Εγκώμια εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Πορφύριο τον Καυσοκαλυβίτη τον διορατικό και θαυματουργό

Ποίημα Ευαγγέλου Χρ. Καραδήμου

Οὗ ἡ ἀκροστιχίς ἐν ταῖς τρισίν στάσεσι·
«Πορφύριε, δέχου ἄσμα Εὐαγγελίου, εὐγνωμονοῦντος».

ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομεν σε, Ἐκκλησίας χοροί, μύστην Ἃθωνος τὸν μέγαν, Πορφύριε, καὶ ὁσίων ἐγκοσμίων καλλονήν.

Μακαρίζομεν σε, εὐγνωμόνως πιστοί, τῶν θαυμάτων σου τὸ πλῆθος κηρύττοντες, καὶ ζητοῦντές σου τὴν θείαν ἀρωγήν.

Καὶ τὰ ἑπόμενα, ἔχοντα τήνδε τὴν ἀκροστιχίδα·
«ΠΟΡΦΥΡΙΕ ΔΕΧΟΥ»

Παρθενία λάμπων σώματι καὶ ψυχή, διοράσεως ἐδέχθης τὸ χάρισμα, ἐν τῷ Ἃθωνι πιστῶς διακονῶν.

Οὐρανῶν πολίτης ἐν τῇ γῇ γεγονώς, καὶ ἀγγέλων τὸν χορὸν σὺ ἐξέπληξας, μεγαλύνων ταπεινώσει τὸν Θεόν.

Ῥιζωθείς ἐν φόβῳ τοῦ Θεοῦ ἐκ παιδός, ὤσπερ φοίνιξ ἐν ἐρήμῳ ἐξήνθησας, μοναζόντων καταστάς ὑπογραμμός.

Φωτισμὸν ἐδέχθης καὶ σοφίαν Θεοῦ καὶ μυστήρια τοῦ κόσμου ἡρμήνευες, προκαλῶν τὸν θαυμασμὸν καὶ τῶν σοφῶν.

Ὑπηρέτης ὤφθης τῆς ἀγάπης Χριστοῦ, ταπεινῶς διακονῶν προσιόντας σοι αἰτουμένους τε τὸ ἔλεος Αὑτοῦ.

Ῥόδον γῆς Εὐβοίας τήν Ἑλλάδα κοσμοῦν καὶ ἀστέρα Ἐκκλησίας σε ἔγνωμεν, πάτερ Ὅσιε, χαρᾶς ἁγνῆς κρουνέ.

Ἰατρὸς παντοίων νοσημάτων, σοφέ, σώματος τε καὶ ψυχῆς ἀναδέδειξαι, θεία χάριτι ἰάσεις χορηγῶν.

Εὐσπλαγχνίας, Πάτερ, ἀπεδείχθης πηγῇ, καὶ ῥοαῖς τῶν σῶν δακρύων κατήρδευες ἐν εὐχαῖς σου τὰς ἐρήμους τῶν ψυχῶν.

Δέχου νῦν τε, Πάτερ, ὑμνῳδίας ἡμῶν, τῶν τιμώντων σου τὴν μνήμην πανίερον καὶ ψαλλόντων εὐγνωμόνως πρὸς Θεόν.

Εὐλογίας πέμψον οὐρανόθεν ἡμῖν, πάτερ Ὅσιε, καὶ φύλαξον ἅπαντας ἐκ κινδύνων καὶ παντοίων πειρασμῶν.

Χαρισμάτων πλῆθος Παρακλήτου λαβῶν, Ἐκκλησίαν ἀρεταῖς σου ἐκόσμησας ἱερέων καταστάς ὑπογραμμός.

Δόξα.
Τριαδικόν.

Ὅλος φῶς ἐγένου, Τρισηλίου φωτὸς τὴν ἀνταύγειαν δεχθείς ἐν τῇ κλίνῃ σου, τῆς Τριάδος μυστικὲ ἱερουργέ.

Καὶ νῦν.
Θεοτοκίον.

Ὑπερβᾶσαν πάντας οὐρανοὺς ἀληθῶς δόξαν θείαν σου τιμῶμεν, Πανάμωμε, ἱκετεύοντες σωθῆναι ἐκ δεινῶν.

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστιν.
Ἄξιόν ἐστι μεγαλύνειν τὸν Χριστὸν ἐν ὕμνοις, ὅτι τὸν Πορφύριον ἔδειξεν νέον ἄστρον Ἐκκλησίας φαεινόν.

Ἄξιόν ἐστι μακαρίζειν σε τῶν ἱερέων καὶ τῶν μοναζόντων ἀγλάισμα, τὸν ἀθλήσαντα ἐν κόσμῳ ευκλεώς.

Καὶ τὰ ἑπόμενα, ἔχοντα τήνδε τὴν ἀκροστιχίδα·
«ΑΣΜΑ ΕΥΑΓΓΕΛΟΥ»

Ἄθωνος λαμπρὸν τὸ ἐκπύρσευμα καὶ νέον ὤφθης, Καυσοκαλυβίοις ἀσκούμενος, τοῦ βελίαρ καταλύσας τὴν ἰσχύν.

Σῶμα σὺν ψυχῇ ἁγιάσας ταπεινώσει, Πάτερ, ὄργανον κατέστης τοῦ Πνεύματος, χαρισμάτων πληρωθείς παντοειδῶν.

Μέμνησο ἡμῶν τοῖς ἀγγέλοις συγχορεύων, Πάτερ, καὶ εὐχαῖς ἁγίαις σου δώρησαι νοσημάτων ἐκ δεινῶν ἀπαλλαγήν.

Ἄνθεσι, πιστοί, καταστέψωμεν θείαν εἰκόνα Πορφυρίου Γέροντος ἅπαντες, τοῦ παρέχοντος ἰάματα ἡμῖν.

Εὗρες τὸν Χριστόν, ἐκ παιδὸς ποθήσας τοῦτον, Πάτερ, καὶ ἐν κόσμῳ καὶ ἐν τῷ Ἃθωνι ἐκελάδησας Αὐτῷ ὡς ἀηδών.

Ὕψος οὐρανῶν καὶ ὑπέρτερον τῇ ταπεινώσει καὶ ὑπακοῇ σου προσήγγισας, ἀδαμάντινος δειχθείς ἐν μοναχοῖς.

Ἄθως καὶ Σινᾶ ἐγκαυχῶνται ἐπὶ Πορφυρίῳ, φίλῳ τοῦ Χριστοῦ χρηματίσαντι καὶ ναῶ τοῦ Παρακλήτου ἱερῶῷ.

Γέρας ὡς τῶν σῶν πρὸς βελίαρ, Πάτερ, παλαισμάτων πλοῦτος χαρισμάτων ἐδόθη σοι, ἀναδείξας σε τοῖς πᾶσι θαυμαστόν.

Γάνυται ἐν σοὶ Ἐκκλησία τοῦ Χριστοῦ καὶ ψάλλει ὕμνους τῷ Θεῷ καὶ γεραίρει σε, τοὺς ἀγῶνας σου τιμῶσα εὐλαβῶς.

Εὗρες πρὸς Θεὸν παῤῥησίαν τε καὶ χάριν, Πάτερ, ὅθεν καὶ τοῖς πίστει προσφεύγουσι μεσιτεία σου, παρέχεις δωρεάς.

Λύτρωσαι ἡμᾶς ἐκ παντοίων νόσων καὶ κινδύνων, καὶ παράσχου πᾶσι μετάνοιαν δι’ ἁγίων σου εὐχῶν πρὸς τὸν Θεόν.

Δόξα.
Τριαδικόν.

Ὄλῃ τῇ ψυχῇ ἱκετεύομεν, Τριάς Ἁγία, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα καὶ παράσχου ἄφεσιν ἁμαρτιῶν.

Καὶ νῦν.
Θεοτοκίον.

Ὕμνοις ἱεροῖς ἀνυμνοῦμέν σε, Παρθενομῆτορ, ὅτι τὴν ἀρὰν Εὔας ἔλυσας καὶ Σωτῆρα ἡμῖν ἔτεκες Χριστόν.

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαί πάσαι.
Αἱ γενεαὶ πάσαι μακαρίζομεν σε, Πορφύριε τρισμάκαρ.

Αἱ γενεαὶ πάσαι τιμώμέν σου τὴν μνήμην, ἐν ὕμνοις μελῳδοῦσαι.

Καὶ τὰ ἑπόμενα, ἔχοντα τήνδε τὴν ἀκροστιχίδα·
«ΕΥΓΝΩΜΟΝΟΥΝΤΟΣ»

Ἐν Καυσοκαλυβίοις, βελίαρ ετροπώσω, ἀγγελικῶς βιώσας.

Ὑμνοῦμέν σους ἀγῶνας καὶ ἄθλους ἱερούς σου, πρωτάθλητά Κυρίου.

Γλυκύτητα σῶν λόγων, πραότητα σου ἄκραν ποὺ νῦν ἀναζητήσω;

Νοσούντων ὁ θεράπων, Πορφύριε, ἐγένου, λιμὴν χειμαζομένων.

Ὡς ἄλλος Ἰωάννης ἐν Πάτμω ἐθεάσω τὰ μέλλοντα τῷ κόσμῳ.

Μυστήρια ἠρεύνας, σοφέ, τῆ διοράσει, ἣν εἶχες ταπεινώσει.

Ὄασις ἐν ἐρήμῳ ἡ ἔντευξις σου, Πάτερ, τοῖς σοὶ προσομιλοῦσι.

Νῦν ἐν τῷ Παραδείσῳ συνόμιλος Ὁσίων δοξάζεις τὸν Δεσπότην.

Ὁλόφωτος ἐφάνη ἡ θεία κεφαλή σου, ἀνακειμένου κλίνη.

Ὑψόθεν εὐλογίας χαρίζεις τοῖς αἰτοῦσι, ὑγίειαν τε κατ’ ἄμφω.

Νεώτατος ἐδέχθης, παρὰ τοῦ Παρακλήτου, τῶν χαρισμάτων πλοῦτον.

Ταπείνωσιν ἀσκήσας, ὑπακοήν, ἀγάπην, ἀπάθειαν ἐδέξω.

Δόξα.
Τριαδικόν.

Οὐράνιαι δυνάμεις Τριάδα τὴν Ἀγίαν, ἀεὶ δοξολογούσι.

Καὶ νῦν.
Θεοτοκίον.

Σωτῆρα ἡ τεκοῦσα, Παρθένε, τοῖς ἀνθρώποις, ἐδείχθης Θεοτόκος.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Πορφύριον ὑμνήσαι.
Τῆς Τριάδος τὸν μύστην ἀνυμνήσωμεν πάντες οἱ πιστοὶ κατὰ χρέος. Παρακλήτου ὁ ναός, μοναζόντων τὸ κλέος, ὤφθη καὶ σεμνὸν τῆς ἁγνείας ἄγαλμα, καὶ τῆς Ἐκκλησίας λαμπρὸν ὡράισμα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Πορφύριον ὑμνήσαι.
Μέγα Θαῦμα! Ἐν τῇ Πάτμῳ ἔνθεος Ἀποκάλυψιν θεᾶται. Ἰωάννης ἄλλος μόνος δέδεικται, τιμηθεῖς λαμπρῶς παρὰ Κυρίου. Ὄντως θαυμαστὸς ὁ βίος τοῦ γέγονεν. Τῷ φωτὶ γὰρ κατελάμφθη τοῦ Πνεύματος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Πορφύριον ὑμνήσαι.
Ἄλλης ζωῆς Παραδείσου γέγονας κοινωνός, Πορφύριε παμμάκαρ. Θεωρίας μυστικάς ἀγγέλων εωράκεις· γνόφον τοῦ Θεοῦ ἤγγισας ὡς ἔνθεος ἐν ἁπλότητι καὶ τῇ ταπεινώσει σου.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Πορφύριον ὑμνήσαι.
Μυροφόροι ἐλθοῦσαι γῇ ἐκ πάσης Ἑλλάδος, εὐγνωμόνως σε πόθῳ προσκυνοῦσι. Εἰκόνα δὲ σὴν ἀσπαζόμεναι, Πάτερ, νόσων χαλεπῶν ἰάσεις λαμβάνουσι. Θαυμαστὸν γὰρ ὁ Θεός σε ἀνέδειξε.

Δόξα.
Τριαδικόν.

Προσκυνοῦμεν Τριάδα τριλαμπῇ ἐν Μονάδι καὶ μία τῇ οὐσίᾳ· τὸν Πατέρα, Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, πόθῳ ἱερῷ τρισάγιον ψάλλοντες. Τρεῖς εἰσίν ἐν μία θεότητι.

Καὶ νῦν.
Θεοτοκίον.

Λυτρωτήν σε τεκοῦσαν τῶν ἀνθρώπων τῷ γένει, ἱκετεύομεν, Κόρη· τὸν Υἱὸν καὶ Θεὸν σου δυσωποῦσα μὴ παύσῃ δοῦναι καὶ ἡμῖν ὀφλημάτων ἄφεσιν. Ἐλεῆμον γὰρ ἐστὶ καὶ φιλάνθρωπος.