Ευχές εις την Παναγία Ακένωτον Ποτήριον
Εύχαι Παρακλητικοί εις την Υπεραγίαν Θεοτόκον την καλουμένην Ακένωτον Ποτήριον
Ίσιδώρας Μοναχής Αγιεροθεϊτίσσης
Ευχὴ πρώτη.
Πανοικτίρμον Δέσποινα, Κυρία Θεοτόκε! Εἰς τὴν σὴν σκεπὴν προστρέχομεν, τὴν σὴν προστασίαν ἐπιζητοῦντες καὶ παρακαλοῦμέν σε· ἐπάκουσον ἡμῶν μὴ παρίδης τοὺς στεναγμοὺς τῶν καρδιῶν ἡμῶν καὶ τὰ δάκρυα· ἀλλὰ λύτρωσον ἡμᾶς ἐκ τῶν ὀλέθριων παθῶν τῶν παραισθησιογόνων οὐσιών, τῆς μέθης καὶ τοῦ καπνίσματος. Θεράπευσον ἡμᾶς τῇ μεσιτείᾳ σου, πανακήρατε Μήτερ τοῦ Θεοῦ ἡμῶν. Κι ὡς ὁ Υἱός σου καὶ Κύριος ἡμῶν ἤψατο τῆς πεθερᾶς τοῦ Πέτρου καὶ ἄφηκεν αὐτὴν ὁ πυρετός, ἄψον τὰς καρδίας ἡμῶν, καὶ ἔγειρον ἡμᾶς τοὺς ἁμαρτωλούς, ἐκ τῶν φθοροποιῶν πτώσεων πρὸς τὴν σωτήριον ἐγκράτειαν.
Ἱκέτευσον τὸν Υἱόν σου ὑπὲρ ἡμῶν, ἵνα γένηται ἵλεος καὶ μὴ ἀποστρέψη τὸ πρόσωπον καὶ τὸ ἔλεος του ἀφ’ ἡμῶν. Δέξαι Κυρία Θεοτόκε τὰς εὐχὰς καὶ ἱκεσίας πάντων τῶν εἰς σὲ προστρεχόντων καὶ ἐνώπιον τῆς σεπτῆς σου Είκόνος προσπιπτόντων. Σύ δε ὡς Ἀκένωτον Ποτήριον ζωῆς· χάρισαι πάσιν ζωὴν καὶ ἐλευθερίαν ἐπὸ πάσηςἐξαρτήσεως καὶ βλάβης φθοροποιοῦ. Ἀπάλλαξον Δέσποινα τοὺς δούλους σου· μὴ παρίδης τὰς ἱκεσίας ἡμῶν, προσάγαγε αὐτὰς ἐνώπιον τοῦ Υἱοῦ σου ἔμπλησον πάντας τοὺς σὲ ἱκετεύοντας τῆς σῆς Ἀκενώτου χάριτος· καὶ ἀξίωσον ἡμᾶς ἀπολαῦσαι τῶν ἐπουρανίων ἀγαθών.
Ἀμήν.
Ευχὴ Δεύτερη.
Ὑπεραγία Θεοτόκε, πάντων Ἄνασσα! Ἡ ἐλπὶς καὶ προστασία πάντων ἡμῶν, σκέπη ὀρφανῶν καὶ παράκλησις ξένων, τῶν εν ἀνάγκαις βοηθός, τῶν καταπονουμένων ἀντίληψις, τῶν ἀσθενούντων ἰατρός. Εἶδες τὴν ἀνάγκην ἡμῶν καὶ τὴν θλίψιν ἐκύκλωσεν ἡμᾶς ἡ ζάλη τῶν πειρασμῶν· τὰ ὀλέθρια πάθη κατέλαβον τὴν ζωὴν ἡμῶν καὶ οὐκ ἔχομεν ἄλλην πλήν σου βοηθόν. Δι’ ὃ σὲ ίκετεύομεν, ἔκτεινον χείραν βοήθειας καὶ βοήθησον ἡμᾶς τοὺς ἐν κινδύνοις εὐρισκομένους, ὁδήγησον τοὺς πεπλανημένους, θεράπευσον τοὺς ἀσθενείς, παραμύθησον τοὺς ἀπελπισμένους. Σὺ ἡ προστασία ἡμῶν, σὺ ἡ ἐλπίς, σὺ ή σκέπη, σὺ τὸ Ἀκένωτον Ποτήριον τῆς ζωῆς, τῆς χαρᾶς καὶ τῆς σωτηρίας. Ἐπίβλεψον ἐφ’ ἡμᾶς σκέπασον ἡμᾶς ὑπὸ τὴν σκέπην σου ἐνίσχυσον ἡμᾶς καὶ ἐλευθέρους κατάστησον ἐκ τῶν παθῶν καὶ τῶν παραισθησιογόνων οὐσιών, τῆς μέθης καὶ τοῦ καπνίσματος. Δύνασαι γὰρ καὶ ἰσχύεις ὄσα θέλεις καὶ βούλεσαι. Ἵνα καὶ ἡμεῖς τῶν παθῶν λελυτρωμένοι, τὸ σὸν ὄνομα μεγαλύνομεν καὶ τὸν τόκον σου δοξάζομεν εἰς τοὺς αἰῶνας.
Ἀμήν.