Ακολουθία εις την εύρεσει της θαυματουργού εικόνος της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου κι Αειπαρθένου Μαρίας της αποκειμένης εν τη Ιερά Μονή του Οσίου Αγάθωνος παρά την Υπάτην της Φθιώτιδος
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Ἐν τῷ Μικρῷ Ἕσπερινῷ.
Ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος δ΄. Ἔδωκας σημειωσιν.
Δεῦτε τὰ συστήματα, τῶν Ὀρϑοδόξων προσέλϑωμεν, τῇ Μονῇ τοῦ Ἀγάϑωνος, καὶ πίστει προσπέσωμεν, τῇ σεπτῇ Εἰκόνι, τῆς ἁγνῆς Παρϑένου, τῇ πηγαζούσῃ δαψιλῶς, τοῖς προσιοῦσι χάριν ἀέναον, καὶ ταύτῃ ἐκβοήσωμεν· δίδου ἡμῖν Ἀειπάρϑενε, τὴν ϑερμὴν σου ἀντίλήψιν, τοῖς πιστῶς ἀνυμνοῦσί σε.
Σήμερον τὴν εὕρεσιν, τῆς Παναγίας Εἰκόνος σου, ἑορτάζοντες Ἄχραντε, ἐκ ταύτης λαμβάνομεν, ἔλεος καὶ χάριν, καὶ τὰ μεγαλεῖα καὶ τὰ ϑαυμάσια αὐτῆς, εὐσήμῳ γλώσσῃ ἀνακηρύττομεν· πληροῖ γὰρ τὰ αἰτήματα, καὶ θεραπεύει τοὺς πάσχοντας, καὶ δεσμὰ τῆς στειρώσεως, διαλύει ἑκάστοτε.
Θεῖον ὡς ϑησαύρισμα, Μονὴ τοῦ ϑείου Ἀγάϑωνος, τὴν ἁγίαν Εἰκόνα σου, πλουτήσασα Δέσποινα, πόϑῳ ἀνυμνεῖ σε· ταύτην κεκρυμμένην, οὐσᾶν γὰρ ἔτεσι πολλοῖς, εἰς περιποίησιν ἐφανερωσᾶς, ἡμῶν Θεοχαρίτωτε, ἁγιασμὸν καὶ ἰάματα, δωρουμενὴν ἐκάστοτε, τοῖς πιστῶς προσπελάζουσι.
Χαίρων σοι ἐδείματο, ἐν τῇ εὑρέσει Πανύμνητε, τῆς ἁγίας Εἰκόνος σου, Ἀγάϑων ὁ ὅσιος περίβλεπτον Μάνδραν, καὶ τῇ σῇ Κοιμήσει, ταύτην ἀνέϑετο Ἁγνῆ, ἧ προσιόντες περιπτυσσόμεϑα, εἰκόνα σου τὴν πάνσεπτον, καὶ τὴν αὐτῆς ϑείαν εὕρεσιν, ἑορτάζοντες Δέσποινα, τὴν σὴν χάριν κηρύττομεν.
Δόξα. Καὶ νῦν.
Ἦχος α΄.
Τῆς ϑαυμαστῆς σου προνοίας τὰς ἐκφάνσεις, δι’ ὧν ποικιλοτρόπως εὐεργετεῖς ἡμᾶς, κατὰ χρέος μεγαλύνομεν Θεοτόκε Παρϑένε· ἔνθεν τὴν θείαν Εἰκόνα σου, τὴν ἐν σπηλαίῳ πάλαι κεκρυμμένην, ὡς θησαυρὸν πολύτιμον, φανερώσασα͵ ἡμῖν, ἐδωρήσω, ὡς ἐμφανὲς τεκμήριον, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, καὶ ϑεῖον ἱλαστήριον, εἰς ἴασιν ψυχῶν καὶ
Σωμάτων· ἧ μετὰ δέους προσιόντες, χαριστηρίους ᾧδάς σοι προσφέρομεν, ἀνυμνοῦντες τὴν δόξαν σου, ὑπερένδοξε Δέσποινα.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθα.
Οἶκον σου εὐαγῆ, ὁ ἱερὸς Ἀγάϑων, ἀνήγειρέ σοι Κόρη, ἐν ᾧ τὴν ϑαυμαστὴν σου, Εἰκόνα ἐναπέϑετο.
Στίχος. Ἄκουσον ϑύγατερ καὶ ἴδε…
Λύει στειρωτικά, δεσμὰ Θεογεννῆτορ, καὶ παύει ἀσϑενείας, ἡ προϊοῦσα χάρις, ἐκ τῆς σεπτῆς Εἰκόνος σου.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύουσιν οἱ πλούσιοι…
Ἄπασα εὐλαβῶς, προστρέχει ἡ Φϑιῶτις, Ἀγάϑωνος τῇ Μάνδρᾳ, τιμῶσα Θεοτόκε, τὴν ϑαυμαστὴν Εἰκόνα σου.
Δόξα.
Τριαδικόν.
Τέτοκας ἐν σαρκί, τὸν Ἕνα τῆς Τριάδος, ἀτρέπτως Θεοτόκε· διό σε ὡς αἰτίαν, παντὸς καλοῦ δοξάζομεν.
Καὶ νῦν.
Θεοτοκίον.
Πάλαι ὑπὸ τὴν γῆν, κεκαλυμμένη οὐσα, ἡ σὴ εἰκὼν Παρϑένε, ἄρτι ἐφανερώϑη, πηγάζουσα ἰάματα.
Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ ἀπόλυσις.
Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς Θεοτόκου.
Ἦχος α΄. Ὦ τοῦ παραδόξου ϑαύματος!
Ὦ τοῦ παραδόξου ϑαύματος! ὡς λαμπὰς φωταυγῆς, ἡ Εἰκὼν ἡ πάντιμος, ἀνέτειλεν ἐκ τῆς γῆς, τῆς Θεομήτορος. Λαμπρύνϑητι ἐξ αὐτῆς, τὸ τοῦ Ὁσίου σεμνεῖον Ἀγάϑωνος. Προσέλϑωμεν οἱ πιστοί, καὶ τῇ Ἁγνῇ Θεοτόκῳ βοήσωμεν· Κεχαριτωμένη χαῖρε, διὰ τῆς Εἰκόνος σου, ἡ παρέχουσα πᾶσιν, ἀγαλλίασιν καὶ ἴασιν.
Βαβαὶ τῆς σῆς προμηϑείας Ἁγνη! σὺ γὰρ ἐν σπηλαίῳ, ἀφανῇ τυγχάνουσαν, ἐν χρόνων περιτροπαῖς, ἡμῖν ἐγνώρισας, Εἰκόνα σου τὴν σεπτήν, καὶ τῷ ὁσίῳ Ἀγάϑωνι δέδωκας ὡς στήλην περιφὰνῆ, τῆς πρὸς ἡμᾶς μητρικῆς σου χρηστότητος. Ὅϑεν τὴν ἁγίαν ταύτης, εὕρεσιν γεραίροντες, ἀνυμνοῦμεν Παρϑένε, τῶν ϑαυμάτων σου τὸ μέγεϑος.
Τῆς σῆς Εἰκόνος ἡ εὕρεσις, ἑορτῆς ἁγίας, γέγονεν ὑπόϑεσις, Παρϑένε τοῖς εὐλαβῶς, σὲ μεγαλύνουσιν· ἰδοὺ γὰρ τῇ σῇ Μονῇ, ἣν ὁ θεόφρων Ἀγάϑων σοι ἤγειρεν, Ὑπάτη καὶ σὺν αὐτῇ, πᾶσα ἡ Φϑία προστρέχει βοῶσά σοι· Κεχαριτωμένη χαῖρε, ἡ πιστοῖς παρέχουσα, ἵλασμὸν τῶν πταισμάτων, καὶ παϑῶν παντοίων λύτρωσιν.
Προσόμοια ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὥσπερ στάμνον χρυσήλατον, ἀντὶ μάννα οὐράνιον, τὴν σὴν χάριν φέρουσαν Ἀειπάρϑενε, ἡ τοῦ ὁσίου Ἀγάϑωνος, μονὴ τὴν Εἰκόνα σου, κεκτημένη ἀνυμνεῖ, τὴν ϑερμὴν προστασίαν σου, καὶ ϑαυμάτων σου, τῶν πολλῶν Θεοτόκε τὰς δυνάμεις, ἃς τελεῖς τοῖς ἐκζητοῦσι, τὴν
σὴν ὀξεῖαν βοήϑειαν.
Καὶ δεσμὰ τῆς στειρώσεως, διαλύονται Δέσποινα, καὶ τὸ βλεπειν δίδοται τοῖς τυφλώττουσι, καὶ ἀσϑενεῖς ϑεραπεύονται, δυνάμει καὶ χάριτι, τής Εἰκόνος σου Ἁγνή· ἔνϑεν πάντες προστρέχουσι, μετὰ πίστεως, τοῦ ὁσίου Ἀγάϑωνος τῇ Μάνδρᾳ, καὶ ᾠδὰς χαριστηρίους, χρεωστικῶς σοι προσάδομεν.
Διὰ ϑείου ὁράματος, τῷ σεπτῷ σου ϑεράποντι, τὴν βουλήν σου Δέσποινα ἀπεκάλυψας, ὃς ἐν σπηλαίῳ ἀνεύρηκε, τὴν ϑείαν Εἰκόνα σου, καὶ ναόν σοι ἱερόν, καὶ Μονὴν ἐδομήσατο, ὡς ἀχείμαστον, σωτηρίας λιμένα Θεοτόκε, τοῖς τοῦ βίου τῷ πελάγει, χειμαζομένοις καὶ
στένουσι.
Δόξα. Καὶ νῦν.
Ἦχος πλ. β΄.
Σήμερον παρϑενικὴ πανήγυρις ἐπέλαμψε, τῆς Ἐκκλησίας τοὺς υἱοὺς συγκαλοῦσα, πρὸς αἶνον καὶ δόξαν, τῆς Μητρὸς τοῦ Θεοῦ· ἡ γὰρ πανύμνητος Παρϑένος, τοῦ Βασιλέως τῆς δόξης τὸ μέγα παλάτιον, τὸ ἱερὸν αὐτῆς ᾿Εκτύπωμα, ὡς ἥδυσμα μυστικὸν πᾶσι προτίϑεται, τῆς κρυφίας αὐτῆς δόξης, ἀπαυγάζον τὰς χάριτας, ἐνεργείᾳ ἀῤῥἧτῳ· ἐμφανὲς γὰρ αὐτὸ πεποίηκεν, ἐξ ἀφανείας πάλαι, καὶ δι’ αὐτοῦ ἰάματα παρέχει, ψυχῆς καὶ σώματος, τοῖς πίστει προσιοῦσιν· ᾧ εὐλαβῶς προσπίπτοντες, ἐκ ψυχῆς βοήσωμεν· Θεοτόκε Δέσποινα, ταύτην τὴν Μονήν σου φύλαττε, ἀπὸ πάσης ἀναγκῆς, καὶ αἴτει πᾶσι, πταισμάτων τὴν ἄφεσιν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη’ 10-17)
Ἐξῆλθεν Ἰακώβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαράν, καὶ ἀπήντησε τόπῳ, καὶ ἔκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῇς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτήν. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾽ αὑτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῇ, ἐφ᾽ ἧς σὺ καθεύδεις ἐπ᾽ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα, καὶ βορρᾶν, καὶ ἐπὶ ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλείπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ· ἐγὼ δὲ οὐχ ἤδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο, ἀλλ᾽ ἤ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὖρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 27 – μδ΄ 4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα καὶ ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὅλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς λέγειν Κύριος Κύριος. Καὶ ἐπέστρεψε κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ Πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθη δι᾽ αὐτῆς· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾽ αὐτής καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾽ αὐτὴν τοῦ φαγεῖν ἄρτον κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄ 1-11)
Σοφία ᾧκοδόμησε ἑαυτῇ οἴον, καὶ ὑπήρεισε στύλους ἑπτὰ. Ἔσφαξε τὰ ἑαυτῆς θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· ὅς ἔστιν ἄφρων ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὃ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν. Ἔλέγχων δὲ τὸν ἀσεβή μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ· Μὴ ἔλεγχε κακοὺς ἵνα μή μισήσωσί σε· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχή σοφίας, φόβος Κυρίου καὶ βουλὴ ἁγίων σύνεσις· τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί, σου ἔτη ζωῆς.
Εἰς τὴν Λιτῆν.
Ἰδιόμελα. Ἦχος α΄.
Εὑφραίνου ἐν Κυρίῳ, ἡ τοῦ ὁσίου Ἀγάϑωνος μονή, ὡς κιβωτὸν πλουτοῦσα ἁγιάσματος, τὴν χαριτόβρυτον Εἰκόνα, τῆς Βασιλίσσὴς τῶν οὐρανῶν· καὶ τὴν εὕρεσιν αὐτῆς τιμῶσα, ὡς εὐφροσύνης ὑπόϑεσιν, τὰς κύκλῳ πόλεις καὶ χωρία συγκάλεσον, πρὸς σύμφωνον αἴνεσιν, τῆς Μητρὸς τοῦ Κυρίου· καὶ τῶν ϑαυμάτων αὐτῆς, τὰς δυνάμεις καϑοοῶσα, δι᾿ ὧν πᾶσι δίδοται ρῶσις καὶ ἔλεος, τῇ Θεοτόκῳ βόησον· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ, σοῦ, ὁ τοῖς πᾶσι παρέχων, διὰ σοῦ τὸ μεγα ἔλεος.
Ἦχος β΄.
Ἐν τῷ σπηλαίῳ κεκρυμμένην Παρϑένε, τὴν ἁγίαν Εἰκόνα σου, ᾧ ἠϑέλησας τρόπῳ, ἡμῖν ἐφανέρωσας, καὶ ὡς ϑεόσδοτον δώρημα δέδωκας· διὸ τὴν ταύτης ἀνάμνησιν, χρεωστικῶς ἑορτάζοντες, ἐν χαρᾷ βοῶμέν σοι· χαῖρε ἡμῶν ἡ βοήϑεια, καὶ ἀσφαλὲς περιτείχισμα, καὶ ϑεῖον προσφύγιον· χαῖρε ἡ πᾶσι πηγάζουσα, ἰαμάτων ρεῖϑρα, ὡς πηγὴ ϑεόβρυτος· τοῖς γὰρ ποικίλως πάσχουσι, τὴν ὑγιείαν βραβεύεις, καὶ ἀκαϑάρτων πνευμάτων, τὴν λύμην διώκεις. Ἀλλ ὦ κόρη Πανύμνητε, μὴ παύσῃ ἐφαπλοῦσα, ἡμῖν τὴν σὴν ἀντίληψιν, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ὡς τόμος θεόγραφος, τῷ Προφήτῃ πάλαι, τεϑέασαι, Θεοτόκε πανάχραντε· ἐν σοὶ γὰρ Πατρικῷ δακτύλῳ, ὁ Λόγος γέγραπται σαρκούμενος, τῆς φϑορᾶς λύων τὸν ἄνϑρωπον· νῦν δὲ ἡμῖν ἀῤῥήτῳ προμηϑείᾳ, ὡς τόμον νοητὸν δεδώρησαι, τὴν ὑπέρτιμον Εἰκόνα σου, δεδοξασμένην τῇ σῇ χάριτι· ἐξ αὐτῆς γὰρ καρπούμεϑα, τῶν οἰκτιρμῶν σου τὰς δωρεάς, καὶ τῶν πολλῶν ἀντιλήψεων, τὰς σωτηρίους διαδόσεις Δέσποινα· ὅτι πάντας σώζεις, τοὺς ταύτῃ προσπίπτοντας, ὡς Μήτηρ φιλάγαϑος τοῦ Θεοῦ ἡμῶν.
Ἦχος δ΄.
Θείῳ φωτὶ τῷ σῷ θεράποντι, ὁσίῳ Ἀγάϑωνι, τὴν χαριτόβρυτον Εἰκόνα σου, Ἄχραντε, πάλαι ἀπεκάλυψας, καὶ χαρᾶς πάντας ἔπλησας, ἐν τῇ ταύτης φανερώσει· δι᾿ αὐτῆς γὰρ τρανώτερον ἔγνωμεν, τὴν πρὸς ἡμᾶς στοργὴν σου καὶ πρόνοιαν, Παντευλόγητε κόρη· ἰατρεῖον γὰρ ϑαυμαστόν, τῇ σῇ ἐπισκιάσει ταύτην ἀπειργάσω, καὶ ϑλιβομένων ψυχῶν παραμύϑιον· διὸ εὐχαριστοῦντές σοι βοῶμεν· ὡς πολλά σου τὰ ϑαύματα Κεχαριτωμένη, δι᾿ ὧν σκέπεις καὶ σώζεις τὰς ψυχὰς ἡμῶν.
Δοξα. Καὶ νῦν.
Ὁ αὐτός.
Ἐορτὴν πνευματικὴν συγκροτοῦμέν σοι Ἄχραντε, ἐν τῇ παραδόξῳ εὑρέσει, τῆς ὑπερτίμου Εἰκόνος σου· τῶν Ὑπαταίων γὰρ ὁ δῆμος, καὶ πᾶσα ἡ Φϑιῶτις, τῇ σῇ Μονῇ προστρέχοντες, χαριστηρίοις ὕμνοις δοξάζομεν, τὴν πρὸς ἡμᾶς κηδεμονίαν σου· καὶ τὰ πολλά σου θαύματα κηρύττοντες, δι᾿ ὧν πάντας εὐεργετεῖς τὸ τελεσϑὲν ἐν σοὶ μέγα μυστηριον, πίστει προσκυνοῦμεν καὶ λεγομεν· ὡς πολλάκις ἡμᾶς ἔσωσας, ἀοράτῳ ἐπιστασίᾳ, οὕτω μὴ παύσῃ πρεσβεύουσα, ὡς ἂν τῶν αἰωνίων ἀγαϑῶν ἐπιτύχωμεν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Θεογεννῆτορ ἁγνῆ, ἡ κιβωτὸς τοῦ νοητοῦ ἁγιάσματος, ἡ στάμνος ἡ μανναδόχος, τῆς αἰωνίου ζωῆς, γλυκασμὸν τὸν θεῖον ἀναβλύζουσα· νυμφὼν ἀχειρόπλοκος, τῆς τοῦ Λόγου σαρκώσεως, ὄρος τὸ μέγα, τὸ δασὺ καὶ κατάσκιον, ταῖς τοῦ Πνεύματος, δωρεαῖς τε καὶ χάρισιν· ἄμπελος ἡ περκάζουσα, τὸν βότρυν τὸν πέπειρον, τής θεϊκῆς εὐσπλαγχνίας, τοῖς σοι πιστῶς καταφεύγουσι· Χριστοῦ χαῖρε Μήτερ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχος. Ἀκουσον ϑύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου…
Πάλαι ἐγκεχρυμμένη Ἁγνῆ, ἐν τῷ σπηλαίῳ ἡ Εἰκὼν σου ἡ πᾶνσεπτος, Ἀγάϑωνι τῷ ὁσίῳ, χρηματισϑέντι ἐκ σοῦ, ϑαυμαστῶς ἐγνώσϑη Παντευλόγητε· ἧ πίστει προσπίπτοντες, ἐξ αὐτῆς κομιζόμεϑα, χάριν πλουσίαν, καὶ ἰάματα ἄφϑονα, μεγαλύνοντες, τὰ πολλά σου θαυμάσια· πᾶσι γὰρ δίδως Δέσποινα, ταχεῖαν βοήϑειαν, καὶ τοὺς ἐν πόνοις τελοῦντας, ἀνακουφίζεις ἑκάστοτε. Ἀλλ᾽ ὦ Θεοτόκε, τὴν μονήν σου ταύτην σκέπε, ἐκ πάσης θλίψεως.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἐρύει ἐπισκιάσει τῇ σῇ, τῶν σῶν ἀΰλων δωρεῶν ῥεῖϑρα ἄφϑονα, Εἰκών σου ἡ παναγία, Θεογεννῆτορ ἁγνή, καὶ ψυχὰς ἀρδεύει τῶν ὑμνούντων σε· ἐντεῦϑεν προστρέχουσι, τῇ Μονῇ τοῦ Ἀγάϑωνος, οἱ ἀσϑενοῦντες, καὶ ποικίλως ϑλιβόμενοι, καὶ λαμβάνουσι, ϑεραπείαν καὶ λύτρωσιν. Ὅθεν εὐσήμῳ στόματι, κηρύττομεν ἅπαντες, τὴν πρὸς ἡμᾶς σου Παρϑένε, ἐπιστασίαν σωτήριον, δι᾿ ἧς πᾶσι νέμεις, εὐφροσυνὴν καὶ ὑγίειαν, καὶ ϑεῖον ἔλεος.
Δόξα. Καὶ νῦν.
Ἦχος πλ. δ΄.
Τίς ἐπαξίως ὑμνήσει, τὰ μεγαλεῖα σου Ἀχραντε, καὶ τῶν πολλῶν σου ϑαυμάτων, τὰς ϑείας χορηγίας; οὐ μόνον γὰρ πάλαι, ϑαυμαστῶς ἀπεκάλυψας, τὸ ἱερόν σου Ἐκτύπωμα, δοξάσασα τοῦτο ὡς ηὐδόκησας, ἀλλὰ καὶ νῦν δι᾿ αὐτοῦ, καϑ’ ἑκάστην παρέχεις, ψυχοτρόφους δόσεις, καὶ σωτήρια δωρήματα, τοῖς πίστει προσπελάζουσι, καὶ τὴν σὴν αἰτοῦσι βοήϑειαν. Ἀλλ ὦ πάναγνε Δέσποινα, πρέσβευε τῷ ἐλεήμονι Υἱῷ σου καὶ Θεῷ, ἐν τοὺς σὲ μακαρίζοντας.
Νῦν ἀπολύεις, τὸ τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν ϑείαν Εἰκόνα σου, ὡς ϑησαυρὸν ἀληϑῆ, Μονὴ ἡ Ἀγάϑωνος, τῇ εὐδοκίᾳ τῇ σῇ, πλουτήσασα Ἄχραντε, χάριν ἀεὶ ἐκ ταύτης, καὶ ϑαυμάτων τὰς δόσεις, πίστει κομιζομένη, εὐλαβῶς σοι κραυγάζει· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἀπόλυσις.
Εἰς τὸν Ὄρθρον.
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάϑισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τὴν ϑείαν σου μορφήν, ἐν εἰκόνι ὁρῶντες, πληρουμεθα πολλῆς, εὑφροσύνης Παρϑένε· χαρᾶς γὰρ πέλει πρόξενος, καὶ εἰρήνης παραἰτιος· σὺ γὰρ ἔτεκες τὸν τῆς εἰρήνης δοτήρα· ὃν ἱκέτευε, ὑπὲῤ τῶν πίστει τιμώντων, τὴν δόξαν σου Ἄχραντε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάϑισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ ϑείῳ Ἀγάϑωνι, ἐπιφανεῖσα σεμνή, αὐτῷ ἐφανέρωσας, τὴν ὑλικὴν σου Μορφήν, ὡς πλοῦτον οὐράνιον· ἅπαντας γὰρ πλουτίζεις, δι᾿ αὐτῆς Θεοτόκε, χάρισι ψυχοτρόφοις, τῆς ϑερμῆς σου προνοίας· διὸ τὴν ταύτης εὕρεσιν, ἐν ὕμνοις γεραίρομεν.
Μετὰ τὸν Πολυέλεον, Κάϑισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Ὑπάτης οἱ κάτοικοι εὐλαβῶς, καὶ πιστῶν Ὀρϑοδόξων πᾶσα πληϑύς, ἑκάστοτε σπεύδουσι, τῇ Μονῇ σου Πανάχραντε, καὶ πίστει προσκυνοῦντες, τὴν θείαν Εἰκόνα σου, λαμβάνουσιν ἐκ ταύτης, ὧν ἕκαστος δέεται· πᾶσι γὰρ παρέχει, συμπαϑῶς τὰς αἰτήσεις, καὶ λύει νοσήματα, καὶ λυτροῦται τοὺς πάσχοντας, χαλεπῶν περιστάσεων. Διὸ χαριστηρίους ᾠδάς, κατὰ χρέος πάντες σοι προσάγομεν· ὅτι σκέπεις καὶ σώζεις, ἡμᾶς πάσης ϑλίψεως.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου καὶ τὸ Προκείμενον
Μνησϑήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύουσιν…
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐχείναις, ἀναστᾶσα Μιαριάμ…
Ὁ Ν΄.
Δόξα.
Ταῖς τῆς Θεοτόκου…
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου…
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχος. ᾿Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου…
Τὴν πρὸ τόκου καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον Παρϑένον, ὡς τεκοῦσαν τὸν προαιώνιον Λόγον τοῦ Θεοῦ, ὕμνοις καὶ ᾠδαῖς μεγαλύνωμεν· πᾶσι γὰρ παρέχει βοήϑειαν ἐξ ὕψους, καὶ παντοίων λυτροῦται πειρασμῶν, τοὺς πρὸς τὴν ϑερμὴν αὐτῆς, ἀφορῶντας πρεσβείαν, ὡς ἐλεήμονος Θεοῦ, Μήτηρ φιλάγαϑος.
Ὁ Ἰερευς. Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Εἶτα ὁ κάνων, οὐ ἡ ἀχροστιχίς·
«Σὺ εἶ Θεοτόκε ἡμῶν προστασία. Γερασίμου».
Ὠδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός.
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωϑήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφϑήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾷσω γηϑόμενος ταῦτης τὰ ϑαυματα».
Σοφίας τὴν ἄβυσσον, δι᾿ εὐσπλαγχνίαν κυήσασα, σοφίαν παράσχου μοι, τῷ λόγῳ Ἄχραντε, ἵνα μέλψω σου, Εἰκόνος τῆς ἁγίας, τὴν εὕρεσιν Δέσποινα, καὶ τὰ ϑαυμάσια.
Ὑψόϑεν ἐγνώρισας, τῷ θεοφόρῳ Ἀγαϑωνι, ἁγνὴ δι’ ὁράματος, τὴν εὐδοκίαν σου· ὅϑεν ἔσπευσε, καὶ εὗρεν ἐν σπηλαίῳ, τὴν ϑείαν Εἰκόνα σου, χάριτας βρύουσαν.
Ἐκ βάϑρων περίβλεπτον, Μονήν σοι Κόρη ἐδείματο, Ἀγάϑων ὁ ὁσιος, ἔνϑα ἀνέϑετο, τὴν Εἰκόνα σου, τὴν ϑείαν Θεοτόκε, ὡς ϑεῖον θησαύρισμα, τῆς σῆς χρηστότητος.
Ἰσχὺν ἀπροσμάχητον, οἱ ἀσϑενοῦντες λαμβάνουσι, καὶ ἴασιν Ἄχραντε, ἐκ τῆς Εἰκόνος σου· πᾶσι Δέσποινα, βοήϑειαν παρέχεις· διό σου τὴν ἄφϑονον, χάριν κηρύττομεν.
ᾨδὴ γ΄. Ὁ Εἰρμός.
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφϑονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ ϑείᾳ δόξῃ σου, στέφανον δόξης ἀξίωσον.»
Θεον σωματωσᾶσα ἀφρᾶστος, ἐθέωσας Κόρη τῶν βροτῶν, τὸ φύραμα δι᾿ ἔλεος· νῦν δὲ ἡμῖν δεδώρησαι, ὡς πλοῦτον ἀναφαίρετον, τὸ ἱερόν σου Ἐκτύπωμα.
Εἰς πᾶσαν Φϑιώτιδα ἐξῆλϑε, καὶ πᾶσαν περίοικον αὐτῆς, ἡ χάρις τῶν ϑαυμάτων σου· διὸ καὶ πάντες σπεύδουσι, Μονῇ τῇ τοῦ Ἀγάϑωνος, ὑμνολογοῦντές σε Δέσποινα.
Ὁ θρονος τοῦ πάντων Βασιλέως, ὁ οἶκος τῆς δόξης τοῦ Θεοῦ, ἡ πύλη ἡ ἀνοίγουσα, ϑύραν ἡμῖν οὐράνιον, ἡ Θεοτόκος Δέσποινα, χαρμονικῶς ἀνυμνείσϑω μοι.
Τὴν ὄψιν σου Κόρη τὴν ἁγίαν, σὴν πλήρη γαλήνης καὶ φωτός, καὶ οἰκτιρμῶν καὶ χάριτος, ὁρῶντες ἐν Εἰκόνι σου, πληρούμεϑα Πανύμνητε, ἁγιασμοῦ καὶ χρηστότητος.
Κάϑισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχϑέν.
Ἐν τῷ σπηλαίῳ Θεοτόκε κεκρυμμένην, ἔτεσι πλείστοις σὴν ἁγίαν σου Εἰκόνα, ἀπεκάλυψας ταύτην ᾧ οἶδας τρόπῳ, καὶ πᾶσιν ἐναργεστέραν τὴν πρὸς ἡμᾶς, ἀντίληψιν Θεοτόκε σῆς ἀρωγῆς, ἐναπέδειξας Ἄχραντε· διὸ τὴν εὕρεσιν αὐτῆς, ὑμνοῦντες ἐκβοῶμέν σοι· χαῖρε νύμφη Ἀνύμφευτε.
ᾨδὴ δ΄. Ὁ Εἰρμός.
«Ὁ καϑημένος ἐν δόξῃ, ἐπὶ ϑρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλϑεν Ἰησοῦς ὁ ὑπέρϑεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου».
Οἱ τρυχόμενοι ἐν πλείσταις, ἀσϑενείαις καὶ πάϑεσι, προσέλϑετε πίστει, τῇ Μονῇ τοῦ ϑείου Ἀγάϑωνος· ἡ γὰρ Παρϑένος ἐν ταύτῃ πᾶσι δίδωσι, ῥῶσιν ἄμισϑον, καὶ τῶν κακῶν ἀπολύτρωσιν.
Καχεξίας ἀνιάτους, ϑεραπεύεις Πανάχραντε, καὶ ἀκρίδων σμήνη, τάχος ἀπελαύεις σῇ χάριτι· ὅϑεν οἱ πάντες τῇ σκέπῃ σου προστρέχουσι, καὶ τὸ ἅγιον, ἐπικαλοῦνταί σου Ὄνομα.
Ἐπιστᾶσα μελανείμων, ϑαλασσίου διέσωσας, Δέσποινα κινδύνου, πλοίαρχον δεινῶς κινδυνεύοντα· ὅϑεν σπουδαίως προσέδραμε τῇ Μάνδρᾳ σου, καὶ ἀπέδωκε, πανευχαρίστως τὰ σῶστρά σοι.
Ἡ ἐκβλύζουσα πλουσίως, ἐκ τῆς ϑείας Εἰκόνος σου, σωτήριος χάρις, λύει τῶν δαιμόνων τὴν δύναμιν, καὶ τοῦ καρκίνου ἰᾶται πικρὸν νόσημα, Κόρη Πάναγνε, πάσης ψυχῆς ἀγαλλίασμα.
ᾨδὴ ε΄. Ὁ Εἰρμός.
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ ϑείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρϑένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα».
Μονὴ τοῦ Ἀγάϑωνος, τοῦ σοῦ πιστοῦ ϑεράποντος, χαίρει τῇ ἁγίᾳ σου Εἰκόνι, καὶ σὺν αὐτῇ δὲ πᾶσα ἡ Φϑία σκιρτᾷ, καὶ ἡ Θεσσαλία εὐλαβῶς, σπεύδει τῇ σῇ χάριτι, Θεοτόκε ἑκάστοτε.
Ὡς πλήρης χρηστότητος, λύεις δεσμὰ στειρώσεως, τῶν προσερχομένων σοι γυναίων, καὶ δαιμονῶντας τῆς πικρᾶς μάστιγος, λύεις Θεοτόκε τοῦ ἐχϑροῦ· ὅϑεν πᾶσα γλῶσσά σε, εὐφημεῖ μακαρίζουσα.
Ναόν σοι ἀνήγειρε, καὶ Μάνδραν ϑείαν Δέσποινα, τὴν σεπτὴν Εἰκόνα σου πλουτήσας, ὁ ϑεοφόρος Ἀγάϑων ἄχραντε, καὶ τῇ σῇ Κοιμήσει εὐλαβῶς, ταῦτα καϑιέρωσε, μεγαλύνων τὴν δόξαν σου.
Παθῶν ἀπαλλάττονται, καὶ ὀδυνῶν καὶ θλίψεων, καὶ πληγῶν καὶ πάσης ἄλλης βλάβης, οἱ τῇ ἁγίᾳ Μονῇ σου σπεύδοντες, καὶ ἐν εὐφροσύνῃ καὶ χαρᾷ αἶνον χαριστήριον, Θεοτόκε σοι ᾄδουσι.
ᾨδὴ στ΄. Ὁ Εἰρμός.
«Τὴν Θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεοφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὑτῆς τεχϑέντα, Θεὸν δοξάζοντες».
Ῥημάτων Κόρη δεήσεως, ϑερμῶς τοῦ δεομένου σου ἤκουσας, καὶ τοῦτον ἔσωσας, ἐκ τοῦ πνιγμοῦ ὡς φιλάγαϑος, σὺν τῷ ὑποζυγίῳ· ὦ τῆς σῆς χάριτος!
Ὄμβροις τῆς σῆς ἀγαϑότητος, κατάρδευσον ἡμῶν τὴν διάνοιαν, Θεοχαρίτωτε, ὅπως καρποὺς ἐκβλαστήσωμεν, ἀξίους μετανοίας, τῷ Παντοκράτορι.
Σάρκα τῷ Λόγῳ δανείσασα, ἐχέγγυον ἡμῖν Κόρη δέδωκας, τῆς προμηϑείας σου, τὴν παναγίαν Εἰκόνα σου, ἁγιασμὸν καὶ ῥῶσιν, πᾶσι βλυστάνουσαν.
Τὸν προελϑόντα ἐκ μήτρας σου, καὶ σώσαντα Ἀδὰμ τὸν Πρωτόπλαστον, Ἁγνὴ ἱκέτευε, οἷα Υἱόν σου καὶ Κύριον, διδοναι ἡμῖν πασι, πταισμάτων ἄφεσιν.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Χρηματισϑεὶς τῇ οὐρανίῳ σου ὄψει, ὁ σὸς ϑεράπων Θεοτόκε παρϑένε, ἐν τῷ σπηλαίῳ εὗρε τὴν Εἰκόνα σου· ἧς περ τὴν ἀνεύρεσιν, ἑορτάζοντες πόϑῳ, ἐξ αὐτῆς λαμβάνομεν, τὴν πλουσίαν σου χάριν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι Ἁγνή, χαῖρε προστάτις, ἡμῶν καὶ βοήϑεια.
Ὁ Οἶκος.
Ἡ τὸν Θεὸν ὑπὲρ φύσιν κυήσασα, καὶ τῆς φϑορᾶς ῥυσαμένη τὸν ἄνϑρωπον, ἀνωτέραν φϑορᾶς, ἐν ἐτῶν περιδρομαῖς, τὴν σὴν Εἰκόνα τὴν σεπτῆν, διέσωσας ὑπὸ τὴν γῆν, κεκρυμμένην κόρη Ἄχραντε· καὶ ταύτην τὴν ἰδίῳ φανερώσασα καιρῷ, Ἀγάϑωνι τῷ ἐκλεκτῷ, χαρᾶς πολλῆς τοῦτον ἔπλησας, πιστώσασα τοὺς πάντας, ἣν ἔσχηκε παρὰ Θεοῦ χάριν, καὶ πολλὴν πρὸς παῤῥησίαν, διὰ κτῆσιν ἀρετῆς, καὶ ἐναρέτου ἀγωγῆς· ὃς, πόϑῳ πολλῷ, καὶ πίστει ϑερμῇ, Μονὴν σοι περίφημον ἵδρυσε, καὶ ταύτην ὡς ἱλαστήριον ϑεῖον ἐν αὐτῇ ἀνέϑετο. Ὅϑεν πιστῶν αἱ χορεῖαι, καὶ ἡλικία πᾶσα ταύτῃ προστρέχοντες, λαμβάνουσιν ἐξ αὐτῆς σωτήρια δόματα, καὶ ψυχῶν καὶ σωμάτων ἰάματα, καὶ βοῶντές σοι ἐν εὐφροσύνῃ Θεοτόκε· χαῖρε προστάτις ἡμῶν καὶ βοήϑεια.
Συναξάριον.
Τῇ στ΄ τοῦ αὐτοῦ μηνός, Μνήμην ἐπιτελοῦμεν τῆς εὑρέσεως τῆς ϑαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, εὑρεϑείσῃς ἐν σπηλαίῳ, ἐγγὺς τῆς Ὑπάτης, ἐν ἔτει ᾳυ. (1400), καὶ ἀποκειμένης ἤδη ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἀγάϑωνος, ἐκεῖσε εὑρισκομένῃ
Στίχος. Εἰκών σου Πανάχραντε ἡ κεκρυμμένη.
Φανεῖσα ἐκφαίνει σου πᾶσι τὴν χάριν.
Ἕτη μόρφωμα Θεοκύμονος Κούρης γήϑεν φαάνϑη.
Ἡ Ἀγία ϑαυματόβρυτος αὕτη Εἰκὼν τῆς πανυμνήτου Θεομήτορος, ἣν κεκρυμμένη ἀπὸ ἐτῶν ἀμνημονεύτων, ὑπὸ γῆν, ἔν τινι σπηλαίῳ, ἐγγὺς τῆς κωμοπόλεως Ὑπάτης καλουμένης, ἡ Νέαι Πάτραι, πρὸς δυσμὰς αὐτῆς, ἀπέχοντι περὶ μίαν ὥραν, καὶ ἐγνώσϑη ὁσίῳ τινὶ ἀνδρί, Ἀγάϑωνι τὴν κλῆσιν, χρηματισϑέντι ἄνωϑεν, εὐδοκίᾳ τῆς Θεοτόκου· ὃς ἀνευρὼν καὶ ἀνελόμενος αὐτὴν ἐπλήσϑη ἀφάτου χαρᾶς· καὶ ὁδηγίᾳ καὶ χάριτι τῆς Πανάγνου, ἀνήγειρεν ἐκ βάϑρων τὴν ἄχρι τοῦδε σωζομένην ἐκεῖσε ἱερὰν Μονήν, καλουμένην κοινῶς, τοῦ Ἀγάϑωνος καϑιερώσας ταύτην τῇ Κοιμήσει αὐτῆς.
Ἐν ταύτῃ ἀνέϑετο τὴν ϑαυμαστὴν τῆς Θεομήτορος Εἰκόνα ὁ ὅσιος Πατήρ, καὶ πάραυτα ἐπισκιάσασα καὶ ἐκχυϑεῖσα αὐτῇ ἡ τῆς πανυμνήτου Κόρης χάρις, κατέστη πηγὴ ϑαυμάτων καὶ πλείστων ἰάσεων, σώζουσα τοὺς μετὰ πίστεως ἐπικαλουμένους τὸ ἅγιον αὐτῆς Ὄνομα, καὶ εὐλαβῶς προσιόντας τῇ σεπτῇ αὐτῆς Εἰκόνι· ποικίλας γὰρ νόσους ἰᾶται, καὶ δαιμονικής ἀπαλλάττει μάστιγος τοὺς πικρῶς μαστιζομένους, καὶ προφϑάνει τοὺς καλοῦντας αὐτήν, ἀφαρπάζουσα κινδύνων. Ἐγένετο ἡ φανέρωσις τῆς ἁγίας ταύτης Εἰκόνος τῇ στ΄. (6) Αὐγούστου μηνός, τοῦ ἔτους ᾳυ΄. (1400) ἀπὸ τῆς σωτηρίου τοῦ Κυρίου σαρκώσεως.
Ταῖς τῆς Παναχράντου σου Μητρός πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ Εἰρμός.
«Οὐκ ἔλάτρευσαν, τῇ κτίσει οἱ ϑεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον· Ὑερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ ὁ Θεὸς εὐλογητὸς εἶ».
Ἀπολύονται, στειρώσεως Πανάχραντε, αἱ προσπεσοῦσαί σοι, γυναῖκες πίστει ϑερμῇ, καὶ σώφρονες δείκνυνται, οἱ πρὶν φρενόπληκτοι, ἐπικλήσει σου, τῆς σωτηρίου κλήσεως, Παναγία Θεοτόκε.
Σωτηρίαν σε, οἱ τῆς Ὑπάτης κάτοικοι, Δέσποινα ἔχοντες, καὶ οἱ Φϑιῶται ὁμοῦ, ἀεί σοι προστρέχουσι, καὶ Θεσσαλοὶ σὺν αὐτοῖς, ἀνακράζοντες· χαῖρε Παρϑένε πάναγνε, ἡ ϑερμὴ ἡμῶν προστάτις.
Ἰατρεύσασα, τῇ χάριτί σου Δέσποινα, πληγὰς ἃς ἔσχηκεν, ὁ παῖς ἐν τῇ κεφαλῇ, καρκίνου ἐνέκρωσας, πάϑος τὸ κάκιστον· ὅϑεν ὕμνον σοι, ἧσεν εὐσημῳ στόματι, ἡ γυνὴ ἡ ἰαϑεῖσα.
Ἀγαλλέσθωσαν, Φθιῶται καὶ σκιρτάτωσαν· δεδώρηται, ἡ Θεοτόκος αὐτοῖς, πανσέβαστον δώρημα, καὶ πολυτίμητον, τὸ Ἐκτύπωμα, αὐτῆς τὸ χαριτόβρυτον, δι᾿ Ἀγάϑωνος τοῦ ϑείου.
ᾨδὴ η΄. Ὁ Εἱρμός.
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Γνῶσιν τῶν ἀπείρων σου ϑαυμάτων, λαβόντες τῶν Ὀρϑοδόξων τὰ πληρώματα, πίστει καταφεύγουσι, πανταχόϑεν Δέσποινα, Μονῇ τῇ τοῦ Ἀγάϑωνος καὶ τὴν Εἰκόνα σου, τὴν ϑείαν εὐλαβῶς προσκυνοῦντες, ἐξ αὐτῆς καρποῦνται, τὰς σωτηρίους δόσεις.
Ἔνδον τοῦ σπηλαίου κεκρυμμένη, Εἰκών σου ἡ ϑαυμαστὴ πλείστοις ἐν ἔτεσιν, ἡμῖν πεφανέρωται, πᾶσι φανερώσασα, τὴν πρὸς ἡμᾶς σου Δέσποινα πολλὴν χρηστότητα· αὐτὴν γὰρ καταφύγιον μέγα, ἔχοντες κινδύνων, λυτρούμεϑα παντοίων.
Ῥῶσιν οἱ ἐν πάϑεσι τελοῦντες, καὶ ἴασιν οἱ ἐν νόσοις συνεχόμενοι, καὶ οἱ μαστιζόμενοι, ἀκαϑάρτοις πνεύμασι, τὴν λύτρωσιν κομίζονται ἐκ τῆς Εἰκόνος σου, καὶ πᾶς τις πρὸς αὐτὴν καταφεύγων, δυσχερῶν τὴν λύσιν, λαμβάνει Θεοτόκε.
Ἄπᾶσι παρέχεις φιλευσπλάγχνως, βοήϑειαν Θεοτόκε τοῖς αἰτοῦσί σε· ἀτεκνούσαις δίδως γάρ, τέκνα καὶ συστήματα, ἀκρίδων καταστρέφοντα ἅπασαν βλάστησιν, τῇ μάστιγι τῆς σῆς προστασίας, τάχιστα διώκεις, Ὑπερευλογημένη.
ᾨδὴ θ΄. Ὁ Εἰρμός.
«Ἀπᾶς γηγενής, σκιρτάτω τῷ Πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ ϑαυμάσια τῆς Θεομήτορος καὶ βοάτω· χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ Ἀειπάρϑενε».
Σκέπη ἀσφαλής, καὶ μέγα προπύργιον καὶ καταφύγιον, ἔσο ἀεὶ Δέσποινα, τῇ τοῦ Ὁσίου μονῇ Ἀγάϑωνος, ἐν κόλποις τὴν Εἰκόνα σου τὴν χαριτόβρυτον, κατεχούσῃ, ὡς ϑεῖον διάδημα, καὶ ταμεῖον τῆς σῆς ἀγαϑότητος.
Ἴδε συμπαϑῶς, ἱλέῳ ἐν ὄμματι ὡς Μήτηρ εὔσπλαγχνος, τοῦ πάντας οἰκτείροντος, τοὺς παρεστῶτας ἐν τῇ Εἰκόνι σου, καὶ πλήρου τὰ αἰτήματα τούτων Πανάχραντε, σωτηρίαν, ἅπασι ἀραδεύουσα, καὶ παϑῶν ἀνιάτων τὴν ἴασιν.
Μνήμην ἱεράν, τῆς ϑείας εὑρέσεως τοῦ Ἐκτυπώματος, τοῦ σεπτοῦ σου Ἄχραντε, ἐπιτελοῦντες ἀνακηρύττομεν, τὰ πολλαπλᾶ σου ϑαύματα καὶ ἐκβοῶμέν σοι· μὴ ἐλλείπῃς, σκέπουσα ἑκάστοτε, τοὺς πρὸς σὲ ἀφορῶντας ἐκ πίστεως.
Οἱ ἐν τῇ Μονῇ, τῇ ϑείᾳ σου σπεύδοντες πίστει λαμβάνουσιν, ὅ,τι ἂν αἰτήσωνται, ἐκ τῆς σεπτῆς σου Εἰκόνος Δέσποινα· ἐντεῦϑεν χαριστήριον αἶνόν σοι ᾄδουσιν, ἡ Ὑπάτη, καὶ Φϑιῶτις ἅπασα, καὶ πιστῶν Θετταλῶν τὰ συστήματα.
Ὕδωρ μοι ζωῆς, ἐπομβρησον Δέσποινα τῷ τηκομένῳ δεινῶς, παϑῶν αὐχμηρότητι, καὶ παρόντα μου ὕμνον πρόσδεξαι, ὃν ἐξ ἀνάγνων ἧ σά σοι χειλέων Πάναγνε, καὶ πταισμάτων, αἴτει μοι τὴν ἄφεσιν, καὶ φωτὸς οὐρανίου ἀμάρυγμα.
Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσϑητε.
Τὴν εὕρεσιν γεραίροντες, τῆς ἱερᾶς Εἰκόνος σου, τῆς πρὸς ἡμᾶς σου εὐνοίας, τὰς σωτηρίους ἐκφάνσεις, κηρύττομεν Πανάμωμε· ὅτι παρέχεις ἅπασι, ταχεῖαν τὴν βοήϑειαν, καὶ νοσημάτων παντοίων, λυτροῦσαι τοὺς σε ὑμνοῦντας.
Ἕτερον, ὅμοιον.
Μονὴ τοῦ Ἀγάϑωνος, ὡς ἰατρεῖον ἄμισϑον, τὴν ϑαυμαστήν σου Εἰκόνα, πλουτοῦσα Θεογεννῆτορ, τὰς ἐνεργείας Δέσποινα, κηρύττει τῶν ϑαυμάτων σου· ὅτι προφϑάνεις ἅπαντας, καὶ διασώζεις κινδύνων, τοὺς τὴν σὴν κλῆσιν φωνοῦντας.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους δ΄. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν τὸν ὑπέρϑεον Λόγον σαρκὶ κυήσασαν, καὶ τὴν φϑορᾶς τὴν φύσιν, τῶν βροτῶν ρυσαμένην, τὴν μόνην Θεοτόκον ἀσμάτων ᾠδαῖς, κατὰ χρέος ὑμνήσωμεν· ὅτι ἡμᾶς ἐπεσκέψατο μυστικῶς, τῇ εὑρέσει τῆς Εἰκόνος αὐτῆς.
Ἐν τῷ σπηλαίῳ Παρϑένε πάλαι ἐκρύπτετο, ἡ ϑαυμαστὴ Εἰκών σου, ἀλλ᾽ αὐτὴν ξένῳ τρόπῳ, ἐξέφηνας Ἀγάϑωνι τῷ σεπτῷ, ὡς κειμήλιον ἅγιον, ἣν προσκυνοῦντες ἐν πίστει εἰλικρινεῖ, τὰς ψυχὰς ἁγιαζόμεϑα.
Ῥεῖϑρα ἰάσεων βλύζει τὸ σὸν Ἐκτύπωμα, ἐπισκιάσει Κόρη, τῆς ἀΰλου σου δόξης· ἐντεῦϑεν ἡ Ὑπάτη καὶ σὺν αὐτῇ, Φϑιωτῶν ἅπαν σύστημα, καὶ πᾶς πιστὸς καταφεύγει μετὰ σπουδῆς, καὶ λαμβάνει πᾶσαν αἴτησιν.
Ἀγαλλιᾶται καὶ χαίρει τῇ προστασίᾳ σου, Ἀγάϑωνος τοῦ ϑείου, ἡ μονὴ Θεοτόκε, κατέχουσα ἐν κόλποις ὡς ϑησαυρόν, τὴν ἁγίαν Εἰκονα σου, ἡ πάσῃ ὥρα προσπίπτουσα εὐλαβῶς, ἀνυμνεῖ τὰ σὰ ϑαυμᾶσια.
Δόξα. Καὶ νῦν.
Ἦχος πλ. α΄.
Τῆς τοῦ Θεοῦ σαρκώσεως, τὸ παρϑενικὸν ὄργανον, τὴν Θεοτόκον Μαρίαν, ὕμνοις καὶ ᾠδαῖς μεγαλύνωμεν· μεγάλων γὰρ δωρεῶν, ἡμῖν πρόξενος γέγονε, τῇ ἀποῤῥήτῳ αὐτῆς κυήσει, καὶ οὐ παύεται εὐεργετοῦσα, ποικίλοις ἡμᾶς τρόποις· τὴν γὰρ ϑείαν αὐτῆς Εἰκόνα, μητρικῇ προμηϑείᾳ δέδωκεν ἡμῖν, ὡς τῆς δόξης αὐτῆς σκήνωμα, καὶ ϑλιβομένων παραμύϑιον, καὶ νοσούντων ἰατρεῖον· διὸ εὐχαριστοῦντες βοήσωμεν· πανάχραντε Δέσποινα, ἄχρι τερμάτων αἰῶνος σκέπε τὴν Μονὴν σου, καὶ δίδου ἑνὶ ἑκάστω, τὰ πρὸς σωτηρίαν αἰτήματα.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τῆς Θεοτόκου ἡ γ΄ καὶ στ΄ ᾠδὴ. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ ιε΄. Αὐγούστου.
Κοινωνικόν. Τὸ πρόσωπόν σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίρει τοῦ Ἀγάϑωνος ἡ Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐξ ἧς ἀναβλύζει, ἰάσεων τὰ ῥεῖϑρα, Παρϑένε τοῖς ἐν πίστει, σὲ μεγαλύνουσι.
Δίστιχον·
Θεοτόκε Δέσποινα τῆς σῆς Εἰκόνος
Γεράσιμος ὕμνησε τὴν ϑείαν χάριν.