Χαιρετισμοί εις τον Όσιο Ιγνάτιο ο Αγαλλιανός Επίσκοπο Μηθύμνης ο Θαυματουργός
Ποίημα Ιακώβου Μητροπολίτου Μηθύμνης

Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν τῷ Λειμῶνι ἐορτίως συνανέλθωμεν καὶ τοῖς λειψάνοις Ἰγνατίου νῦν προσπέσωμεν Μηθυμναίοι καὶ Μονή τῆς Μυρσινιωτίσσης· ἀπαντλοῦντες τῆ προσψαύσει τὰ ἰάματα τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἀναμέλποντες ἐν χαρᾷ αὐτῷ· χαίροις Λέσβου τὸ καύχημα.
Ἄγγελοι οὐρανόθεν σὺν βροτοῖς ἐν Λειμῶνι ἀθροίσθητε ὑμνήσαι ἀξίως (ἐκ γ΄) τὸν ἐν ἁγιότητι ἐν γῇ, διαλάμψαντα περιφανῶς ὅσιον Ἰγνάτιον, Μηθύμνης προεξᾴξαντα βοῶντες οὕτω·
Χαῖρε, ἀστὴρ ἐν τῇ Λέσβῳ φαίνων·
Χαῖρε, φωστὴρ Μηθυμναίων φέγγος.
Χαῖρε, Παναγίας ὁ μύστης ὁ ἄριστος·
Χαῖρε, τοῦ Λειμῶνος ὁ κτίτωρ ὁ ἔνθεος.
Χαῖρε, ὅτι ἐχρημάτισας σὺ δοχεῖον ἀρετῶν·
Χαῖρε, ὅτι κατεμύρισας Ἐκκλησίαν τῶν πιστῶν.
Χαῖρε, πᾶσι παρέχων τὴν εἰρήνην Κυρίου·
Χαῖρε, ταύτην βραβεύων κατ’ ἀξίαν ἐν βίῳ.
Χαῖρε, λιμὴν πλεόντων πανάριστε·
Χαῖρε, ποιμὴν προβάτων πανθαύμαστε.
Χαῖρε, δι’ οὗ κατηυγάσθημεν πάντες·
Χαῖρε, μεθ’ οὗ τὴν Τριάδα ὑμνοῦμεν.
Χαίροις Λέσβου τὸ καύχημα.
Βλέπων σε ὁ γεννήτωρ τὴν ὁδὸν τοῦ Κυρίου βαδίζοντα, ἐν πόθῳ ἀνύμνει, τὴν ἀειμακάριστον Μητέρα Χριστοῦ σὺν Ἀγγέλων τάγμασιν ὁμοῦ καὶ ἔκθαμβος τὴν αἴνεσιν ἀνέφερε τῷ πάντων Βασιλεῖ κραυγάζων·
Ἀλληλούια.
Γέγονας φῶς ἐν σκότει, ὑποδούλων παμμάκαρ, διδάσκων, νουθετῶν καὶ στηρίζων· σὺ γὰρ ἐν τῇ σκοτίᾳ λαμπρὸς ἀνεφάνης πᾶσιν ὡς φωστὴρ ἥλιος, καὶ λάμποντα ὁρῶντά σε, τὰ πλήθη τῶν πιστῶν ἐβόων·
Χαῖρε, πατὴρ τῶν πατέρων Πάτερ·
Χαῖρε, ποιμὴν τῶν ποιμένων ὄντως.
Χαῖρε θλιβομένων παράκλησις ἔμμονος·
Χαῖρε, τῶν νοσούντων θεράπων θερμότατος.
Χαῖρε, ὅτι καθοδηγούσας πρὸς Χριστὸν τοὺς ἐκλεκτούς·
Χαῖρε, ὅτι σὺ ἐξέθρεψας Ὀρθοδόξως τοὺς λαούς.
Χαῖρε, σὺ γὰρ ἐγένου παραμύθιον πᾶσι·
Χαῖρε, φῶς ὁ παρέχων ἀρετῶν λαμπηδόσι.
Χαῖρε, φωστὴρ φωτίζων τὰ πέρατα·
Χαῖρε, παθῶν πραΰνων τὰ κύματα.
Χαῖρε, Χριστὸν διὰ βίου δοξάσας·
Χαῖρε, Χριστοῦ τὸ σωτήριον ἄσας.
Χαίροις Λέσβου τὸ καύχημα.
Δύναμις ἀσθενοῦσι παραδόξως ἐφάνης, στεῤῥὸν τε καταφύγιον Πάτερ· οἱ γάρ πεφορτισμένοι κακοῖς, πρὸς Λειμῶνα πάντες καὶ κράζοντες ἐνθέως ἄμα·
Ἀλληλούια.
Ἔχοντές σε προστάτην οἱ ἐν Φάραγγι πάντες προσήρχοντο ἀκούσαι σῶν λόγων, λυτρωθῆναι ψυχάς τε αὐτῶν ἀπὸ πάσης ἐχθροῦ μηχανῆς, Ἅγιε, διό σε ἐμεγάλυνον, ἐν ᾄσμασι βοῶντες ταύτᾳ·
Χαῖρε, ἡμῶν ἰατρὸς καὶ ῥύστης·
Χαῖρε, πιστῶν Ὀρθοδόξων μύστης.
Χαῖρε, Καλλονῆς καὶ τῆς Λέσβου τὸ καύχημα·
Χαῖρε, τῶν λογίων Κυρίου ἀπάνθισμα.
Χαῖρε, ὅτι ἀναδέδειξαι τῶν πτωχῶν καταφυγή·
Χαῖρε, πάντων ἡ ἀντίληψις, βοηθὸς καὶ προσφυγή.
Χαῖρε, ὅτι ἐφάνης ὡς ἀστὴρ ἐν τῇ νήσῳ·
Χαῖρε, ὅτι ἀγῶνα τὸν καλὸν ἠγωνίσω.
Χαῖρε, πιστῶν ὑπόδειγμα τέλειον·
Χαῖρε, κανών τῆς πίστεως ἄριστος.
Χαῖρε, πολλοὺς πατρικῶς κατηχήσας·
Χαῖρε, ψυχὰς κλονουμένων στηρίξας.
Χαίροις Λέσβου τὸ καύχημα.
Ζῆλον θεῖον αὐξήσας ἐν καρδίᾳ σου Πάτερ, ἐπτέρωσας ψυχὴν πρὸς τὰ ἄνω· καθ’ ἑκάστην λατρεύων, ὑμνῶν, ἐν Λειμῶνι Πατέρα, Υἱὸν Πνεῦμα τε Ἅγιον καὶ σύνθρονον, προσᾴδων τῇ Τριάδι οὕτως·
Ἀλληλούια.
Ἤκουσας, Θεοφόρε, τῆς φωνῆς τοῦ Κυρίου καλοῦντός σε ποιμάναι ὁσίως εἰς νομὰς σωτηρίους σοφῶς, καὶ φωτίσαι ψυχὰς τοῦ λαοῦ, Ἅγιε· διὸ οἱ φωτισθέντες εὐγνωμόνως κελαδοῦσι ταύτᾳ·
Χαῖρε, φωστὴρ ἐν Λειμῶνι φαίνων·
Χαῖρε, ψυχὰς εὐσεβῶν πιαίνων.
Χαῖρε, θλιβομένων ἁπάντων παράκλησις·
Χαῖρε, καταδίκης ἡμῶν ἡ ἀνάκλησις.
Χαῖρε, πάντων αὐτεπάγγελτος βοηθὸς καὶ ὁδηγός·
Χαῖρε, χάριτος τοῦ Πνεύματος Ζωοδόχου χορηγός.
Χαῖρε, Χριστοῦ θεράπων πανάριστος·
Χαῖρε, λαοῦ ποιμὴν ὁ πανάγιος.
Χαῖρε, ἡμῶν καταφύγιον θεῖον·
Χαῖρε, πιστῶν παραμύθιον μέγα.
Χαίροις Λέσβου τὸ καύχημα.
Θέλων ἐν τῇ καρδίᾳ ἐκτενῶς τῷ Κυρίῳ, λατρεύειν ἐν νυκτὶ καὶ ἡμέρα, ἐν Λειμῶνι προσῆλθες σοφέ, καὶ Μονὴν Ἀρχαγγέλων εὐθὺς ἔπηξας, νηστείαις, ἀγρυπνίαις καὶ δεήσεσι κραυγάζων οὕτως·
Ἀλληλούια.
Ἴσχυσας, Θεοφόρε, πανουργεύματα πάντα ἐχθροῦ τοῦ βροτοκτόνου ὀλέσαι· τῇ γὰρ θεία δυνάμει Σταυροῦ ὑπομένων ὑπέμεινας, θλιβόμενος, νυνί δε ἀγαλλόμενος ἀκούεις παρ’ ἡμῶν τοιαῦτα·
Χαῖρε, πολλὰς ὑπομείνας θλίψεις·
Χαῖρε, δεινῶν χορηγῶν τὰς λύσεις.
Χαῖρε, βασιλείαν Χριστοῦ κληρωσάμενος·
Χαῖρε, δι’ ἀγώνων αὐτὴν ὠνησάμενος.
Χαῖρε, ὅτι καταπήλαυσας τὴν εἰρήνην ἐν Χριστῷ·
Χαῖρε, ταύτην ὁ δωρούμενος τοῖς πιστεύουσιν αὐτῷ.
Χαῖρε, ὅτι ἐδόθης Μηθυμναίων προστάτης·
Χαῖρε, τῶν Ὀρθοδόξων ὁ ταχὺς παραστάτης.
Χαῖρε, φωστὴρ Λειμῶνος ἀκοίμητος·
Χαῖρε, ἡμῶν ὁ πρέσβυς ὁ ἔνθεος.
Χαῖρε, πιστοῖς τὴν εἰρήνην βραβεύων·
Χαῖρε, ἡμᾶς πατρικῶς ὁ παιδεύων.
Χαίροις Λέσβου τὸ καύχημα.
Κύματα τῆς κακίας προσευχὴ κατευνάσας συγγνώμην ἐδωρήσω τοῖς πάσιν· οἱ δ’ ἐχθραίνοντές σε πανοικί, ἐν ἀγάπῃ Θεοῦ, παρὰ σοῦ ἤκουον, εἰρήνη καὶ συγχώρησις· διὸ καὶ τῷ Χριστῷ ἐβόων·
Ἀλληλούια.
Λάμψον τοῖς σὲ ὑμνοῦσιν, ἁγιώτατε Πάτερ, φωσφόρον τοῦ Κυρίου τὴν χάριν· ἰδοῦ γὰρ μετὰ πόθου ἡμεῖς ἐν Μοναῖς σου, ψαλμοῖς καὶ ᾠδαῖς ψάλλομεν τὴν μνήμην σου γεραίροντες, ἐν ὕμνοις καὶ βοῶντες οὕτω·
Χαῖρε, ὁδοῖς πορευθείς εὐθείαις·
Χαῖρε, Μοναῖς ἐμβατεύων θείαις.
Χαῖρε, Παναγίας ὁ μύστης ὁ ἔνθεος·
Χαῖρε, τοῦ Λειμῶνος δομῆτορ πανάριστος.
Χαῖρε, ὅτι Μυρσινιώτισσαν ἀνεκαίνισας καλῶς·
Χαῖρε, ὅτι τὸν Ἀρχάγγελον σὺ ἐφίλεις Μιχαήλ.
Χαῖρε, πᾶσι διδάσκων τοῦ Χριστοῦ τὴν ἀγάπην·
Χαῖρε, ὁ φυγαδεύων τοῦ ἐχθροῦ τὴν ἀπάτην.
Χαῖρε, πιστῶν ἁπάντων στερέωμα·
Χαῖρε, ἡμῶν ἀκλόνητον ἔρεισμα.
Χαῖρε, θερμὸς τῶν πιστῶν παραστάτης·
Χαῖρε, Μονῶν σου ὁ φρουρὸς καὶ προστάτης.
Χαίροις Λέσβου τὸ καύχημα.
Μνήμην σου οἱ τιμῶντες, ποιμενάρχα Μηθύμνης, Ἰγνάτιε, Μοναῖς σου προσῆλθον, οἱ φιλοῦντές σε μάκαρ ἐν γῇ, ὡς οὐρανῶ δ’ ἑστάναι, ᾠδὴν ᾄδουσι καινήν, οἱ λιτανεύοντες ἐν ὕμνοις, καὶ βοῶντες οὕτως·
Ἀλληλούια.
Νέαν ὄντως ἐν Λέσβῳ βιωτὴν ἀνελάβου ἐν χρόνοις δυσχειμέροις, ὦ Πάτερ· καὶ τῇ Μυρσινιωτίσσης Μονῇ καὶ Λειμῶνι εὐθὺς κατελθών, Ἅγιε, συνέπηξας τὴν ποίμνην σου, διὸ μεγαλοφώνως ᾄδει·
Χαῖρε, δι’ οὗ ἱλασμὸν πλουτοῦμεν·
Χαῖρε, δι’ οὗ φωτισμὸν ἀντλοῦμεν.
Χαῖρε, μυροθήκη τοῦ Πνεύματος πάνσεπτος·
Χαῖρε, μυροβλήτης φανεὶς μετὰ θάνατον.
Χαῖρε, ὅτι ἀναδέδειξαι τῶν Μονῶν σου ὁ πατήρ·
Χαῖρε, ὅτι ἐχρημάτισας Μηθυμναίων ὁ ποιμήν.
Χαῖρε, ὅτι ἐφάνης ὁδηγὸς ἀληθείας·
Χαῖρε, ὅτι ἐχρίσθης τῇ βουλήσει τῇ θείᾳ.
Χαῖρε, δοχεῖον ὧν τὸ τοῦ Πνεύματος·
Χαῖρε, μυρίζων πάντας ἐν χάριτι.
Χαῖρε, λιμὴν θλιβομένων ἐν βίῳ·
Χαῖρε, ἡμῶν καταφύγιον θεῖον.
Χαίροις Λέσβου τὸ καύχημα.
Ξένον τρόπον ὁρῶντες οἱ ἐν Φάραγγι ὄντως ζωῆς καὶ πολιτείας ἐν πᾶσιν, κατεπλάγησαν τότε ἐν σοὶ καὶ τιμὴν τῷ Κυρίῳ εὐθὺς ἔδωκαν, λατρεύοντες ἐν ᾄσμασι καὶ ᾄδοντες αὐτῷ ἐνθέως·
Ἀλληλούια.
Ὅλος ἔκδημος ὤφθης, ὅλος Πνεύματος πλήρης Λειμῶνι διαιτώμενος, μάκαρ· διὸ τὸν παγετὸν τῆς νυκτὸς τόν τε καύσωνα ἡμέρας ὑπήνεγκας, ὁσίως Ἱερώτατε· καὶ σήμερον ἀκούεις ταύτᾳ·
Χαῖρε, πιστῶν ὁδηγὸς ἀληθείας·
Χαῖρε, κανὼν ἀκριβοῦς ἐγκρατείας.
Χαῖρε, ἀγρυπνίαν ἀσκῶν καρτερώτατα·
Χαῖρε, τῶν Ἀγγέλων ζηλώσας τὰ τάγματα.
Χαῖρε, ὅτι πεπολίτευσαι ἐν τῇ γῇ ὡς Σεραφείμ·
Χαῖρε, ὅτι ἀναδέδειξαι ἐν Λειμῶνι Χερουβείμ.
Χαῖρε, λάμπων ἐν πᾶσιν Ἱεράρχα Κυρίου·
Χαῖρε, πᾶσι διδάσκων τὴν ὁδὸν τοῦ Κυρίου.
Χαῖρε, λαοῦ προστάτης θερμότατος·
Χαῖρε, ἡμῶν πατὴρ καὶ διδάσκαλος.
Χαῖρε, λειμὼν ἐν Λειμῶνι Μηθύμνης·
Χαῖρε, Χριστὸν ὁ λατρεύων ἐν ὕμνοις.
Χαίροις Λέσβου τὸ καύχημα.
Πᾶσα χῶρα Μηθύμνης ἑορτή σου συνῆλθε ὑμνῆσαί σου τὴν μνήμην ἀξίως· τῇ ἐν Μυρσινιωτίσσης Μονῇ καὶ Λειμῶνος ἰδοῦ πανοικὶ ἅπαντες, ἀξίως σε γεραίροντες καὶ ᾄδοντες ἐν πόθῳ οὕτως·
Ἀλληλούια.
Ῥᾶνον πᾶσι τὴν χάριν δαψιλὴ τοῦ Κυρίου Ἰγνάτιε, τοῖς πόθῳ τελοῦσι, τὴν ἱεράν σου, σεμνὴν ἑορτὴν καὶ ὑμνοῦσι ταύτην εὐλαβῶς, Ἅγιε, διδοὺς ἀεὶ ἐν ᾄσμασι, βοᾶν σοι ἐκ καρδίας ταύτᾳ·
Χαῖρε, φανεὶς Ὀρθοδόξοις στῦλος·
Χαῖρε, δειχθεὶς εὐσεβείας πύργος.
Χαῖρε, Ἀσωμάτων τὸν βίον τυπούμενος·
Χαῖρε, τῶν ὁσίων τὸν τρόπον μιμούμενος.
Χαῖρε, μέγας καὶ ὑπέρλαμπρος Ἐκκλησίας σὺ φωστήρ·
Χαῖρε, ὄντως θεοπρόβλητος Μηθυμναίων ὁ ποιμήν.
Χαῖρε, πάνυ ποθήσας τὸν Χριστόν, τὴν εἰρήνην·
Χαῖρε, πᾶσι βραβεύων τοῖς ποθοῦσιν εἰρήνην.
Χαῖρε, λαοῦ ὁ μύστης ὁ ἔνθεος·
Χαῖρε, ἡμῶν διδάσκαλος πάνσοφος.
Χαῖρε, χαρὰν θησαυρίσας ὁσίως·
Χαῖρε, αὐτὴν διανέμων πλουσίως.
Χαίροις Λέσβου τὸ καύχημα.
Στῶμεν ἐν κατανύξει ἀδελφοί, καθορῶντες τὴν κάραν Ἰγνατίου ἐν μέσῳ, ἰδοῦ πεποικιλμένην αὐτὴν τοῦ Θεοῦ τε Πατρὸς καὶ Χριστοῦ χάριτι, ἐν Πνεύματι δε ᾄσωμεν, βοῶντες τῇ Τριάδι πάντες·
Ἀλληλούια.
Τεῖχος Ὀρθοδοξίας ἀνεφάνης ἐν Λέσβῳ στηρίζων τοὺς πιστοὺς ἐν τῇ πίστει· οἱ γὰρ ἐν Μοναῖς ἀδελφοί, τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐν αὑταῖς φέροντες, διδάσκοντες ἐδίδασκον· διὸ καὶ εὐγνωμόνως ᾄδουν·
Χαῖρε, πιστῶν ὁδηγὸς ὁ θεῖος·
Χαῖρε, κανὼν ἀσκητῶν ὁσίων.
Χαῖρε, ἀσθενούντων ταχίστη ἐπίσκεψις·
Χαῖρε, θλιβομένων χαρὰ καὶ ἀντίληψις.
Χαῖρε, ὅτι ἐχρημάτισας τοῦ Ὑψίστου ἱερεύς·
Χαῖρε, ὄντως θεοπρόβλητος σὺ σταλεὶς Ἀρχιερεύς.
Χαῖρε, ἄνω σοφίας εἰσελθὼν εἰς τὸν γνόφον·
Χαῖρε, ὁ φυγαδεύων ἀγνωσίας τὸν ζόφον.
Χαῖρε, λαοῦ φωστὴρ τηλαυγέστατος·
Χαῖρε, κρατὴρ ζωῆς ὁ ἀκένωτος.
Χαῖρε, εὑρὼν οὐρανῶν βασιλείαν·
Χαῖρε, συνὼν ἐν ὑψίστους Ἀγγέλοις.
Χαίροις Λέσβου τὸ καύχημα.
Ὑμνῆσαί σε ὁ πάλαι γεγονῶς ἐν Λειμῶνι ποιμὴν Ἀλεξανδρέων εὑρὼν σοῦ τὰ ἐν Μυρσινιωτίσσης Μονῇ θαυμαστῶς ἐν τάφῳ σεπτᾷ λείψανᾳ τὰ μύρα αναβλύζοντα· κατάπληκτος δ’ ἐφώνει ταύτᾳ·
Ἀλληλούια.
Φώτισον, Ποιμενάρχα, τοὺς πιστῶς σε ὑμνοῦντας καὶ μνήμην σου τὴν θείαν τιμῶντας, τοὺς συναθροισθέντας πανοικί, ἐν παννύχοις δ’ εὐχαῖς, εὐσεβῶς, Ἅγιε, ἐνθέως μεγαλύνοντας καὶ ψάλλοντας ἐν πόθῳ ἄμα·
Χαῖρε, ἀστὴρ οὐρανοῖς σελαγίζων·
Χαῖρε, πιστῶν τὰς ψυχάς ὁ φωτίζων.
Χαῖρε, παρεστὼς τῇ Τριάδι, μακάριε·
Χαῖρε, τὸν Τρισάγιον μέλπων, ἰσάγγελε.
Χαῖρε, τύπον ταπεινώσεως σεαυτὸν προσαγαγών·
Χαῖρε, πάντας ἐν πραΰτητι καὶ ἀγάπῃ ὁδηγῶν.
Χαῖρε, θείων Πατέρων βιοτὴν ὁ ζηλώσας·
Χαῖρε, ὄντως τὸ κάλλος τὸ ἀρχέτυπον ἄσας.
Χαῖρε, πατὴρ πατρός σου πανθαύμαστε·
Χαῖρε, ποιμὴν ποιμένων, πανάριστε.
Χαῖρε, Μονάς καθιδρύσας ὁσίας·
Χαῖρε, Μοναῖς ἐμβατεύων ταῖς θείαις.
Χαίροις Λέσβου τὸ καύχημα.
Χάριν παρὰ Κυρίου οὐρανόθεν παράσχου, Ἰγνάτιε, τοῖς πόθῳ τελοῦσι οἰκείαις, σεβασμίαις Μοναῖς ἐν κατανύξει, χαρά, ἑορτήν, Ἅγιε καὶ μνήμην σου γεραίροντας ἐν πίστει μελῳδοῦντας οὕτως·
Ἀλληλούια.
Ψάλλοντας καθ’ ἑκάστην ἐκ βαθέων τῷ Κτίστῃ, ἐνίσχυσον ἡμᾶς, Θεοφόρε, ὡς σὺ ἐπολιτεύσω ἐν γῇ καὶ Μονάς ἐν Χριστῷ ἀσινεῖς ἤγειρας διὸ καὶ οἱ φιλοῦντές σε, ἐν ταύταις μελῳδοῦμεν ταύτᾳ·
Χαῖρε, Θεοῦ τὴν ἀγάπην ἄσας·
Χαῖρε, Χριστὸν ἐν τῇ γῇ δοξάσας.
Χαῖρε, προσευχὴν ἐν καρδία σου θέμενος·
Χαῖρε, ἐν νυκτὶ καὶ ἡμέρα δεόμενος.
Χαῖρε, ὅτι καθυπέμεινας προσβολὰς τοῦ πονηροῦ·
Χαῖρε, ὅτι ἀπενέκρωσας τὰς φαρέτρας τὰς αὐτοῦ.
Χαῖρε, πᾶσι παρέχων εὐλογίαν καὶ χάριν·
Χαῖρε, πάντας λαμβάνων ὡς υἱοὺς κατὰ χάριν.
Χαῖρε, ψυχῶν σωτήριος ἔλλαμψις·
Χαῖρε, ἡμῖν παρέχων συγχώρησιν.
Χαῖρε, βουλὰς κακοτρόπων νικήσας·
Χαῖρε, ἡμᾶς πατρικὼς εὐλογήσας.
Χαίροις Λέσβου τὸ καύχημα.
Ὦ πανθαύμαστε Πάτερ, ὁ Λειμῶνι ἀσκήσας τὸν ὕμνον προσδεξάμενος τόνδε (ἐκ γ΄) τὸν συγγράψαντα, τούς τε πιστῶς μελῳδοῦντας ἅπαντας συγχώρησον, πλουσίως δ΄ ἐπ’ εὐλόγησον, βοῶντας κατανύξει οὕτως·
Αλληούια.
Καὶ πάλιν τὸ Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν τῷ Λειμῶνι ἐορτίως συνανέλθωμεν καὶ τοῖς λειψάνοις Ἰγνατίου νῦν προσπέσωμεν Μηθυμναίοι καὶ Μονὴ τῆς Μυρσινιωτίσσης· ἀπαντλοῦντες τῇ προσψαύσει τὰ ἰάματα τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἀναμέλποντες ἐν χαρᾷ αὐτῷ· χαίροις Λέσβου τὸ καύχημα.

