Παρακλητικός Κανών εις τον Όσιο Πορφύριο τον Καυσοκαλυβίτη τον Διορατικό και Θαυματουργό
Ποίημα Ευαγγέλου Καραδήμου
†Εορτάζεται στις 2 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ ὑπηρέτῃ τοῦ Χριστοῦ Πορφυρίῳ, χαριτωθέντι δωρεαῖς εξαισίαις, προσείπωμεν δεόμενοι ἐκ βάθους ψυχής· ἅγιε Πορφύριε, ταπεινῶν ὁ προστάτης, λύτρωσαι δεόμεθα, πατρικῇ σου πρεσβεῖα, πάσης ἀνάγκης, νόσων καὶ δεινῶν, τοὺς αἰτουμένους τὴν χάριν τὴν θείαν σου.
Δόξα.
Εὐαρεστήσας τῷ Χριστῷ ἐν τῷ κόσμῳ, μετὰ ἀγγέλων φωτεινῶν συγχορεύεις, μεθ’ ὤν τὸν αἶνον ἄληκτον προσφέρεις τῷ Θεῶ, ὅσιε Πορφύριε, μύστα τῶν ἀποῤῥήτων, ἀποκρύφων γνῶστα τε μυστηρίων βαθέων, ἆ διορᾶν σοι ἔδωκε Χριστός, βραβεύων, πάτερ τὴν σὴν καθαρότητα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Που καταφύγω; Πορφυρίου σκέπῃ. Εὐαγγέλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σε καταφεύγω, ὡς μεσίτῃ πρὸς τὸν Θεόν, εἰρήνευσον πάτερ τὴν ζωήν μου, καὶ παῦσον σάλον ἀθλίας καρδίας μου.
Oσίως ἀνύσας σου τὴν ζωήν, εὐχαῖς σου νῦν εὗρες, παῤῥησίαν πρὸς τὸν Θεόν, πρὸς ὂν μεσιτεύων ἀσθενοῦντας, ἴασαι, πάτερ, καὶ λύεις νοσήματα.
Ὑμνῶν τὸν Σωτῆρα ἐν οὐρανοῖς, φρουροῖς τὰς μονάς σου, ἐν τῷ Ἄθω καὶ Ἀττικῇ, παρέχων τὴν χάριν τοῖς σοῖς τέκνοις, τοῦ ἐκνικᾶν τὰ δαιμόνων φρυάγματα.
Θεοτοκίον.
Καυσοκαλυβίων τὸν ἀθλητήν, καὶ τὴν Θεοτόκον ἀνυμνήσωμεν ἐν ᾠδαῖς, πρεσβεύειν αἰτοῦντες πρὸς Σωτῆρα, καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀγαλλόμενοι πάντες ὡς ἐν χορῷ κράζομεν, σοῦ τοὺς ἄθλους πάτερ αἰνοῦντες, καὶ τοὺς ἀγῶνας σου, κατά τοῦ ἄρχοντος, τῶν ἀκαθάρτων πνευμάτων, οὐ μανίας ὅσιε, σῷζε ὑμνοῦντάς σε.
Ταπεινώσεως ἄκρας, ὑπακοῆς πρότυπον, ὄντως ἀσκουμένων ἐγένου, ὄρει ἐν Ἄθωνι, καὶ εἰς τὴν Εὔβοιαν, ἐν τῇ μονῇ Χαραλάμπους, ὅθεν χάριν ἔλαβες, πλήττειν τοὺς δαίμονας.
Ἀποῤῥήτων τὸν μύστην, θαυματουργὸν ὅσιον, πάσης Ἀττικῆς τὸν προστάτην, πάντες δοξάσωμεν, ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος, δι’ ὢν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.
Θεοτοκίον.
Φυλακτήριον πάντων ἀπὸ δεινῶν θλίψεων, σὺ ὑπάρχεις μόνη Παρθένε, φρούρει ὑμνοῦντάς σε, ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Πορφυρίου, Πανελλήνων Γέροντος, παντελεήμονος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ, τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν, καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.
Eπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φυλάξαι ἡμᾶς δεόμεθα ἐκ θλίψεων, τηρήσαι πιστούς τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν, Πορφύριε ὅσιε, τῆς Εὐβοίας ἅγιον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν, καὶ πάντων ὁσίων ἐγκαλλώπισμα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὑψωθεὶς ἐν παλαίσμασι, πρὸς τὸν φθονερόν τῶν ἀνθρώπων τύραννον, θεῖον στέφος πάτερ ἔλαβες, νικητὴς προβὰς ὡς ὡραιότατος.
Γέρας πόνοις σου δέδοται, τὸ διερμηνεύειν σε τὰ μυστήρια, καὶ τὰ μέλλοντα προβλέπειν σε, καὶ ἰᾶσθαι πάντα τὰ νοσήματα.
Ὦ καινὰ καὶ θαυμάσια, τὰ τῆς χάριτι σου τερατουργούμενα! Ποίοις λόγοις ὕμνους πλέξω σοι; Δειλιῶ, ὦ πάτερ καὶ ἐξίσταμαι.
Θεοτοκίον.
Παναγία μου Δέσποινα, τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον, ὑμνῳδεῖν σε καταξίωσον, τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῶσιν ἐν δεινοῖς σε, Πορφύριε κεκτήμεθα, σοι προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς, ὡς μεσίτῃ πρὸς Θεὸν τὸν πανοικτίρμονα.
Φύλαξον ἡμᾶς, τοὺς τιμῶντάς σε Πορφύριε, χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ, τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.
Θεοτοκίον.
Ὕμνον σοι, Ἁγνή, εὐφροσύνως ἀναμέλπομεν, τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν, καὶ πικρίαν, Εὐὰς λύσασαν τῷ τόκῳ σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥωννύμεθα ταῖς εὐχαῖς σου ὅσιε, καὶ ψυχὰς εἰς οὐρανοὺς ἀνυψοῦμεν, ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες, ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι, Πορφύριε, πάτερ ἡμῶν, ὅθεν πάντες κοινὴ ἀνυμνοῦμέν σε.
Ἰώμενος, πᾶσαν νόσον ὅσιε, ἀγαπᾶν ἡμᾶς Σωτῆρα κελεύεις, ὄλῃ ψυχή καὶ νοῖ καὶ καρδίᾳ, καὶ πρὸς Αὐτόν ἀναπέμπειν τὴν δέησιν, ὅτι Αὐτὸς προνοητής, καὶ ἡμῶν ἀντιλήπτωρ γεγένηται.
Ὁλόφωτος, ἡ σεπτή σου ὅσιε, κεφαλή χάριτι θείᾳ ἐφάνη, τὸν θεῖον μύστην Χριστοῦ προδηλοῦσα, τῇ προσελθούσῃ γυνὴ πρὸς προσκύνησιν, πληρώσασα ἐκ θαυμασμοῦ, τὴν ψυχὴν ταύτης, μάκαρ Πορφύριε.
Θεοτοκίον.
Ὑμνοῦντές σε, Θεοτόκε Ἄχραντε, τὰς ψυχὰς ἡμῶν γαλήνης πληροῦμεν, τῇ τοῦ Υἱοῦ σου ἀγάπη θαῤῥοῦντες, καὶ μητρικαῖς σου πρεσβείαις ἐλπίζοντες, δεόμενοι ἐπιτυχεῖν, παραδείσου τερπνοῦ ἀπολαύσεως.
Διάσωσον, ἀπὸ κινδύνων Πορφύριε, σοὺς ἱκέτας, καὶ παράσχου τῇ σῇ μονῇ βοήθειαν, ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Στεναζόντων πάντων ἡ παράκλησις γέγονας, κλονουμένων ἐν πίστει, τοῖς θαύμασι στήριγμα. Ὅθεν πάντες πρός τὴν σὴν χάριν σπεύδομεν πιστοί, πολλῆς, δέξασθαι σὴς ἀρωγῆς, ἐν τῷ πελάγει τῆς ζωῆς, καὶ τῇ ζάλῃ τῶν θλίψεων. Δίδου ἡμῖν ὑγιείαν, ψυχῆς τε τὴν εὐρωστίαν, εὐχαῖς σου πάτερ πρὸς Θεόν, ἱκετεύομεν οἱ δοῦλοι σου.
Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ. (ἐκ γ΄)
Στίχος· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαίον
(Κεφ. ια΄ 27 – 30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταίς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Καυσοκαλυβίων τε τοῦ ὄρους Άθωνος μύστην, μοναχῶν τὸ σέμνωμα, ἱερέων πάντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα, τῶν πιπτόντων σε ἀνόρθωσιν, ἔγνωμεν ὅσιε, καὶ τῶν δαιμονόντων τὴν λύτρωσιν, γαλήνης ἡμῖν πρόξενον, καὶ χαρᾶς μεγάλης τὸν αἴτιον. Ὅθεν σοι βοῶμεν· μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς, ἰᾶσθαι πάτερ Πορφύριε, καὶ φυλάττειν δούλους σου.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄.Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ἁπλότητι ὅλην, τὴν ζωήν σου διῆλθες, καὶ ὑπηρέτησας, Θεῶ τε καὶ ἀνθρώποις, νυκτὸς τε καὶ ἡμέρας, προσευχόμενος ὅσιε, καὶ φέρων πόνους ἡμῶν, Πορφύριε, παμμάκαρ.
Πατρικήν σου πρεσβείαν, ἐκζητοῦμεν τρισμάκαρ, πρὸς τὸν Θεὸν ἡμῶν, ἵνα διασωθῶμεν, κινδύνων καὶ μανίας, πονηροῦ πολεμήτορος, θαῤῥοῦντες πάτερ τῇ σῇ, μεγάλῃ εὐσπλαγχνίᾳ.
Ἠγαπήθης ὑφ’ ὅλων, ὡς ἀγάπην πηγάζων, καὶ πλημμυρῶν ἡμᾶς, πληγὰς τε θεραπεύων, δαιμόνια ἐκβάλλων, καὶ ἐκ πόνων λυτρούμενος, παρέχων χάριν δ’ ἀεί, τοῖς αἰτουμένοις πᾶσι.
Θεοτοκίον.
Εὐγνωμόνως ὑμνοῦμεν, σε Παρθένε καὶ μῆτερ Θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμῳ, Σωτῆρα ἀπειράνδρως, καὶ Θεὸν Πανοικτίρμονα, πρὸς ὃν πρεσβεύεις ἀεί, σωθῆναι τοὺς ἀνθρώπους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὲρ ὑγιείας, καὶ σωτηρίας τοῦ κόσμου, τὰς εὐχάς σου Χριστῷ σὺ προσάγεις, ὅθεν σε ὑμνοῦμεν, Πορφύριε θεόφρον.
Ἁμαρτιῶν μου, σὺ τὴν πληθὺν ἄφες Σῶτερ, Πορφυρίου θερμαῖς ἱκεσίαις, καὶ ἐν μετανοίᾳ, τὸν βίον μου παράσχου.
Γαλήνην δίδου, τρικυμιζούσῃ καρδίᾳ, τῶν δεινῶν τὰς ὀδύνας πραΰνων, χάριτι σου πάτερ, καμνόντων εὐεργέτα.
Θεοτοκίον.
Γέγονας μήτηρ, ἐν παρθενίᾳ τελοῦσα, τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα, ὃν ἐκδυσωποῦσα, κινδύνων σῴζεις πάντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐλέησον ἱκέτας, καὶ προσπίπτοντάς σοι, τὴν εὐσπλαγχνίαν τὴν σὴν ἀναμένοντας, παρέχων χάριν, ὑγιείαν, καὶ τὴν μετάνοιαν.
Λαλήσας ὁ κωφός σοι, τὴν εὐχαριστίαν, ὡς διὰ σου σεσωσμένος προσέφερε, τῶν συγγενῶν θαυμαζόντων, καὶ προσκυνούντων σε.
Ὁ νέος ἐν ὁσίοις, καταπλήττεις πάντας τερατουργίαις σου πάτερ Πορφύριε, ἑλκύσας ἄνωθεν χάριν, τῇ ταπεινώσει σου.
Θεοτοκίον.
Ὑμνοῦμεν σε Παρθένε, Κεχαριτωμένη, ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν, τεκοῦσα πᾶσι Σωτῆρα Θεὸν καὶ ἄνθρωπον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν ὁσίων ἡ καλλονῇ καὶ τῶν ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός, Χαίροις ἱερέων τὸ στέφος καὶ ἡ δόξα, Πορφύριε τρισμάκαρ, Ἄθωνος καύχημα.
Ψάλλομέν σου πάτερ τὰς ἀρετάς, ταπεινοφροσύνην, καὶ τὴν ἄκραν ὑπακοήν, τὴν διάκρισιν τε ἁπλότητα ἁγνείαν, ἀγάπης σου τὸ εὖρος, τὸ ἀπροσμέτρητον.
Ὡς παιδίον γέγονας τῇ ψυχή, ἀμνησικακίαν, καὶ ἁπλότητα ἐνδυθείς, θείων χαρισμάτων τὸν πλοῦτον ἀποκρύπτων, τῇ ἀκενοδοξίᾳ πολιτευόμενος.
Διορατικῶν ἦσθα κορυφή, προφητῶν μεγάλων πλησιέστατος συγγενής, ἰαματικῶν τε συνόμιλος ἁγίων, Πορφύριε ἐδείχθης, Ἄθωνος κόσμημα.
Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς Ἰωάννην, ἐν τῇ Πάτμῳ σὺ γεγονώς, ὤφθης μύστης μέγας, τῶν θείων μυστηρίων, τὰ Χερουβεὶμ ἐγγίσας τῇ ταπεινώσει σου.
Ναυαγῶν τοῦ βίου ὤφθης λιμήν, καὶ τῶν θλιβομένων, ἡ παράκλησις ἡ θερμῇ, τῶν ἀπολωλότων ποιμήν τῆς Ἐκκλησίας, καὶ κρήνη ἰαμάτων τῆς θείας χάριτος.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτικόν. Ἠχὸς α΄. Τῆς Ἐρήμου Πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, Πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην, καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς, ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσι τοῖς τιμῶσιν εὐλαβῶς, ἱεράν τὴν μνήμην σου πάτερ, καὶ δεομένοις πιστῶς, δώρησαι τὴν ἴασιν παθών Πορφύριε· καὶ κινδύνων καὶ θλίψεων, καὶ ζάλης τοῦ κόσμου, λύτρωσαι πρεσβείαις σου τοὺς σοι προστρέχοντας· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, ὡς Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν ὅσιε, πρὸς Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πορφύριε, φύλαττε θερμαῖς εὐχαῖς σου
Εὐάγγελον μέλψαντα θαυμάσιά σου.
Χαιρετισμοί εις τον Όσιον Πορφύριο τον Καυσοκαλιβίτη τον Διορατικό και Θαυματουργό
Εγκώμια εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Πορφύριο τον Καυσοκαλυβίτη τον διορατικό και θαυματουργό
Εὐαγγέλου Καραδήμου,
Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικός Κανών καί Χαιρετισμοί),
Αθήνα 2008
Παρακλητικός Κανών εις τον Αρτίως εκλάψαντα Πνευματοφόρον Πατέρα Ημών Πορφύριον τον Καυσοκαλυβίτην
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὂτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ νεοφώτῳ Ἐκκλησίας φωστῆρι τῷ διαλάμψαντι ἀκτῖσιν ἐνθέου σοφίας, διακρίσεως, ἀόκνου εὐχῆς, συμπαθείας, νήψεως καὶ ἀφάτου ἀγάπης, ἅπαντες προσπέσωμεν ἀνακράζοντες πίστει• ὑπὲρ ἡμῶν, Πορφύριε, Χριστῷ μὴ διαλίπῃς πρεσβεύων ἑκάστοτε.
Δόξα. Ὅμοιον Καί νῦν. Θεοτοκίον
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εί μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾱς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ• σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὅ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καί ὅ κανών οὗ ἤ ἀκροστιχίς
«ΤΑΠΕΙΝΩΣΕΩΣ ΠΛΗΣΟΝ ΜΕ ΠΟΡΦΥΡΙΕ ΘΕΙΑΣ. Χ.»
Ὠδὴ α΄. Ἦχος πλ.δ’. Ὑγράν διοδεύσας.
Ταμεῖον ἀδάπανον ἀρετῶν καὶ πύρσευμα θείας ταπεινώσεως νεαυγές, Πορφύριε, φεύγειν Φαρισαίου ὑψηγορίαν δεινὴν με ἀξίωσον.
Ἀπαύγασμα νέον τῆς ἐν Χριστῷ καινῆς πολιτείας, σκοτομήνην ἡμῶν παθῶν, Πορφύριε, σκέδασον λιταῖς σου πρὸς τὸν Χριστόν, φωτοπάροχον Κύριον.
Πατέρων ἀκρότης θεοφιλῶν, Πορφύριε μάκαρ, εὐσεβούντων κατευθυντὴρ πληθύος πρὸς δρόμους οὐρανίους, αὐτῶν ἡμᾱς οἰκιστὰς δεῖξον, ὅσιε.
Ἐπίσταξον πᾶσι ταῖς σαῖς λιταῖς ὑψόθεν ἐλέους τοῦ Παντάνακτος καὶ Θεοῦ ῥανίδας τοῖς σὲ ἀεὶ τιμῶσιν ὡς συμπαθείας νεφέλην, Πορφύριε.
Θεοτοκίον.
Ἰλύος με κάθαρον τῶν παθῶν, Κεχαριτωμένη Θεοτόκε, ὡς ἂν στολὴν λαμπρὰν καὶ χιτῶνα ἀφθαρσίας περιβληθῶ ὁ πολύτλας οἰκέτης σου.
Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.
Νοσηροὺς λογισμούς μου καὶ ἀπρεπεῖς σκέδασον τῷ φωτὶ τῆς σῆς προστασίας, πάτερ Πορφύριε, καὶ τάς θυρίδας νοὸς ἀσφάλισόν μου τάς πέντε, ἳνα μὴ μολύνῃ με ὁ πολυμήχανος.
Ὡς λαμπτὴρ συμπαθείας νεολαμπής, ὅσιε, κόσμον κατεφώτισας ἄρτι τόν σοί προσφεύγοντα καὶ ἐκζητοῦντα τάς σάς πρὸς τὸν θεῖον ἱκεσίας, ἀσκητὰ Πορφύριε, θεοειδέστατε.
Στηριγμὸς ἀδυνάτων σῶν ἱκετῶν ἄσειστος ἐποφθείς, Πορφύριε μάκαρ, καὶ καταφύγιον χειμαζομένων δεινῶς ἡμῶν λιτὰς μὴ παρίδῃς νῦν ἐκδεχομένων σου θείαν βοήθειαν.
Θεοτοκίον.
Εὐμενῶς τάς αἰτήσεις σῶν οἰκετῶν,Δέσποινα, πρόσδεξαι καὶ ταύτας σῷ θείῳ Τόκῳ προσάγαγε, Θεοκυῆτορ ἁγνή, εὐλογημένη Μαρία, ὡς θερμὴ μεσίτρια κόσμου καὶ πρέσβειρα.
Διάσωσον ἀπὸ κινδύνων, προγνώσεως ἐκμαγεῖον καὶ χαρίτων τῶν τοῦ Θεοῦ, Πορφύριε, ἔσοπτρον, τοὺς σπεύδοντας πόθῳ ταῖς σαῖς πρεσβείαις.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Θαυμάτων πηγὴν ἀείρρυτον δοξάζων σε Χριστὸς ὁ Θεὸς ἀνέδειξε, Πορφύριε, ἐξ ἧς ἀρυόμενοι δαψιλῶς ἰάσεων νάματα ἀναβοῶμεν, Χαῖρε, ἀσκητά,νεόδμητον κόσμου περιτείχισμα.
Ὠδὴ δ’. Εἰσακήκοα, Κύριε.
Ὡς ἀστὴρ διοράσεως λάμψας ἐν ἐσχάτοις καιροῖς, Πορφύριε, τὴν ψυχήν μου φωταγώγησον μόνον ἐκζητεῖν Θεὸν τὸν εὔσπλαγχνον.
Στηλογράφημα νήψεως, ψυχικῆς εἰρήνης καὶ ταπεινώσεως, ἀσκητὰ Θεοῦ, Πορφύριε, νήφειν με ἀξίωσον σὸν πρόσφυγα.
Πολεμούμενον πάθεσι ζοφεροῖς εἰρήνευσον τὸν τιμῶντα σε ὡς τοῦ πλάνου πολεμήτορος ὀλετῆρα, ὅσιε Πορφύριε.
Θεοτοκίον.
Λύπης σκέδασον, Δέσποινα, ζόφον τυραννοῦντα μὲ ταῖς ἐντεύξεσι Πορφυρίου τοῦ θεόφρονος καὶ χαρᾶς πυρσεύμασί με αὔγασον.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤρεμον, σοφέ, βίον ἄγειν με ἀξίωσον καὶ ἀτάραχον, Πορφύριε, βοῶ, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀλάστορος.
Στῦλος ἀρετῆς πεφηνὼς ἀρτίως, ὄλβιε, ὑποστήριξον ἀγῶνας τοὺς ἡμῶν ἀρετῆς πρὸς κτῆσιν, ἔνθεε Πορφύριε.
Ὄμβρον δωρεῶν οὐρανόθεν μοι ἐπίσταξον θείου Πνεύματος καὶ δρόσισον ψυχὴν ἀμπλακήμασι πυρέσσουσαν, Πορφύριε.
Θεοτοκίον.
Νέου ἀσκητοῦ Πορφυρίου ἀγαλλίαμα, τὰ ἐντάλματα τηρῆσαι σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν ἀξίωσον σούς πρόσφυγας.
Ὠδὴ στ’. Τήν δέησιν.
Μελίσμασι μυστικοῖς τὴν μνήμην σου τὴν πανίερον τιμῶντες βοῶμεν ὁ ἀρωγὸς τεθλιμμένων καὶ ῥύστης καὶ ἰατὴρ δαιμονώντων ταχύτατος, ἀπάλλαξόν με τῶν παθῶν τρυχομένων δεινῶς με, Πορφύριε.
Ἐπίσκεψαι ἐπικαλουμένους σε καὶ τὴν θείαν αἰτουμένους πρεσβείαν καὶ δὸς ἡμῖν σθένος τρῶσαι τὸν πλάνον ἀγάπης ἔργοις καὶ πίστει, Πορφύριε, ὁ τῇ μάχαιρᾳ προσευχῆς ἀρχεκάκου συγκόψας τὸ φρύαγμα.
Πορφύριε, ποταμὲ νεόρρυτε θαυμασίων, τάς ἀνίκμους καρδίας ἡμῶν κατάρδευσον, σημαιοφόρε, ῥανίσι σῶν πρὸς τὸν Κτίστην ἐντεύξεων, ἳνα τὴν χάριν σου ἀεὶ μεγαλύνωμεν πάντες γηθόμενοι.
Θεοτοκίον.
Ὁδήγησον πρὸς νομὰς τοὺς δούλους σου εὐφροσύνης καὶ χαρᾱς αἰωνίου τοῦ Πορφυρίου θερμαῖς ἱκεσίαις, Θεοκυῆτορ ἁγνή, Ὁδηγήτρια, ὡς ἂν σε ὕμνοις μελιχροῖς εἰς αἰῶνας λαμπρῶς μεγαλύνωμεν.
Διάσωσον ἀπὸ κινδύνων, προγνώσεως ἐκμαγεῖον καὶ χαρίτων τῶν τοῦ Θεοῦ, Πορφύριε, ἔσοπτρον, τοὺς σπεύδοντας πόθῳ ταῖς σαῖς πρεσβείαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῆς ταπεινώσεως ἔμπνουν θησαύρισμα καὶ ἀρετῆς φιλοθέου διδάσκαλον, Πορφύριον νέον, τιμήσωμεν ὡς θαυμασίων φανὸν τὸν νεόφωτον αὐτοῦ τάς λιτὰς ἐξαιτούμενοι.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ματθ. ια’ 27-30.
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν• ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου…
Ἦχος πλ. β’. Ὅλην ἀποθεμένοι.
Βλάστημα περίδοξον ἁγιοτόκου Εὐβοίας, Ἀττικῆς ἡδύτερπνον ἄνθος καὶ τοῦ Ἄθωνος σεμνολόγημα, πάτερ Πορφύριε, μύροις σῶν χαρίτων κατεμύρισας τὰ πέρατα καὶ πάντας ηὔφρανας ἄρτι εὐωδίᾳ τῶν λόγων σου• διὸ πιστῶν οἱ σύλλογοι νῦν ἀποζητοῦντες τάς σάς πρεσβείας ἐκβοῶμεν ῥῦσαι ἡμᾶς ἐπηρειῶν τοῦ δυσμενοῦς, ἀρρωστημάτων, κακώσεων καὶ παντοίων θλίψεων.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ροῦν κακίας μου, πάτερ, κατακλύζοντα, οἴμοι, ψυχῆς μου αὔλακας εἰς τέλος πρεσβειῶν σου δυνάμει τῶν ἐνθέρμων καταξήρανον, ὅσιε, κοσμῆτορ τῆς ἀρετῆς, Πορφύριε παμμάκαρ.
Φθόνου, πάτερ, κινδύνων, ἀλγηδόνων παντοίων καὶ περιστάσεων, Πορφύριε θέοφρον, τοὺς καταφεύγοντάς σοι ἀσινεῖς διαφύλαττε, ἀκτημοσύνης εἰκών καὶ ἀπαθείας ὂλβιε
Ὑπερόπτας γηΐνων τοὺς ἱκέτας σου δεῖξον, κλεινὲ Πορφύριε, ὁ εἰληφώς τὴν χάριν τὰ μέλλοντα προλέγειν καὶ ψυχῶν τὰ ἐνδότερα γινώσκειν, ὡς τῶν φθαρτῶν ἁπάντων ὑπερόπτης.
Θεοτοκίον.
Ρύπον πλῦνον ψυχῆς μου πρεσβειῶν σου ὑσσώπῳ, Θεοχαρίτωτε, Κυρία Θεοτόκε, καὶ ἄφεσιν πταισμάτων ἱκεσίαις σου δίδου μοι, ἵνα Χριστῷ σῷ Υἱῷ ειλικρινῶς δουλεύσω.
Ὠδὴ η΄. Τόν Βασιλέα.
Ἱερωσύνης ένδεδυμένος ποδήρη και ἀγγέλων μιμούμενος βίον εἴληφας τήν χάριν ἡμᾶς ὑψόθεν σκέπειν.
Ἔγνωμεν πάντες θεραπευτὴν σὲ τῶν νόσων ὅθεν πίστει, Πορφύριε, τάχος σπεύδομεν ἐνθέρμοις πρὸς τὸν Χριστὸν λιταῖς σου.
Θαυμάτων ὤφθης ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις πολυχεύμων χειμάρρους καὶ κρήνη θεία ἰαμάτων, Πορφύριε θέοφρον.
Θεοτοκίον.
Ἐν τρικυμίαις καὶ καταιγίσι τοῦ βίου ἴσθι σκέπη ἡμῶν, Θεοτόκε, καὶ ἀπλανεστάτη, Παρθένε, κυβερνῆτις.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων ταμεῖον ζῶν καὶ μετὰ πότμον, πνευματοφόρε Πορφύριε, πέφανσαι καὶ νοσημάτων παντοίων ἀλεξιτήριον.
Ἁγίως διανύσας τὴν ζωήν σου, πάτερ καθαγιάζεις ἀπαύστως, Πορφύριε, τοὺς ἀνυμνοῦντας τοῦ βίου σου τὰ παλαίσματα.
Σωμάτων τάς ὀδύνας καὶ ψυχῶν τάς νόσους σαῖς ἱκεσίαις ἡμῶν ἐπικούφισον ὡς ἰατρῶν ἀναργύρων βαλβίς, Πορφύριε.
Θεοτοκίον.
Xαρίτωσον, Παρθένε, σὲ τοὺς ἀνυμνοῦντας ὡς τοῦ Δεσπότου Χριστοῦ ἀνακτόριον περικαλλές, Πορφυρίου τοῦ νέου σέμνωμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ Παρόντα Μεγαλυνάρια,
Χαίροις, διοράσεως ὁ κανών, χαίροις, συμπαθείας καὶ ἀγάπης ὁ θησαυρός, χαίροις, ὁ ἀρτίως εὐχῇ καὶ διακρίσει ὡς ἥλιος ἐκλάμψας, πάτερ Πορφύριε.
Τὸν ἱεροφαντορα τὸν σεμνόν, τὸν πεποικιλμένον θείου Πνεύματος δωρεαῖς, στέψωμεν ἐκθύμως μελίσμασιν ἐνθέοις, Πορφύριον, Κυρίου φίλον τὸν γνήσιον.
Τέλος τοῦ σοῦ βίου σαφῶς προγνοὺς ἦλθες εἰς τὸν Ἂθω, ἳνα φύγῃς τῶν χοϊκῶν ἔπαινον καὶ ὓπνον ἐμπρέποντα ὁσίοις ἐν τούτῳ ἐκοιμήθης ἄρτι, Πορφύριε.
Χαίροις, ὁ ταχύτατος βοηθὸς τῶν ἐμπεριστάτων, τεθλιμμένων ἡ χαρμονή, τῶν ἀδικούμενων προστάτης καὶ νοσούντων θεραπευτὴς ὁ θεῖος, μάκαρ Πορφύριε.
Χαίροις, ὁ δυνάμενος ὁδηγεῖν σῶν εὐχῶν πυξίδι πεζοπόρους τοὺς τῆς ζωῆς πρὸς χαρᾶς λειμῶνας, Πορφύριε θεόφρον, ψυχῶν οἰακοστρόφος ὁ ἀπλανέστατος.
Χαίροις, ὁ χαρίτων πλησθεὶς πολλῶν ἐν ἐσχάτοις χρόνοις καὶ ἰθύνας πιστοὺς καλῶς πρὸς λειμῶνας θείους, ἀστὴρ θεοσοφίας καὶ ἀκραιφνοῦς ἀγάπης, πάτερ Πορφύριε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς .
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Απολυτίκιον. Ἦχος πλ.α΄. Τόν συνάναρχον Λόγον.
Προγιγνώσκειν τὸ μέλλον σοφῶς, Πορφύριε, ὡς ἀντιμίσθιον πόνων καὶ βιοτῆς εὐσεβοῦς χάριν δέδωκέ σοι ἄνωθεν ὁ Κύριος, ἄνθος Εὐβοίας ἱερόν, ἐκ τοῦ Ἂθω μυστικῶς πρὸς κήπους μετεφυτεύθης ἀλήκτου δόξης πρεσβεύειν Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ Ξύλου.
Ἄστρον ἀρετῶν νεολαμπές, φρυκτωρὲ σεμνῆς πολιτείας καὶ λαμπηδὼν ἀκραιφνοῦς νήψεως, Πορφύριε, ἡμῶν σκοτόμαιναν ἁμαρτίας διάλυσον εὐχῶν σου τῷ φάει καὶ χαρίτων λάμψεσι τῶν σῶν καταύγασον μύχια ἡμῶν τῆς καρδίας, ἵνα ὡς προστάτην καὶ ῥύστην ἐκ δεινῶν ἀεὶ σὲ μεγαλύνωμεν.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.
Παράκληση εις τον Όσιο Πορφύριο τον Καυσοκαλυβίτην
Ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου Ευαγγέλου Παχυγιαννάκη
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου. Ἐταπείνωσε εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνας, καί ἡκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωί τό ἐλεός σου, ὅτι πρός σε ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου, καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμί.
Καί εὐθύς τό.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον Αὑτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄ Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄ Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστῇ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ τῆς Εὐβοίας ὡς ἀστὴρ ἀνατείλας, καὶ ἐν Ἁγίῳ Ὄρει καταβιώσας, τῶν μοναστῶν διήνυσας τὸν βίον καρτερῶς, Ὅσιε Πορφύριε, καὶ ἐδείθχης ἀκρότης, μοναστῶν καὶ σύσκηνος, ἀσωμάτων Ἀγγέλων· διό σοι χάριν ἔδωκε Χριστός, τοῦ καθορᾶν ἀποκρύφων μυστήρια.
Δόξα.
Κατατρυχόμενοι παθῶν ὀλεθρίων, καὶ πολυτρόπων πειρασμῶν ταῖς ἐφόδοις, ὑπὸ τὴν σὴν προστρέχομεν ἀντίληψιν θερμῶς, κράζοντες· βοήθειαν, ὦ Πορφύριε δίδου, πᾶσι τοῖς τιμῶσί σε, καὶ πιστῶς ἐκβοῶσιν· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς κεκτημένους, προστάτην σε ἔνθεον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησον με, ὁ Θεός, κατά τό μέγα ἐλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνον με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἔστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον σου ἐποίησα, ὅπως ἀν δικαιωθείς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαι σε. Ἴδοι γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνησον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στηριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς σου, καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε , ἐν τῆ εὐδοκίαν σου τήν Σιώ, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Σῇ χάριτι προσφεύγω ὁ τάλας μετανοίᾳ. Ε.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σὴν χάριν αἰτοῦμαι πανευλαβῶς, Πορφύριε μάκαρ, ὡς μεσίτην πρὸς τὸν Θεόν· ἱκέτευσον Πάτερ ὅπως τάχος, καθαρωτάτου νοὸς τύχω γνώσεως.
ᾘδέσθην ὁ τάλας τῇ ῥυπαρᾷ, γεώδει φροντίδι, ἀγνοήσας τὸ τῆς ψυχῆς, λαμπρότατον κάλλος· διὸ Πάτερ, ἐκ τῆς φθορᾶς πρὸ τοῦ τέλους με λύτρωσαι.
Χαράν τε καὶ θείαν καταλλαγήν, παρέχει παμμάκαρ, παρουσία ἡ ἐμφανής, μορφῆς σου τῆς θείας τοῖς σοῖς δούλοις, τοῖς μετὰ πόθου εἰς σὲ καταφεύγουσι.
Θεοτοκίον.
Ἁγνείας δοχεῖον τοῦ Ποιητοῦ, ἁγνοὺς ἡμᾶς τήρει, ταῖς λιταῖς Σου πρὸς τὸν Θεόν, Πανάμωμε σὺν τῷ Πορφυρίῳ, ὑπὲρ ἡμῶν τὸν Θεὸν ἱκετεύσατε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥῦσαι πάντας κινδύνων, τοὺς εὐλαβῶς Ὅσιε, τῇ σῇ καταφεύγοντας σκέπῃ, καὶ μεσιτείᾳ σου, τῶν δὲ ἀγώνων σου, τοὺς κόπους νῦν ἀνυμνοῦντας, μιμητὰς ἀνάδειξον, τῆς πολιτείας σου.
Ἰατρὸν ἀσθενούντων, καὶ βοηθὸν μέγιστον, καταπονουμένων τὰ πλήθη, πάντα σε εὕρομεν· διὸ νῦν πάρεσο, καὶ τὰς ἡμᾶς τυραννούσας, συστροφὰς τοῦ δαίμονος, ταχὺ διάλυσον.
Τῆς χαρᾶς τοῦ Κυρίου, ὡς μετασχὼν Ὅσιε, τὴν ψευδῆ χαρὰν τὴν τοῦ κόσμου, σὺ κατεφρόνησας· διὸ χαρᾶς ἀληθοῦς, ἐν οὐρανοῖς ἀπολαύεις, καὶ ἡμῖν τὰ κρείττονα, παρέχεις πάντοτε.
Θεοτοκίον.
Ἰατῆρα νοσούντων, ἁμαρτωλῶν σώτειρα, σκέπην τε χαρὰν καὶ εἰρήνην, Θεοχαρίτωτε, πάντες Σε ἔγνωμεν· διὸ καὶ νῦν ἐκ κινδύνων, σπεῦσον ἡμᾶς λύτρωσαι, τῇ μεσιτείᾳ Σου.
Διάσωσον, Πάτερ Πορφύριε ἐκ κινδύνων, καὶ πειρασμῶν ἀδοκήτων καὶ θλίψεων, τοὺς ἐκζητοῦντας, σὴν ἄμεσον προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, καὶ φύλαξ ἀπροσμάχητος, ὑπάρχεις σοφέ, καὶ φάρος ἀκατάσβεστος, Πορφύριε Ὅσιε, τῆς εὐσεβείας ἀγλάϊσμα· διὸ ἡμεῖς ἐκ βάθους τῆς ψυχῆς, σοὶ μελῳδοῦμεν τὴν θείαν παράκλησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ποδηγόν σε κεκτήμεθα, τὸν ἁγιωνύμῳ Ὄρει ἀσκήσαντα, ἔνθα θείαν χάριν ἔλαβες, τοῦ ὁρᾶν τὰ μέλλοντα Πορφύριε.
Ῥωμαλέαις ἀσκήσεσι, Πνεύματι Ἁγίῳ μάκαρ ἐκέρδισας, ἀποῤῥήτων γνῶσιν ἅπασαν, καὶ ἐτάζειν πάντων τὰ νοήματα.
Ὅλως ὅλον ἐζήλωσας, τὸν Θεὸν τῶν ὅλων μάκαρ Πορφύριε, καὶ ἀγάπην ὅλην ἔσχηκας, ἐν τῇ σῇ καρδίᾳ πολυΰμνητε.
Θεοτοκίον.
Συμπαθείας Σου λύτρωσαι, νόσων καὶ κινδύνων καὶ πάσης θλίψεως, μολυσμάτων καὶ κακώσεων, τοὺς Σοὺς δούλους Μῆτερ κινδυνεύοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμᾶς, τῷ φωτὶ τῆς θείας γνώσεως, ὡς τοῦ θείου νῦν μετέχων φωτισμοῦ, καὶ μεσίτης πρὸς Θεὸν ὑπάρχων Ὅσιε.
Εὔχου καὶ ἡμῖν, ἐν εἰρήνῃ ζῆν πανεύφημε, καὶ ἀγάπης οὐρανίῳ γλυκασμῷ, καὶ καλῇ ὑπακοῇ ἣν σὺ ἐβίωσας.
Ὕψωσον ἡμᾶς, καὶ παντοίων ῥύου πτώσεων, ἀδοκήτων παλαισμάτων τοῦ ἐχθροῦ, τοὺς τιμῶντάς σου τὴν μνήμην Πάτερ Ὅσιε.
Θεοτοκίον.
Γάνυται Ἁγνή, ἐπὶ Σοὶ Παρθένε Ἄχραντε, τῶν Ἀγγέλων καὶ ἀνθρώπων ἡ πληθύς, ὡς τεκούσῃ τὸν Χριστὸν καὶ Λυτρωτὴν ἡμῶν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὡς ἄνθος θεοπρεπές, καὶ πανευῶδες ἐξήνθησας, λειμῶνι τῷ νοητῷ, ἐν ἐσχάτοις ἔτεσι, Πορφύριε ἔνδοξε· ὅθεν ἀρετῶν σου, εὐωδίας ἀπολαύομεν.
Ὁλόκληρον τῷ Θεῷ, τὴν σὴν καρδίαν προσέφερες, Πορφύριε θαυμαστέ· διὸ φωτιζόμενος, ταῖς θείαις ἐλλάμψεσι, καταυγάζεις πάντων, Ὀρθοδόξων τὰ συστήματα.
Τὸ ὅπλον τὸ τοῦ Σταυροῦ, ἀναλαβὼν πάσαν ᾔσχυνας, τὰς φάλαγγας τοῦ ἐχθροῦ· διὸ καὶ πρὸς Κύριον, ἐνθέοις πρεσβείαις σου, πάταξον θεόφρον, καθ’ ἡμῶν ἐχθρῶν στρατεύματα.
Θεοτοκίον.
Ἁπάσας τὰς ἐντολάς, ἠθέτησα ὁ ταλαίπωρος, καὶ ἔργοις φθοροποιοῖς, ἑαυτὸν ἠνάλωσα· διὸ καὶ αἰτοῦμαί Σου, ἐκ κακίας βάθους, Θεοτόκε μὲ ἀνάγαγε.
Διάσωσον, Πάτερ Πορφύριε ἐκ κινδύνων, καὶ πειρασμῶν ἀδοκήτων καὶ θλίψεων, τοὺς ἐκζητοῦντας, σὴν ἄμεσον προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς ταῶν αἱμάτων σου.
Σημειοφόρε παμμάκαρ Πορφύριε, ἐπὶ τῆς γῆς βιοτεύσας ὡς ἄσαρκος, ἐν οὐρανῷ μεγάλως δεδόξασαι· διὸ Χριστὸν παῤῥησίᾳ ἱκέτευε, σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
Προκείμενον.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχ. Ἐλέησόν με, ὁ Θεός…
Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Πορφύριε, τῆς νηπτικῆς ἐργασίας, ἀκριβῆ διδάσκαλον, μοναχῶν ὑπόδειγμα, σὲ γινώσκομεν, ἀρετῆς πρόβολον, Ἱερέων μύστην, ὀρφανῶν τὸ παραμύθιον, πάντων ἀντίληψιν, καὶ ἁμαρτανόντων ἀνόρθωσιν, εἰρήνην τὸν παρέχοντα, καὶ τῆς χαρμολύπης ἐκφάντορα· ὅθεν σοι βοῶμεν· μὴ παύσῃ πρὸς τὸν εὔσπλαγχνον Θεόν, πρεσβεύειν ὑπὲρ τῶν δούλων σου, τῶν παρακαλούντων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λύσιν δίδου πταισμάτων, τοῖς προστρέχουσι πίστει, τῇ ἀντιλήψει σου, Πορφύριε παμμάκαρ, πρεσβεύων τῷ Κυρίῳ, ἵνα ἵλεως γένηται, ἐν ὥρᾳ τῇ φοβερᾷ, τῆς μισθαποδοσίας
Ἀρετῶν μέγαν πλοῦτον, ἐθησαύρισας Πάτερ, ἐν τῇ καρδίᾳ σου· διὸ καὶ ἀνεδείχθης, θερμότατος μεσίτης, τῶν πιστῶς σοι κραυγάζουσι· μὴ ἐπιλάθου ἡμῶν, Πορφύριε εὐχαῖς σου.
Σκέπε φρούρει σοὺς δούλους, τοὺς θερμῶς ἐκζητοῦντας, Θεοῦ τὸ θέλημα, πλουτίζων ἀενάως, ταῖς θείαις φωταυγείαις, τὰς ψυχὰς αὐτῶν Ὅσιε, ἵνα αἰνῶσι Χριστόν, ἀεὶ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, καταφύγιον πάντων, τῶν ἐν στενώσεσιν, ἐκ θλίψεων παντοίων, καὶ νόσων ψυχοφθόρων, τῶν φθονούντων με λύτρωσαι, ἵνα ὑμνῶ Σε ἀεί, τὴν Κεχαριτωμένην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔνθεον βίον, ξενοφανῆ διὰ κόσμον, διανύσας ἐν Καυσοκαλυβίοις, πάντων ὑπερόπτης, τῶν γεηρῶν ἐγένου.
Τάχυνον Πάτερ, τῆς ζοφερᾶς ἀλογίας, καὶ παθῶν τῶν τυραννούντων με σῶσον, πάσης δ’ ἀλγηδόνος, θεράπευσόν με τάχει.
Ἀφρόνως Πάτερ, ἐν ἀσωτείᾳ τὸν βίον, ἐδαπάνησα ἐν πλείσταις ἁμαρτίαις· ὅθεν ἐκ τοῦ σκότους, φθορᾶς ἀνάγαγέ με.
Θεοτοκίον.
Νέκρωσιν θείαν, ἐκ τῶν παθῶν μοι παράσχου, ἡ Θεὸν καὶ Σωτῆρα τεκοῦσα· Ὃν νῦν ἐκδυσώπει, ὁμοῦ σὺν Πορφυρίῳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁμόνοιαν παράσχου, τοῖς προσπίπτουσί σοι, ἐν ἀληθεῖ μετανοίᾳ Πορφύριε, εἰρηνοφόρον παρέχων, βίον σωτήριον.
Ἰάτρευσον τὰ πάθη, τὰ τῆς διανοίας, δι’ ἐμπαθῶν λογισμῶν τυραννούντων με, ἵνα ὁδὸν ἀπαθείας, πόθῳ πορεύσωμαι.
Ἀγῶσί τε καὶ πόνοις, ἤγαγες εἰς πέρας, τὴν τῆς ἀσκήσεως τρίβον Πορφύριε· διὸ τὴν ἄνωθεν χάριν, πλουσίως εἵλκυσας.
Θεοτοκίον.
Εὐλόγησον Παρθένε, πάντων τὰς καρδίας, τῶν ἐπὶ Σὲ ἐλπιζόντων Πανύμνητε, καὶ λογισμοὺς γλυκυτάτους, ἡμῖν ἐνστάλαξον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν θαυμάτων ὁ ποταμός, καὶ τῶν μοναζόντων, ὁ διδάσκαλος ὁ σεπτός, μετανοίας κῆρυξ, χαρᾶς τε ἀϊδίου, ὦ οὐρανοπολῖτα, θεῖε Πορφύριε.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν ἐν ἀνάγκαις, ἡ γλυκεῖα καταφυγή· χαίροις τῆς Τριάδος, ὁ θεῖος ὑποφήτης, καὶ γνήσιος θεράπων, τῆς Θεομήτορος.
Χαίροις τῶν ἀῤῥήτων ὁ ἑρμηνεύς, καὶ τῶν ἀποῤῥήτων τῆς Τριάδος ὁ παροχεύς· χαίροις ὁ τῷ βάθει, σοφίας ἐμβατεύων, μυσταγωγὲ Πορφύριε, θείας χάριτος.
Πρέσβευε δεόμεθα ἐκτενῶς, Πορφύριε μάκαρ, ὑπὲρ πάντων τῶν εὐλαβῶς, καὶ ἐν κατανύξει, θερμῶς ἐπιζητούντων, τὴν σὴν παρηγορίαν, καὶ θεῖον ἔλεος.
Χαίροις Ἱερέων τύπος λαμπρός, καὶ τῶν ἀσκήσει, ἀκριβέστατος ὁδηγός· χαίροις τῶν Ὁσίων, ἡ δόξα καὶ τὸ κλέος, Πορφύριε παμμάκαρ, ἡμῶν ὑπόδειγμα.
Τύφλωσιν πηλίνων σου ὀφθαλμῶν, μάκαρ ἐμποδίσαι, τῆς καρδίας τόν φωτισμόν, οὐκ ἴσχυσε Πάτερ, καὶ γὰρ τοῦ Παρακλήτου, ἀκτίστου παρουσία, φωτός σε ἔπλησε.
Δός Πάτερ δέομαι ἐκ τοῦ σοῦ, φέγγους ἀπαθείας, ὅπερ ἔλαβες ἐκ Θεοῦ, τὴν μεμολυσμένην, ἀκάθαρτον ψυχήν μου, πυρὶ τῆς μετανοίας, καινήν μοι ποίησον.
Ἀνυμνολογοῦμέν σου τὰς σεπτάς, ἀρετὰς παμμάκαρ, τὴν διάκρισιν τὴν πολλήν, τὴν ὑπακοήν τε, ἁπλότητα τὴν θείαν, ἀγάπην τὴν πρὸς πάντας, τὴν ἀπροσμέτρητον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κόσμου, τὰ τερπνὰ καταλιπών, Πάτερ ὡς τρωθεὶς τὴν καρδίαν, τῇ ἀγαπήσει Χριστοῦ, ἦρας τὸν Σταυρὸν Αὐτοῦ, ἐπὶ τῶν ὤμων σου, καὶ τὸν βίον διήνυσας, γενόμενος ξένος, πάντῃ κόσμου Ἅγιε, καίπερ οἰκήσας ἐντός· ὅθεν σὺ ἐτράνωσας ὄντως, λόγον ὅτι καθαγιάζει, οὐ ὁ τόπος, ἀλλ’ ὁ τρόπος, Ὅσιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.
Στίχοι.
Πορφύριε, φύλαττε ταῖς προσευχαῖς σου
Εὐάγγελον τλήμονα, προσπίπτοντά σοι·
σὺν τούτῳ δὲ πάρεχε ἀφθόνως χάριν,
πᾶσί σε τοῖς δάκρυσι παρακαλοῦσι.
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Πορφύριον τον Καυσοκαλυβίτην
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος πλ. δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῶν ἐν τῷ Ἄθῳ ἀπ’ αἰῶνος Πατέρων, ἀκολουθήσας ἐν τοῖς ἴχνεσι Πάτερ, Κυρίῳ εὐηρέστησας καὶ πλήρης ἀρετῶν,γεγονὼς Πορφύριε, βοηθεῖς οὐρανόθεν, τοῖς τὴν θείαν κλῆσίν σου, ἐκζητοῦσιν ἐν πόθῳ, καὶ θεραπεύεις νόσους τῶν ψυχῶν, καὶ τῶν σωμάτων, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνων τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός Ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.
Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς:
Πρέσβευε ὑπὲρ ἡμῶν, Πορφύριε, τῷ Κυρίῳ. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Πολλὴν παῤῥησίαν πρὸς τὸν Θεόν, Πορφύριε ἔχων, ὡς βιώσας θεοφιλῶς, ἐπάκουσον δούλων σου δεήσεις, καὶ ταύτας πλήρου ὦ Πάτερ φιλεύσπλαγχνε.
Ῥεόντων τὴν πλάνην ἀπὸ παιδός, σοφῶς ἀπηρνήσω, καὶ ὀπίσω τοῦ Ἰησοῦ, ὡς ἔλαφος ἔδραμες θεόφρον, Ὃν καὶ ἡμῶν ταῖς καρδίαις ἐνθρόνισον.
Ἐν Ὄρει Ἁγίῳ μαθητευθείς, θεόθεν τὰ θεῖα, ἀνεδείχθης Χριστιανῶν, διδάσκαλος μέγας ὅθεν Πάτερ, ἡμᾶς τοῦ βίου σου δεῖξον μιμήματα.
Θεοτοκίον
Σπανίων ἠξίωσας δωρεῶν, Πορφύριον Μῆτερ, ἐν τῷ Ὄρει σου τῷ σεπτῷ, μεθ’ οὗ νῦν Δεσπότην ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν πιστῶς δοξαζόντων σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βάρη αἴροντες πλεῖστα, ἐν ταῖς ψυχαῖς Ὅσιε, σὲ ἐπικαλούμεθα ταῦτα, εὐχαῖς σου ἔπαρον, καὶ δίδου τάχιστα, τὴν εὐφροσύνην Κυρίου, ἥν περ ἔσχες σύμβιον, πάτερ Πορφύριε.
Ἔχων ἄπειρον γνῶσιν, βιοτικῶν πράξεων, ἃς ἡ ἀνθρωπίνη καρδία, πάτερ ἐρεύγεται, ἡμῶν Πορφύριε, τὰ ἀδιάγνωστα πάθη, εἰς τὸ φῶς ἀνέλκυσον, καὶ ταῦτα ἴασαι.
Ὑπὲρ κλίναις κειμένων ἀσθενειῶν πρέσβευε, σὺ ὁ ἐν ζωῇ σου ἁπάσῃ, πάσχων Πορφύριε, πόνους ὑπέμεινας, καρτερικῶς καὶ Δεσπότην, ὡς Ἰὼβ ἐδόξαζες, ἐν τοῖς παθήμασιν.
Θεοτοκίον
Ἐν Ἁγίων πληθύϊ, Ἀθωνιτῶν Πάναγνε, σὸν θεοφιλέστατον τέκνον, σεπτὸν Πορφύριον, ἐσχάτως ἔταξας, ὡς θαυμασίων ἐργάτην, δι’ ὧν εὐηργέτησε, πλήθη ἀμέτρητα.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Πορφύριε πάτερ, τοὺς τιμῶντάς σε πόθῳ ἐκ θλίψεων, καὶ χάρισαι πᾶσιν ἡμῖν, τὴν χαρὰν τοῦ Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σφραγὶς παλαιῶν, Πατέρων καὶ ὁμότροπος, δειχθεὶς ἀκριβής, ἐν λόγοις τε καὶ πράξεσιν, Ὀρθοδόξων καύχημα, ἐγεγόνεις Πορφύριε πάνσοφε, πρεσβεύων ἀεὶ τῷ Χριστῷ, ὑπὲρ τῶν πιστῶς προστρεχόντων σοι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὑπὲρ πάντων τῶν ὅσοι σε, πρέσβυν προβαλλόμεθα πρὸς τὸν Κύριον, καθικέτευε Πορφύριε, ὅπως δῷ πταισμάτων τὴν συγχώρησιν.
Πάντων βίου προκρίνεσθαι, τοῦ Χριστοῦ παράσχου ἡμῖν ἀγάπησιν, ὅπως εὕρωμεν Πορφύριε, ταῖς ψυχαῖς ἀνάπαυσιν αἰώνιον.
Ἐν ἡμέραις σκοτώσεως, καὶ ἀδημονίας ψυχῶν Πορφύριε, τὴν χαρὰν Κυρίου δώρησαι, σοῦ τοῖς δεομένοις τὴν εὐφρόσυνον.
Θεοτοκίον
Ῥύου Μῆτερ τὰ τέκνα σου, ἀπὸ πάσης θλίψεως καὶ ἀνάγκης τε, ἐφαπλοῦσα ὥσπερ σκέπαστρον, τὰς πρὸς τὸν Δεσπότην ἱκεσίας σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤκουσται ἡ σή, πολιτεία πᾶσιν ἔθνεσι, δι’ ἧς Ὄνομα δεδόξασται Θεοῦ, καὶ ἧς Πάτερ, καὶ ἡμεῖς πεῖραν ἐλάβομεν.
Μνήμη Ἰησοῦ, συνηνώθη τῇ καρδίᾳ σου, διὰ ἔρωτος Πορφύριε σφοδροῦ, ἣν παράσχου, καὶ ἡμῖν δῶρον πολύτιμον.
Ὥσπερ ἰατρῷ, πολυσόφῳ σοι προσπίπτομεν, θεραπείαν ἐξαιτούμενοι παθῶν, τῶν σωμάτων, καὶ ψυχῶν ἡμῶν Πορφύριε.
Θεοτοκίον
Νοῦς ὁ χοϊκός, ἀλλοιοῦται Παμμακάριστε, καὶ οὐράνια φρονήματα γεννᾷ, ὡς ἐκ βίου, Πορφυρίου τεκαιρόμεθα.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Πορφύριε, τὴν ψυχήν σου ἔφλεξεν, ἡ ἀγάπη Ἰησοῦ τοῦ Δεσπότου, καὶ βαθμηδόν, ἕως γήρως ἐσχάτου, τὴν ὕπαρξίν σου κατείληφεν ἅπασαν· διὸ εὐχαῖς σου πατρικαῖς, ἡμᾶς ταύτης μετόχους ἀνάδειξον.
Ὁ ζῆλός σου, ἱερὲ Πορφύριε, χαρισμάτων ἐγεγόνει αἰτία, μοναδικῶν, δι’ ὧν πλήθη ὡδήγεις, πρὸς τὸν γλυκὺν καὶ μακρόθυμον Κύριον, Ὃν αἴτησαι δεῖξαι ἡμᾶς, χαρισμάτων δοχεῖα τοῦ Πνεύματος.
Ῥημάτων σου, θησαυρὸν κατέχοντες, πᾶσαν πλάνην ἀποκρούομεν Πάτερ, καὶ ἀσφαλῶς, τὴν ὁδὸν τοῦ Κυρίου, ἀκολουθοῦμεν θεόφρον Πορφύριε, τῆς γνώσεως Οὗ καὶ ἡμᾶς, συμμετόχους εὐχαῖς σου ἀνάδειξον.
Θεοτοκίον
Φαιδρόψυχος, ἡ σὴ μνήμη Δέσποινα, τοῖς τιμῶσί σου μορφὴν παναγίαν, ὅτι πληθύν, δωρεῶν οὐρανίων, αὐτοῖς παρέχεις μητρώᾳ ἀγάπῃ σου, καθώσπερ δοῦλόν σου σεπτόν, κατεκόσμησας θεῖον Πορφύριον.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Πορφύριε πάτερ, τοὺς τιμῶντάς σε πόθῳ ἐκ θλίψεων, καὶ χάρισαι πᾶσιν ἡμῖν, τὴν χαρὰν τοῦ Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν ἀρχαίων Πατέρων ἀνέστησας, κατορθώματα θεῖε Πορφύριε. Ὅθεν χάρις, τοῦ Παρακλήτου ἐνσκηνώσασα τρανῶς, τῇ σῇ ὁσιώτατε ψυχῇ, τοῖς προσιοῦσί σοι πιστοῖς, θαυμαστὰ ἐξειργάσατο. Νῦν δὲ παρακαλοῦντας, τήρει ἡμᾶς ἀτρώτους, ἐκ πειρασμῶν παντοδαπῶν, ταῖς ἁγίαις σου δεήσεσι.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
ΕΥΑΓΓΕΛΙΟΝ ᾿Εκ τοῦ κατὰ Ματθαῖον
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. ῎ᾼρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. ῾Ο γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Εἶτα ψάλλομεν τὸ προσόμοιον.
Στίχ. Ἐλέησόν με ὁ Θεός…
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Τοῦ Ἁγίου Πνεύματος, ἡ ἀνεξάντλητος Χάρις, οὐ γηράσκει πώποτε, ἀλλὰ ὡς ἀΐδιος, μένει πάντοτε, ἐκ τῶν χρόνων ἄφθαρτος, καὶ Ἁγίων πλήθη, κατεργάζεται παρέχουσα, σκεύη φωτόμορφα, ὥσπερ ἐπ’ ἐσχάτων Πορφύριον, ὃν πρέσβυν πρὸς τὸν Κύριον, πίστει ἀδιστάκτῳ προβάλλομεν, καὶ τῶν αἰτημάτων, τὴν πλήρωσιν λαβεῖν ψυχωφελῶς, εἰς σωτηρίαν αἰώνιον, πάντες ἐξαιτούμεθα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνολόγεις Δεσπότην, ὡς ἀῃδών, Ὅσιε, ἣν ποτὲ ἐν ὄρει τοῦ Ἄθω, ἐν δάσει ἤκουσας· ὅθεν φαιδρότητι, ψυχῆς ἀξίωσον Πάτερ, καὶ ἡμᾶς τὸν Κύριον, ψάλλειν ἀείποτε.
Ῥαθυμίαν ἀπόθου, ἐκ τῶν ψυχῶν Ὅσιε, καὶ τῆς παρουσίας Κυρίου, δίδου τὴν αἴσθησιν, ὅπως Πορφύριε, πάντα ποιῶμεν ὡς θέλει, Οὗτος Οὗ γλυκύτερος, οὐκ ἦν καὶ ἔσεται.
Ἰατρῶν διαγνώσεις, καταλεπτῶς ἔκρινας, τῇ θεοδωρήτῳ ὀράσει, πάτερ Πορφύριε, διὸ ἀξίωσον, ἡμᾶς τὰ κρύφια πάθη, διακρίνειν πάντοτε, πρὸς τὴν διόρθωσιν.
Θεοτοκίον
Ἐν τῷ Ἄθῳ Παρθένε, τῷ ἱερῷ Κλήρῳ σου, ἀπὸ παιδικῆς ἡλικίας, σεπτὸν Πορφύριον, πολλῶν ἠξίωσας, ὑπερφυῶν χαρισμάτων, ἅπερ πλήθη ἄπειρα, πιστῶν δρεπόμεθα.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Τὰς ἀσθενείας, τῶν τε ψυχῶν καὶ σωμάτων, ταῖς εὐχαῖς σου Πορφύριε ταχέως, ἴασαι τῶν πόθῳ, πολλῷ σοι προσπιπτόντων.
Ὡς θεῖον δῶρον, τὴν προσευχὴν ἐξαιτοῦμεν, ἣν δεδώκει Πορφύριε Χριστός σοι, τὸν Δημᾶ ἰδόντι, εὐχόμενον κρυφίως.
Καρκίνου νόσον, καὶ τῶν ψυχῶν ἀσθενείας, ταῖς πρεσβείαις σου ἴασαι τελείως, τῶν ἐξαιτουμένων, Πορφύριε θεόφρον.
Θεοτοκίον
Ὑπερβαλλόντως, σὲ ἐκ παιδὸς ἀγαπήσας, ὁ Πορφύριος ἄχραντε Παρθένε, τῆς πρὸς σὲ ἀγάπης, ἐδίδαξε τὸ μέτρον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥευμάτων οὐρανίων, δὸς ἡμῖν τὴν δρόσον, ὡς ὑπογείων ὑδάτων Πορφύριε, ὕπαρξιν, βάθος καὶ γεῦσιν, ζῶν περιέγραφες.
Ἱκέτευε τρισμάκαρ, τὸν γλυκὺν Δεσπότην, τὸν γλυκασμὸν Αὐτοῦ δοῦναι τοῖς μέλπουσι, σὸν ὑπὲρ μέλι κηρίου, βίον γλυκύτατον.
Ὡς φίλος τοῦ Κυρίου, καὶ Ἁγίων Πάντων, ἐν Παραδείσῳ ἑστὼς ὦ Πορφύριε, μνήσθητι πάντων τῶν ὅσοι, ἐπικαλοῦνταί σε.
Θεοτοκίον
Ἁγίασον Παρθένε, τοὺς σὲ ἀνυμνοῦντας, ὡς τὸν Πορφύριον ἅγιον ἔδειξας, Ἁγίου Ὄρους σου θεῖον, καὶ μέγα καύχημα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Καλυβίτου ὁ θαυμαστής, οὗ τινος ὁ βίος, ἐπυρπόλησε τὴν ψυχήν, καὶ ἐξήγειρέ σε, αὐτοῦ ἐκμιμηθῆναι, τὰ σκάμματα καὶ ἄθλους, πάτερ Πορφύριε.
Χαίροις Ὄρους Ἄθω δένδρον τερπνόν, οὗ ὑπὸ τοὺς κλάδους, ἀναπαύονται ψυχικῶς, πλήθη ἐκ γῆς πάσης, Πορφύριε τρισμάκαρ, γινώσκοντες Κυρίου, τὴν θείαν δύναμιν.
Χαίροις χαρισμάτων ὁ θησαυρός, τῆς Ὀρθοδοξίας, θεοφώτιστος ἀσκητής, βλέπων παρελθόντα, παρόντα μέλλοντά τε, τῇ χάριτι Κυρίου, πάτερ Πορφύριε.
Χαίροις ὁ θεόσοφος ἰατρός, ψυχῶν καὶ σωμάτων, καὶ διδάσκαλος ἀπλανής, χαίροις ὁ ἀγάπης, Θεοῦ τε καὶ ἀνθρώπων, κάμινος φλεγομένη, πάτερ Πορφύριε.
Τῶν ἐξαιτουμένων σου εὐλαβῶς, δέξαι τὰς αἰτήσεις, καὶ ἐκπλήρου Πάτερ αὐτάς, πρὸς ψυχῶν συμφέρον, μετάνοιαν παρέχων, καὶ τοῦ Χριστοῦ ἀγάπην, θεῖε Πορφύριε.
Σκέπε τοὺς Κυπρίους ταῖς σαῖς εὐχαῖς, ἀνεγείραντάς σοι, ἐξ ἀγάπης θεῖον ναόν, ἐν Πέραν Χωρίῳ, Πορφύριε τρισμάκαρ, ὃν Βηθεσδὰ χαρίτων, δεῖξον τοῖς πάσχουσι.
Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ ᾿Απόλυσις, μεϑ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Πλήρης ὢν ἀγάπης τοῦ Χριστοῦ, καὶ φιλανθρωπίας ἐνθέου, πάτερ Πορφύριε, δέξαι τὰ αἰτήματα, τῶν σὲ τιμώντων πιστῶς, καὶ τὰς νόσους θεράπευσον, ψυχῶν καὶ σωμάτων, τὴν εἰρήνην πάρεχε, καὶ τὴν μετάνοιαν, ὅπως τὸ ὑπόλοιπον βίου, ζήσωμεν ὡς θέλει Δεσπότης, Ὅστις σε μεγάλως κατεπλούτισε.
Τῷ ἠγαπημένῳ Ἰησοῦ, πρέσβευε Πορφύριε πάτερ, ὑπὲρ τῶν ὅσοι σε, πρέσβυν προβαλλόμεθα ὐηκοότατον, ὅπως δῷ τὴν συγχώρησιν, πταισμάτων ἀπείρων, καὶ ἡμῖν δωρήσηται, χάριν τοῦ Πνεύματος, ἵνα συμμορφούμενοι Τούτῳ, μέτοχοι γενώμεθα πάντες, ἕν καθάπερ πάντοτε ἐδίδασκες.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Στίχοι
Δέξαι ὡς ἀντίδωρον τῆς σῆς ἀγάπης,
Ἥν ποτέ μοι ἔδειξας πάνυ πλουσίως,
Τὸν πτωχόν, πλὴν φιλοπάτορά μου, ὕμνον,
Ὅν πόθῳ, Πορφύριε, συνέθεσά σοι.
Παρακλητικός Κανών Οσίου Πορφυρίου Καυσοκαλυβίτου
Ποίημα Γεωργίου Γαλανοπούλου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ πανενδόξου Πορφυρίου τὴν μνήμην, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, καὶ μοναστῶν τιμήσωμεν ὑμνοῦντες ψαλμοῖς, θαύματα τούτου παράδοξα, ἀρετὰς τὰς θεοειδεῖς, ἆθλα τὰ ἀσκητικά, βιοτὴν τὴν ἀρίστην, ὡς μέγα πρέσβυν ἔχοντες αὐτόν, ὅπως πρεσβεύῃ, Χριστῷ δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός Ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὁσίου Πορφυρίου ἔνθεος μέλος. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὀδμὴν εὐωδίας πνευματικῆς, Πορφύριε δός μοι, ἀνυμνῆσαι ἆθλα τὰ σά, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, πνευματοφόρε Εὐβοίας τὸ βλάστημα.
Σαρκὸς ἀλγηδόνας καὶ ἐκτροπάς, νοός μου ὦ Πάτερ, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μετάβαλε τάχυ ταῖς λιταῖς σου, πρὸς τὸν Σωτῆρα καὶ δὸς τούτων ἄφεσιν
Ἱκέτευε Πλάστην καὶ Λυτρωτήν, Πορφύριε μάκαρ, Μηλεσίου θεῖε φρουρέ, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας πυρός τε κολάσεως.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω Πάτερ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν Σκήτῃ γῇ τῇ ἀνύδρῳ, ἵνα δόξης μέτοχον, Κύριος δείξῃ με.
Πυρετοὺς τῶν σωμάτων καὶ τῆς ψυχῆς τραύματα, ἴασαι βαλσάμῳ νῦν Πάτερ, μόνον Φιλάνθρωπον, ταῖς σαῖς λιταῖς δυσωπῶν, ὡς ἰατρὸς ἀσθενούντων, καὶ προσερχομένων σοι, ἦσθα Πορφύριε.
Ὁ λαὸς ἱκετεύει τῆς λοιμικῆς λύτρωσαι, πάσης ἀσθενείας καὶ βλάβης, τοὺς ἀνυμνοῦντάς σε, καὶ πειρασμῶν ἐξελοῦ, δαιμονικῆς ἐπηρείας, πάντας Πάτερ Ὅσιε, μνήμην τιμῶντάς σου.
Θεοτοκίον.
Ῥῶσιν δὸς τοῖς νοσοῦσιν, ἡ ἰατρὸςν τέξασα, θεία Κιβωτὲ σωτηρίας, τοῖς καταφεύγουσιν, ὑπὸ σὴν σκέπην ἁγνή, ἵνα ἡμᾶς ὁδηγήσῃς, εἰς λιμένα εὔδιον, Θεοῦ παντάνακτος.
Διάσωσον, παντὸς κινδύνου Πορφύριε τοὺς ὑμνοῦντας, πανευλαβῶς θείαν μνήμην σου Ὅσιε, καὶ λύτρωσαι νόσων ἡμᾶς καὶ γεένης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς τὸν Κύριον, πτωχῶν βοηθόν, νοσούντων τὸν θεράποντα, ὁδηγὸν κεκτήμεθα, σὲ Πάτερ λαὸς τοῦ Θεοῦ, κράζων Σοι· σπεῦσον ταχέως ῥῦσαι ἀναγκῶν, ὦ θεοῤῥῆμον Πορφύριε ἅπαντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φωτιστὴς ἀναδέδειξαι, τῶν πεπλανημένων Πάτερ Πορφύριε· διὸ φώτισον τοὺς σπεύδοντας, ἀστραπαῖς χαρίτων θείου Πνεύματος.
Ὑπουργήσας τῷ Πλάστῃ σου, καὶ Θεῷ τῶν ὅλων μάκαρ πανεύφημε, τῆς εὐκλείας κατηξίωσαι, ἧς λιταῖς σου ποίησον οἰκήτορας.
Ῥαθυμίαν ἀπόθου νῦν, τῆς καρδίας λύπην ἡμῶν ἀφάνησον, καὶ χαρᾶς Χριστοῦ καταύγασον, τῷ φωτὶ τοὺς μέλποντάς σε Ἅγιε.
Θεοτοκίον.
Ἱκετεύομεν Δέσποινα, Σὲ τὴν ὑπερύμνητον Θεομήτορα, τοῦ ἐκδυσωπεῖν Οἰκτίρμονα, Σὸν Υἱὸν λυτρώσασθαι κολάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅσιε Θεοῦ, τοῦ Σταυροῦ περιχαράκωσον, τῇ ἀηττήτῳ ἰσχύϊ καὶ ἡμᾶς, ὅπως δαιμόνων, ἐκφύγωμεν πάντα ἔνεδρα.
Ὕψη ἀναβάς, ὄρους Ἄθωνος Πορφύριε, ἕλκυσον ἡμᾶς, πρὸς βίον ταπεινόν, ἵνα πρὸς δόξαν, Χριστοῦ τὴν θείαν ἀνέλθωμεν.
Ἔρχου εἰς ἡμῶν, τὴν βοήθειαν Πορφύριε, καὶ παῦσον τάραχον νοός, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα, γαλήνην θείαν δωρούμενος.
Θεοτοκίον.
Νέκρωσον ψυχῆς, πάθη ἄτιμα Θεόνυμφε, καὶ σαρκὸς κοίμισον αἰσχρὰς ἡδονάς, ἡ τὸν Σωτῆρα, πηγὴν γαλήνης κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Θεράπευσον, τῆς ψυχῆς τὰ τραύματα, σῇ πρεσβείᾳ πρὸς Χριστὸν θεῖε Πάτερ, νόσων δεινῶν, τῆς ὀδύνης με ῥῦσαι, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.
Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅ,τι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Πορφυρίου λιταῖς Σῶτερ σῶσόν με.
Ὁδήγησον, πρὸς καλὴν μετάνοιαν, καὶ πρὸς τρίβους τοῦ Χριστοῦ σωτηρίους, Πάτερ σοφέ, ὦ Καυσοκαλυβίτα, Ἀθωνιτῶν μοναστῶν τὸ ἐντρύφημα, τοὺς μέλποντας περιχαρῶς, σὰ Πορφύριε θεῖα παλαίσματα.
Θεοτοκίον.
Νηστεύοντα, ἐκ παθῶν ἀξίωσον, καὶ δυνάμει Σου ἀξίωσον Κόρη· ὅ,τι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια, ἀεὶ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, παντὸς κινδύνου Πορφύριε τοὺς ὑμνοῦντας, πανευλαβῶς θείαν μνήμην σου Ὅσιε, καὶ λύτρωσαι νόσων ἡμᾶς καὶ γεένης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Ἀθωνιτῶν πέλεις Ὅσιε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν Κύριον, σὺ τρισμάκαρ τῶν μοναστῶν ἐδείχθης ὁδηγός· διὸ πρόφθασον θεῖε ποιμήν, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι ἀσθενοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, καὶ Μηλεσίου τὴν Μονήν, τήρει ἄτρωτον Πορφύριε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στίχ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Πορφύριε· Ὅσιε σῶσόν με, πιστῶς προσπίπτοντα, σῇ εἰκόνι ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἐξυμνῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασι, τὴν ἁγίαν μνήμην σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μετὰ τῶν Ἀσωμάτων αὐλιζόμενος Πάτερ καὶ τῶν Ἁγίων Χριστόν, ἱλέωσαι λιταῖς σου, ῥυσθῆναι τῆς γεένης, τοὺς βοῶντας Πορφύριε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐχθρῶν ἐπαναστάσεις τῶν αἱρέσεων θράση καὶ τῶν δαιμόνων ὀφρύν, σῇ μάκαρ ἀντιλήψει, κατάβαλε ἐν τάχει, ἵνα χαίροντες μέλπωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαὸν εὐσεβοφρόνως ἀνυμνοῦντά σε κλέος τοῦ Μηλεσίου λαμπρόν, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ τρυφῆς καταξίωσον, τῆς Βασιλείας Θεοῦ, Πορφύριε θεόφρον.
Θεοτοκίον.
Ὁρῶμεν Θεοτόκε ἀπειρόγαμε Νύμφη Σὲ ὡς κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθείσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασα· ὅθεν τὴν φλόγαν παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῶσον Οἰκτῖρμον, τοὺς εὐσεβεῖς Πορφυρίου, ταῖς λιταῖς ἀπαύστως Σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Γῆθεν ἀνῆλθες, δόξης Σιὼν θεῖε Πάτερ, τοῦ ποθεῖν Χριστὸν τὸν σὸν Νυμφίον· διὸ τὸν σὸν πόθον, μετάδος κἀμῖν πᾶσιν.
Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν, ἵν’ ἀνυμνῶ σε, Καυσοκαλυβῖτα, Πορφύριε ἀσμένως.
Θεοτοκίον.
Ὤφθης Ἀγγέλων, ἐν οὐρανοῖς ἀνωτέρα, καὶ βροτῶν Ἁγνὴ ἁγιωτέρα· ὅθεν τοὺς ὑμνοῦντας, Σὲ ῥῦσαι πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοαῖς τῶν σῶν δακρύων, χάρισόν μοι Πάτερ, σημειοφόρε Πορφύριε φίλε Χριστοῦ, ἵνα προσεύχωμαι μέλπων, τὰ σὰ παλαίσματα.
Γαλήνην μοναζούσαις,βράβευσον εὐχαῖς σου, πρὸς τὸν Θεὸν σὺν Πατρᾶσι σῆς Σκήτης σοφέ, καὶ πᾶσιν Ὀρθοδόξοις, μάκαρ Πορφύριε.
Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ Πορφύριε νῦν, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.
Ὀρδὰς ἐχθρῶν ἀπίστων, καὶ εἰδωλολάτρας, ἡμᾶς ἐπαπειλοῦντας ἐκδίωξον σύ, καὶ ὑπερμάχει Ἑλλήνων ἀεὶ Πορφύριε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ Μεγαλυνάρια τοῦ Ὁσίου, ὧν ἡ ἀκροστιχίς: Γεωργίου ὕμνος.
Γέγραπται ἐν βίβλῳ θείᾳ Δαβίδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλεεῖν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλάμπον, ἃ ἔσχες Ὅσιε.
Ἔλεος Σωτῆρος ἐπιζητῶν, ἐν ἀνύδφροις τόποις, ἠγωνίσω ὑπερφυῶς, καὶ πληθὺν δαιμόνων, κατήσχυνας τρισμάκαρ, Πορφύριε Πατέρων, Ἄθωνος σέμνωμα.
Ὦ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, πόμα ἐγκρατείας, καὶ αὐστηρᾶς νηστείας· δι’ ὧν σὸν βίον Πάτερ, ὄντως ἐκόσμησας.
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους Πάτερ σοφέ, ἐνάρετον βίον, καὶ πλῆθος θαυμασίων, ἃ ἔτι ζῶν ἐτέλεις, ἐν γῇ Πορφύριε.
Γῆθεν βίον ἔλιπες πρὸς Σιών, κελλίῳ Ἁγίου, Γεωργίου τοῦ Ἀθλητοῦ, καὶ Τροπαιοφόρου, τῆς Καυσοκαλυβίων, λαμπρᾶς Σκήτης ὦ Πάτερ, Ἄθωνος καύχημα.
Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, Καυσοκαλυβῖτα, Πορφύριε θεόφρον, καὶ δὸς πᾶσι τὰ κρείττω, καὶ χάριν ἄμετρον.
Ὁ βλαστὸς Εὐβοίας ὁ εὐθαλής, τιμάσθω ἐν ὕμνοις, Μηλεσίου τῷ ἱερῷ, Ἡ συχαστηρίῳ, πρὸς ὃν πόθῳ δραμόντες, βοήσωμεν τὸ χαίροις, μάκαρ Πορφύριε.
Ὕλην οὐκ ἀπέκτησας τὴν φθαρτήν, πλὴν τῶν ἀναγκαίων, τοῦ βιῶσαι θεοπρεπῶς, τῆς ἀκτημοσύνης, τηρήσας τὸν κανόνα, ἀεὶ φρονῶν τὰ ἄνω, Πάτερ καὶ ἄφθαρτα.
Ὕβριν ἀποδίωξον μισητήν, πάθη ψυχοφθόρα, δυσπιστίαν καταλιλάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος, καρπὸν Πορφύριε.
Μή μοι δὸς Θεῷ τὸ καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματοςε ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ γνῶσιν, Πάτερ τὴν ἔνθεον.
Νόσων ἐλευθέρωσον καὶ δεινῶν, τοὺς σὲ εὐφημοῦντας, ὦ Πορφύριε ἱερῶς, βλάστημα Εὐβοίας, τῶν μοναστῶν ἀκρότης, τοῖς χαίροις σοι βοῶσι, Πάτερ μακάριε.
Ὅλην τὴν καρδίαν πρὸς τὸν Θεόν, ἐν τῇ προσευχῇ μου, καθ’ ἑκάστην ἀναπνοήν, δὸς ἔχειν ὦ Πάτερ, ὥσπερ λαμπάδος φλόγα, καὶ νοῦν ἀμετεώριστον καὶ φιλόπονον.
Σῶσον ταῖς πρεσβείαις σου πρὸς Χριστόν, ψυχὰς τῶν ὑμνούντων, σὲ ἀσμένως ψαλμοῖς σοφέ, χάριν σὴν παράσχου, ῥῶσιν δαψιλεστάτην, ἁμαρτημάτων λύσιν, ἄμφω ὑγείαν τε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τῶν Ἀθωνιτῶν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, Ὅσιε Πορφύριε, τοῦ Μηλεσίου κρουνός, καταπλήττεις δὲ θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ τὴν σὴν βοήθειαν, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι σὴν χάριν, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.
Δεῦτε ἀσπασώμεθα πιστοί, κλίσεσι γονάτων αὐχένος, μετ’ εὐλαβείας πολλῆς, πάνσεπτον ἐκτύπωμα, τῆς σεβασμίας μορφῆς, Πορφυρίου τοῦ μάκαρος, καὶ ῥάνωμεν τοῦτον, μύροις τε καὶ ἄνθεσι, καὶ δακρυῤῥόοις εὐχαῖς, πίστει, ἐκζητοῦντες τὰ κρείττω, ἅπερ δαψιλεύει πλουσίως, ὁ Χριστοῦ θεράπων ὁ μακάριος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.