Τέσσερις Παρακλητικοί Κανόνες εις τον Όσιο Θεοφόρο Πατέρα Ημών Παΐσιο τον Αγιορείτη
Παρακλητικός Κανών εις το Όσιο και Θεοφόρο Πατέρα ημών Παΐσιο τον Αγιορείτη
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ
†Εορτάζεται στις 12 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἀθωνίτην θεοφόρον Πατέρα, τὸν ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις φανέντα, τὸν ἐκ Φαράσων ἅγιον Παΐσιον, δεῦτε οἱ ἐν θλίψεσιν, ἱκετεύσωμεν πάντες, ὅπως διαφύγωμεν, ταῖς αὐτοῦ ἱκεσίαις, τοῦ βίου πάσας τὰς ἐπιφοράς, οὗτος γὰρ ἔσχε, χαρίσματα πάμπολλα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δέχου πάτερ Παΐσιε, ἡμῶν αἰτήσεις. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον χαρίτων ἀναδειχθείς, Παΐσιε πάτερ, μὴ ἐλλείπῃς ταῖς σαῖς εὐχαῖς, ἡμῖν παρασχὼν ὡς ἐλεήμων, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πρόσφορα.
Ἐσχάτως ὡς Ἄγγελος τοῦ Χριστοῦ, ὀφθεὶς τὰς καρδίας, ἱκετῶν σου τῶν εὐλαβῶν, ἀνάπαυσον Πάτερ καὶ παράσχου, τὸ ἀγαθὸν τῆς εἰρήνης πρεσβείαις σου.
Χοροὶ μοναζόντων καὶ κοσμικῶν, πρὸς σὲ ὁμοφώνως, ἀτενίζουσι τὸν σεμνόν, αἰτούμενοι Πάτερ τὴν σὴν χάριν, ἵνα τὸ θράσος τοῦ δράκοντος θραύσωσι.
Θεοτοκίον.
Ὁ κτίσεως πάσης δημιουργός, ἐκ σοῦ τῆς Παρθένου, ἐδανείσθη ὑπερφυῶς, τὴν σάρκα τὴν σὴν διὸ μὴ παύσῃ, τοῦτον Ἁγνὴ ὑπὲρ πάντων λιτάζουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπανοῖξαί μοι θέλω, ταῖς σαῖς εὐχαῖς Ἅγιε, πύλην Παραδείσου τὴν θείαν, Χριστὸς ὁ Κύριος· διὸ πρὸς σὲ τὸν σεμνόν, ἀντιβολῶ καὶ κραυγάζω· σπεῦσον βοηθῆσαί με, πάτερ Παΐσιε.
Πατρικῇ σου φροντίδι καὶ ἀρωγῇ σκέπασον, νέων τὴν παράταξιν Πάτερ, ἐκ τῆς συγχύσεως, τῶν λογισμῶν τοῦ νοός, καὶ τῶν παθῶν τυραννίδος, ὅπως ἂν πορεύωνται, τρίβον σωτήριον.
Ἀσωτεύσας θεόφρον, ἐν πονηροῖς πάθεσι, καὶ ἐκδαπανήσας τὸν πλοῦτον, τῆς θείας χάριτος, γυμνὸς περίκειμαι, καὶ ἱκετεύω λιταῖς σου, τὴν στολὴν τοῦ Πνεύματος, ἔνδυσον πάλιν με.
Θεοτοκίον.
Τὴν σὴν ἔχω εἰκόνα, ὡς χαρμονὴν Πάναγνε, καὶ παραμυθίαν γενναίαν, ἐν βίῳ πάντοτε· διὸ καὶ ἵσταμαι, πρὸ τῆς ἁγίας μορφῆς σου, καὶ αἰτοῦμαι Ἄχραντε, τὴν σὴν ἀντίληψιν.
Διάσωσον, γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου, τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν, καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φαράσων βλαστός, καὶ Ἄθωνος τὸ κλέϊσμα, ὑπάρχων σεπτέ, Παΐσιε πανάρετε, ψυχῆς τε καὶ τοῦ σώματος, τὰ ποικίλα νοσήματα ἴασαι, καὶ τὴν πληθὺν δαιμόνων ἀφ’ ἡμῶν, ἀπέλασον τάχιστα ἰσχύϊ σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπωδύνως τὴν στένωσιν, φέρω τῆς δειλίας, καὶ ἐκφοβίσματα· διὸ Πάτερ διασκέδασον, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.
Ῥυπαραῖς καταστάσεσι, τοῦ Θεοῦ τὴν μνήμην, μάκαρ ἀπώλεσα, διὸ δός μοι σὴν βοήθειαν, ὅπως ἀναστῶ ἐκ τῶν πτωμάτων μου.
Παρεδόθην ταῖς θλίψεσι, καὶ στενοχωρίαις πολλαῖς Παΐσιε· διὸ χάρισαι πρεσβείαις, τὴν ἐντός μου Ὅσιε εἰρήνευσιν.
Θεοτοκίον.
Ἀπωλείας τὸν αἴτιον, καὶ τοῦ ψεύδους Μῆτερ μέγαν συνήγορον, τὸν μισάνθρωπον διάβολον, καὶ πειράζοντά με ἐξουθένωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵνα τῆς ψυχῆς, τῆς ἐμῆς τὸ ἄχθος Ἅγιε, ταῖς λιταῖς σου ἀπαλείψῃς παντελῶς, ἱκετεύω σε ἐν πίστει θεοστήρικτε.
Στήριγμα στεῤῥόν, καὶ ἀσπὶς ἀκαταμάχητος, κληρικῶν καὶ μοναζόντων ταῖς εὐχαῖς, ἀναδείχθητι πρὸς Κύριον Παΐσιε.
Ἴσος παλαιῶν, ἀσκητῶν φανεὶς Παΐσιε, σοὶ ἐδόθη χαρισμάτων ἡ πληθύς· διὸ ἴασαι τὰ ἕλκη τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Ἔχουσα ἡ γῆ, σὲ προστάτιδα Θεόνυμφε, προσδοκᾷ τὴν εἰρηναίαν βιότην, καὶ δεινῶν ἐπισυμβάσεων περάτωσιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡδύτητα, τῶν σῶν λόγων Ὅσιε, οἱ συνόντες σοι ἐν Ὄρει Ἁγίῳ, διατηροῦντες πρὸς σὲ ἐκ καρδίας, καθικετεύουσι πάτερ Παΐσιε, ταῖς σαῖς λιταῖς τὰς ἐκτροπάς, διανοίας αὐτῶν ἐπανόρθωσον.
Μιμνήσκοντες, τῶν πολλῶν χαρίτων σου, ἐν πολλῇ πρὸς σὲ ἀγάπῃ βοῶμεν· ἐξ ἀναγκῶν καὶ παντοίων κινδύνων, καὶ ψυχικῶν ἀλγηδόνων Παΐσιε, ἐπισκοπῇ σου κραταιᾷ, τοὺς ὑμνητάς σου προστάτευσον πάντοτε.
Ὡς ἄγγελος, ἐκ τοῦ Ὄρους Ἄθωνος, ἐν τῇ Μάνδρᾳ Σουρωτῆς καταφθάνεις, μοναζουσῶν τὸν χορὸν διδαχαῖς σου, τῆς εὐσεβείας ἀλείπτης γενόμενος· διὸ καὶ νῦν πάντας ἡμᾶς, πρὸς τὰ κρείττω ὁδήγησον Ὅσιε.
Θεοτοκίον.
Νοσούντων, καὶ τῶν στενόντων Παρθένε, ἀναδείχθητι ἰάτειρα θεία, καὶ ἀνιάτων παθῶν ταῖς λιταῖς σου, θεραπευτὴς τῆς ψυχῆς καὶ τοῦ σώματος, γενοῦ Θεόνυμφε ἁγνή, τῶν ἀνυμνούντων σε ᾄσμασι δούλων σου.
Διάσωσον, γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου, τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν, καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν μοναστῶν καὶ μιγάδων διδάσκαλον, καὶ τῶν ἐν κόσμῳ πιστῶν ἀντιλήπτορα, καὶ ἀσθενούντων ὀξέως ἀκέστορα, σὲ θεοφόρε Παΐσιε ἔχομεν· διὸ καὶ ζητοῦμεν τὴν χάριν σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. στ΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Παΐσιε, τοῦ Ὄρους Ἄθωνος κλέος, Σουρωτῆς τὸ καύχημα, καὶ Φαράσων γόνος ὁ εὐσυμπάθητος, ἀληθῶς γέγονας, ἐν ἐσχάτοις χρόνοις, διὰ τοῦτο καὶ βοῶμέν σοι· πάσης στενώσεως, καὶ τῶν ἀδοκήτων συμβάσεων, τῆς λύμης τῶν αἱρέσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, ἀνιάτων νόσων, ἡμᾶς τοὺς σὲ τιμῶντας εὐλαβῶς, μὴ διαλείπῃς πρεσβείαις σου, συντηρῶν ἑκάστοτε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηνῶν νοσημάτων, καὶ δαιμόνων μανίας, καὶ περιστάσεων, τοῦ βίου πολυτρόπων, καὶ πάσης κακουργίας, θεοφόρε Παΐσιε, τῶν κακοτρόπων ἡμᾶς, ἐκλύτρωσαι λιταῖς σου.
Ἰατρείας σωμάτων, καὶ ψυχῆς θεραπείας, ὤφθης Παΐσιε, θεράπων ταῖς εὐχαῖς σου· διὸ τοῖς ἐθισμένοις, ἰοφόροις σκευάσμασι, μὴ διαλείπῃς ἀεί, παρέχων τὴν ὑγίειαν.
Τὴν νεότητα πᾶσαν, ἐκ τοῦ λάκκου ἀγνοίας, καὶ ἀθεότητος, καὶ πάσης ἀναρχίας, Παΐσιε παμμάκαρ, ταῖς λιταῖς σου ἐξάγαγε, σὺ γὰρ ἐκτήσω σεμνέ, μεγίστην παῤῥησίαν.
Θεοτοκίον.
Ἡδυμόλπως Παρθένε, φοβερὰ προστασία, ἀκαταμάχητε, ὑμνῶ σου τὴν εἰκόνα, τὴν ὄντως θεσπεσίαν, ἣν ἐπ’ ὤμων ἐκράτησε, Παΐσιος ὁ σεμνός, ὁ δοῦλός σου Μαρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στήριξον Πάτερ, ἱκετηρίαις πολλαῖς σου, τοὺς ἐν πάθεσι πληγέντας ἀνιάτοις, ἐκ τῆς λευχαιμίας, καὶ τοῦ πικροῦ καρκίνου.
Ἐσμὸν δειλίας, καὶ τῆς φοβίας σῇ ῥώμῃ, ἀπομάκρυνον ἐκ τῶν ἱκετευόντων, σὲ σημειοφόρε, Παΐσιε θεόφρον.
Ἰῷ πορνείας, καὶ ἁμαρτάδων ἀθέσμων, τῆς νεότητος τὰ πλήθη παραπαίει· ὅθεν χεῖρα τούτοις, παράσχου θεοφόρε.
Θεοτοκίον.
Σεσαρκωμένος, ἐκ τῆς ἁγίας γαστρός σου, ὁ φιλάνθρωπος Δεσπότης καὶ Υἱός σου, Δέσποινα ἐξῆλθε, τοῦ σῶσαι τοὺς ἀνθρώπους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ ἐν εὐλαβείᾳ, τείνοντες τὰς χεῖρας, καθικετεύομεν πάντες Παΐσιε, μὴ διαλείπῃς φροντίζων ἡμᾶς ἑκάστοτε.
Ὡσεὶ τροφὸς καὶ μήτηρ, τοὺς σὲ ἀνυμνοῦντας, ἐν ταῖς ἀνάγκαις τοῦ βίου Παΐσιε, ἀεὶ παράσχου θεόφρον αὐτοῖς τὰ χρήσιμα.
Ἡ Σουρωτὴ καὶ Ἄθως, καὶ πᾶσα Ἐκκλησία, ἐπικαλεῖταί σε πάτερ Παΐσιε, ὅπως σωφρόνως τὴν τρίβον Χριστοῦ βαδίσωμεν.
Θεοτοκίον.
Λοιμοῦ λιμοῦ καὶ ἄλλων, δεινῶν ἐν τῇ Ἑλλάδι,ταῖς σαῖς πρεσβείαις ἐλπίζομεν τάχιστα, ἀπαλλαγῆναι ταχέως σεπτὲ Παΐσιε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τα παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Φαράσων θεῖος βλαστός, Ἄθωνος τοῦ Ὄρους περιάκουστος ἀσκητής, χαίροις τῆς Ἑλλάδος ὁ φωτιστὴς ὁ νέος, Παΐσιε τῶν νέων μέγιστε σύμμαχε.
Χαίροις ὁ διδάσκαλος Σουρωτῆς, τοῦ Σιναίου ὄρους ὁ σεμνότατος ἀσκητής, χαίροις ἐν Κονίτσῃ τῶν συμπατριωτῶν σου, κατοίκων ὄντως τύπος Πάτερ πρὸς μίμησιν.
Ἄνδρας καὶ γυναῖκας ναρκομανεῖς, καὶ πληθὺν ἀνθρώπων, δαιμονώντων ταῖς σαῖς λιταῖς, καὶ τοὺς ἀσθενοῦντας, πολυειδῶς θεόφρον, Παΐσιε μὴ παύσῃ, σώζων ἑκάστοτε.
Μοναζόντων Ὅσιε τὸν χορόν, ταῖς ἱκετηρίαις, πρὸς Δεσπότην διηνεκῶς, ὅσιε βοήθει, ὡς παῤῥησίαν ἔχων, Παΐσιε μεγίστην, θεομακάριστε.
Ἔχοντες ὡς μέγιστον θησαυρόν, τὸν σὸν τάφον Πάτερ, ἀρυόμεθα οἱ πιστοί, δύναμιν καὶ θάρσος, ἐν τοῖς δεινοῖς τοῦ βίου, Παΐσιε παμμάκαρ, ἄνερ τῆς χάριτος.
Πάτερ ὁσιώτατε τοὺς βροτούς, τοὺς ὑμνολογοῦντας, πολιτείαν σου τὴν σεπτήν, τῇ ἐπισκοπῇ σου, προστάτευσον ἐκ βλάβης, βελίαρ τοῦ ἀρχαίου, τοῦ πολεμήτορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ ἄγγελος, φανεὶς ἐν κόσμῳ, ἐν τοῖς ἔτεσι, τοῖς τελευταίοις, χριστομίμητε Παΐσιε ὅσιε, ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι,
ὡς παμφαέστατος ἥλιος ἔλαμψας, καὶ κατηύγασας, πιστῶν τὰ πλήθη τῇ χάριτι, τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παΐσιε γέγονας, τῶν ἀσκητῶν ἡ κρηπίς, τοῦ Ἄθωνος κλέϊσμα, καὶ Σουρωτῆς ὁ τροφός, Κονίτσης τὸ καύχημα, σὺ γὰρ ἐπὶ τὰ ἴχνη,
Ἀρσενίου ὁδεύσας, εἴληφας χαρισμάτων, τὴν πληθὺν Παρακλήτου, ἀφθόνως τοῖς σὲ τιμῶσιν, παρέχων τὰ πρόσφορα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ Ὄρους Ἄθωνος, τὸν ἐπ’ ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν.
Εἶτα ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν τὸ παρὸν Προσόμοιον·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάθη τὰ δυσώδη τῆς ψυχῆς, καὶ τὰ ἀνομήματα πάντα, τὰς ἀῤῥωστίας σαρκός, καὶ τὰ ἐνεργήματα πολυειδῶν φοβιῶν, τῆς δειλίας τὴν βάσανον, καὶ πάσης ἀνάγκης, ἄγχος καὶ δυνάστευσιν, καὶ τοῦ ἐλθεῖν τὰ κακά, ὅσιε Παΐσιε σπεῦσον, ταῖς πρὸς τὸν Χριστὸν ἱκεσίαις, παῦσαι ἀπὸ πάντων τῶν ὑμνούντων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον αρτιφανώς εκλάμψαντα Όσιο και Θεοφόρο πατέρα ημών Παΐσιο τον Αγιορείτη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξής·
Ἦχος δ΄ . Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῷ φρυκτωρήσαντι ἀρτίως τὰ σύμπαντα, χαρίτων θείων ταῖς ἀκτῖσι προσπέσωμεν, ἐν σκότει οἱ καθεύδοντες παθὼν ζοφερῶν, κράζοντες· Παΐσιε, ἀσκητῶν ὡραιότης, Ἄθωνος ἀγλάϊσμα καὶ προπύργιον μέγα τῶν εὐσεβῶν, μὴ παύσῃ ἐκτενῶς, Χριστῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Παΐσιε, νέε ἀσκητά, πρέσβευε ὑπὲρ ἡμῶν. Χ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παΐσιε, ἄστρον νεολαμπές, Χριστοῦ Ἐκκλησίας, ἐν τῷ Ἄθῳ ἀρτιφανώς, ὁ λάμψας ἀσκήσεως βολίσιν, ὑπὲρ ἡμῶν τὸν Χριστὸν καθικέτευε.
Ἀγάπης θεόδοτε θησαυρέ, Παΐσιε μάκαρ, Ἀθωνῖτα πανευκλεές, ἀγάπης πρὸς πέλας σοὺς ἱκέτας, καὶ πρὸς Θεὸν δεῖξον τείχη ἀκράδαντα.
Ἱκανῶσον, Πάτερ, τυχεῖν ἡμᾶς, τοῦ θείου ἐλέους τοὺς τιμῶντας πανευλαβώς, Παΐσιε, πόνους τοὺς ἀόκνους, οὓς ἔτλης ἄρτι ποθῶν τὴν τελείωσιν.
Θεοτοκίον.
Σωτῆρος τοῦ γένους τῶν χοϊκῶν ὑπέρλαμπρε Μῆτερ, πανυπέρτιμε Μαριάμ, ὀδοὺς σωτηρίας δεῖξον τάχος, τῷ σῷ οἰκέτῃ καὶ σῶσόν με δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσαγγέλως βιώσας, ἐν τοῖς δρυμοῖς Ἄθωνος, ἄρτι καὶ μυρίσας χαρίτων, θείων σου ἅπαντας, ταῖς ἡδυπνόοις ὀδμαῖς, τὴν δυσωδίαν παθῶν μου, κάθαρον, Παΐσιε, ταῖς ἱκεσίαις σου.
Εὐσυμπάθητε Πάτερ, τῶν μοναστῶν σέμνωμα, ὁ πιστῶν χορείας φαιδρύνας, θείοις σου ῥήμασιν, ἀξίωσόν με τυχεῖν, τοῦ ἀμετρήτου ἐλέους, τοῦ Θεοῦ, Παΐσιε, καὶ Παντοκράτορος.
Νεοπύρσευτον σέλας, τοῦ νοητοῦ, ὅσιε Πάτερ, στερεώματος κόσμου πλήθη ἐφώτισας, πεζοποροῦντα σεμνῶς πρὸς Παναγούδης κελλίον, ἵνα εὐλογίας σου φέγγους πλησθήσωνται.
Θεοτοκίον.
Ἐντολῶν με τῶν θείων, τὸν σὲ πιστῶς, Δέσποινα, ἀνυμνολογοῦντα ἐργάτην, δεῖξον ἀνύστακτον, ἵνα γεέννης πυρός, ταῖς πρὸς Υἱόν σου πρεσβείαις, ταῖς σεπταῖς ῥὐσθήσωμαι, Θεογεννήτρια.
Διάνοιξον, τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν τοῦ βλέπειν, καὶ ἀπαύστως ἐπιζητεῖν ἐν πόλῳ τὰ ἄρρευστα, Παΐσιε, σύσκηνε τῶν Ἀγγέλων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β . Πρεσβεία θερμή.
Βοήθει πιστοῖς ὑψόθεν τοῖς προστρέχουσι, τῇ σῇ ἀρωγῇ ἐν κλύδωσι, Παΐσιε, καὶ πιστῶς ἀνακράζουσιν· ἴσθι πάντων προστάτης καὶ πρόμαχος, τῶν σὲ τιμώντων ὕμνοις μελιχροῖς, νεότευκτον οἶκον ὡς χρηστότητος.
ᾨδὴ δ΄ . Εἰσακήκοα, Κύριε.
Ἐγκρατείας καμάτοις σου, δωρεῶν ἐπλήσθης τοῦ Θείου Πνεύματος, χαριτόβρυτε Παΐσιε, θλιβομένων πάντων παραμύθιον.
Ἀκτησία καὶ δάκρυσιν, ἔλεος προσείλκυσας τοῦ Παντάνακτος, οὗ εὐχαῖς σου νῦν, Παΐσιε, πέμψον καὶ ἡμῖν τὸ μέγα ἔλεος.
Συμπαθείας ἀκρώρεια, ὁ μετὰ κλαιόντων ἀεὶ θλιβόμενος, κλῖνον οὓς ἡμῖν εὐήκοον, τοῖς σοὶ καταφεύγουσι, Παΐσιε.
Θεοτοκίον.
Κυβερνήτις μοι, Δέσποινα, τῷ ἐν τῷ πελάγει νῦν θαλαττεύοντι, πειρασμῶν γενοῦ καὶ θλίψεων, ζοφερῶν τοῦ βίου μου καὶ σῶσόν με.
ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ἤσχυνας ἐχθρόν, τὸν παμβέβηλον ἀγώσί σου, θεαρέστοις ἐν ἐσχάτοις τοῖς καιροῖς, πρεσβευτὰ ἡμῶν θερμότατε, Παΐσιε.
Τλήμονες βροτοί, οἱ μὴ γνώντές σε, Παΐσιε, καὶ μηδέποτε λαβόντες σὴν εὐχήν, τὴν ἀνοίγουσαν ὁδὸν αὐτοῖς θεώσεως.
Ἄγγελον φωτός, ὁ σχῶν Πάτερ, ἑστιάτορα, ὁμοζήλους πολιτείας τῆς αὐτοῦ, δεῖξον πάντας τοὺς τιμῶντάς σε, Παΐσιε.
Θεοτοκίον.
Πάντα τῆς σαρκός, τὰ κινήματα ὑπόταξον, τῷ νοῒ τῶν οἰκετῶν σου, Ἀγαθή, τὰς ἡμῶν αἰσθήσεις πάσας ἀσφαλίζουσα.
ᾨδὴ ς΄ . Τὴν δέησιν.
Ῥωννύμενοι σαῖς εὐχαῖς, Παΐσιε, πρὸς τὸν Κύριον τῆς δόξης βοῶμεν· ἐγκρατευτὰ Ἀθωνῖτα, μὴ παύσῃ, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Θεάνθρωπον, τὸν ἀναδείξαντα φανόν, διοράσεως σε τηλαυγέστατον.
Ἐπίκουρος πάσης περιστάσεως, καὶ ἀνάγκης ἄρτι τάχιστος ὤφθης, τοὺς πρόσφυγάς σου ῥυόμενος, Πάτερ, ὡς συμπαθέστατος φύλαξ, Παΐσιε, οὓς περίφρούρει, ἀσκητά, ἀνυποίστων κινδύνων ἀπήμονας.
Στερέωσον τὰς καρδίας, Ὅσιε, εἰς τὸ θέλημα Χριστοῦ τοῦ Σωτῆρος, τῶν σὲ τιμώντων, Παΐσιε μάκαρ, ὡς στυλοβάτην νεότευκτον πίστεως, θεμέλιον ὑπακοῆς, καὶ κρηπῖδα διπλῆς ἀγαπήσεως.
Θεοτοκίον.
Βοήθησον τοὺς ἐν ὥρᾳ θλίψεων, σὲ καλοῦντας εὐλαβῶς, Θεοτόκε, καὶ εἰς χαρὰν τρέψον πάντων τὴν λύπην, εὐλογημένη, πανύμνητε Δέσποινα, τῇ ῥάβδῳ σου τῶν πρεσβειῶν, πρὸς ὃν ἔτεκες Κτίστην καὶ Κύριον.
Διάνοιξον, τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν τοῦ βλέπειν καὶ ἀπαύστως ἐπιζητεῖν ἐν πόλῳ τὰ ἄῤῥευστα, Παΐσιε, σύσκηνε τῶν Ἀγγέλων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Τοῖς τῶν αἱμάτων σου.
Νεοφανέντα τῶν πάλαι ἐφάμιλλον, πατέρων πάντες Παΐσιον ὅσιον, εὐῶδες ὀσφράδιον Ἄθωνος, ἐγκωμιάσωμεν κράζοντες· πρέσβευε Χριστῷ ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖου.
(Κέφ. ια΄ , 27-30.)
Εἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον
Ἦχος πλ. β΄ . Ὅλην ἀποθέμενοι.
Ὅσιε Παΐσιε, τῶν ἀρετῶν μυροθήκη, ἔμπνουν στηλογράφημα, νήψεως καὶ κόσμημα, ταπεινώσεως, ἄρτι ἐφώτισας, εὐσεβῶν τὰ πλήθη, διοράσεως ἀκτῖσί σου, καὶ εὐηρέστησας τῷ Χριστῷ ἀσκήσει συντόνῳ σου· διὸ καὶ χάριν εἴληφας, δυσωπεῖν ὑπὲρ τῶν τιμώντων σε, τὸν Σωτῆρα πάντων, Χριστὸν καὶ προσκυνούντων εὐλαβῶς, τὸν ἀναβλύζοντα νάματα, θαυμασίων τάφον σου.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐραστὴς θείου κάλλους, ἐκ νεότητος πέλων, σοφὲ Παΐσιε, καὶ ζηλωτὴς Ἀγγέλων, φωτολαμπῶν ὑπάρχων, ἱσαγγέλως ἐβίωσας, διδάσκων πάντας ἡμᾶς, ἀκολουθεῖν σαῖς τρίβοις.
Ὑπερόπτα γηίνων, καὶ φθαρτῶν μὴ παρίδῃς, τὰς ἱκεσίας μου, Παΐσιε παμμάκαρ, ἀλλὰ Χριστῷ τῷ μόνῳ, φιλανθρώπῳ προσάγαγε, Θεῷ αὐτὰς ἀσκητά, ὡς ἔχων παῤῥησίαν.
Ἐποπτεύων μὴ παύσῃ, οὐρανόθεν τοὺς πίστει, σοὶ καταφεύγοντας, καὶ θείαν ἀρωγήν σου, ταχὺ προσδεχομένους, θεοφόρε Παΐσιε, χειραγωγεὶ πρὸς ζωήν, ἀγήρῳ σῶν προσφύγων.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, Παϊσίου πρεσβείαις, τοῦ ωραΐσαντος, τὸν σὸν λειμῶνα ἄρτι, ἀσκήσεσι συντόνοις, καὶ πιστοὺς κατευφράναντος, αὐτοῦ χαρίτων ὀδμαῖς, ἐλέησον τὸν κόσμον.
ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Ποδηγετήσας, πιστοὺς πρὸς πόλιν τὴν ἄνω, συμβουλῶν σου Παΐσιε πλήθει, ὤφθης Παρακλήτου, χαρίτων κολυμβήθρα.
Ἐλέους βρύσις, καὶ συμπαθείας χειμάῤῥους, πέλων πάτερ Παΐσιε κόσμου, ἄρδευσον καρδίας, τῶν σῶν προσφύγων χέρσους.
Ῥῦσαι ἱκέτας, τοὺς σοὺς Παΐσιε πάτερ, κατακρίσεως πάσης καὶ σκότους, αἰωνίου λύχνε, ἀείφωτε ἀγάπης.
Θεοτοκίον.
Ἡ τὸν Σωτῆρα, Χριστὸν ἀφράστως τεκοῦσα, Θεοτόκε ἁγνὴ σῶσον πάντας, μεγαλύνοντας σε, πρεσβείαις σου ἀόκνοις.
ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.
Μεσίτην σε πρὸς Κτίστην, εὐμενὴ πλουτοῦντες, καὶ τὸν σὸν τάφον πιστῶς ἀσπαζόμενοι, βοῶμεν· χαῖρε, ὁσίων φωστήρ, Παΐσιε.
Ὡδήγησας σοῖς λόγοις, τὸν λαὸν Κυρίου, πρὸς σωτηρίας σκηνώσεις, Παΐσιε, ἰθύντωρ θεῖος ἀρτίως πιστῶν γενόμενος.
Νεόφωτον ὡς ἄστρον, ἀρετῆς ἐνθεοῦ, σὲ ἀνυμνοῦντες βοῶμεν Παΐσιε· τῶν ἱκετῶν σου ἀκέστωρ, γενοῦ ταχύτατος.
Θεοτοκίον.
Χαρίτων πλῆσον πάντας, θεϊκῶν τοὺς πόθῳ, σὲ μεγαλύνοντας, Μῆτερ θεόνυμφε, τοῦ Παϊσίου πρεσβείαις, Κυρία Δέσποινα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, Ἐκκλησίας νεολαμπές, ἄστρον τὸ ἐν Ἄθω, ἐξαστράψαν διαγωγῆ, ἀκραιφνεῖ ἐν χρόνοις, ἡμῶν τοῖς δυσχειμέροις, Παΐσιε, ὁσίων ἔμπνουν θησαύρισμα.
Ὡς οἰακοστρόφος ψυχῶν στεῤῥός, ἴθυνας πρὸς ὅρμον, ἀκλυδώνιστον ἀρετῶν, τοὺς ἐν βίου ζάλαις, πανδείνως ποντουμένους, καὶ καταφεύγοντας σοι, πάτερ Παΐσιε.
Δέχου τὰς αἰτήσεις τῶν εὐσεβῶς, νῦν ἀσπαζομένων, πνευματέμφορε ἀσκητά, τάφον σου τὸν θεῖον, καὶ προστασίαν τάχος, τὴν σὴν ἐκδεχομένων, μάκαρ Παΐσιε.
Τὸν φωστῆρα πάντες τὸν φαεινόν, ἐν Ἁγίῳ Ὄρει, ἐγκρατείᾳ καὶ προσευχή, λάμψαντα ἀρτίως, Παΐσιον τὸν θεῖον, μελισταγέσιν ὕμνοις, πάντες τιμήσωμεν.
Τῶν θαυμάτων πάντες τὸν ποταμόν, καὶ ἀγάπης κέρας, πρὸς πλησίον καὶ πρὸς Θεόν, τὸν τὰς ἀσθενείας, βαστάζοντα τῶν ἄλλων, τιμήσωμεν ἀσμένως, θεῖον Παΐσιον.
Στῦλον ἀδιάσειστον προσευχῆς, τεῖχος συμπαθείας, καὶ κρηπῖδα ὑπακοῆς, τὸν ἐν Ἄθω ἄρτι, ἐκλάμψαντα τοῖς ὕμνων, Παΐσιον παντέρπνοις, ἄνθεσι στέψωμεν.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄ . Τὸν συνάναρχον Λόγον.
Τὸν ἐν Ὄρει Ἁγίῳ ἀρτίως λάμψαντα, ἀδιαλείπτῳ ἀσκήσει, καὶ νοερὰ προσευχή, ἐπαινέσωμεν πιστοί, σεπτὸν Παΐσιον, ὅτι ὡς ῥόδον εὐανθές, κατεμύρισε ψυχάς, τοῖς λόγοις τοῖς θεοφθόγγοις· καὶ νῦν τὰ κρείττονα νέμει, αὐτοῦ λιταῖς τοῖς καταφεύγουσιν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἢν ψάλλομεν τὸ ἐξῇς·
Ἦχος β . Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε, ἀρετῆς τὸν ζηλωτήν, καὶ μοναδικῆς πολιτείας, τὸν νεαυγὴ καὶ λαμπρόν, νῦν φανὸν τιμήσωμεν, αὐτοῦ μιμούμενοι, τὴν ἀγάπην πρὸς ἅπαντας, καὶ φρόνημα θεῖον, κράζοντες· Παΐσιε, Χριστὸν ἱκέτευε, πέμψαι τοῖς πιστῶς σε ὑμνοῦσιν, ὑετὸν ἐλέους πλουσίου, καὶ ψεκάδας θείας ἐπιγνώσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἀπέλασον νέφος ἐμῆς ἀθυμίας,
Παΐσιε μάκαρ, βοᾷ Χαραλάμπης.
Παρακλητικός Κανών εις τον Όσιο Παΐσιο τον Αγιορείτη
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐραστὴν τῆς ἱερᾶς ἡσυχίας, καὶ μιμητὴν τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας, Παΐσιον τὸν ὅσιον ὑμνήσωμεν· οὗτος γὰρ ἐν Ἄθωνι καὶ Σινᾷ καὶ Στομίῳ, ζήσας ὥσπερ ἄσαρκος, ἐκλογῆς ὤφθη σκεῦος· καὶ νῦν προστάτης καὶ χειραγωγός, πάντων ὑπάρχει, καὶ πρέσβυς πρὸς Κύριον.
Δόξα.
Τῆς συμπαθείας σου τὸν ἄμετρον πλοῦτον, καὶ μεσιτείας σου τὴν δύναμιν γνόντες, οἱ ἐν πελάγει ὄντες ὀλεθρίων παθῶν, καὶ κλυδωνιζόμενοι πειρασμοῖς πολυτρόποις, σὲ ἐπικαλούμεθα, ὦ Παΐσιε πάτερ· σπεῦσον ταχὺ διάσωσον ἡμᾶς, καὶ πρὸς λιμένα, ὁδήγει ἀκύμαντον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὔσπλαγχνε Πάτερ, βοηθὸς γενοῦ πάντων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους τοῦ θείου ὁ μιμητής, Παΐσιε πάτερ, ὡς ἠλέεις διηνεκῶς, τοῖς πᾶσι γενόμενος τὰ πάντα, νῦν ταῖς πρεσβείαις σου πρόφθασον ἅπαντας.
Ὑπάρχεις σωμάτων ὁ ἰατρός, ψυχῶν θυμηδία, καὶ γλυκεῖα ἀναψυχή, μέγας ἐν ἀνάγκαις ἀντιλήπτωρ, καὶ ἐν πολέμοις ὑπέρμαχος κράτιστος.
Συνέχομαι Ὅσιε νυσταγμῷ, πολλῆς ἀμελείας, καὶ συστέλλομαι ἐκζητῶν, τὴν ἀνύστακτόν σου προστασίαν· ἀλλ’ ἐπιστάς μοι ἐγρήγορσιν δώρησαι.
Θεοτοκίον.
Παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ, νέφη τὰ ζοφώδη, τῶν κινδύνων καὶ πειρασμῶν, ταχέως διάλυσον καὶ σκέπε, ὡς φωτοφόρος νεφέλη τὴν ποίμνην σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνθεὶς τῇ καρδίᾳ, ἀσκητικοῖς πόνοις σου, καὶ καταλαμφθεὶς διανοίᾳ, φέγγει τῆς Χάριτος, φῶς ὅλος γέγονας· ὅθεν ἐκ ζόφου πταισμάτων, ῥῦσαί με πρεσβείαις σου, πάτερ Παΐσιε.
Ἀγαλλόμενος ἄλγη, ἀσθενειῶν ἤνεγκας, τῆς ὑπομονῆς καὶ ἀνδρείας, τύπος γενόμενος, κἀμὲ ἐνίσχυσον, ἐν κλίνῃ πόνου πεσόντα, εἰς χαρὰν οὐράνιον, τρέπων τὴν θλῖψίν μου.
Γῆν οὐράνωσας ὄντως, κατατρυφῶν Ὅσιε, τῆς ἀγγελικῆς ἡσυχίας, ζέων τῷ πνεύματι· ἐξ οὐρανοῦ δὲ νῦν, σαῖς πρὸς Θεὸν ἱκεσίαις, τοῦ ἀστάτου βίου μου, παῦσον τὸν τάραχον.
Θεοτοκίον.
Χαρμονὴ, εὐφροσύνη, καὶ γλυκασμὸς πέφυκας, Μήτηρ τῆς χαρᾶς γενομένη, Θεογεννήτρια· ὅθεν θλιβόμενος, πρὸς σὲ ἀεὶ καταφεύγω, τὴν θερμὴν παράκλησιν, καὶ προστασίαν μου.
Ἐπάκουσον, τῶν σὲ καλούντων, Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θερμὸς πρεσβευτὴς, ὑπάρχων πρὸς τὸν Κύριον, ἡμῶν τὰς θερμὰς, δεήσεις Πάτερ πρόσδεξαι, ἐκτενῶς βοώντων σοι· ἐν νυκτὶ καὶ ἡμέρᾳ ἡμᾶς φρούρησον, καὶ βοηθὸς γενήθητι ἡμῖν, ἐν τῷ παρόντι αἰῶνι καὶ τῷ μέλλοντι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νὺξ πικρᾶς ἀπογνώσεως, τὴν ἐμὴν καρδίαν δεινῶς ἐκάλυψε· σὺ δὲ φῶς καὶ ἀγαλλίασις, ὅσιε Παΐσιε ἐφάνης μοι.
Εὐφροσύνης πληρούμεθα, τάφῳ σου τῷ θείῳ πιστῶς προσπίπτοντες· βρύει χάριν γὰρ σωτήριον, μυστικῶς ἡμᾶς ἐπισκιάζουσαν.
Πεπτωκότα με ἔγειρον, καὶ πρὸς τὴν μετάνοιαν καθοδήγησον, ταῖς εὐχαῖς σου ἀπαλλάττων με, ἐκ τῆς τυραννούσης συνηθείας μου.
Θεοτοκίον.
Ἀπαθείας λαμπρότητι, σκεῦος καθαρώτατον ὤφθης Πάναγνε· ὅθεν κάθαρον τοὺς δούλους σου, μολυσμοῦ σαρκός τε καὶ τοῦ πνεύματος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχός μοι γενοῦ, σωτηρίας Πάτερ ὅσιε, ἐν παντὶ καιρῷ καὶ τόπῳ ἀβλαβῇ, ὡς προστάτης μου καλὸς διαφυλάττων με.
Ἕλκη τῶν παθῶν, τὴν καρδίαν μου μαστίζουσιν, ἀλλ’ οἱ λόγοι σου ὡς βάλσαμον τερπνόν, ἐπιφέρουσιν εἰρήνην τε καὶ ἴασιν.
Ῥάθυμον ψυχήν, Πάτερ κέκτημαι καὶ ἄκαρπον, ἀλλὰ χάρισαί μοι ζῆλον καὶ ἰσχύν, πρὸς ἀγῶνας φιλοτίμους διεγείρων με.
Θεοτοκίον.
Βήματι φρικτῷ, τοῦ Υἱοῦ σου Μητροπάρθενε, ὅτε μέλλω παραστῆναι δυσωπῶ, δεξιᾶς χειρός με κράτησον καὶ σῶσόν με.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Οἰκτίρμων, καὶ πλήρης θείας ἀγάπης, ἱλαρὸς καὶ ἐλεήμων ἐφάνης, ὅτι παθῶν καθαρθεὶς ἐν ἐρήμῳ, ἐλέους σπλάγχνα ἐκέκτησο Ὅσιε· νῦν δὲ πρεσβείαις σου θερμαῖς, τὴν γνησίαν ἀγάπην μοι δώρησαι.
Ἠγάπησας, τὴν ἀφάνειαν Πάτερ, καὶ ἐμίσησας τὴν δόξαν τοῦ κόσμου· ἀλλ’ ὁ τῆς δόξης Θεὸς καὶ Δεσπότης, τὴν σὴν ταπείνωσιν πᾶσιν ἐπέδειξεν· ταύτης ῥανίδα δυσωπῶ, στάλαξόν μοι πρεσβείαις σου Ὅσιε.
Θερμότατος, σὲ θεῖος ἔρως ἥρπαζε, καὶ Θεὸν σὺν τοῖς Ἀγγέλοις ἀνύμνεις· ὅθεν κἀμέ, τῶν γηΐνων φροντίδων, καὶ τῆς ματαίας μερίμνης ἐξάρπασον, ἵνα καρδίᾳ καθαρᾷ, εὐλογῶ καὶ δοξάζω τὸν Κύριον.
Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ Θεοῦ Παράδεισος, τὸ σεπτὸν τῆς εὐωδίας δοχεῖον, τῆς τῶν παθῶν δυσωδίας με ῥῦσαι, καὶ ἀρετῶν οἰκητήριον δεῖξόν με· σὺ γὰρ χαρίτων ἡ πηγή, καὶ αἰτία ὑπάρχεις Πανάμωμε.
Ἐπάκουσον, τῶν σὲ καλούντων Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπομένων ὑπέμεινας τὸν Κύριον, ἐν ἀσθενείαις τελειωθεὶς Πάτερ ὅσιε· νῦν δὲ πόνων πολυειδῶν ἀνάπαυσιν εὑρών, ἄριστος ὤφθης ἰατρός, παθῶν καὶ νόσων χαλεπῶν, τῆς ψυχῆς καὶ τοῦ σώματος, βρύων παραμυθίαν, καὶ ἄμισθον ἰατρείαν, τοῖς καταφεύγουσι εἰς σέ, πολυθαύμαστε Παΐσιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος συνεχόμενος, ἐν ἀπορίᾳ μεγίστῃ, κρημνισθεὶς εἰς βάραθρον, δεινῆς ἀπογνώσεως καὶ ζοφώσεως, ὅσιε Παΐσιε, σὲ καθικετεύω, τὴν ὁδὸν τῆς ἀναβάσεως, δεῖξον παρέχων μοι, κλίμακα πρὸς φῶς τὴν ἀνάγουσαν, ταπείνωσιν μετάνοιαν, πίστιν καὶ ἐλπίδα πρὸς Κύριον, ὅπως εἰς τὸ ὕψος, ἀγάπης ἀναβὰς πνευματικῆς, ἀγαλλιάσεως γένομαι, οὐρανίου μέτοχος.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στενὰ πάντα μοι ὄντως, καὶ δεινὰ ἐπώδυνα, πάτερ Παΐσιε· ἀλλὰ θαῤῥῶν τῷ σθένει, τῶν θείων πρεσβειῶν σου, πρὸς τὴν σκέπην σου ἔδραμον· σὺ γὰρ ἐν τάχει θαυμαστῶς, ἐκ πάντων διασώζεις.
Γαληνόν σε λιμένα, ἐν ἀνάγκαις τοῦ βίου, πάντες ἐκτήσαντο· πενήτων εὐπορία, γερόντων βακτηρία, σὺ γὰρ πέφηνας Ὅσιε, ἀπηλπισμένων ἐλπίς, παράκλησις πενθούντων.
Ἐκ δεινῶν νοσημάτων, τοὺς νοσοῦντας ἀπάλλαξον, πάτερ Παΐσιε, καρκίνου πάθος λῦσον, ἡμιθανεῖς τῆς κλίνης, τοῦ θανάτου διάσωσον, τυφλοῖς παράσχου τὸ φῶς, ἀλάλοις ὁμιλίαν.
Θεοτοκίον.
Νοῦν ψυχὴν καὶ καρδίαν, πρὸς σὲ αἴρω τὴν κόσμου, μόνην βοήθειαν, καὶ πίστει ἀνακράζω· κινδύνων πολυτρόπων, τῶν κυκλούντων με λύτρωσαι, τῇ μητρικῇ σου Ἁγνή, πρὸς Κύριον πρεσβείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ διαλάμψας, εἰς τὸν ἰσάγγελον βίον, θεωρίᾳ τε καὶ πράξει ὦ θεόφρον, φῶς τῶν μοναζόντων, ὑπάρχεις εἰς αἰῶνας.
Ὑπὲρ τοῦ ἔθνους, πρὸς τὸν Σωτῆρα ὡς πρέσβυς, στῆθι ὅσιε Παΐσιε πρεσβεύων, ἐξ ἐχθρῶν παντοίων, λυτροῦσθαι εἰς αἰῶνας.
Πίστιν γνησίαν, Ὀρθοδοξίας φυλάττειν, γενναιότατα ὡς ἄλλοι Μακκαβαῖοι, στήριξον τοὺς νέους, ταῖς πρὸς Θεὸν εὐχαῖς σου.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, ὅσα κἂν βούλῃ ἰσχύεις, ὡς τεκοῦσα τὸν ἁπάντων Βασιλέα· ὅθεν σε ὑμνοῦμεν, ἀεὶ ἐν σοὶ θαῤῥοῦντες.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νῦν ἔτυχον ὁ τάλας, θείας βοηθείας, ὅτε ἠσπάσθην θερμῶς τὴν εἰκόνα σου, ὦ θεοδόξαστε πάτερ ἡμῶν Παΐσιε.
Τὸ ὄνομά σου ὄντως, τίς ἐπεκαλέσθη, καὶ οὐκ εὐθέως αὐτοῦ τὰ αἰτήματα, πρὸς τὸν Θεὸν διεβίβασας Πάτερ ὅσιε;
Ὡς ἔχων παῤῥησίαν, Πάτερ πρὸς τὸν Κτίστην, ὑπὲρ τοῦ κόσμου παντὸς καθικέτευε, εἰρήνην ἄνωθεν δοῦναι ἀπαρασάλευτον.
Θεοτοκίον.
Νῦν φθάσαντα εἰς τέλος, τῆς δεήσεώς μου, ἀξίωσόν με πανύμνητε Δέσποινα, εὐχαριστεῖν καὶ δοξάζειν καὶ μακαρίζειν σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἡσυχίας ὁ ἐραστής, καὶ τῆς εὐσπλαγχνίας, τοῦ Κυρίου ὁ μιμητής· θείας γὰρ ἀγάπης, πληρούμενος ἐδόθης, Θεῷ καὶ τοῖς ἀνθρώποις πάτερ Παΐσιε.
Χαίροις τῆς ἀγάπης θεῖος κρουνός, καὶ τῆς συμπαθείας, ἀνεξάντλητος ποταμός· χαίροις ὁ θεράπων, ψυχῶν τε καὶ σωμάτων, καὶ ὁ προστάτης πάντων, πάτερ Παΐσιε.
Γλυκύτατον ἔαρ καὶ ποθεινόν, ἐφάνης παμμάκαρ, ἐν χειμῶνι τῶν πειρασμῶν· πᾶσι γὰρ παρέχεις, θερμὴν παραμυθίαν, χαράν τε καὶ ἐλπίδα, πάτερ Παΐσιε.
Πάτερ τὴν Παρθένον ἑωρακώς, πολλάκις ἐν βίῳ, ἀνεβόας ἐξεστηκώς· Μῆτερ τοῦ Θεοῦ μου, παντάνασσα Μαρία, τῇ σκέπῃ σῶν πτερύγων, σκέπε τὸν κόσμον σου.
Πρόσωπον πρὸς πρόσωπον νῦν ὁρῶν, τὸν ὡραῖον κάλλει, παρὰ πάντας υἱοὺς βροτῶν, Χριστὸν τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν δυσώπει, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Πρόσδεξαι δεήσεις σῶν ἱκετῶν, τῶν ἀπὸ περάτων, εἰς τὸν τάφον σου τὸν σεπτόν, πίστει ἐρχομένων καὶ ἀποτιθεμένων, τοὺς πόνους καὶ τὰς θλίψεις, πάτερ Παΐσιε.
ᾨδὰς εὐχαριστίας ἡ σὴ Μονή, Παΐσιε πάτερ, ἀναπέμπει σοι εὐλαβῶς, ἀντὶ τῶν ἀμέτρων, μεγάλων δωρημάτων, ἅπερ αὐτῇ πλουσίως, παρέσχες Ὅσιε.
Ἁγίων Καππαδόκων σεπτὴ δυάς, Παΐσιε πάτερ, καὶ Ἀρσένιε ἱερέ, ῥύσασθε κινδύνων, τοὺς πίστει ἐκζητοῦντας, ὑμῶν τὴν προστασίαν, τὴν ἀπροσμάχητον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σπεῦσον, ἐπιφάνηθι ἡμῖν, τοῖς ἐν στεναγμοῖς καὶ δακρύων, ἐπιζητοῦσι θερμῶς, ἅγιε Παΐσιε, τὴν μεσιτείαν σου, καὶ παράσχου τὴν ἴασιν, ψυχῶν καὶ σωμάτων, πᾶσαν δὲ ἐπίνοιαν δαιμόνων σύντριψον· ἵν’ εὐχαρίστῳ καρδίᾳ, σὲ τιμῶμεν ὅσιε Πάτερ, καὶ τὸν σὲ δοξάσαντα δοξάζομεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανόνας στον Όσιο Παΐσιο τον Αγιορείτη
Ποίημα απο το βιβλίο που εκδόθηκε απο το Ιερό Παρεκκλήσιο Οσίων Παϊσίου του Αγιορείτου & Αρσενίου του Καππαδόκου Μαΐστρου Αλεξανρουπόλεως
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα.
Τῆς Ἐρήμου Πολίτης.
Τῆς Ἀγάπης τὸν κρίνον καὶ θυσίας τὸ ἄρωμα, Ἁγίου Ὄρους τὸ ἄνθος, Παναγίας θησαύρισμα, τιμήσωμεν Παΐσιον πιστοί, τοῦ Παρακλήτου σκεῦος ἐκλογῆς, τῆς προσευχῆς ὁ λύχνος, Καππαδοκών τὸ καύχημα, χαῖρε τοῦ Παραδείσου ὁδηγέ, χαῖρε Ἄθωνος Ἄγγελε, χαῖρε λαμπὰς ἄσβεστε τῆς Τρισηλίου Θεότητος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παΐσιε μύρον τῆς προσευχῆς, τὸ εὔοσμον κρίνον, Παναγούδας ὁ ἀσκητής, κλῖνόν μοι τὸ οὓς σου χαρμοσύνως, ὕμνους καρδίας μου Ἅγιε πρόσδεξαι.
Ἀπαύγασμα γόνος Καππαδοκῶν, τοῦ Ἄθωνος κλέος, εὐωδία τῶν ἀρετῶν, ἐκ πάσης ῥυσθείημεν ἀνάγκης, οἱ εὐφημοῦντες τοὺς θείους ἀγῶνάς σου.
Παΐσιε πάτερ θαυματουργέ, θυσίας ὁ λύχνος, ἐκβοῶμεν σοι ἐκ ψυχῆς· ἐμεῖς εὐχαρίστως σε αἰνοῦμεν, τοῦ βίου ζάλης ἡμᾶς νῦν διάσωσον.
Θεοτοκίον.
Τὸ στόμα μου πλήρωσον γλυκασμοῦ, μυρόῤῥαντε Κόρη, ῥοδοκέντητε θησαυρέ, ὅπως ἀνυμνῶ καὶ μεγαλύνω, τῶν οἰκτιρμῶν σου ἀστείρευτον ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν Ἀγγέλων ὁ ὕμνος χαῖρε πιστῶν ἔρεισμα, χαῖρε Βυζαντίου τὸ ἄνθος, χαῖρε ἀντιλήψει, ῥύου ἑκάστοτε, νόσων καὶ πάσης ἀνάγκης, καὶ δεινῆς κακώσεως καὶ περιστάσεως.
Θεοτόκου πρεσβύτης φρέαρ ἰάσεων Ὅσιε, χαῖρε θλιβομένων ἡ ῥύσις, χαῖρε παράκλησις, Πάτερ οἰκτείρησον, καὶ πρὸς ὀδὸν σωτηρίας, χελιδὼν πολύφωνε ἡμᾶς κατεύθυνον.
Τὴν μορφὴν τοῦ Κυρίου σὺ ἐμφανῶς θεασάμενος, τῆς Ὀρθοδοξίας ὁ φάρος, χαῖρε ἐγγύησις, γενοῦ μοι Ὅσιε, ἡμῶν ἐλπίδος ἡ δᾶδα, τοὺς ἐν θλίψει λύτρωσαι, τῇ εὐσπλαγχνίᾳ σου.
Θεοτοκίον.
Τοὺς ἀτέκνους εὐτέκνους σὺ Μαριάμ ἔδειξας, καὶ τὰς θηρευούσας μητέρας, Κόρη ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις, τὶς σοῦ διηγήσεται τὰ μεγαλεῖά σου.
Ἰάτρευσον, ἡμῶν τὰ πάθη Παΐσιε θεοφόρε, ὅτι πάντες μετὰ χαρὰς, εἰς σὲ καταφεύγομεν, καὶ ἐκζητοῦμεν τὴν θείαν σου προστασίαν.
Ἐπάκουσον, Γοργοϋπήκοε κόρη Θεογεννῆτορ, τὰς ἡμῶν ἱκεσίας Παρθένε τῶν δούλων σου, ταῖς θερμαῖς πρεσβείαις ὁσίου Παϊσίου.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀρετῶν τὸ θησαύρισμα, χαῖρε ὦ Παΐσιε λάμπας ἡ ἄσβεστος, ἀπολύτρωσον τοὺς δούλους σου, τοὺς ἐν μετανοίας σοι προστρέχοντας.
Ἡ τίμια ἐπίκλησῃς, τοῦ ὀνόματος σου ὠδίνη ἅπαντας, τῆς χαρὰς τὸ φῶς ἀνάτειλον, πάσι τοῖς τιμῶσί σε Παΐσιε.
Ὁ ἀγάπης κατάλυμα, ναυαγῶν πορθμείον, χαῖρε Παΐσιε, τοὺς τιμῶντάς σε ἀξιώσων, ταῖς πρὸς τὸν σωτῆρα μεσιτείαις σου.
Ἐπὶ σοὶ τὰς ἐλπίδας μου, ὅλος ἀνεθέμην Ἑλλάδος ἄνθισμα, σπεύσων ῥῦσαί με Παΐσιε, τοῖς αἰωνιζούσης κατακρίσεως.
Θεοτοκίον.
Ῥόδον σὺ τὸ ἀμάραντον, ὦ Παρθένε μόνη βλαστήσασα, τὰς ὀδύνας τὰς εὑρούσας με, εἰς χαρὰ μετάβαλε Πανάμωμε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης φωτεινός, λύχνος ἄκρας ταπεινώσεως, τῇ πρεσβείᾳ σου προστρέχω ἐκ ψυχῆς, τῶν ἰαμάτων τὰ χαρίσματα χορήγησον.
Ἴασαι ἡμῶν, τῶν σωμάτων τὴν ἀσθένειαν, καὶ ψυχῶν τὴν ἀθυμίαν τὴν πίκραν, ἀφ’ ἡμῶν τῇ σῇ πρεσβείᾳ διασκέδασον.
Ῥόδον μυστικῶν, εὐωδίαν τῆς ἁγνότητος, ὡς ὁ τάφος ἀναβλύζει νοερός, κατευφραίνων τὰς ψυχὰς ἡμῶν Παΐσιε.
Θεοτοκίον.
Πῶς σου τὴν μορφήν, ὁ ἀνάξιος θεάσωμεν, Γοργοϋπήκοε παντάνασσα, τοῖς κεχραμμένοις ὀφθαλμοίς μου τὴν Πανάχραντον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ κινδύνων πειρασμῶν τε παντοίων, ὡς ἐκ Θεοῦ νίκης στέφος ἐδέξω, καὶ τὴν ἰσχὺν φυγαδεύειν τοὺς δαίμονας, σῴζεις γὰρ πάντας ἐξ αὐτῶν, τοὺς τὴν σὴν ἐκζητούντων βοήθειαν.
Τὴν δέησιν, τῆς ψυχῆς μου πρόσδεξαι, ὡς θυμίαμα εὐῶδες παμμάκαρ, καὶ τοὺς πικροὺς σταλαγμοὺς τῶν δακρύων, ἀποδεξάμενος Πάτερ ἐπιστηθῇ, καὶ χαρμονῆς τῆς ἀληθοῦς, τὰς ψυχὰς ἡμῶν ἔμπλησον Ἄγγελε.
Ἀγάλλεται, ἡ Μόνη σου ἅπασα, Ἰωάννου τοῦ Θεολόγου Παμμάκαρ, ὅτι πολλῶν θαυμασίων ἐδείχθης, σοι αὐτουργὸς καὶ προστάτης θερμότατος, καὶ νοσημάτων ἀλγεινῶν, μεσίτης ἡμῶν πρὸς τὸν Εὔσπλαγχνον.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρᾳ ἐδείχθης, Πανάγια Ἀθωνήτισσα κόρη, καὶ πανευῶδες καὶ εὔπνοον κρίνον, ἔνι ὁ Λόγος ἐσκήνωσε Ἄχραντε, διὸ ἁγίασον ἡμᾶς, τὰς ψυχὰς καὶ τὰ σώματα Δέσποινα.
Ἐπάκουσον, Γοργοϋπήκοε κόρη Θεογεννῆτορ, τὰς ἡμῶν ἱκεσίας Παρθένε τῶν δούλων σου, ταῖς θερμαῖς πρεσβείαις ὁσίου Παϊσίου.
Προστάτευσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Παναγίᾳ Τριὰς ὁμοούσιε, ὅτι πάντες εἰς σὲ καταφεύγομεν ὡς Πλάστην ἡμῶν καὶ ῥύστην.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανών.
Τῆς ταπεινώσεως μέλι γλυκύτατον, καὶ τῆς θυσίας ἐλαία ὁλόκαρπος, μὴν παρίδῃς τὸν σὸν πιστὸν ἱκέσιον ᾠδήν, ἄλλα, πρόσδεξαι ὡς εὐμενής, τὰς ἐναρέτους προσφοράς, τῶν θερμῶς ἐκβοώντων σοι· δώσῃ ἡμῖν σωτηρίαν καὶ διασκέδασον τὴν μανίαν, τὴν κινουμένην καθ’ ἡμῶν, ἅγιε πάτερ Παΐσιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ
Μακάριος Ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. στ΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκεῦος θείας χάριτος τῇ ἰσαγγέλῳ ζωῇ σου, δένδρον εὐσκιόφυλλον καὶ θαυμάτων πέλαγος ἀνεξάντλητον, Χερουβεὶμ ὁμότροπε, Παΐσιε τρισμάκαρ, διὰ τοῦτό σου δεώμεθα, νόσων καὶ θλίψεων καὶ δυσχερειῶν καὶ κακώσεων, ἡμᾶς ἀεὶ διάσῳζε τοὺς ἀνακειμένους τῇ σκέπῃ σου, Πάτερ θεοφόρε, ἁγίου Ἀρσενίου ἡ εὐχή, μὴ νῦν παρίδῃς τὴν δέησῃ, τῶν παρακαλούντων σε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νοσημάτων παντοίων θεραπεύεις τοὺς πίστει καταφεύγοντας, καὶ βλάβης τῶν δαιμόνων, τοὺς σε θερμῶς ὑμνοῦντας, καὶ συντόνως κραυγάζοντας· χαῖρε Παΐσιε σεπτέ, Ἀγγέλων ὑμνῳδία.
Ἰσχυρῶς ἠγωνίσθης καὶ δικαίως ἐστέφθης ἐν τῇ ἀσκήσει σου, ἐν Ὄρει τῷ Ἁγίῳ, διὸ καὶ παῤῥησίαν, σὺ νῦν ἔχεις πρὸς Κύριον, χαῖρε Παΐσιε σεπτέ, κάλλος θεοφανείας.
Ταπεινὸς ἐὼς ὕψος καὶ τοῦ Ἄθω τὸ ἄνθος χαῖρε Παΐσιε, θεράπευσον παμμάκαρ, κἀμοῦ τοῦ σοῦ ἱκέτου, τὰς ψυχὰς τὰ συντρίμματα, χαῖρε Παΐσιε σεπτέ, ὀσμὴ τοῦ Παραδείσου.
Θεοτοκίον.
Παναγίᾳ Παρθένε τὴν ταπεινὴ μου ψυχὴν ἔμπλησον, ζωῆς γὰρ μ’ ἀναφέρεις, λύπης καὶ κακίας, τῶν φθονούντων με λύτρωσον, ἡ τὸν Σωτῆρα Χριστόν, καὶ Λυτρωτὴν τεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σκήνωμα Λόγου, καὶ εὐσπλαγχνίας δοχεῖον, σωτηρίας μοι ἄναψον τὸν πόθο, τοῦ εὐαρεστῆσαι, Παΐσιε τῷ Κτίστῃ.
Ἄνωθεν σκέπη, τοὺς εὐλαβῶς προσκυνοῦντας, τὴν πανσέβαστον εἰκόνα σου θεόφρον, ῥῦσαί με ὦ Πάτερ, κινδύνων ταῖς εὐχαῖς σου.
Ἐν τοῖς Ὑψίστοις, μετ’ Ἀγγέλων χορεύων, εἰς λιμένα θείων προσορμίσθης, κράζων εὐλογεῖτε· Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἔνδοξε Νύμφη, τῆς ψυχῆς μου τὰ πάθη, καὶ τὰ τραύματα θεράπευσον ἐν τάχει, ἁγίασον τὸν νοῦν μου, πρεσβείαις Παϊσίου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀκοίμητον λαμπάδα, θείας μετανοίας, γινώσκωμέν σε Παΐσιε ὅσιε, διὸ ὑπὲρ πάντες εὐλαβῶς, πρεσβείαν σου αἰτοῦμεν.
Χριστοῦ μυροδοχεῖον, καὶ τῆς εὐσεβείας, τῶν Καππαδόκων καρπὸς ἀνεβλάστησας, καὶ σῴζεις πάντας ἀνυψῶν, καρδίας πρὸς τὸν Κτίστην.
Μὴ παύσεις ἱκετεύων, τὸν Θεὸν τῶν ὅλων, Ἀγγελικῆς πολιτείας ἀπάνθισμα, τὸν εὐλαβῶς σὺ τὸν ὕμνον, τοῦτον ὑφάναντα.
Τριαδικόν.
Γλυκύτατε Ἰησοῦ μου, πάσης ἐπηρείας, δαιμονικῆς τοὺς σοὺς δούλους διάσωσον, καὶ ἐκ κινδύνων χαλεπῶν, Σῶτερ ἀπάλλαξόν με.
Θεοτοκίον.
Θεὸν ἡμῶν τεκοῦσα, πάναγνε Μαρία, τὴν πεπτωκυῖᾳ ψυχήν μου ἀνάστησον, ταῖς Παϊσίου πρεσβείαις σπεῦσον καὶ ῥῦσαί με.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄσωμεν οἱ πάντες θεοπρεπώς, ᾄσμασι ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τῷ Θεῖον Πνεῦμα Τριάδα Παναγίᾳ, τὴν μία βασιλείαν καὶ κυριότητα.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα, πρεσβείαις Παϊσίου γενοῦ μεσίτρια.
Χαίροις Βυζαντίου θεῖος φανός, χαίροις τῆς Ἑλλάδος, καὶ τῆς πίστεως ὁ φρουρός, χαίροις Θεοτόκου μορφὴν ὁ εἰκονίσας, ἁγίαν Εὐφημίαν ὁ θεασάμενος.
Χαίροις εὐωδίᾳ τῶν ἀρετῶν, ἀπαύγασμα ἀγάπης, τῆς σοφίας μυσταγωγός, χαίροις σὺν εὐχέτα παρὰ Θεοῦ Ἀγγέλοις, ἡμῶν παραμυθίᾳ πάτερ Παΐσιε.
Χαίροις φάρος λύχνος τῆς προσφοράς, ἔλαιον εἰρήνης, ταῖς ψυχαῖς τῶν ἁμαρτωλῶν, χαίροις τῶν νοσούντων, καὶ τῶν θλιμμένων δάκρυ, τῆς Θεοτόκου κρίνον πάτερ Παΐσιε.
Χαίροις τῆς ἀγάπης τῆς θεϊκῆς, μυρίπνοον ἄνθος, εὐλαβείας ὁ θησαυρός, χαίροις ὁ συνθλάσας τὴν κάρα τῶν δαιμόνων, παράκλησις πενθούντων πάτερ Παΐσιε.
Χαίροις σκεῦος τίμιον τοῦ Θεοῦ, τῶν μετανοούντων, ὁ ἀλάνθαστος ὁδηγός, χαίροις τῆς ἐλπίδος λαμπὰς ἡ φωτοφόρος, θυσία τῷ Κυρίῳ πάτερ Παΐσιε.
Ἀλεξανδρουπόλει κλέος λαμπρόν, τοῦ Μαΐστρου κάλλος, καὶ τῆς Θρᾴκης Ἅγιον φῶς, χαῖρε Ὀρθοδοξίας τὸ ἄσβεστον κηρίον, ὁ δείκτης πρὸς τὴν Πόλιν χαίροις Παΐσιε.
Χαῖρε ἀποκαλύψεως ἡ βροντή, Κωσταντινουπόλεως, μελῳδία ἡ ποθητή, χαίροις Ἁγίας Σοφίας, ὁ ἔσχατος προφήτης, πατρίδα σκλαβωμένων ἡ ἐπανάκλησις.
Ἀκαθίστου ὕμνου ὁ ὑμνῳδός, θείου Κουκουζέλη, ὁ ψαλμὸς ὁ ἀγγελικός, χαίροις στυλοβάτα ἀπαύγασμα τοῦ Ὄρους, Ἀγιάς Σοφιάς ῥομφαίᾳ χαίροις Παΐσιε.
Χαίροις τοῦ Βατάτζῃ ἡ κορωνίς, χαίροις μύρον κρίνον, χαίροις δάκρυ τῆς προσευχῆς, χαίροις τοῦ Κυρίου ἡ εὔσπλαγχνος ἀγάπη, τῆς Θεοτόκου χάδι χαίροις Παΐσιε.
Ἀλεξανδρουπόλεως ὁ Ναός, νέα κολυμβήθρᾳ, ἀνεδείχθης τοῦ Σιλωάμ, καὶ τοῖς προσκυνοῦσι, παρέχεις ἀφειδώλως, τὴν ἴασιν τῆς πᾶσιν Ἄθωνος Ἄγγελε.
Πάτερ Λόγε Πνεῦμα Τριὰς σεπτή, μονὰς ἡ Τρισαγίᾳ, μία φύσις μία ἀρχή, καὶ μία ἡ Θεότης σε πάντες προσκυνοῦμεν εἰς πάντας τοὺς αἰῶνας καὶ μεγαλύνωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Τῆς Ἐρήμου Πολίτης.
Τῆς ἀγάπης τὸν κρίνον, καὶ θυσίας τὸ ἄρωμα, Ἁγίου Ὄρους τὸ ἄνθος, Παναγίας θησαύρισμα, τιμήσωμεν Παΐσιον πιστοί, τοῦ Παρακλήτου σκεῦος ἐκλογῆς, τῆς προσευχῆς ὁ λύχνος, Καππαδόκων τὸ καύχημα, χαῖρε τοῦ Παραδείσου ὁδηγέ, χαῖρε Ἄθωνος Ἄγγελε, χαῖρε λαμπὰς ἄσβεστε τῆς Τρισηλίου Θεότητος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄνθος θεῖον εὔοσμον Χριστοῦ, ἔνδοξε Παΐσιε πάτερ, Ἄθωνος Ἄγγελε, πάντας ἐλευθέρωσον κρίνον τῆς χάριτος, Παναγίας θησαύρισμα, τοὺς ἐξαιτουμένους, τὴν θερμὴν ἀντίληψιν τῆς προστασίας σου, σὺ γὰρ τῆς Ἑλλάδος προστάτης, καὶ τοῖς κινδυνεύουσι ῥύστης, παρὰ Θεοῦ ἐδόθης ὦ Παΐσιε.