὺς δεομένους, πάντας τῷ ναῷ σου ἐν κατανύξει καρδίας ἐπάκουσον νῦν, ὡς συμπαθέστατος, Πάτερ, σοφὲ Ἰγνάτιε.
Ἰδεῖν κατηξιώθης τὰ ἐν Παραδείσῳ, ὡς ἐραστὴς τούτων Πάτερ σοφέ, διὸ νῦν τοῖς ἱκετεύουσι δίδου πᾶσι τὴν ἄφεσιν.
Θεοτοκίον.
Μαρία Θεοτόκε, ἅχραντε Παρθένε, σὺν Ἰγνατίῳ δυσώπει Χριστὸν τὸν Θεόν, τοῦ εὐλογήσαι τὴν νῆσον καὶ κόσμον ἅπαντα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸ ἤδη ἐν τῇ Μονὴ ψαλλόμενον.
Τὸν ἐν Ἱεράρχαις θαυματουργὸν καὶ τὸν ἐν ἀνάγκαις ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα καὶ λειτουργὸν Κυρίου, Ἰγνάτιον Μηθύμνης πάντες τιμήσωμεν.
Καὶ τὰ παρόντα,
Χαίροις Μηθυμναίων ὁ ὁδηγὸς Λεσβίων προστάτης καὶ Λειμῶνος ὁ θησαυρὸς ἡμῶν δὲ ἁπάντων προστασία Ἰγνάτιε παμμάκαρ θεομακάριστε.
Ἔχει μὲν τὸ πνεῦμα σου οὐρανὸς ἡμεῖς δὲ πλουτοῦμεν Κάραν θείαν σου ἐν χαρᾷ μετὰ σῶν λειψάνων, Θεοφόρε, καὶ τούτοις ἐν κινδύνοις ἀεὶ προστρέχομεν.
Πάντες οἱ ἐν νόσοις καὶ συμφοραῖς προσέλθετε πόθῳ Ἰγνατίου ταῖς ἱεραῖς μοναῖς, καὶ ἀσπάσασθε προθύμως τὴν χαριτόβρυτον Κάραν γηθόμενοι.
Πρόσδεξαι τὴν δέησιν ὁ Θεὸς ἡμῶν τῶν σῶν δούλων, ἱκεσίαις τοῦ ἱεροῦ πατρὸς ἡμῶν θείου Ἰγνατίου καὶ ἄνες, ἄφες ἡμῶν τὰ ἐγκλήματα.
Κάραν σου πλουτοῦμεν, θαυματουργέ, Ἰγνάτιε πάτερ, καταφύγιον ἐν δεινοῖς, καὶ ταύτῃ προστρέχομεν ἐν πίστει ἀπεκδεχόμενοι χάριν καὶ ἔλεος.
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ εἰρήνευσον, Πάτερ, τὰ σὰ τέκνα καὶ χαρμονὴν ἀντὶ λύπης δὸς καὶ τὴν ὑγιείαν τῶν προσπιπτόντων, ναῷ σου πανθαύμαστε.
Ἐν τῇ γῆ ἠγάπησας τὸν Χριστὸν καὶ εὗρες ἀξίως θύραν ὄντως τῶν οὐρανῶν ταύτην καὶ ἡμῖν ἄνοιξον, Πάτερ, πρὸς ἀνοδίας κακῶν παρεκκλίνοντας.
Δέξαι ἱκεσίας τῶν ταπεινῶς νῦν καὶ εἰς ὀδύνη προσελθόντων σοι, ἀσκητά, καὶ τάχος μετάδος τὴν ὑγιείαν ψυχῶν, σωμάτων θεόφρον Ἰγνάτιε.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαὶ Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκὰς οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν ποιμενάρχην Μηθύμνης Ἰγνάτιον ἄσμασι τὸν μετὰ πάντων Ἁγίων δοξασθέντα ἐν θαύμασιν, ὑμνήσωμεν ἀπαύστως οἱ πιστοὶ συμφώνως ἐν τῇ τούτου ἑορτῇ καὶ ὡς πλεῖστα κατιδόντες ὑπ’ αὐτοῦ θεραπευθέντα πάθη ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ καὶ λύχνος ἀείφωτος τῶν Μηθυμναίων φωστήρ, φανεὶς ὦ Ἰγνάτιε· λύτρωσαι τοὺς σοὺς δούλους ἐκ παντοίων κινδύνων τὴν χάριν τῶν ἰαμάτων ἐπαντλῶν ἀεννάως τοῖς μετὰ πόθου Ἅγιε τὸ σὸν ἐπικαλουμένοις θαυμάσιον ὄνομα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε νῦν προσπέσωμεν πιστοί, Κάρα τοῦ σεπτοῦ Ἰγνατίου καθικετεύοντες, ἅπαντες ἐν δάκρυσι καὶ ἐκ βαθέων ψυχῆς, ἐξελοῦ ἡμᾶς Ἅγιε, παντοίων κινδύνων, πάσης περιστάσεως καὶ πειρασμῶν τοῦ ἐχθροῦ· ἵνα εὐχαρίστῳ καρδίᾳ λύσιν αἰτημάτων λαβόντες, δόξαν τῷ Κυρίῳ ἀναπέμπωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Όσιον Ιγνάτιον ο Αγαλλιανός Επίσκοπον Μηθύμνης ο Θαυματουργός
Ποίημα Αθανασίου εκ Ραιδεστού
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς νήσου Λέσβου τὸ θεόφυτον ἄνθος, τὸν ποιμενάρχην τοῦ λαοῦ τῆς Μηθύμνης, Μονὰς Λειμῶνος πήξαντα, Μυρσίνης σεπτάς, Ἱεράρχην θεοῤῥήμονα, ἀνυμνήσωμεν οἱ πιστοί, πάντιμον Ἰγνάτιον, τοῦ Χριστοῦ ἀρχιθύτην, τὴν θείαν μνήμην ἄγοντες αὐτοῦ, ὅτι ὡς πρέσβυν, πρὸς Κύριον ἔχομεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Παῦσον καθ’ ἡμῶν πειρασμούς, θεῖε Πάτερ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν τὰς ἐφόδους καὶ πειρασμούς, τῶν σοὶ προστρεχόντων, καὶ τιμώντων σε ἐν ᾠδαῖς, κατάπαυσον Πάτερ θεοφόρε, τῶν Μηθυμναίων ποιμὴν Λέσβου καύχημα.
Ἀσκήσεως ἤστραψας βιοτῇ, τοῦ Εὐαγγελίου μεταδοὺς ῥήματα Θεοῦ· διὸ ἡμῶν νοῦν ψυχὰς καρδίας, θείῳ φωτὶ ὦ Ἰγνάτιε αὔγασον.
Ὑφέρπει δολίως ὁ πονηρός, εἰς βάθη κακίας, ἁμαρτίας τῇ ἡδονῇ, κρημνῖσαί με θέλων θεῖε Πάτερ, ἀλλὰ τῇ σῇ ἀντιλήψει βοήθησον.
Θεοτοκίον.
Σοὺς Κόρη ἀξίωσον ὑμνητάς, Κεχαριτωμένη, ἀνυμνεῖν σε χρεωστικῶς, ἡ τέξασα Λόγον ἀποῤῥήτως, ταπεινοφρόνως τὸν βίον πορεύεσθαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ σοφὸς Ἱεράρχης δοῦλος Χριστοῦ ἔνθεος, ὕμνοις μελιχροῖς εὐφημείσθω, ὡς Τούτου ἄξιος, εὐσυμπαθὴς δὲ λαῷ, ἀναδειχθεὶς κατὰ πάντα, ὁ πιστῶν σκοτόμαιναν, παύσας κηρύγματι.
Νικητὴς θεῖος ὤφθης κατὰ σατᾶν Ἅγιε, πάθη σαρκικὰ τιθασεύσας, εὐχαῖς νηστείαις τε, καὶ ἀγρυπνίαις πολλαῖς, ἐν μετανοίᾳ διάγων· σὺ δ’ ἡμῶν τὰ κύματα, χαλιναγώγησον.
Κακουργίας δαιμόνων τῆς βδελυρᾶς λύτρωσαι, τοὺς σὲ ἀνυμνοῦντας ᾀσμένως πάτερ Ἰγνάτιε, ὁ δοὺς ἀγάπην ἐχθροῖς, καὶ τῶν πταισμάτων τὴν λύσιν, ὡς Χριστοῦ ἐπίσκοπος, θεοειδέστατος.
Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ ἐξ οὐρανοῦ χάριτας, πέμψον τοῖς πιστῶς σὲ τιμῶσι, καὶ μακαρίζουσιν, ὡς εὐφροσύνης ἡμῶν, θείαν νεφέλην καὶ σκέπην, τὴν ψυχὰς δροσίζουσαν, ἐκ παθῶν καύσωνος.
Κατάπεμψον, τὴν χάριν σου οὐρανόθεν, ποιμὴν Μηθύμνης ἐπὶ πάντας Ἰγνάτιε, τοὺς πόθῳ τιμῶντάς σε, ἰώμενος ἀσθενείας κατ’ ἄμφω.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἁγίων Θεοῦ τὸν βίον ἐκμιμούμενος, Μηθύμνης λαοῦ, ἀρχιεράρχης γέγονας· διό σοι κραυγάζομεν· ποιμενάρχα ἔνδοξε τάχυνον, καὶ ἐκ κινδύνων ῥῦσαι τοὺς πιστούς, ἐν ὕμνοις τὴν μνήμην σου γεραίροντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεαρέστως ἐποίμανας, ποίμνην λογικὴν τοῦ Κυρίου Ὅσιε· διὸ πάντας πρὸς τὴν εὔκλειαν, τοῦ Θεοῦ ὁδήγησον πρεσβείαις σου.
Ἡ γενέτειρα νῆσός σου, χαίρεται λαμπρῶς ὦ σοφὲ Ἰγνάτιε, καὶ βοᾷ ἐγκαυχωμένη σοι· δὸς κἀμῖν σὴν χάριν ἣν ἀπείληφας.
Μιμητάς σου ἀνάδειξον, ἐν τῇ σῇ ἀγάπῃ καὶ πίστει ἅπαντας, τοὺς τιμῶντάς σε Ἰγνάτιε, καὶ Θεοῦ καρδίαις πόθον φύτευσον.
Θεοτοκίον.
Ὦ Παντάνασσα δούλους σου, τοὺς ὁμολογοῦντάς σε καθαγίασον, Θεοτόκον καὶ ὑμνοῦντάς σε, ἐν μελισταγέσι μελῳδήμασι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἠμῶν, ἀμπλακήματα χαμαίζηλα, ὁ τῆς σαρκὸς μαράνας τὰς φθονεράς, ἐπαναστάσεις δαιμόνων, δ’ ἐκτρέψας ἔνεδρα.
Πίστεως Χριστοῦ, ὤφθης σὺ κῆρυξ θεόπνευστε, ὑπὲρ Αὐτοῦ τῆς δόξης ἅπαντα δούς· διὸ σὴν πίστιν, θερμὴν δὸς κἀμῖν Ἰγνάτιε.
Ἔλασον μακράν, ἀφ’ ἡμῶν βελῶν τοξεύματα, τὰ ἰοβόλα Πάτερ ταῖς σαῖς λιταῖς, πρὸς τὸν Σωτῆρα, εἰρήνην ψυχαῖς δωρούμενος.
Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς λιμένα γαληνότατον, ὡς ὁλκὰς σωτηρίας οὖσα ἁγνή, ἡ τὸν Σωτῆρα ἀσπόρως γαστρὶ κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωννύμεθα, σαῖς εὐχαῖς πρὸς εὔσπλαγχνον, Ἱεράρχα θεηγόρε βοῶντες· ῥῦσαι παθῶν, τὰς ψυχὰς τῶν σῶν δούλων, καὶ ἐκ βυθοῦ ἀπωλείας ἀνάγαγε, ὅτι κεκτήμεθα θερμόν, πρὸς Θεόν σε μεσίτην σωτήριον.
Ἀνόρθωσον, ἐκ βοθύνου πτώσεων, εἴσω τούτου πειρασμοῖς πεπτωκότας, τοὺς μεγαλύνοντας ἆθλα σὺν μνήμῃ, καὶ θαυμασταῖς δωρεαῖς σου Ἰγνάτιε, καὶ πρὸς τὴν κτῆσιν ἀρετῶν, καὶ βελτίονα βίον κατεύθυνον.
Σαλπίσωμεν, πρὸς Χριστὸν ἐν ᾄσμασι, προσευχῆς ἡμῶν αἰτήματα θεῖα, συνειδητῷ, λογισμῷ μετανοίας, καὶ ἀῤῥυπώτοις τοῖς χείλεσιν ἔχοντες, ὅτι καρδίαν καθαράν, ἐλεεῖ ὁ Θεὸς ὡς εὐίλατος.
Θεοτοκίον.
Μητρόθεε, σὺ Θεὸν ἐκυήσας, ὑπὲρ φύσιν ἐν γαστρί σου ἀσπόρως, τέτοκας δέ, τὸν τοῦ σύμπαντος Κτίστην, καὶ πλαστουργὸν τοῦ βροτείου φυράματος· ὃν καθικέτευε ἀεί, δυσωποῦσα μὴ παύσῃ αἰτοῦμέν σου.
Κατάπεμψον, τὴν χάριν σου οὐρανόθεν, ποιμὴν Μηθύμνης ἐπὶ πάντας Ἰγνάτιε, τοὺς πόθῳ τιμῶντάς σε, ἰώμενος ἀσθενείας κατ’ ἄμφω.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ποιμενάρχην Μηθύμνης τιμήσωμεν, βλαστὸν Φαράγγων τὸν θεῖον Ἰγνάτιον, ἐν ὕμνοις πάντες τῷ τάφῳ προστρέχοντες, ὅτι στηρίζει πιστούς, βλύζων χάριτας, καὶ πρεσβεύει Κυρίου, δοῦναι ἔλεος.
Προκείμενον.
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Πάτερ ἱερώτατε, βλαστὲ καὶ θρέμμα τῆς Λέσβου, κτῖτορ Μονῶν ἔνθε, καὶ Μηθύμνης πρόεδρε ὁ τῇ χάριτι τοῦ Θεοῦ εἵλκυσας, τοὺς σοὶ προσιόντας, καὶ ἐφώτισας τοῖς ῥήμασι, τοῦ Εὐαγγελίου λαὸν γένους σου, τὸν ὑπόδουλον, Σχολὴν τὴν περιβόητον, τῆς Λειμωνιάδος δὲ ἵδρυσας, δὸς ἀεὶ ὑμνεῖν σε, καὶ πρέσβευε ἀπαύστως πρὸς Χριστόν, τοῦ παρασχεῖν μέγα ἔλεος, πᾶσι τοῖς τιμῶσί σε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ ὀλετὴρ ἀνθρώπων ἐπολέμει σε Πάτερ τὴν καθ’ ἑκάστην σφοδρῶς, ἀλλὰ σὺ τῇ δυνάμει, Σταυροῦ ἕλασας τοῦτον, ἀπὸ σοῦ καὶ τῶν τέκνων σου· διὸ βελίαρ ἡμᾶς, ἐκλύτρωσαι τῆς πλάνης.
Ὑπὲρ τῶν σὲ τιμώντων ὡς ταχὺς ἀντιλήπτωρ σπεῦσον στηρῖξαι ἡμᾶς, τῇ χάριτι Κυρίου, ἣν εἴληφας πλουσίως, ἀεὶ μέλπων Ἰγνάτιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὺ ἰατρεύεις πάθη ψυχῶν τε καὶ σωμάτων τῶν προστρεχόντων πιστῶς, ἀσπάσασθαι εἰκόνα, τὴν φέρουσαν μορφήν σου, σὺν τῇ κάρᾳ σου ἔνδοξε, καὶ ἀνυμνούντων Θεόν, ἐν ὕμνοις μελιῤῥύτοις.
Θεοτοκίον.
Θεὸν τεκοῦσα Μῆτερ πρὸς ἡμᾶς ἀσθενοῦντας ἐν ἁμαρτίαις ἐλθέ, ὡς ῥύστις καὶ μεσίτις, πρὸς τὸν μονογενῆ σου, ὅπως σαῖς παρακλήσεσι, δῷ ἐγκλημάτων ὀφλήν, καὶ ἔλεος τὸ μέγα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔλεος θεῖον, τοῖς σὲ Σωτὴρ προσκυνοῦσιν, ὃν αἱ τάξεις Ἀγγέλων ὑμνοῦσι, δὸς τοῦ Ἰγνατίου, δεήσεσιν ἐνθέρμοις.
Ἵνα φωτίσεις, λαὸν ὑπόδουλον Πάτερ, σὺ σχολάρχης ἐγένου γραμμάτων, νῦν δ’ ἡμᾶς πρὸς φάος, ἄγαγε θείας δόξης.
Ἔσο μεσίτης, ἡμῶν πάντων ἐν ἡμέρᾳ, θείας δίκης Ἰγνάτιε μάκαρ, ἵνα σαῖς πρεσβείαις, κολάσεως ῥυσθῶμεν.
Θεοτοκίον.
Παρθένε Κόρη, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς, δυσωπεῖν τὸν σὸν τόκον ἀλήκτως, τῶν ὁμολογούντων, σὲ ὡς Θεοῦ Μητέρα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπαύστως ὑπὲρ πάντων, πρέσβευε θεόφρον, τῷ Χριστῷ ἱλασμὸν δοῦναι τῶν ἁμαρτιῶν, ὡς παῤῥησίαν μεγίστην, ἔχων Ἰγνάτιε.
Τῶν σὲ ἀνευφημούντων, βλάστημα τῆς Λέσβου, ἀρχιερεῦ Ἐκκλησίας Σωτῆρος Θεοῦ, ἐν τῇ φρικτῇ ὥρᾳ δίκης, Κριτῇ μνημόνευσον.
Ἐχθρῶν ἐπαπειλούντων, σὴν ἁγιοτόκον, νῆσον ὦ Πάτερ, κατασύντριψον τὴν ὀφρύν, καὶ τὰς αἱρέσεις ἀπέλασον, ἐκ τῆς ποίμνης σου.
Θεοτοκίον.
Ῥυσθῆναι τοὺς σοὺς δούλους, ἐξ ἁμαρτημάτων, καὶ πειρασμῶν ἐπηρείας δυσώπει Υἱόν, ἐκ σοῦ τεχθέντα ἀφράστως Θεογεννήτρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τὸν βλαστὸν τῆς Λέσβου, Μηθυμναίων τὸν ὁδηγόν· χαίροις ἐκβοῶντες, λαμπρῶν Μονῶν δομῆτορ, Λειμῶνος καὶ Μυρσίνης, ἐν τῇ πατρίδι σου.
Γλύκανον καρδίας ἡμῶν καὶ νοῦν, Χριστοῦ δὸς εἰρήνην, καὶ χαρὰν ταῖς ψυχαῖς σοφέ, ἄφεσιν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ λιταῖς σου, πρὸς τὸν φιλάνθρωπον.
Γρᾶψον ἡμᾶς Σῶτερ βίβλῳ ζωῆς, αἰωνίου δόξης, καὶ ἐν δίκῃ τῇ φοβερᾷ, ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἰγνατίου, ἀκατακρίτους πάντας, πρόσδεξαι εὔσπλαγχνε.
Ἴασαι τὰ τραύματα τῆς ψυχῆς, τοῦ νοὸς τὴν ζάλην, καὶ τοῦ σώματος ἐκτροπάς, τῶν σοφὲ ἐκ πόθου, σὲ ἐπικαλουμένων, ὡς ἰατῆρα πάντων, τῇ θείᾳ χάριτι.
Ὁ ἐν βίῳ ὅπλον ἔχων Σταυρόν, ἐζωσμένος Πάτερ, ἐναντίον τοῦ πτερνιστοῦ, τείχισον εὐχαῖς σου, περίζωσον ἰσχύι, ἡμᾶς φεύγειν δαιμόνων, πάντα τὰ ἔνεδρα.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Χριστόν, θεῖε Ἱεράρχα, ὑπὲρ δούλων ἁμαρτωλῶν, τῶν ἐν μετανοίᾳ, πιστῶς διαγαγόντων, λαβεῖν πταισμάτων λύσιν, καὶ μέγα ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε, Ἱεράρχα τοῦ Χριστοῦ, ἅγιε ποιμὴν Μηθυμναίων, σοφὲ Ἰγνάτιε, Λέσβου τὸ ἐκβλάστημα, καὶ θεῖον καύχημα, ἐκβοῶμεν τιμῶντές σου, τοὺς ἄθλους καὶ μνήμην, καὶ κατασπαζόμενοι, λειψάνων θήκας σεπτάς, Κάραν σου εἰκόνα καὶ τάφον, ἐν Μοναῖς Λειμῶνος Μυρσίνης, καὶ Θεοῦ τοῖς οἴκοις πανσεβάσμιε.